Ευλογημένη πνευματική περιήγηση

Παρασκευή 17 Ιουνίου 2016

ΙΟΥΝΙΟΥ 17. ΑΓΙΩΝ ΜΑΝΟΥΗΛ, ΣΑΒΕΛ & ΙΣΜΑΗΛ ΜΑΡΤΥΡΩΝ ΧΑΙΡΕΤΙΣΜΟΙ

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΩΝ ΑΓΙΩΝ



http://www.pigizois.net/sinaxaristis/06/17.jpg


Κοντάκιον. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Ἡ τῶν τριῶν σεβαστὴ τριὰς Μαρτύρων,
Ὁ Μανουὴλ καὶ Ἰσμαὴλ, Σαβέλ τε ἅμα,
Ἀνομώτατον σέβας τὸ τοῖς εἰδώλοις,
Τοῦ πάντων ἀθεωτάτου Ἰουλιανοῦ,
Ἐνθέως ἀπωσάμενη ὑπὲρ Χριστοῦ,
Μαρτυρίῳ τετέλεσται, λαβοῦσα θείαν ἰσχὺν,
Διὸ πάντες κραυγάζομεν·
Χαῖρε τριὰς πολύαθλε.
Ἕτερον. Ὅμοιον.
Τῶν τοῦ τυράννου ἀπειλῶν καὶ ὑποσχέσεων,
Καταφρονήσας ἀνδρικῶς στύλε ἀκλόνητε,
Σὺν ὁμαίμοσιν ἐνήθλησας μεγαλόφρον·
Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον,
Μανουήλ με ἐκ κινδύνων ἐλευθέρωσον·
Ἵνα κράζω Σοι·
Χαῖρε Μάρτυς πολύαθλε.

ΣΤΑΣΙΣ Α΄. [‘Αναγινωσκομένη παρὰ τοῦ ἱερέως πρὸ τῆς ἐνάρξεως τῶν Κανόνων, προψαλλομένου τοῦ Τροπαρίου τοῦ Οἶκου].
Ἄκτιστόν τὴν Τριάσα, ἡ τριὰς τῶν Μαρτύρων, σοφῷ Εὐνοϊκῷ μυηθεῖσα [ἐκ τρίτου]· ἐβαπτίσθη Χριστῷ εὐσεβῶς, τὴν αὐτῆς Μητέρα καλῶς ζηλώσασα· συνέλθωμεν οὗν ἅπαντες, τοιάδε πρὸς αὐτὴν βοῆσαι·
Χαῖρε τριὰς ἡ τὸ ἕν φρονοῦσα,
Χαῖρε Θεὸν λατρευτῶς προσκυνοῦσα.
Χαῖρε μυηθεῖσα Τριάδα τὴν Ἄκτιστον,
Χαῖρε διδαχθεῖσα Μονάδα τὴν Ἄναρχον.
Χαῖρε μῆτερ ἡ γεννήσασα τὴν τριάδα σαρκικῶς,
Χαῖρε Εὐνοϊκοῦ τὰς διδαχὰς δεχομένη.
Χαῖρε σεπτῆς Τριάδος ἰσάριθμε,
Χαῖρε τῆς θείας Μονάδος πρόμαχε.
Χαῖρε Σαβὲλ, Μανουὴλ, Ἰσμαήλ τε,
Χαῖρε τριὰς, ἥν πᾶς ἐπικαλεῖται.
Χαίρε τριὰς πολύαθλε.

Βασιλεῖ τῶν Ῥωμαίων, Ἀλαμούνδαρος πέμπτει, σπονδάς σε ὦ τριὰς διαθέσθαι μεταξὺ Ῥωμαίων καὶ Περςῶν· ὁ δὲ ταῦτας χαρᾷ ὑποδεξάμενος, ἐφρόνει κατὰ σοῦ κενὰ ὁ μάταιος, βοώσης οὕτως·
Ἀλληλούϊα.


Γέρα Πρεσβέσι δίδως, καὶ προτρέπεις δολίως, ἐσθίειν μετὰ σοῦ ὦ παράφρον· ἀλλὰ ταῦθ’ ὡς ἀπόπτυς αὐτοὶ, ἅπαντα εἰδότες, τῷ Θεῷ ἤυχοντο, τῆς σῆς ῥυσθῆναι πλάνης παραβάτα, οὕς αἰνὦν κραυγάζω·
Χαῖρε τριὰς τῆς Τριάδος οἶκος,
Χαῖρε τριὰς τῶν Μαρτύρων κλέος.
Χαῖρε τῆς Περσίδος ἀθάνατον βλάστημα,
Χαῖρε καὶ τῆς Θράκης ἀκλόνητον ἔρεισμα.
Χαῖρε ὅτι κατεπάτησας τοῦ τυράννου τὰς τιμὰς,
Χαῖρε ὅτι τὰς τοῦ Ἄνακτος ἐβδελύξω δωρεάς.
Χαῖρε ἡ δεομένη ἐκ τῆς πλάνης ῥυσθῆναι,
Χαῖρε ἡ εὐχομένη Θεῷ πᾶντας σωθῆναι.
Χαῖρε ἐκ γῆς τοῖς ἄνω ἀπαίρουσα,
Χαῖρε Θεῷ σιυνοῦσα καὶ χαίρουσα.
Χαῖρε Σαβὲλ. Ἰσμαὴλ, Μανουήλ τε,
Χαῖρε τριὰς, ἥν πιστὸς πᾶς αἰνεῖ σε.
Χαίρε τριὰς πολύαθλε.

Δέησιν τῷ Κυρίῳ, θυόντος τοῦ τυράννου, ἀνέπεμπον ἰδίᾳ οἱ Πρέσβεις· τοῦτο οὖν καθορῶν ὁ δεινὸς, ἀγαγεῖν αὐτοὺς μετ’ ὀργῆς ἐκέλευσεν· οὕς ἕλκων τις βιαίως πρὸς θυσίαν, παρ’ αὐτῶν ἀκούει·
Ἀλληλούϊα.

Ἔχαιροιν οἱ τρεῖς Πρέσβεις, παρανόμως ἀχθέντες, εἱρκτῇ τῇ τοῦ τυράννου κελεύσει· ἀπαγόμενοι δὲ καθ’ ὁδὸν, τῷ Κυρίῳ ὕμνους καὶ ᾠδὰς ἔψαλλον· διὸ πιστοὶ προσείπωμεν, τριάδι τῶν Μαρτύρων οὕτω·
Χαῖρε τριὰς τῆς Τριάδος κήρυξ,
Χαῖρε τριὰς εὐσεβείας σάλπιξγ.
Χαῖρε τῆς Τριάδος κλεινὸν οἰκητήριον,
Χαῖρε τῆς Τριάδος δοχεῖον ἐπάξιον.
Χαῖρε ὅτι ὁ παράνομος σὲ ἐγκλείει τῇ εἱρκτῇ,
Χαῖρε ὅτι Θεὸν ὕμνησας ἐρχομένη ἐν αὐτῇ.
Χαῖρε ἡ παραβάτου τὰς φωνὰς καταργοῦσα,
Χαῖρε ἡ τὰ βρβαβεῖα τῶν σῶν ἄθλων λαβοῦσα.
Χαῖρε ὀρθῆς λατρείας ὑπέρμαχε,
Χαῖρε ἑλλήνων πλάνης ἀντίπαλε.
Χαῖρε τριὰς εὐσεβῶν μεσιτεία,
Χαῖρε ἐμοῦ ἐξαιρέτως πρεσβεία.
Χαίρε τριὰς πολύαθλε.

Ζῆλον ἔνθεον σχοῦσα, ἡ τριὰς ἐν σταδίῳ, ἐκήρυξε τὸν πάντων Δεσπότην· στηλιτεύσασα δὲ ἀδεῶς τὴν εἰδώλων πλάνην σὺν τῇ τοῦ Ἄνακτο, ἐβόα τὴν σωτήριον Ἀγγέλων ὑμνωδίαν οὕτως·
Ἀλληλούϊα.
ΣΤΑΣΙΣ Β΄. [Ἀναγινωσκόμενη παρὰ τοῦ ἱερέως πρὸ τῆς ἐνάρξεως τῆς Δ΄ ᾠδῆς, προψαλλομένου τῶν Κοντακίων].
Ἤστραψεν ἐν τῷ κόσμῳ, ὦ τριὰς Ἀθληφόρε, τῶν σῶν λαμπρῶν ἀγῶνων τὸ πλῆθος· πληγαῖς γὰρ τοῦ ἐχθροῦ ἀνόμως, σὲ ἀμειβομένου ὑπὲρ τῆς πίστεως, ἀκλινῶς πάντα φέρεις μακαρία, κᾀγῶ οὖν σοὶ κράζω·
Χαῖρε τριὰς ἀθλητικωτάτη,
Χαῖρε τριὰς ἡ γενναιοτάτη.
Χαῖρε τῆς Τριάδος τὸ ἕν ἡ κηρύξασα,
Χαῖρε τὸ Τρισςὸν τῆς Μονάδος διδάξασα.
Χαῖρε ὅτι ἐν τοῖς Τάγμασι τῶν Ἀγγέλων νῦν οἰκεῖς,
Χαῖρε ὅτι καὶ σὺν ἅπασι τοῖς χοροῖς Θεὸν ὑμνεῖς.
Χαῖρε ἡ ἐν σταδίῳ ἀδεῶς παραστᾶσα,
Χαῖρε ἡ τὰς αἰκίας καρτερῶς ὑποστᾶσα.
Χαῖρε πληθὺν ἀπίστων αἰσχύνασα,
Χαῖρε χορὸν πιστῶς κατευφράνασα.
Χαῖρε δι’ ἧς ὁ Χριστὸς ἐκηρύχθη,
Χαῖρε δι ἧς παραβάτης ἡττήθη.
Χαίρε τριὰς πολύαθλε.

Θυμοῦ τύραννος γέμων, τῶν Ἁγίων Μαρτύρων εἰδώλοις μὴ θελόντων λατεῦσαι, τὰς τὲ χεῖρας καὶ πόδας αὐτῶν, περονᾶσθαι ἥλοις σκληρῶς ἐκέλευσεν, ἰκρίῳ δὲ προσπήγνυσθαι· ἅ φέροντες, Θεῷ βοῶσιν·
Ἀλλήλούϊα.

Ἴδες παῖδας Χαλδαίων, εὑρετὰ τῶν βασάνων, οὐδόλως τὰς ποινὰς πτοουμένους· τὶ οὖν αὖ κελεύεις αὐτοὺς, ἀφειδῶς ξυστῆρσι σιδηροῖς ξαίνεσθαι; Ὦ ἐνστασις Μαρτύρων! Οἷς εὐφἠμῳ γλώττῃ λέγω ταῦτα·
Χαῖρε τριὰς ἡ ποινὰς λαβοῦσα,
Χαῖρε δι’ ἅς στεφάνων τυχοῦσα.
Χαῖρε οὐρανίου τρυφῆς ἀπολαύουσα,
Χαῖρε τοὺς πιστοὺς τῶν δεινῶν ἀπαλλάττουσα.
Χαῖρε πᾶσαν ἐπινίκιον ᾠδὴν ψάλλουσα Θεῷ,
Χαῖρε συμπαραλαμβάνουσα τοὺς χοροὺς τῶν ἐκλεκτῶν.
Χαῖρε ὅτι ξυστῆρας σιδηροὺς ὑπομένεις,
Χαῖρε ὅτι γενναίως Βασιλέα ἐλέγχεις.
Χαῖρε στεῤῥῶν Μαρτύρων διάδοχε,
Χαῖρε τοῖς τούτων ἄθλοις ὁμότροπε.
Χαῖρε δι’ ἧς εὐφημεῖται ὁ Πλάστης,
Χαῖρε δι’ ἧς δυσφημεῖται ὁ πλάνος.
Χαίρε τριὰς πολύαθλε.

Κρεμαμένη ἰκρίῳ, ἡ τριὰς αὐθταδέλφων, τὸ θεῖον συλλαβεῖν ἱκετεύει· αἴφνης δ’ Ἄγγελος αὐτοῖς φανεὶς, τὰς ὀδύνας τῶν σωμάτων ἐκούφισεν, ἀνδρύνας τὰς λοιπὰς βασάνους φέρειν, καὶ Κυρίῳ αδειν·
Ἀλληλούϊα.

Λήρους λέγει ὁ ἄφρων, τῇ Μαρτύρων δυάδι, δολίως Μανουὴλ ἀποστήσας· ἀλλ’ ἡ θεία αὐτὴ ξυνωρὶς, τοὺς θεοὺς αὐτοῦ πανσόφως κατῄσχυνεν, ἐνώπιον ἐκείου· αἰνέσωμεν οὖν ταύτην οὕτω·
Χαῖρε δυὰς τοῦ Θεοῦ ἡ θεία,
Χαῖρε σιγὴ τοῦ ἐχθροῦ τελεία.
Χαῖρε παραβάτου τοὺς δόλους χλευάσασα,
Χαῖρε τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.
Χαῖρε ὅτι κατεφρόνησας τῶν τυράννου δωρεῶν,
Χαῖρε ὅτι οὐκ ὠῤῥώδησας Βασιλέως τὸν θυμὸν.
Χαῖρε τῶν ἐν κινδύνοις ὦ Σαβὲλ παραστάτα,
Χαῖρε τῶν ἐν ἀνάγκαις Ἰσμαὴλ ὦ προστάτα.
Χαῖρε τρανῶς Θεὸν ὡμολόγησας,
Χαῖρε σαρκὸς γενναίως ἠφείδησας.
Χαῖρε δυὰς ἡ ἐμὴ προστασία.
Χαίρε τριὰς πολύαθλε.

Μέλη καταπιμπρῶνται, ταῖς λαμπάσιν ἀσπλάγχνως, Σαβὲλ καὶ Ἰσμαὴλ τῶν Μαρτύρων· ἀλλὰ φέροντες οὗτοι τὸ πῦρ, τῷ Κυρίῳ δόξαν φαιδρῶς ἀνέπεμψαν· οὕς δεῦτε εὐφημήσωμεν ἐν ᾄσμασι, Θεω βοῶντες·
Ἀλληλούϊα.

Εἴτ αὗ τὸ Κοντάκιον τῶν Οἶκων, καὶ ἀρχόμεθα τῆς δ΄ ωδῆς.
















ΣΤΑΣΙΣ Γ΄. [Ἀναγινωσκομένη παρὰ τοῦ ἱερέως πρὸ τῆς ἐνάρξεως τῆς ζ ΄ ὠδῆς, προψαλλομένου αὖθις τῶν Κοντακίων τῶν Οἶκων].
Νέαν τύραννος αὖθις, πανουργίαν δεικνύει, πρὸς σὲ τὸν Μανουὴλ ἐπιστρέψας· ἀλλ’ ἐδίδαξας σὺ ὡς σοφὸς, τὴν Τριάδα πᾶσι παριστῶν Ἅγιε, καὶ μίαν ἀδελφότητος τὴν γνώμην, κατὰ πάντα οὖσαν·
Χαῖρε δι’ οὗ Τριὰς μαρτυρεῖται,
Χαῖρε δι’ οὗ ἡ πλάνη σοβεῖται.
Χαῖρε Ἰσμαὴλ καὶ Σαβὲλ ὁ αὐτάδελφος,
Χαῖρε τῆς μιᾶς ὑμῶν γνώμης κήρυξ ἄσειστος.
Χαῖρε τύραννον ἀπάνθρωπον καταισχύνας Μανουὴλ,
Χαῖρε Κύριον φιλάνθρωπον καλῶν τὸν Ἐμμανουήλ.
Χαῖρε τοῦ Διδασκάλου Ἰησοῦ μου ὁ ἔρως,
Χαῖρε πρὸς ἀντιπάλους τὸ πρηστήριον βέλος.
Χαῖρε γλυκὺ καὶ πράγμα καὶ ὄνομα,
Χαῖρε λαμπρῶν θαυμάτων τὸ δώρημα.
Χαῖρε κοινὸς πρεσβευτὴς καὶ μεσίτης,
Χαῖρε ἐμὸς ἐξαιρέτως προστάτης.
Χαίρε τριὰς πολύαθλε.

Ξένοι σου οἱ ἀγῶνες, οὗς ἀξίως τιμῆσαι, οὐδεὶς ὦ Μανουὴλ ἐξισχύει· πυρπολουμένους γὰρ τοῦ θυμοῦ δεινῶς, ἀπηνῶς ὑφάπτει σαῖς πλευραῖς τύραννος, πυρὸς δᾷδας πρὸς ἧτταν σὴν, ἀλλ’ ὤφθης σὺ νικῶν καὶ μέλπων·
Ἀλληλούϊα.

Ὅλος ὤν θηριώδης, ὲπὶ σοὶ παραβάτης, κελεύει Μανουὴλ παρανόμως, εἱλιγμένον καλάμοις σφοδρῶς, παρὰ τῶν δημίων σὲ κατασφίγγεσθαι· ἡμεῖς δὲ τὴν σὴν ἔνστασιν θαυμάζοντες, βοῶμεν οὕτω·
Χαῖρε Θεοῦ ὁ μηδὲν προτιμήσας,
Χαῖρε στεῤῥῶς ὑπὲρ τούτου ἀθλήσας.
Χαῖρε Ἀθλητὰ τῶν Ἀγγέλων ὁμόσκηνε,
Χαῖρε πρεσβευτὰ τῶν ψυχῶν ἀκαταίσχυντε.
Χαῖρε ᾄδων τὸν Τρισάγιον σὺν Ἀγγέλοις τῷ Χριστῷ,
Χαῖρε μέλπων τὸ τετράγραμμον σὺν Προφήταις τῷ Θεῷ.
Χαῖρε ὅτι καλάμοις τὸ σὸν σῶμα εἱλίθη,
Χαῖρε ὅτι ἀσπλάγχνοις δι’ αὐτῶν κατεσφίγχθη.
Χαῖρε ἀστὴρ δεικνύων τὸν ἥλιον,
Χαῖρε λαμπτὴρ φωτίζων ὑφήλιον.
Χαῖρε δυσὶ σὺν ὁμαίμοσι φαίνων,
Χαῖρε ἡμᾶς σὺν αὐτοῖς ἐποπτεύων.
Χαίρε τριὰς πολύαθλε.

Πᾶσα φύσις Ἀγγέλων, Μανουὴλ κατεπλάγη, ὡς βέλη ὑπομένεις ὀξέα· τοῖς γὰρ μώλωψι σῶματὸ σὸν, καθωράθη πᾶσιν ὠμῶς κατάστικτον· βαβαὶ τῆς σῆς ἀθλήσεως! Αἰνοῦντές σε οὐκοῦν, Θεῷ βοῶμεν·
Ἀλληλούϊα.

Ῥείθροις τῶν σῶν αἱμάτων, ὦ τριὰς Ἀθληφόρε, φοινίττεται ἡ γῆ αἰδουμένη· ἀφειδῶς γὰρ ταῖς θείαις ὑμῶν, κεφαλαῖς ἐμπείρει ἥλους ὁ τύραννος· αὐτοὶ δὲ τὸν Θεὸν φόβῳ δοξάζοντες, ὑμῖν βοῶμεν·
Χαῖρε τὸ σέλας τῆς εὐσεβείας,
Χαῖρε τὸ θαῦμα τῆς καρτερίας.
Χαῖρε ὦ τριὰς αὐταδέλφων ἡ ἔνθεος,
Χαῖρε τῆς τριάδος θυσία ἡ ἄμωμος.
Χαῖρε σὺ γὰρ καθυπέμεινας κεφαλαῖς ἥλους στεῤῥῶς,
Χαῖρε σὲ γὰρ οὐκ ἐπτόησαν βάσανοι ὁλοτελῶς.
Χαῖρε ὅτι Ἄγγελοι σὺ ἐγένου τὸ θαῦμα,
Χαῖρε ὅτι τυράννῳ σὺ ἐγένου τὸ τραῦμα.
Χαῖρε πηγὴ θαυμάτων ἀκένωτος,
Χαῖρε πληγὴ δαιμόνων ἀνίατος.
Χαῖρε δι’ ἧς προσκυνεῖται ὁ Κτίστης,
Χαῖρε δι’ ἧς οὐ λατρεύεται κτίσις.
Χαίρε τριὰς πολύαθλε.

Σὲ αἰνοῦμεν ἐκ πόθου, τὴν Μαρτύρων τριάδα, κηρύξασαν σαφῶς τὴν Τριάδα· ὑπὲρ ἧς τὰ νῶτα ἀκλινῶς, σὺ ἐμπειρομένη ἥλοις ἐκραύγαζες· συμφώνως δεῦτε ᾄσωμεν Κυρίῳ, τῷ Θεῷ βοῶντες·
Ἀλληλούϊα.

Πάλιν τὰ Κοντάκια τῶν Οἶκων, καὶ ψάλλομεν τὴν ζ΄ καὶ η΄ ᾠδὴν.















ΣΤΑΣΙΣ Δ΄. [‘Αναγινωσκόμενη παρὰ τοῦ ἱερέως πρὸ τῆς ἐνάρξεως τῆς Τιμιωτέρας].
Τύραννος ὁ παράφρων, Μανουὴλ παρανόμως, Σαβὲλ καὶ Ἰσμαὴλ ὦ γενναῖοι, ὀξέας τοῖς ὄνυξιν ὑμῶν, ἐμπαγῆναι κξαλάμους ἀπεφήν ατο· εὐψύχους οὖν ἐμβλέποντες δεινοῖς τοῖς δὲ, πρὸς ὑμᾶς βοῶμεν·
Χαῖρε δι’ ὧν Τριὰς προσκυνεῖται,
Χαῖρε δι’ ὧν Θεὸς ἀνυμνεῖται.
Χαῖρε ὦ Τριὰς ἀσεβεῖς στηλιτεύουσα,
Χαῖρε θαυμαστῶς τοὺς πιστοὺς σελαγίζουσα.
Χαῖρε ὅτι τὰ οὐράνια ἀντηλλάξω τοῖς φθαρτοῖς,
Χαῖρε ὅτι καταλέλεξαι τῶν Μαρτύρων τοῖς χοροῖς.
Χαῖρε ἡν ἀνυποίστοις ταῖς βασάνοις τρωθεῖσα,
Χαῖρε ἡ καὶ καλάμοις τοῖς ὄνυξιν ἐμπαγεῖσα.
Χαῖρε δι’ ἧς βδελύττονται εἴδωλα,
Χαῖρε δι’ ἧς ἐκπίπτουσι ξόανα.
Χαῖρε δι’ ἧς κραταιοῦται ἡ πίστις,
Χαῖρε δι’ ἧς καθαιρεῖται ἡ πλάνη.
Χαίρε τριὰς πολύαθλε.

Ὕψωσας τριὰς χεῖρας, πρὸς τὸν πάντων Δεσπότην, ἀναπέμψασα εὐχὴν τελευταίαν· οὐρανόθεν δὲ εὐκταίας φωνῆς, ἐκκαλούσης ὑμᾶς πρὸς ζωὴν ἤκουσας, στεφάνων ἀπολαύσοντας, βοῶντας δὲ Θεῷ σὺν τοῖς Ἀγγέλοις·
Ἀλληλούϊα.

Φέρονται ἐν κρημνώσει τινι χώρῳ οἱ θεῖοι, καὶ τέμνονται ἐκεῖσε τὰς κάρας· τὰ δὲ σώματα αὐτῶν πυρὶ ἐκριφῆναι μάτην κελεύει τύραννος· Θεὸς γὰρ διεσῴσατο· σὺν φόβῳ οὖν βοῶ τοιαῦτα·
Χαῖρε τριὰς παραβάτου ἧττα,
Χαῖρε καθ’ ἧς ὁ ἐχθρὸς ἐλύττα.
Χαῖρ ἡ πηγάζουσα πᾶσιν ἰάματα,
Χαῖρε ἡ φωτίζουσα κόσμου τὰ πέρατα.
Χαῖρε ὅτι άνεκήρυξας πάντων τὸν Δημιουργὸν,
Χαῖρε ὅτι ἀναβέβηκας πρὸς αὐτὸν τὸν πλαστουργόν.
Χαῖρε ὅτι προθύμως ὑπὲρ τούτου ἐσφάγης,
Χαῖρε ὅτι τυράννου σόφισμα καταβάλλεις.
Χαῖρε ψυχῶν ἰάσεις παρέχουσα,
Χαῖρε παθῶν ἡμᾶς ἐξελαύνουσα.
Χαῖρε τριὰς ἡ τρυφὴ Ὀρθοδόξων,
Χαῖρε πρηστὴρ πάντων τῶν κακοδόξων.
Χαῖρε τριὰς πολύαθλε.

Χαριτόβρυτα σκήνη, τῶν τριῶν αὐταδέλφων, ἡ γῆ διαιρεθεῖσα ἐγκρύπτει· ἀλλ’ οἱ δήμιοι εὐθὺς εἰς φυγὴν, κρατούμενοι φόβῳ, ἑαυτοὺς ἔτρεψαν· ἑλλήνων δὲ οἱ πλείονες, πιστεύσαντες Θεῷ, βοῶσιν·
Ἀλληλούϊα.

Ψάλλοντες μετὰ θρήνων, καὶ δεόμενοι πίστει, Κυρίου οἱ νεοφωτισθέντες, ἄφνων τὰ τῶν Μαρτύρων ἐκ γῆς, σκήνη εἶδον ξένωνς ἀναδιδόμενα· ἅπερ θερμῶς ἠσπάθησαν, ἀνύμνησαν, βοῶντες ταῦτα·
Χαῖρε τριὰς τοῦ φωτὸς δοχεῖον,
Χαῖρε τριττὸν τοῦ Χριστοῦ ταμεῖον.
Χαῖρε στεῤῥῶς τὰς ποινὰς ὑπομείνασδα,
Χαῖρε ἡ καλῶς τὸν ἀγῶνα τελέσασα.
Χαῖρε σὺ γὰρ χάριν ἔλαβες ἐκ Θεοῦ θαυματουργεῖν,
Χαῖρε σὺ γὰρ σὰ σκηνώματα αὖθις δέδωκας ἡμῖν.
Χαῖρε τῆς σωτηρίας τῆς ἡμῶν ἡ πρεσβεία,
Χαῖρε ἡ πρὸς Θεὸν ὑπὲρ ἡμῶν μεσιτεία.
Χαῖρε ἡμᾶς τῆς πλάνης ἐξαίρουσα,
Χαῖρε πολλοὺς ἐν γνώσει φωτίσασα.
Χαῖρε δι’ ἧς Χριστοῦ ἔλλαμψε πίστις,
Χαῖρε δι’ ἧς ποινῶν ἥττηται φύσις.
Χαίρε τριὰς πολύαθλε.

Ὦ τρεῖς Μάρτυρες θεῖοι, οἰ Ὀρθόδοξοι φόβῳ, τὰ θεῖα ὑμῶν αἴροντες σκήνη [ἐκ τρίτου]· καὶ κηδεύοντες ταῦτα λαμπρῶς, τῶν δεινῶν ἐκραύγαζον ἡμᾶς ῥύσασθε, καὶ τῆς μελλούσης ἅπαντας κολάσεως, Θεῷ βοῶντας·
Ἀλληλούϊα

Καὶ πάλιν τὸ πρῶτον: Ἄκτιστον τὴν Τριάδα.... καὶ τὰ Κοντάκια.
Εἶτα τὴν Τιμιωτέραν...


Σημείωσις:
Τὰ μεγαλυνάρια τοῦ Παρακλητικοῦ Κανόνος μὲ * δὲν ὑπάρχουν εἰς τὸ χειρόγραφον.




                             πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου