ΧΑΙΡΕΤΙΣΜΟΙ
(Συγκλητικῆς Μοναχῆς)
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν τῶν Ὁσίων ξυνωρίδα εὐφημήσωμεν, τὸν
Θεοφάνην, ἀσκητῶν τὸ ἐγκαλλώπισμα, καὶ Πανσέμνην μετανοίας εὔοσμον
μῦρον, ἣν ὁ Ὅσιος τὸν Κύριον μιμούμενος, ἐκ βυθοῦ τῆς ἁμαρτίας
ἀνελκύσατο, ἀνακράζοντες· Παμμακάριστοι χαίρετε.
Ὁ Οἶκος.
Ἄφθαρτον εἰληφότες, ἐκ χειρὸς τοῦ Κυρίου, τὸ στέφος Θεόφανες καὶ Πανσέμνη (γ΄), ἀσιγήτως ὑμνεῖτε Αὐτόν, καὶ νῦν τὰς δεήσεις ἡμῶν προσδέξασθε, τῶν τιμώντων τὴν μνήμην πιστῶς καὶ ἐκβοώντων κατὰ χρέος·
Χαίρετε, βάσεις τῆς Ἐκκλησίας·
χαίρετε, κρίνα τῆς ἀφθαρσίας.
Χαῖρε, Θεόφανες, τῶν ἀσκητῶν σύγκληρος·
χαῖρε, ἀσωμάτων Ἀγγέλων, ἐφαμιλλος.
Χαῖρε Πανσέμνη, γνησίας μετανοίας διάγγελμα·
χαῖρε, τῶν ἐν βίῳ ἁμαρτανόντων τὸ ἐνίσχυμα.
Χαῖρε Χριστοῦ, μιμησάμενος τὴν ἀγάπην·
χαῖρε, τὴν ἁμαρτωλὸν διορθώσας τῆς πλάνης.
Χαῖρε, ἡ καθαρθεῖσα τοῖς δάκρυσι·
χαῖρε, ἡ λαμπρυνθεῖσα τοῖς πέρασι.
Χαίρετε, σκεύη ἡγιασμένα·
χαίρετε, Θεῷ καθιερωμένα.
Παμμακάριστοι χαίρετε.
Βούλησις τοῦ Ὑψίστου, προϊδοῦσά σου
Πάτερ, τὴν μέλλουσαν ψυχῆς εὐθυνίαν, ῥίζης προελθόντα ἐξ ἀσεβοῦς, εἰς
τὴν θεοσέβειαν ἐνεκέντρισε, καὶ εὔκαρπον ἀνέδειξε, Θεόφανες, ἀναβοῶντα·
Ἀλληλούϊα.
Γλῶσσα πᾶσα οὐ σθένει, εὐφημεῖν ἐπαξίως,
ὑμᾶς τοὺς μακαρίους, Πανσέμνη καὶ Θεόφανες, οὓς ὁ Θεός, ζωοπαρόχῳ δεξιᾷ
ἐδόξασε, μικρὸν δὲ ὕμνον δέξασθε, ἀπὸ ἀνάγνου στόματός μου·
Χαίρετε, Ὅσιοι θεοτίμητοι·
χαίρετε, Ἅγιοι θεοδόξαστοι.
Χαῖρε Θεόφανες, συντριβὴ τῶν δαιμόνων·
χαῖρε, κραταιὰ ἀντίληψις τῶν ἀνθρώπων.
Χαῖρε, κόσμος ἡλιόμορφος, ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, λίθος χρυσοκόλλητος, ἐν τω οἴκῳ τοῦ Θεοῦ.
Χαῖρε Πανσέμνη, Ἀγγέλους ἡ καταπλήξασα·
χαῖρε, τῇ σῇ μετανοίᾳ, Θεὸν εὐφράνασα.
Χαῖρε, καταφυγὴ των ἀπηλπισμένων·
χαῖρε, μεταστροφὴ τῶν ἀπεγνωσμένων.
Χαίρετε, τῶν πιστῶν τὰ προπύργια·
χαίρετε, τῶν ἀπίστων τὰ θραύσματα.
Παμμακάριστοι χαίρετε.
Δήγματι ἁμαρτίας, πληγωθεῖσα Πανσέμνη,
λαμπρὰν μετανοίας φωταυγείαν, ἐναπήστραψας πᾶσι πιστοῖς, ὁδὸν τῆς
ἐπιστροφῆς ἐνδεικνύουσα, τοῖς τιμῶσί σε εὐλαβῶς, καὶ τῷ Κυρίῳ
προσφωνοῦσι·
Ἀλληλούϊα.
Εὔπνοια τῶν ἐν ζάλῃ πειρασμῶν ἐμπεσόντων,
γεννήθητε τῶν προσπιπτόντων, τῇ θερμῇ προστασίᾳ ὑμῶν, καὶ εἰς γαλήνην
ἐγκαθορμίσατε, ὅπως ἀπολυτρούμενοι, εὐφημῶμεν ὑμᾶς ἐν ὕμνοις·
Χαίρετε, πρυτανεῖα τῆς χάριτος·
χαίρετε, ἐκμαγεῖα τοῦ Πνεύματος.
Χαῖρε, πολιστὰ τῆς ἐρήμου περίδοξε·
χαῖρε, νικητὰ τῶν παθῶν ἀκατάληπτε.
Χαῖρε, Ὅσιε Θεόφανες, καρτερίας τύπωσις·
χαῖρε, προσευχῆς καὶ ἀγάπης ἡ εκφανσις.
Χαῖρε Πανσέμνη, ταπεινοφροσύνης πλήρωσις·
χαῖρε, δυναστείας τοῦ διαβόλου πτόησις.
Χαῖρε, τοῦ πένθους οἰκητήριον·
χαῖρε, τῶν πιπτόντων ἐγερτήριον.
Χαίρετε, πασῶν ἀρετῶν ταμειοῦχοι·
χαίρετε, ἀγάπης θείας σελασφόροι.
Παμμακάριστοι χαίρετε.
Ζῆλός σε τῶν κρειττόνων, ὑπεκίνησε Πάτερ,
μετὰ τὴν θανὴν τῆς σῆς συζύγου, ἀζύγων τὸν βίον διελθεῖν, καὶ ἐν ἐρήμῳ
Μονὴν ποιησάμενος, ἐκ δυνάμεως εἰς δύναμιν ἐλήλυθας, ψάλλων τῷ Θεῷ·
Ἀλληλούϊα.
Ἦχος ἑορταζόντων, ὅπου καὶ ἀφθαρσία,
κατεσκηνώσατε ὁμοτρόπως, ὡς ὁμοψύχως ἐπὶ τῆς γῆς ἠγωνίσθητε, ἀσκήσαντες
καὶ Θεὸν εὐαρεστήσαντες, διὸ ὑμνεῖσθε παρ’ ἡμῖν ἀξίως·
Χαίρετε, τοῦ Χριστοῦ φίλοι γνήσιοι·
χαίρετε, Αὐτοῦ μαθηταῖ πιστότατοι.
Χαῖρε, ὁ χλευάσας εἰδώλων τὴν πλάνην·
χαῖρε, ὁ ὑψώσας, Θεοῦ τὴν εὐσέβειαν.
Χαῖρε, ὅτι ἐπεζήτησας, Βασιλείας Οὐρανῶν·
χαῖρε, ὅτι σοὶ ὑπήντησε, ὁ Πατὴρ των οἰκτιρμῶν.
Χαῖρε, ἡ ὑπομείνασα πολυτρόπους πειρασμούς·
χαῖρε, ἡ ὀνειδίσασα τοὺς ἀσάρκους ἐχθρούς.
Χαῖρε Πανσέμνη, παθῶν δαμαστήριον·
χαῖρε, μοναζουσῶν τὸ ἀκροθίνιον.
Χαίρετε, θεραπεία τῶν ἀσθενούντων·
χαίρετε, μεσιτεία τῶν ἐκβοώντων·
Παμμακάριστοι χαίρετε.
Θεοφάνους, εὐστόχῳ τεχνάσματι πεισθεῖσα,
ἀντὶ ἐπιγείου μνηστῆρος, τὸν οὐράνιον ἐν τῇ ψυχῇ Νυμφίον Χριστὸν
Πανσέμνη νενύμφευσαι, μετὰ δακρύων προσπίπτουσα, καὶ κράζουσα ἐν
κατανύξει·
Ἀλληλούϊα.
Ἴρις φιλανθρωπίαν, τοῦ Θεοῦ ἐκτυπούσα,
ἐφάνης Πανσέμνη Ὁσία, ὡς ἥλιος δὲ ἀειφεγγής, Θεόφανες ἐξέλαμψας,
ἀμφότεροι δὲ καταπυρσεύετε ἡμᾶς, ἀγλαοφανῶς ἐκβοῶντας·
Χαίρετε, στάχυες τῆς ἀφθαρσίας·
χαίρετε, βότρυες αθανασίας.
Χαῖρε Θεόφανες, μύστα τῶν ἀποῤῥήτων·
χαῖρε, συνθιασῶτα ἐπουρανίων.
Χαῖρε, δι’ οὗ ἡδύνονται, αἱ ψυχαὶ τῶν εὐσεβῶν·
χαῖρε, δι’ οὗ καταισχύνονται, αἱ βουλαὶ τῶν ἀσεβῶν.
Χαῖρε, εὔηχος σάλπιγξ, τῆς χρηστότητος Θεοῦ·
χαῖρε, ἔμψυχος στήλη, φιλανθρωπίας Αὐτοῦ.
Χαῖρε, ἡ καθαρθεῖσα, διὰ δακρύων·
χαῖρε, ἡ λαμπρυνθεῖσα, δι’ ἀγώνων.
Χαίρετε, ἡ θεοπότιστος φυτεία·
χαίρετε, ἡ θεοπρόσδεστος πρεσβεία.
Παμμακάριστοι χαίρετε.
Καῦσις θείας ἀγάπης, πυρπολήσασα Πάτερ, σὴν ψυχὴν κατέπειθε προθύμως, ἐν τόπῳ τῆς ἁμαρτίας ἐλθεῖν, καὶ τὴν κειμένην πορνείας ἐν μνήματι, ἀναστῆσαι πρὸς μετάνοιαν, ἀναβοῶσαν εὐσχημόνως·
Ἀλληλούϊα.
Λίθοι πεποικιλμένοι, ἀρεταῖς θεογράφοις,
Πανσέμνη καὶ Θεόφανες δειχθέντες, κοσμεῖτε τὴν πόλιν τοῦ Θεου, ἧς ὁ
λύχνος τὸ ἀρνίον πέφυκεν, ὃ προσκυνοῦντες εὐσεβῶς φρουρεῖτε τοὺς
ἀναβοῶντας·
Χαίρετε, περιφανεῖς ἐν Ὁσίοις·
χαίρετε, πανευκλεεῖς ἐν Ἁγίοις.
Χαῖρε, ὁ παριστάμενος, Θεοῦ τῷ θρόνῳ·
χαῖρε, ὁ αὐγαζόμενος, τῷ θείῳ κάλλει.
Χαῖρε, Ἄγγελος ἐπίγειος, καὶ ουράνιος βροτός·
χαῖρε, ἔνδοξος θεόμορφος, ἐν σημείοις θαυμαστός.
Χαῖρε, σεμνότητος ἡ φερώνυμος·
χαῖρε, Ὁσία ἡ πνευματέμφορος.
Χαῖρε, ὅτι προχέεις, ἰαμάτων πελάγη·
χαῖρε, ὅτι ευφραίνεις, ὀρθοδόξων τὰ πλήθη.
Χαίρετε, ὁλοκαρπώματα λογικά·
χαίρετε, θυσιαστήρια καθαρά.
Παμμακάριστοι χαίρετε.
Μῦρον ὡς πανευῶδες, τῷ Κυρίῳ προσῆξας,
ἱδρῶτας ἀσκητικοὺς καὶ κόπους, ἀγρυπνίας τε διηνεκεῖς, νηστείας καὶ
σαρκὸς ὑποπιάσματα, ὅπως παθῶν τὸν βόρβορον, ἐκπλύνης Πανσέμνη, βοῶσα·
Ἀλληλούϊα.
Νόημα ἅπαν θέντες, καὶ κινήσεις καρδίας,
εἰς τὴν ὑπακοὴν τοῦ Δεσπότου, ὡς δοῦλοι εὐάρεστοι Αὐτῷ, ἐπολυπλασιάσατε
τὸ τάλαντον, καὶ τὸν μισθὸν ληψάμενοι, πυρσεύετε τοὺς ἐκβοῶντας·
Χαίρετε, ὀσμὴ ζωῆς τοῖς πιστεύουσι·
χαίρετε, προσφυγὴ τοῖς κινδυνεύουσι.
Χαῖρε, τῶν Ὁσίων ὑπερύμνητον γέρας·
χαῖρε, των μοναζόντων πανσεβάσμιον κλέος.
Χαῖρε, σὺ γὰρ ἐνουθέτησας, πρὶν ἀκάθαρτον γυνήν·
χαῖρε, σὺ γὰρ καθωδήγησας, πρὸς μετάνοιαν αὐτήν.
Χαῖρε, τῆς ἁμαρτίας ἐκπλυθεῖσα τοῦ ῥύπου·
χαῖρε, τῆς σωφροσύνης, ἐνδυθεῖσα τὴν δόξαν.
Χαῖρε, δι’ ἧς ἐγείρονται ῥάθυμοι·
χαῖρε, δι’ ἧς ἀγάλλονται δίκαιοι.
Χαίρετε, δίκρουνος πηγὴ τῶν χαρίτων·
χαίρετε, δίστομος μαχαίρα τοῦ Λόγου.
Παμμακάριστοι χαίρετε.
Ξένος πάσης ἀπάτης, τῆς τοῦ βίου ἐγένου,
πᾶν τὸ πρὸς σωτηρίας συντεῖνον, ἐπιμελούμενος ἀκριβῶς, τῇ ταπεινώσει δὲ
θωρακιζόμενος, ἀγρύπνως προσευχόμενος, ἐν κατανύξει ἐβόας·
Ἀλληλούϊα.
Ὄργανα Παρακλήτου, ὑπηχούμενα αὔραις,
ἐμελωδήσατε εὐαρμόστως, Πανσέμνη καὶ Θεόφανες ἡμῖν, τῆς εὐσπλαγχνίας
Θεοῦ τὸ ἀστείρευτον, καὶ ἀνορθώσαντες πολλούς, ὑμνούντας εὐχαριστήριως·
Χαίρετε, ἰσάγγελοι ἐν τῷ κόσμῳ·
χαίρετε, ἰσόψυχοι ἐν τῷ βίῳ.
Χαῖρε, συλλήπτωρ τῶν πιστῶν εὐεπήκοος·
χαῖρε, μεσίτης πρὸς Θεὸν εὐπροσήγορος.
Χαῖρε, ὅτι κατεσύντριψας, τῶν δαιμόνων τοὺς βωμούς·
χαῖρε, ὅτι κατεπόντισας, τοὺς ἀσάρκους δυσμενεῖς.
Χαῖρε, τῆς εὐσπλαγχνίας Θεοῦ ἡ βεβαίωσις·
χαῖρε, τῶν χαρισμάτων Αὐτοῦ ἡ ἀπόλαυσις.
Χαῖρε, παθῶν τὸ ῥεῖθρον ξηράνασα·
χαῖρε, μελῶν τὴν πύρωσιν σβέσασα.
Χαίρετε, εὐχῆς νοερᾶς ἐργαστήρια·
χαίρετε, ἡμῶν πρὸς Θεὸν ἱλαστήρια.
Παμμακάριστοι χαίρετε.
Πάνσεμνος κατεστάθης, ἡ πρὶν μεμολυσμένη,
καὶ ἐχαροποίησας Ἀγγέλους, θαυμάτων δὲ τὴν δωρεάν, ἀξίως ἐκ Θεοῦ
καταπλουτήσασα, ἀνθρώπους εὐηργέτησας, δοξάζοντας ἐν σοὶ τὸν Θεόν·
Ἀλληλούϊα.
Ῥίπτοντες τὰ παρόντα, ὡς μὴ ὄντα, πρὸς τὰ
μόνα τὰ αἰώνια ἀποσκοποῦντες, ἠξιώθητε τούτων μετασχεῖν, ὧν καὶ ἡμᾶς
κατατρυφῆσαι πρεσβεύσατε, τοὺς ἐκτελούντας μνήμην ὑμῶν καὶ βοῶντας
ἀξιοχρέως·
Χαίρετε, τὸ ψεῦδος ἐχθροῦ τροπωσάμενοι·
χαίρετε, τὰ σκεύη αὐτοῦ διαρπάσαντες.
Χαῖρε Θεόφανες, συνέσεως πλήρωμα·
χαῖρε, ζωοποιοῦ νεκρώσεως σκήνωμα.
Χαῖρε, δι’ οὗ ἐπιστηρίζονται, μοναστῶν τὰ πλήθη·
χαῖρε, δι’ οὗ καταφωτίζονται, ἀσκητῶν τὰ στίφη.
Χαῖρε Πανσέμνη, σεμνοπρεπέστατον ἄκουσμα·
χαῖρε Ὁσίων, θαυμασιώτατον καύχημα.
Χαῖρε λαμπάς, πυρσεύουσα ἅπαντας·
χαῖρε ἀμνάς, Χριστοῦ ἀρχιποίμενος.
Χαίρετε, ἀναψυχὴ τῶν θλιβομένων·
χαίρετε, διατροφὴ τῶν πενομένων.
Παμμακάριστοι χαίρετε.
Στῦλος θεοφανείας, ἀνέλαμψας τοῖς πᾶσι,
Χριστὸν μορφωσάμενος ἐν τῇ ψυχῇ σου, κατὰ χάριν Θεὸς δὲ φανείς,
συγκληρονόμος Αὐτοῦ ἐν παραδείσῳ γέγονας Θεόφανες, πανευφροσύνως
ἀναμέλπων·
Ἀλληλούϊα.
Τέλους ἡγιασμένου, εἰληφότες τὴν χάριν,
θαυματουργεῖν τε ἀξιωθέντες, πλουσίως Ὅσιοι τοῦ Θεοῦ, τὰς ἡμῶν ἀῤῥωστίας
μὴ παρίδετε, ἀλλὰ λυτρῶσαι σπεύσατε, τοὺς εὐφημούντας ὑμᾶς ἐν πίστει·
Χαίρετε, ἁγιαστήρια θεῖα·
χαίρετε, θεραπευτήρια πάντων.
Χαῖρε, ὁ ἐξανθήσας ἐν τῇ ἐρήμῳ·
χαῖρε, ὁ ἀγαπήσας Θεὸν πλουσίως.
Χαῖρε, ὄργανον εὐάρμοστον, τῆς ἀγάπης τοῦ Θεοῦ·
χαῖρε, μέλισμα εὐήκοον, ἀγαθοσύνης Αὐτοῦ.
Χαῖρε, τῶν ῥαθύμων, τὰς ψυχὰς διεγείρουσα·
χαῖρε, τῶν ἀσώτων, τὸν νοῦν καταυγάζουσα.
Χαῖρε, ἀπογνώσεως ἐκδίωξις·
χαῖρε, ταπεινώσεως ἐκτύπωσις.
Χαίρετε, φοίνικες τῆς ἀφθαρσίας·
χαίρετε, δένδρα τῆς ἀθανασίας.
Παμμακάριστοι χαίρετε.
Ὕμνοις ἀκαταπαύστως, τὸν Χριστὸν
ἀνυμνοῦσα, ὁμοῦ σὺν ταῖς φρονίμοις παρθένοις, μετανοίας πυξίον ὀρθόν,
τοῖς ἁμαρτωλοῖς Πανσέμνη γεννήθητι, ὧν πρῶτος τυγχάνων ἐγώ, ὅπως
ἐπιστρέψαντες βοῶμεν·
Ἀλληλούϊα
Φοῖνιξ οὐρανομήκης, Θεόφανες ἐδείχθης,
καὶ ῥόδον μυροβόλον Πανσέμνη, ἐν ταῖς αὐλαῖς ἀνθήσαντες Χριστοῦ, καὶ
ἀρδευόμενοι ῥοαῖς τοῦ Πνεύματος, οὗ τῶν χαρίτων καὶ ἡμᾶς ἀξιώσατε τοὺς
μελωδούντας·
Χαίρετε, Χριστοῦ συγκληρονόμοι·
χαίρετε, Ὅσιοι πνευματοφόροι.
Χαῖρε, ὡς στρουθίον, διάβολον νικήσας·
χαῖρε, ὡς καλάμην, τοῦτον καταφλέξας.
Χαῖρε, ὅτι στηλογράφημα, ἀνεφάνης μοναστῶν·
χαῖρε, ὅτι καταφύγιον, ἀνεδείχθης τῶν πιστῶν.
Χαῖρε, ἡ διαλύουσα ἀοράτους συμπλοκάς·
χαῖρε, ἡ συγκόπτουσα ἀκαθάρτους λογισμούς.
Χαῖρε, τρυγὼν Θεοῦ, ἡ φιλέρημος·
χαῖρε, προσφορὰ Αὐτῷ, πολύσεμνος.
Χαίρετε, οἱ φωτίζοντες τοὺς ἐν σκότει·
χαίρετε, οἱ διασώζοντες τοὺς ἐν ζάλῃ.
Παμμακάριστοι χαίρετε.
Χαίρων τῆς ἀφθαρσίας, κοινωνὸς
ἀνεδείχθης, Θεόφανες Πάτερ θεηγόρε, καὶ περὶ τὸν θρόνον τοῦ Θεοῦ, ἀεὶ
τοῖς Ἀσωμάτοις συγγινόμενος, ἐνθέως ἐπαγάλλεσαι, καὶ μυστικῶς
ἀνακραυγάζεις·
Ἀλληλούϊα.
Ψαλμικῶς παρ’ Ἀγγέλους, βραχὺ
ἐλαττωθέντες, ἀγγελικὴν ἐπὶ γῆς πολιτείαν, διηνύσατε θεοφιλῶς, καὶ
ἀσκητῶν ὁμότιμοι γενόμενοι, νῦν σὺν αὐτοῖς εὐφραίνεσθε, τειχίζοντες τοὺς
ἐκβοῶντας·
Χαίρετε, Ἁγίας Τριάδος μύσται·
χαίρετε, φωτὸς νοητοῦ ἐπόπται.
Χαῖρε, μυστικῆς θεοφανείας μέθεξις·
χαῖρε, τριλαμποῦς φωτοχυσίας ἔλλαμψις.
Χαῖρε, οἶκος ἁγιώτατος, λαμπροτάτων ἀρετῶν·
χαῖρε, κῆπος εὐθαλέστατος, ψυχοτρόφων δωρεῶν.
Χαῖρε Πανσέμνη, γεώργιον μετανοίας·
χαῖρε ταμεῖον, ἀδάπανον εὐκληρίας.
Χαῖρε, δι’ ἧς τιτρώσκονται δαίμονες·
χαῖρε, δι’ ἧς ἐχθροὶ ἐκδιώκονται.
Χαίρετε, ἀπροσμάχητος συμμαχία·
χαίρετε, ἡμῶν πρὸς Θεὸν μεσιτεία.
Παμμακάριστοι χαίρετε.
Ὦ δυὰς μακαρία, Θεόφανες καὶ Πανσέμνη, πολύκαρπα κλήματα τοῦ Λόγου (γ΄), τὰς ἡμῶν δεχόμενοι ᾠδάς, θεοπροσδέκτους πρεσβείας ποιήσατε, τοῦ ῥυσθῆναι κολάσεως, τοὺς ἀναμέλποντας Κυρίῳ·
Ἀλληλούϊα.
πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου