Ευλογημένη πνευματική περιήγηση

Πέμπτη 30 Ιουνίου 2016

ΙΟΥΝΙΟΥ 29. ΑΠΟΣΤΟΛΟΣ ΠΑΥΛΟΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
 
Αποτέλεσμα εικόνας για Απόστολος Παύλος
Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος καὶ τὸ ἑξῆς· Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Ὡς τῶν ἁγίων ἀποστόλων ἀκρότης* καὶ τοῦ σωτῆρος ἐνθεώτατος μύστης* ὑπὲρ ἡμῶν ἱκέτευε δεόμεθα* Παῦλε παμμακάριστε* ἐκλογῆς θείας σκεῦος* ὅπως λυτρωθείημεν* πειρασμῶν καὶ κινδύνων* καὶ τῆς μελλούσης τύχοιμεν ζωῆς* οἱ προσιόντες* τῇ θείᾳ πρεσβείᾳ σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν πότε, Θεοτόκε.
Ὁ Ν΄ καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς: Αἴτει μοι Παῦλε, θείαν ἀκτῖνα. Γερασίμου.
ᾨδὴ α. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀκτῖσι λαμπόμενος θεϊκαῖς* ἀπόστολε Παῦλε* τοῦ νοός μου τὸν σκοτασμόν* ταῖς σαῖς φωτοφόροις ἱκεσίαις* καὶ τῶν παθῶν τὴν ὁμίχλην διάλυσον.
Ἰλύος με καθαρὸν μοχθηράς* παθῶν ἀκαθάρτων* καὶ ποικίλων ἁμαρτιῶν* τοῖς ῥείθροις τῶν θείων πρεσβειῶν σου* οὐρανοφοῖτα ἀπόστολε ἔνδοξε.
Τὸν πάντων δεσπότην καὶ λυτρωτήν* ὡς ἔχων μεγίστην* παῤῥησίαν ὑπὲρ ἡμῶν* ἱκέτευε Παῦλε θεηγόρε* πάσης ῥυσθῆναι ἡμᾶς περιστάσεως.
Θεοτοκίον.
Ἐτέχθη αἱμάτων σου ἐξ ἁγνῶν* ὁ πᾶσι τὸ εἶναι* παρεχόμενος ὡς Θεός* ὦ πρέσβευε πάναγνε παρθένε* ἁμαρτιῶν μου καθάραι τὸν βόρβορον.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἰδὼν φῶς μέγα Παῦλε* φωνῆς Χριστοῦ ἤκουσας* καὶ κλητὸς ἀπόστολος ὤφθης* θείῳ βουλήματι* ὅθεν ἐνίσχυσον* ἡμᾶς φωνῆς εἰσακούειν* θείων διατάξεων* ψυχῆς θερμότητι.
Μυστηρίων ἁγίων* μύστης σοφὸς γέγονας·* ὅθεν μετανοίας πρὸς τρίβον* ὁδήγει πάντοτε* Παῦλε πανεύφημε* διὰ ζωῆς ἐναρέτου* τοὺς πιστῶς προστρέχοντας* τῇ ἀντιλήψει σου.
Ὁλοτρόπως τῷ πλάνῳ* ὑποταχθεὶς γέγονα* σκεῦος ἁμαρτίας ἁπάσης* νοΐ ἀγνώμονι·* σὺ οὖν με λύτρωσαι* ὡς ἐκλογῆς Χριστοῦ σκεῦος* Παῦλε παμμακάριστε* χειρῶν τοῦ δράκοντος.
Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα* καὶ τοῦ παντὸς αἴτιον* τέτοκας ἀφράστως παρθένε* κόσμον καινίζοντα·* διὸ ἐγκαίνισον* ἐν τῇ ἀθλίᾳ ψυχῇ μου* πνεῦμα καθαρότητος* καθικετεύω σε.
Διάσωσον* οὐρανοβάμον ἀπόστολε θεῖε Παῦλε* χαμαιζήλων ἐπιφορῶν καὶ κακώσεων* τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἐπίβλεψον* ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε* ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν* ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Αἴτησις καὶ τὸ κάθισμα. Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Ἐξ ὕψους λαβών* τὴν κλῆσιν Παῦλε ἔνδοξε* ἐδείχθης Χριστοῦ* ἀπόστολος θεόληπτος·* διὸ κἀμὲ ἀνύψωσον* γεηρῶν φρονημάτων πρεσβείᾳ σου * καὶ θεϊκόν μοι αἰτεῖ φωτισμόν* ὡς πλήρης φωτὸς τοῦ θείου πνεύματος.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Παθημάτων καὶ θλίψεων* καὶ ἐπηρειῶν πικρῶν τοῦ ἀλάστορος* ἀνωτέρους Παῦλε φύλαττε * τοὺς εἰλικρινῶς σὲ μακαρίζοντας.
Ἀσθενείαις τρυχόμενος* ταῖς κατὰ ψυχὴν καὶ σῶμα προστρέχω σοι* ἵνα εὔρῳ Παῦλε ἱᾶσιν* ἥν μοι δίδου θᾶττον τῇ πρεσβείᾳ σου.
Ὑψιβάμων γενόμενος* καὶ οὐρανοφοίτης Παῦλε ἀπόστολε* χαμαιζήλων με ἀπάλλαξον* ἐννοιῶν καὶ λόγων τε καὶ πράξεων.
Θεοτοκίον.
Λύτρωσαί με πανάμωμε, * ἐκ τῆς μοχθηρίας τοῦ παναλάστορος* τῇ ἀμάχῳ προστασία σου* καὶ εἰρήνην δίδου τῇ καρδίᾳ μου.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἔπιδε ἡμῖν* οὐρανόθεν Παῦλε ἔνδοξε* καὶ παράσχου ὡς θεράπων τοῦ Χριστοῦ* τὰ αἰτήματα ἡμῶν τῶν δεομένων σου.
Θραῦσον τοῦ ἐχθροῦ* καθ’ ἡμῶν τὰ μηχανήματα* ἐν ἀγάπῃ καὶ εἰρήνῃ ἀληθεῖ* κατευθύνων τὴν ζωὴν ἡμῶν ἀπόστολε.
Ἔχων πρὸς Χριστόν* παῤῥησίαν πολλὴν ἅγιε* ὡς ἀπόστολος αὐτοῦ θεοειδής* ἠμῖν ἵλεων αὐτὸν Παῦλε ἀπέργασαι.
Θεοτοκίον.
Ἴασαι ἁγνή* τῆς ψυχῆς μου τὴν ἀσθένειαν* καὶ ἁπάσης ἐργασίας πονηράς* καὶ κακίστης συνηθείας με ἀπάλλαξον.
ᾨδὴ στ. Τὴν δέησιν.
Ἀκτῖσι* λελαμπρυσμένος ταῖς θείαις* σκότασμου ἁμαρτιῶν πολυτρόπων* καὶ συμφορῶν καὶ κινδύνων καὶ πόνων* ἀπάλλαξόν με ταῖς σαῖς ἀντιλήψεσιν* ὦ Παῦλε σκεῦος ἐκλογῆς* ὡς προστάτης μου θεῖος καὶ ἔφορος.
Ναμάτων* πνευματικῶν πεπλησμένος* θεῖε Παῦλε ἐκ πηγῶν σωτηρίου* τὸ τῆς ἀφέσεως βλῦσόν με ὕδωρ* καὶ γλυκασμὸν θεϊκῆς ἀγαθότητος* ταῖς εὐπροσδέκτοις σου λιταῖς* πρὸς Χριστὸν τὸν φιλάνθρωπον Κύριον.
Ἀπαύστως* ἐν τῷ πελάγει τοῦ βίου* χειμαζόμενος ματαίαις φροντίσι* πρὸς τὴν γαλήνην τὴν σὴν καταφεύγω* καὶ ἐκβοῶ σοι ὦ Παῦλε ἀπόστολε* κυβέρνησόν με ἀσφαλῶς* πρὸς λιμένα τοῦ θείου θελήματος.
Θεοτοκίον.
Κινδύνοις* κλυδωνιζόμενος πλείστοις* ἐκ πολλῶν ἁμαρτιῶν μου ὁ τάλας* ἐπικαλοῦμαι τὴν σὴν προστασίαν* καὶ ἀνακράζω σοι κόρη πανύμνητε·* τὰ κύματα τὰ χαλεπά* τῶν πολλῶν πειρασμῶν μου κατεύνασαν.
Διάσωσον* οὐρανοβάμον ἀπόστολε θεῖε Παῦλε* χαμαιζήλων ἐπιφορῶν καὶ κακώσεων* τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἄχραντε* ἡ διὰ λόγου τὸν λόγον ἀνερμηνεύτως* ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὡς εὐσεβείας φωστὴρ καὶ διδάσκαλος* καὶ ἀποστόλων λαμπρὸν ἀκροθίνιον* ἡμῖν εὐμενίζου ἑκάστοτε* τὸν πάντων κτίστην Χριστὸν Παῦλε ἔνδοξε,* ὡς ἂν θεῖον ἔλεος εὕρωμεν.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον κατὰ Λουκᾶν.
Δόξα: Ταῖς τοῦ ἀποστόλου.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχος: Ἐλέησόν με, ὁ Θεός, ...
Παῦλε παμμακάριστε* τῶν ἀποστόλων ἡ δόξα* ὄργανον θεόπνευστον* τοῦ ἁγίου πνεύματος καὶ πολύφωνον* τῶν πολλῶν θλίψεων* κόπασον τὸν σάλον* τὸν συνέχοντά με ἅγιε* καὶ παύλαν δίδου μοι* τῶν ὀδυνηρῶν περιστάσεων* εἰρήνην μοι αἰτούμενος* καὶ παραπτωμάτων συγχώρησιν* ὡς πλούτων μεγίστην* θεόφρον παῤῥησίαν πρὸς Χριστόν* ὃν ἐκτενῶς καθικέτευε* ὑπὲρ τῶν τιμώντων σε.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν μεγίστην σου χάριν* ἐφαπλῶν μὴ ἐλλίπῃς ἡμῖν ἀπόστολε* ὡς ἂν τῶν βουλευμάτων* ῥυώμεθα τοῦ πλάνου* οἱ ἐν πίστει κραυγάζοντες·* ὁ τῶν πατέρων ἡμῶν* Θεὸς εὐλογητὸς εἶ.
Ἰατὴρ νοσημάτων* ψυχικῶν ἀνεδείχθης Παῦλε, τῷ λόγῳ σου·* διὸ κἀμὲ νοσοῦντα* κατὰ ψυχὴν καὶ σῶμα* ἴασαί με κραυγάζοντα·* ὁ τῶν πατέρων ἡμῶν* Θεὸς εὐλογητὸς εἶ.
Νομοθέτης ἐδείχθης* τῆς ζωῆς τῆς ἁγίας ἐν θείῳ πνεύματι·* διὸ τροπούμενόν με* τῆς ἁμαρτίας νόμῳ με ἕλκυσον* πρὸς βιοτὴν καθαράν* Παῦλε Κυρίου στόμα.
Θεοτοκίον.
Ἀειπάρθενε κόρη* ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα* σαρκός μου τὰς ὀδύνας* καὶ τῆς ψυχῆς τὰ πάθη* θεραπεύσασα σῶσόν με* εὐλογημένη ἁγνή* ἵνα σὲ μακαρίζω.
ᾨδὴ η´. Τὸν βασιλέα.
Γνῶσιν μοὶ δίδου* τῆς ἀληθοῦς μετανοίας* Παῦλε ἔνδοξε ὡς τῆς ἀγάπης μύστης* ἵνα ἐναρέτως* Χριστῷ εὐαρεστήσω.
Ἐκ τῆς σῆς γλώττης* τῆς σωτηρίας τὸ νέκταρ* Παῦλε ἔνδοξε πνεύματι θείῳ βλύζει* ὅθεν γλύκανόν μου* τὴν τῆς ψυχῆς πικρίαν.
Ῥώμην μοι δίδου* καταπατεῖν τοῦ Βελίαρ* Παῦλε ἔνδοξε ἰσχὺν τὴν ὀλεθρίαν* καὶ ἐν μετανοίᾳ* ἀνύειν τὴν ζωήν μου.
Θεοτοκίον.
Ἀγγέλων δόξα* θεοκυῆτορ παρθένε* ἀδοξίας με παθῶν τῶν ἀκαθάρτων* λύτρωσαι καὶ σῶσον* τὸν σὸν ἀχρεῖον δοῦλον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σοφίᾳ τῶν σῶν λόγων* σόφισον τὸν νοῦν μου* καταπατεῖν τοῦ ἐχθροῦ τὰ σοφίσματα* καὶ ἐν σοφίᾳ ἀνύειν Παῦλε τὸν βίον μου.
Ἰλύος ἁμαρτίας* κάθαρον τὸν νοῦν μου* πρεσβευτικαῖς σου ἀρδείαις ἀπόστολε* ὡς ἂν ἐκφύγω τοῦ πλάνου πᾶν ἐπινόημα.
Ὁ μέγας τοῦ σωτῆρος* μύστης θεῖε Παῦλε* μυσταγωγεῖσθαι τῷ λόγῳ σου σθένωσον* πρὸς σωτηρίαν τοὺς πόθῳ σὲ μακαρίζοντας.
Θεοτοκίον.
Ὑδάτων ἀπωλείας* ῥῦσαί με παρθένε* ἡ τὴν πηγὴν τῆς ζωῆς ἡμῖν τέξασα* καὶ ἀπαθείας πρὸς ὕδωρ τὸν νοῦν μου ἴθυνον.
Τὸ ἄξιόν ἐστι καὶ τὰ μεγαλυνάρια.
Χαίροις ἀποστόλων ἡ καλλονή* Παῦλε θεηγόρε* τοῦ σωτῆρος μυσταγωγέ* ἐκλογῆς Κυρίου* σκεῦος δεδοξασμένον* καὶ πάσης ἐκκλησίας* θεῖε διδάσκαλε.
Ἤκουσας ἐξ ὕψους θείας φωνῆς* Παῦλε σὲ καλούσης* μαθητείαν πρὸς ἱεράν* μαθητὴς πυρίνους* ἐντεῦθεν ἀνεδείχθης* Χριστοῦ τοῦ ζωοδότου* λόγοις καὶ πράξεσιν.
Ἥλιος ὡς μέγας καὶ φαεινός* ἔλαμψας τῷ κόσμῳ* διατρέχων πᾶσαν τὴν γῆν* καὶ τοὺς ἐν τῷ σκότει* λαοὺς καταφωτίζεις* κηρύγματος τῇ αἴγλῃ* Παῦλε ἀπόστολε.
Βρύει σου ἡ γλῶσσα ῥεῖθρα ζωῆς* τοῦ εὐαγγελίου* τὰ διδάγματα τὰ σεπτά* καὶ καταποτίζει* τὰς λογικὰς ἀρούρας* πρὸς θείαν εὐκαρπίαν* Παῦλε ἀπόστολε.
Ἤνυσας ἀγῶνας ὑπερφυεῖς* ὑπὲρ τῆς ἀγάπης* τοῦ σωτῆρος ἡμῶν Χριστοῦ* καὶ ἐν Ῥώμῃ Παῦλε* ἐτέλεσας τὸν δρόμον* τμηθείς σου τὸν αὐχένα* τὸν ἱερώτατον.
Παῦλε τῶν ἀῤῥήτων μυσταγωγέ* ἀποστόλων δόξα* καθικέτευε ἐκτενῶς* ἄφεσιν πταισμάτων* καὶ φῶς θεῖον διδόναι* παρὰ Χριστοῦ τοῖς πόθῳ* σὲ μακαρίζουσι.
Πᾶσαι τῶν ἀγγέλων...
Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις μεθ’ ἣν τὸ ἑξῆς· Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Παῦλε ἀποστόλων καλλονή* τοῦ εὐαγγελίου ὁ κῆρυξ* ὁ ἐνθεώτατος* στόμα τὸ πολύσοφον* Χριστοῦ τοῦ πάντων Θεοῦ* μὴ ἐλλείπης δεόμενος* ὑπὲρ τῶν ἐν πίστει* προσιόντων ἅγιε* τῇ προστασίᾳ σου* ὅπως συμφορῶν καὶ κινδύνων* καὶ πολυειδῶν συμπτωμάτων* ἄτρωτοι ἐν βίῳ διαμένωμεν.
Δίστιχον.
Πρόσχες, Παῦλε ἔνδοξε, τῇ νῦν δεήσει
Τοῦ Γερασίμου καὶ δίδου τὴν σὴν χάριν.




                                  πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου