Ευλογημένη πνευματική περιήγηση

Τετάρτη 1 Ιουνίου 2016

ΙΟΥΝΙΟΥ 1!! ΙΩΑΝΝΗΣ ΟΣΙΟΣ ΔΟΜΒΟΥ ΟΡΕΙ ΒΟΙΩΤΙΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΙΟΥΝΙΟΥ 1!! ΙΩΑΝΝΗΣ ΟΣΙΟΣ ΔΟΜΒΟΥ ΟΡΕΙ ΒΟΙΩΤΙΑΣ ΑΚΟΛΟΥΘΙΑ, ΠΑΡΑΚΛΗΣΙΣ 
 
ΠΑΡΑΚΛΗΣΙΣ
(Χ. Μπούσια)
 
 
Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος, καὶ τὸ ἑξης. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Δομβοΐτην ἀσκητὴν εὐσχημόνως, ἐν τοῖς ἐσχάτοις διαλάμψαντα χρόνοις, ἀκτῖσι ταπεινώσεως εὐχῆς σιωπῆς, ἀπαθείας νήψεως καὶ ζωῆς ἰσαγγέλου, Ἰωάννην μέλψωμεν Χριστὸν ὑπὲρ ἡμῶν, ἐκδεχομένων σὴν θείαν ἀντίληψιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...
Ὁ Ν΄ ψαλμός, καὶ ὁ Κανὼν τοῦ Ὀσίου, οὗ ἡ ἀκροστιχίς: Ἰωάννη, σιωπᾶν καὶ νήφειν με ἀξίωσον. Χ. Μ.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Ἱλέωσαι Κύριον καὶ Θεόν, ἠμῖν Ἰωάννη, αἰτουμένοις σὴν ἀρωγήν, ἐν πάσαις τοῦ βίου τρικυμίαις, καὶ συμφοραῖς ἀσκητὰ χαριτώνυμε.
Ὡράϊσμα νέον Μονῆς Δομβοῦς, σεπτὲ Ἰωάννη, ἐξωράϊσον ἀρεταῖς, ἡμᾶς καὶ σοφίᾳ τοὺς ἐν πίστει, ταῖς σαῖς λιταῖς πρὸς Θεὸν καταφεύγοντας.
Ἀξίωσον πόλου τυχεῖν χαρᾶς, τοὺς σὲ ἀνυμνοῦντας, Ἰωάννη ὡς νεαυγῶν, Ὁσίων Πατέρων λαμπηδόνα, αὐγαῖς σοφίας φωτίζουσα πέρατα.
Θεοτοκίον.
Ναὲ ἀχειρότευκτε ἀγαθή, ἁγνείας Παρθένε, Ἰωάννου θερμαῖς λιταῖς, Ὁσίου ἁγνοὺς ἡμᾶς συντήρει, τοὺς ἀκλινῶς Σε ἀεὶ μεγαλύνοντας.
ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Νευαγέστατον σέλας διαγωγῆς σώφρονος, Ἰωάννη δίωξον ζόφον, τῶν προσιόντων σοι, ὀδυνηρῶν συμφορῶν, καὶ δυσθυμίας τῇ ῥάβδῳ, προστασίας θείας σου, Πάτερ θειότατε.
Ἡ τοῦ Πνεύματος χάρις τοῦ πανσθενοῦς ἔδειξε, σὲ φιλοσοφίας ἐνθέου, ὄλβον πολύτιμον, καὶ παροχέα σεπτόν, τῶν θεϊκῶν δωρημάτων, Ἰωάννη πάμφωτον, νήψεως μέλαθρον.
Σάρκα τήκων πυκτεύων τὸν πονηρὸν δαίμονα, νήφων ἀγρυπνῶν ὑπομένων, σκληραγωγούμενος, καὶ χαμευνῶν δαψιλῶς, εἴληφας χάριν θεόθεν, Ἰωάννη ῥύεσθαι, πάντας στενώσεως.
Θεοτοκίον.
Ἰωάννου πρεσβείαις τοῦ θεαυγοῦς Δέσποινα, τραύματα θεράπευσον τάχος, τῶν ἀλγηδόνων μου, σαρκίου καὶ τῆς ψυχῆς, φαρμάκῳ τῆς μητρικῆς Σου, παῤῥησίας Δέσποινα, πρὸς τὸν Θεάνθρωπον.
Ἱκάνωσον, ἡμᾶς νικῆσαι τὸν ἔχθιστον Ἰωάννη, Δομβοΐτα τῆς σιωπῆς καὶ νήψεως μάργαρον, Ἀγγέλων συνέστιε φωτοφόρων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ...
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸν χρόνον καλῶς ἐξαγοράσαι Ὅσιε, προσκαίρου ζωῆς ἀξίωσον σοὺς πρόσφυγας, Ἰωάννη πάνσοφε, οἰκονόμε χρόνου σου ἄριστε, ὁ θέλων τοῦτον μόνον δαπανᾶν, εὐχῇ ἀσιγήτῳ καὶ συγγράμμασι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κυριε.
Ὡς νεόφωτον πύρσευμα, πολιτείας σώφρονος ἀνυμνοῦντές σε, Ἰωάννη καταφεύγομεν, ἐν δεινοῖς τῇ θείᾳ μεσιτείᾳ σου.
Ποιημάτων πανθαύμαστε, συγγραφεὺς γενόμενος θείᾳ χάριτι, Ἰωάννη σαῖς ἐντεύξεσι, δεῖξόν με χαρίτων ὄλβον πάντιμον.
Ἀσκητὰ ἐνθεώτατε, ὁ φιλῶν ἀφάνειαν διασώζουσαν, Ἰωάννη τὸν ἱκέτην Σου, ἀφανῶς διάγειν καταξίωσον.
Θεοτοκίον.
Νικητὰς τοὺς οἰκέτας Σου, ἐν ταῖς μάχαις δεῖξον Θεογεννήτρια, κατ’ ἐχθροῦ τοῦ παναλάστορος, Κεχαριτωμένη Θεονύμφευτε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κόπασον παθῶν, σάλον τῶν ἀνευφημοῦντών σε, Ἰωάννη καὶ βοώντων εὐλαβῶς· πολιτείαν τῶν προσφύγων σου εἰρήνευσον.
Ἄστρον ἀρετῆς, Ἰωάννη νεοφώτιστον, ἀποδίωξον τὴν νύκτα τῶν παθῶν, συμπαθείας σου ἀκτῖσιν ὁσιώτατε.
Ἴσχυσας ταῖς σαῖς, τῶν γονάτων Πάτερ κλίσεσι, θριαμβεῦσαι τὸν μισόκαλον ἐχθρόν, οὗ μανίας ἐκλυτρούσθω τοὺς ἱκέτας σου.
Θεοτοκίον.
Νεῦσον ταῖς ἡμῶν, παρακλήσεσι Μητρόθεε, καταπαύουσα σκιρτήματα σαρκός, τὼν ἀεὶ μακαριζόντων Σε Παντάνασσα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡγίασας, ὀχετοῖς ἱδρώτων σου, ὑποκλίσεων ἐξ ἐδαφιαίων, τῆς ἀπερίττου σου κέλλης τὴν χθόνα, ἡσυχαστὰ Ἰωάννη ὁ ῥεύμασι, τῶν πρεσβειῶν σου πρὸς Θεόν, ἁγιάζων ζωὴν τῶν τιμώντων σε.
Φωτόλαμπρε, Ἰωάννη Ὅσιε, ὁ μισήσας πᾶσαν ἔνυλον σχέσιν, παρουσιάζων σαυτὸν ὥσπερ ἔσχατον, τῶ ἀχθοφόρων σῷ φωτί, πρεσβειῶν ἴθυνόν με πρὸς θέωσιν.
Ἐπίβλεψον, ἐφ’ ἡμᾶς τιμῶντάς σε, Ἰωάννη Δομβοΐτα καὶ ῥῦσαι, τοὺς ἀνυμνοῦντὰς σὴν ἄμεμπτον ἄσκησιν, δι’ ἧς τῶν πάλαι ἀσκητῶν, ἄρτι πέφηνας Πάτερ ὁμόζηλος.
Θεοτοκίον.
Ἱλέωσαι, Ἰωάννου Δέσποινα, ἱκεσίαις Σὸν ὑπέρλαμπρον Τόκον, ἡμῖν τοῖς Σοῦ θαυμασίων τὸ πλῆθος, εἰς τοὺς αἰῶνας τρανῶς μεγαλύνουσι, χριστιανῶν καταφυγή, καὶ ταχεῖα ἐν δίναις βοήθεια.
Ἱκάνωσον, ἡμᾶς νικῆσαι τὸν ἔχθιστον Ἰωάννη, Δομβοΐτα τῆς σιωπῆς καὶ νήψεως μάργαρον, Ἀγγέλων συνέστιε φωτοφόρων.
Ἄχραντε...
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἁμαρτιῶν ἀχθοφόρον θεόσοφε, ὁ ἑαυτὸν λογιζόμενος Ὅσιε, Δομβοῦς Ἰωάννη καλλώπισμα, ἁμαρτιῶν ἡμῶν ῥύπον ἀπόπλυνον, εὐχῶν σου πρὸς Κύριον νάμασι.
Προκείμενον. Ἦχος δ΄.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον κατὰ Λουκᾶν (κεφ. στ΄, 17-33): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. δ΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Νήψεως διάκοσμε, τῆς ἡσυχίας κοσμῆτορ, σιωπῆς μυράλειπτρον, προσευχῆς συνέκδημε, καὶ ἀσκήσεως, ἀκραιφνοῦς πρόβολε, Πάτερ Ἰωάννη, Δομβοΐτα λογιώτατε, ἡμῖν ἱλέωσαι, σὲ τοῖς εὐλαβῶς μακαρίζουσι, Χριστὸν τὸν πανευΐλατον, συμπαθῆ καὶ ἄγαν οἰκτίρμονα, ἵνα τῆς ἐν πόλῳ, εὐκλείας τῆς σὺν σοὶ καὶ χαρμονῆς, ἀξιωθῶμεν θεόσοφε, ἀσκητῶν ἀρχέτυπον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικητὰς ἐν ταῖς μάχαις καθ’ ἡμέραν τοῦ βίου ἡμῖν ἀνάδειξον, τοὺς σὲ ὑμνολογοῦντας, ἐκθύμως Ἰωάννη, Δομβοΐτα πανόσιε, ὡς νικητὴν ἀκραιφνῆ, κατὰ τοῦ παλαμναίου.
Μύρῳ θείων εὐχῶν σου ῥᾶνον τοὺς προσιόντας σῇ θείᾳ χάριτι, ἀλάβαστρον εὐῶδες, εὐχῆς χαμαικοιτίας, σιωπῆς κατανύξεως, καὶ ἀπαθείας Μονήν, Δομβοῦς ὁ καθηδύνας.
Ἐργαστήριον θεῖον προσευχῆς Ἰωάννη καὶ ταπεινώσεως, ἀνάκτορον δυσώπει, Χριστὸν ὑπὲρ τῶν πίστει, προστρεχόντων σῇ χάριτι, σεμνείου τοῦ Σεραφείμ, τοῦ θείου κοσμιότης.
Θεοτοκίον.
Ἀειπάρθενε Μῆτερ Ἰωάννου πρεσβείαις τοῦ ταπεινόφρονος, ἡσυχαστοῦ σοῖς δούλοις, ὑπόδειξον τὴν τρίβον, ἀληθοῦς ταπεινώσεως, θεοτερποῦς σιωπῆς, εὐχῆς καὶ ἀπαθείας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ξένων ἀγώνων, τοῖς χοϊκοῖς Ἰωάννη, ἐποφθεὶς ξύλου ἐπαπολαύεις, τῆς ζωῆς πρεσβεύων, ὑπὲρ ἡμῶν Κυρίῳ.
Ἰδεῖν τὴν δόξαν, τοῦ Ζωοδότου Κυρίου, καταξίωσον σὲ τοὺς ὑμνοῦντας, ἧσπερ Ἰωάννη, ὑπάρχεις κληρονόμος.
Ὡς τῶν Πατέρων, τῶν νηπτικῶν νέον εὖχος, σὲ τιμῶντες λαμπρῶς Ἰωάννη, σπεύδομεν λιταῖς σου, προς Κύριον ἐνθέρμοις.
Θεοτοκίον.
Συνέτισόν με, καὶ δίδαξόν με Παρθένε, τοῦ ποιεῖν ἐντολὰς τοῦ Υἱοῦ Σου, τὰς σωτηριώδεις, Κυρία Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οὐρανοδρόμον δεῖξον, πᾶσιν Ἰωάννη, πορείαν τοῖς εὐλαβῶς σε γεραίρουσιν, ὡς ὁδοδείκτην μερόπων πρὸς βίον κρείττονα.
Νάματων ζωηῤῥύτων, κρήνην Ἰωάννη, καὶ βρύσιν ἁγιασμοῦ τὴν πολύῤῥυτον, ἄνοιξον πᾶσιν εὐχαῖς σου πρὸς τὸν πανάγαθον.
Χαρίτων Ἰωάννη, οὐρανίων σκεῦος, χαρᾶς ἀλήκτου ψυχὰς πάντως ἔμπλησον, τῶν ἀνυμνούντων σοὺς πόνους στεῤῥᾶς ἀσκήσεως.
Θεοτοκίον.
Μετὰ τοῦ Ἰωάννου, τοῦ λογιωτάτου, καὶ θειοτάτου Ὁσίου Μητρόθεε, ἡμῖν Σὸν Τόκον ἱλέωσαι τὸν Θεάνθρωπον.
Ἄξιόν ἐστι... καὶ τὰ Μεγαλυνάρια.
Χαίροις Ἰωάννη ὁ ἀφανῶς, ἐν Δομβῷ ἀσκήσας, χαριτώνυμε καὶ ὀφθείς, θεαυγῶν Ὁσίων, ἀγλάϊσμα τὸ νέον, ἐν χρόνοις τοῖς ἐσχάτοις, Πάτερ θειότατε.
Τῆς Θεοῦ σοφίας καὶ ἀρετῆς, ἔμψυχον ταμεῖον, Ἰωάννη καὶ προσευχῆς, μέλαθρον ἀόκνου, ἡμᾶς Θεὸν σοφίσαι, δυσώπει τοὺς ἀσόφους, Πάτερ ἱκέτας σου.
Χαίροις ὑπερόπτα τῶν γεηρῶν, πάντων Ἰωάννη, τῶν ῥεόντων καὶ τῶν φθαρτῶν, χαίροις τῶν ἀΰλων, καὶ τῶν ἐπουρανίων, ὁ ζηλωτὴς Ὁσίων, ἔμπνουν ὑπόδειγμα.
Τῆς Μονῆς τοῦ μάκαρος Σεραφείμ, οἰκιστὴν τὸν θεῖον, Ἰωάννην τὸν θαυμαστόν, Δομβοΐτην μόνον, προσκαρτερεῖν Κυρίῳ, τὸν θέλοντα ἐν βίῳ, ᾄσμασι στέψωμεν.
Σιωπῆς τὸν νέον καθηγητήν, ἡσυχίας μύστην, ὑφηγήτορα προσευχῆς, καὶ τῆς ἀπαθείας, τὸν πρύτανιν εν ὕμνοις, εὐήχοις Ἰωάννην, ἐγκωμιάσωμεν.
Χαίροις ταπεινώσεως ἀηδών, ὥσπερ ἀχθοφόρος, προεστῶτι ὁ συστηθείς, Πάτερ τοῦ σεμνείου, Ὁσίου Μελετίου, τρισμάκαρ Ἰωάννη, ἄρτι φιλόσοφε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Δομβοΐτην Πατέρα τὸν χαριτώνυμον, ὡς ὑπερόπτην ῥεόντων, καὶ ἀκλινῆ ζηλωτήν, τῶν ἀῤῥεύστων Ἰωάννην εὐφημήσωμεν, λόγιον πάντες ἀσκητήν, σιωπῆς τὸν ἐραστήν, καὶ σύνοικον ἡσυχίας, βοῶντες· ἔμπορε χρόνου, σοφὲ Χριστὸν ἡμῖν ἱλέωσαι.
Δόξα. Ὅμοιον.
Σεραφεὶμ τοῦ Ὁσίου Πατρὸς ὁμόζηλον, τὸν ἐν ἐσχάτοις τοῖς χρόνοις, ἀδιαλείπτῳ εὐχῇ, σιωπῇ ἐξαγορᾷ τοῦ χρόνου μέλψωμεν, καὶ φυλακῇ αὐτοῦ νοός, Ἰωάννην ἀφανῶς, βιώσαντα ἐκβοῶντες· εὐχῆς καὶ νήψεως κέρας, ἡμῖν εὐμένιζε τὸν Ὕψιστον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψαλλομεν τὸ ἑξῆς. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Τὸν ἐν ἀφανείᾳ σιωπῇ, καὶ εὐχῇ ἀόκνῳ τὸν βίον, ἐν τῇ Μονῇ Σεραφείμ, τοῦ σεπτοῦ ἀσκήσαντα, ἐγκωμιάζοντες, Ἰωάννην τὸν Ὅσιον, βοήσωμεν πόθῳ· Πάτερ χαριτώνυμε, Χριστὸν ἱκέτευε, δοῦναι τοῖς πιστῶς σε τιμῶσι, δύναμιν ψυχῆς θριαμβεῦσαι, γένος τῶν βροτῶν ἀεὶ πτερνίζοντα.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ εὐχῶν.



                         πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου