ΤΡΙΩΔΙΑ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΑΓΙΩΝ
ΠΑΤΕΡΩΝ
ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ ΕΝ ΤΩ
ΑΠΟΔΕΙΠΝΩ
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ η τροπαιοῦχος δεξιά.
Σοῦ τὴν ἐπὶ γῆς καινοπρεπῆ, ἁγνοησάντων Ἀγγέλων
κατάβασιν, ταύτην ἀναβαίνοντος, ἐν οὐρανοῖς μαθητιῶσι λέγοντες, τὶς οὗτος
ὑπάρχει, ὁ Βασιλεὺς τῶν δυνάμεων.
Σταύρωσιν ἑκούσιον Χριστέ, καθυπομείνας ἀνέστης
τριήμερος, αὖθις δ’ ἀνελήλυθας πρὸς οὐρανοὺς τῶν μαθητῶν ὁρώντων σε, καὶ
ἐκπληττομένων, τὴν ὑπὲρ νοῦν δυναστείαν σου.
Νέφη τὴν ἐπίβασιν αὐτοῦ, παντοδυνάμῳ βουλήσει
τιθέμενος, ὁ ἀπερινόητος τῶν ἐλαιῶν, ἐξ ὄρους νῦν ἀνέδραμεν, ἄνω πρὸς τὸ ὕψος,
νεφέλῃ προσεποχούμενος.
Θεοτοκίον.
Τάγματα ἀγγέλων ἀληθῶς, ἐπουρανίων Ἁγνὴ ὑπερβέβηκας,
Λόγον σωματώσασα τὸν τοῦ Πατρός, ὃν ἐκτενῶς ἱκέτευε, πράξεων ἀλόγων, ἡμᾶς
ῥυσθῆναι Πανάμωμε.
ᾨδὴ η΄. Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ.
Τὸν πρὸς τὸν ἀρχίφωτον πατέρα, ἀνελθόντα ἐν δόξῃ,
καὶ καταπέμψαντα ἀποστόλοις, τὸ Πνεῦμα τὸ Ἅγιον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς
πάντας τοὺς αἰῶνας.
Ἄσατε καὶ ψάλατε Κυρίῳ, ἀλαλάξατε φόβῳ αἱ πατριαὶ
τῆς γῆς, ἀνελήφθη ἐν δόξῃ γὰρ σήμερον, βροτοὺς συνάψας τοῖς ἐπουρανίοις, εἰς
πάντας τοὺς αἰῶνας.
Ἄνδρες Γαλιλαῖοι τὶ ὁρῶντες, εἰς τὸ ὕψος ἐν φόβῳ,
οὕτως ἐστήκατε, Μαθηταῖς οἱ Ἀσώματοι ἔλεγον, ὃν τρόπον βλέπετε καὶ πάλιν,
Χριστὸς ἐν δόξῃ ἥξει.
Θεοτοκίον.
Ἡ ἀγεώργητως ἐκβλαστήσασα, τὸν ἐπουράνιον στάχυν, τὸν
διατρέφοντα θεϊκῇ δυναστείᾳ τὰ πέρατα, τὴν ταπεινὴν ψυχήν μου, διάθρεψον
δέομαι, τοῖς λόγοις τοῦ Υἱοῦ σου.
ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας σου.
Πάθος καὶ σταυρὸν καὶ θάνατον, ὑπὲρ ἡμῶν ὑπέστης ὁ
ἀναμάρτητος, καὶ ἐξαναστὰς θεοπρεπῶς ἀνελήλυθας, πρὸς τὸν ἄναρχον Λόγε Πατέρα
σου, διό σου προσκυνοῦμεν, τὴν ἀκατάληπτον θεότητα.
Κράζει Μωϋσῆς ἐν Πνεύματι, ἀγγελικαὶ δυνάμεις
ἐνισχυσάτωσαν, τῷ Παμβασιλεῖ σωματικῶς ἀναβαίνοντι, ἀπὸ γῆς πρὸς τὰ ἄνω
βασίλεια, καὶ θρόνῳ καθιστῶντι, τῷ πατρικῷ φύσιν τὴν ἔκπτωτον.
Πύλας νοητὰς ἐπάρατε, προφητικῶς ἐβόα Δαβὶδ ἐν
Πνεύματι, ὁ Μονογενὴς Θεοῦ Υἱὸς ἐβασίλευσεν, ἐπὶ πάντα τὰ ἔθνη καὶ ἄνεισι,
σαρκὶ πρὸς τὸν Πατέρα, ὃν κατερχόμενος οὐκ ἔλιπεν.
Θεοτοκίον.
Ὅλος γλυκασμὸς καὶ ἔφεσις, ὁ σὸς Υἱὸς ὑπάρχει Θεὸς
καὶ Κύριος, ἄχραντε ἁγνή, ὃν ἐκτενῶς καθικέτευε, σὺν ταῖς ἄνω ἀπείροις
δυνάμεσι, πικρίας ψυχοφθόρων, ἁμαρτημάτων λυτρωθῆναι ἡμᾶς.
ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ
ᾨδὴ β΄. Ἦχος β΄. Ἴδετε ἴδετε.
Συναυλιζόμενος, ἐν τεσσαράκοντα, τοῖς Μαθηταῖς
ἡμέραις, μετὰ τὴν θείαν ἐκ τάφου, Σῶτερ ἀνάστασιν, καὶ τὸ Πνεῦμα τὸ θεῖον
ἐπαγγειλάμενος αὐτοῖς, ἐξαποστέλλειν ἐμφανῶς, ἀνελήφθης ἐν δόξῃ, ἐπ’ ὤμοις
χερουβικοῖς φρικτῶς ἐποχούμενος.
Πύλας ἐπάρατε, γνῶτε παράδοξα, αἱ νοεραὶ Δυνάμεις,
ταῖς ἀνωτέραις ἐβόων, ὁ Βασιλεὺς τοῦ παντός, σῶμα γήϊνον φέρων, ἀνῆλθε πρὸς
ἡμᾶς, εἰς τὴν κατάπαυσιν αὐτοῦ, τοὺς ἀνθρώπους θεώσας, δι’ εὐσπλαγχνίαν πολλήν,
καὶ ἄμετρον ἔλεος.
Ἀποκρυφὴν αὐτοῦ, σκότος ὁ θέμενος, τῇ Ἀσωμάτῳ φύσει,
ἐπὶ πτερύγων ἀνέμων ὁ ἐπιβαίνων Θεός, σαρκωθεὶς ἐκ Παρθένου νεφέλης φωτεινῆς,
δια νεφέλης ἁπὸ γῆς, πρὸς τὸ ὕψος ἀνῆλθεν, ὁρώντων τῶν μαθητῶν, τὴν ἔνδοξον
ἄνοδον.
Θεοτοκίον.
Ἡ ἀγεώργητος γῆ ἡ βλαστήσασα, τὸν τοῦ παντὸς τροφέα,
τὸν ὑπανοίγοντα χεῖρας, καὶ ἐυδοκίᾳ αὐτοῦ ἐμπιπλῶντα πᾶν ζῶον ἰσχύϊ θεϊκῇ,
στήριξον ἄρτῳ ζωτικῷ, παρειμένας καρδίας, τῷ κόρω τῶν δυσχερῶν ἡμῶν
παραπτώσεων.
ᾨδὴ η΄. Ἰνδάλματος χρυσοῦ.
Τὴν φύσιν τοῦ Ἀδάμ, προσλαβόμενος καὶ ταύτην θεώσας
Λόγε, πρὸς τὸν ἀρχίφωτον, ἀνήγαγές σου Πατέρα καταπλαγείσης, πάσης ἀσωμάτου
τάξεως, καὶ ἀναβοώσης, ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς
πάντας τοὺς αἰῶνας.
Ἠλίας προτυπῶν, τὴν φρικώδη σου ἀνάβασιν Ζωοδότα,
θείῳ ἐν Πνεύματι, ἐδείχθη γὰρ ἁμαρτηλάτης, καὶ πρὸς τὸ ὕψος ὅλος ἀπὸ γῆς
ἐφέρετο, μέλπων τῷ Δεσπότῃ, ὑμνείτω ὡς Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς
πάντας τοὺς αἰῶνας.
Αἰνέσατε Θεόν, ἀλαλάξατε τὰ ἔθνη κροτεῖτε χεῖρας,
συμφώνως ψάλατε, ἐν δόξῃ Χριστὸς ἀνέβη ο βασιλεύων, ὅθεν πρὸς ἡμᾶς ἐλήλυθε,
σῶσαι τοὺς βοῶντας, ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτε εἰς πάντας
τοὺς αἰῶνας.
Τριαδικόν.
Πατέρα καὶ Υἱόν, καὶ συνάναρχον δοξάσωμεν πάντες
Πνεῦμα, Τριάδα ἄκτιστον, τῇ φύσει μὲν ἡνωμένην, διαιρετὴν δὲ οὖσαν τοῖς
προσώποις, ψάλλοντες ἡ οὐσιωθεῖσα, ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ
ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἀπορεῖ πᾶσα γλῶσσα.
Ὁ μετὰ δόξης, ἄρτι ἐπιβαίνων νεφέλαις, τὶς ἄρα
πέλει, ἔφησαν ἀνώτεραι, αἱ τάξεις ταῖς βοώσαις, πύλας νοητὰς διάρατε, Θεὸς ὁ
μόνος τὰ ἐπὶ γῆς συνάψας σεπτῶς τοῖς οὐρανοῖς, τούτῳ μεγαλωσύνην καὶ δόξαν,
φόβῳ προσάξωμεν.
Ἡ ἀπωσθεῖσα, φύσις ἐν Ἀδὰμ καθορᾶται, ἐν τοῖς
ὑψίστοις, θρόνῳ πατρικῷ ἐνιδρυμένη παραδόξως, καὶ προσκυνουμένη πάντοτε, ὑπὸ
ἀγγέλων καὶ ἀρχαγγέλων θρόνων δυνάμεων ἀρχῶν, δόξα τῷ εὐδοκήσαντι οὕτως μόνῳ
Θεῷ ἡμῶν.
Ὁρᾶτε ἔφης, Λόγε μαθηταῖς λυπουμένοις, τῇ σῇ ἀνόδῳ,
κάθησθε προσμένοντες ἐν πίστει ἕως ἔλθῃ, θεῖος πρὸς ὑμᾶς Παράκλητος, ἐκ τῶν
ὑψίστων, των χαρισμάτων πάντων ἡ ἄφθονος πηγή, οὗτος ὑμᾶς διδάξει τὰ πάντα ὡς
ὑπεράγαθος.
Θεοτοκίον.
Ὡραῖον κάλλει, τέτοκεν ὡραία σε Κόρη, ὃν καθορῶσα
εἶδος ἐν τῷ πάσχειν, οὐδὲ κάλλος κεκτημένον Σῶτερ, θρηνωδοῦσα ἔλεγεν,
ἐκπλήττομαί σου, τὴν ὑπὲρ νοῦν Υἱε μου ταπείνωσιν, δι’ ἧς σώζεις ταπεινωσθεῖσαν
τὴν φύσιν τῆς ἀνθρωπότητος.
ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ
ᾨδὴ γ΄. Ἦχος γ΄. Τὸ στερέωμα.
Τὴν κατάκριτον, καὶ παραβάσει φθαρεῖσαν, ἀνήγαγες
Δέσποτα φύσιν ἀνθρώπων, ὑπεράνω τῶν ἀγγέλων ὡς εὔσπλαγχνος.
Ἀνελήλυθας, πρὸς οὐρανὸν μετὰ δόξης, ὑμνούντων σε
Κύριε τῶν ἀσωμάτων, ὡς τῶν ὅλων ποιητὴν καὶ Θεὸν ἡμῶν.
Τὸν Παράκλητον, τῆς ἀληθείας τὸ Πνεῦμα, ἀπέστειλας
Δέσποτα τοῖς μαθηταῖς σου, ἀνελθὼν εἰς οὐρανοὺς ὑπεράγαθε.
Θεοτοκίον.
Σωματούμενος, ἐκ σοῦ προῆλθεν ὁ Λόγος, τὴν ἔκπτωσιν
Ἄχραντε τῶν πρωτοπλάστων, διὰ σπλάγχνα οἰκτιρμῶν ἀνορθούμενος.
ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Πᾶσαν ὡς Θεὸς ἐκπληρώσας, τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν
ἀνελήφθης, καθορώντων τῶν μαθητῶν σου, καὶ φόβῳ βοώντων σοι, εὐλογεῖτε πάντα τὰ
ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἄνδρες ἀληθῶς Γαλιλαῖοι, τὶ ἐνατενίζετε οὕτω τῷ
Δεσπότῃ, πρὸς οὐρανοὺς ἀνερχομένῳ, ἔλεγον οἱ ἄγγελοι ὡς ὁρᾶτε, πάλιν οὕτως
μέλλει ἔρχεσθαι, κρῖναι πᾶσαν κτίσιν, κριτὴς πάντων ὑπάρχων.
Πνεῦμα τὸ εὐθὲς Πνεῦμα θεῖον, Πνεῦμα τὸ συνόν σοι ἀμερίστως
ὡς ὑπέσχου, πέμψον ἡμῖν ὁ ταῖς νεφέλαις, δόξῃ ἐποχούμενος Θεοῦ Λόγε, οἱ θεῖοι
Ἀπόστολοι ἔκραζον, ὅπως σε ὑμνῶμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἐκ σοῦ τοῦ Θεοῦ ἡ σοφία, οἶκον ἑαυτῇ δομησαμένη ἐσαρκώθη,
ἀποῤῥήτῳ συγκαταβάσει, Κόρη ἀπειρόγαμε σὺ γὰρ μόνη, πάντων γηγενῶν εκλέλεξαι,
ἄφθορος ἀφθόρου, εἰς κατοικίαν Λόγου.
ᾨδὴ θ΄. Καινὸν το θαῦμα.
Ὁ μετὰ δόξης ἐν ἀλαλαγμῷ, ἀνερχόμενος ὡς ὁ προφήτης
πάλαι φησίν, οὗτος πάντων Κύριός ἐστι καὶ Δεσπότης, ψάλατε τούτῳ, πίστει ἔθνη
ψάλατε, καὶ τρόμῳ Αὐτὸν δοξολογεῖτε, ὅτι εἰργάσατο ἀνεξιχνίαστα καὶ ἀπόῤῥητα.
Κατηφιῶσιν ἔφης Μαθηταῖς, οὐ χωρίζομαι εἰς τὸν αἰῶνα
ὅλως ὑμῶν, εἰ καὶ πρὸς τὸν πέμψαντα ὑπάγω Πατέρα, ἄπιτε κόσμον ὅλον
μαθητεύσατε, γινώσκειν Θεὸν ἀληθινόν με, τὸν ἐργασάμενον ἃ ἐθεάσασθε καὶ ἠκούσατε.
Εἰρήνην πᾶσιν ἔφησας Χριστέ, καὶ νεφέλη σε
ὑπολαβοῦσα αὖθις, φωτὸς πάντων καθορώντων ἀπὸ γῆς ἀνυψώθης, καὶ ἀνελθὼν
ἐπέκεινα ἐκάθησας, ἁπάσης ἀρχῆς καὶ ἐξουσίας, διὸ δοξάζομεν, τὴν πολυΰμνητον
δυναστείαν σου.
Θεοτοκίον.
Φωτός σε δοχεῖον ἔδειξεν Ἁγνή, ὁ ἐκ Σοῦ ἀσπόρως
σαρκωθεὶς ἀτρέπτως Θεός, ἐν σταυρῷ ὑψώσας τε Ἀδὰμ τὴν οὐσίαν, καὶ ἐκ νεκρῶν
πρωτότοκος γενόμενος, καὶ μένων Θεὸς ἐν τοῖς ὑψίστοις, ἅμα Πατρί τε καὶ θείῳ
Πνεύματι δοξαζόμενος.
ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ
ᾨδὴ δ΄. Ἦχος δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὁ ἀπρόσιτος τῇ φύσει, προσιτός μοι γενόμενος, ὁ ἐμὲ
φορέσας, ὅλην μου τὴν φύσιν ἐλάμπρυνε, καὶ τῇ Αὐτοῦ ἀναλήψει ἀνεβίβασεν,
Ὑπεράνω πάσης ἀρχῆς καὶ δυνάμεως.
Διφρηλάτης ὁ Ἠλίας, τὸν αἰθέρα διήρχετο, προτυπῶν
σου πάλαι, Λόγε τοῦ Θεοῦ τὴν ἀνάληψιν, ὡς γὰρ ἐν ἅρματι Σῶτερ, ἐποχούμενος, τῇ
νεφέλῃ πρὸς τοὺς πατρικοὺς κόλπους ἔφθασας.
Μαθητῶν ἀτενιζόντων, τὸ φρικτὸν τῆς ἐπάρσεως, καὶ
ἐκπληττομένων, θεῖοι προσεφθέγγοντο ἄγγελοι, ἄνδρες ὑμεῖς Γαλιλαῖοι, καθὼς
βλέπετε, οὗτος ἥξει πάλιν, Ἰησοῦς κρῖναι ἅπαντας.
Θεοτοκίον.
Ἀναπλάττεις συντριβεῖσαν, καὶ φθορᾷ ὑποκύψασαν, τὴν
βροτείαν φύσιν, Ἄχραντε Θεὸν σωματώσασα, καὶ ὑπὲρ φύσιν τεκοῦσα, ἀπειρόγαμε, ᾧ
κραυγάζομεν δόξα Χριστὲ τῇ δυνάμει σου.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὁ περιπατῶν ἐπὶ πτερύγων, ἀνέμῳ νεφέλῃ ἐποχούμενος,
νῦν ἀναλαμβάνεται, εἰς τὰ ἐπουράνια, ἔνθα ὑπῆρχε πρότερον, καὶ τὸν Παράκλητον,
ἐκπέμπει μαθηταῖς ἀνυμνοῦσι, καὶ ὑπερυψοῦσιν εἰς πάντας τοὺς αἰῶνας.
Σταυρὸν καὶ ταφὴν καθυπομείνας, βουλήσει ἀνέστης
Παντοδύναμε, καὶ τοῖς ἀγαπῶσί σε, ἐπι τεσσαράκοντα ἡμέρας ὀπτανόμενος,
ἐχαροποίεις αὐτούς, εἶθ’ οὗτως αὐτοὺς εὐλογήσας, πρὸς τὸν σὸν πατέρα ἀνῆλθες
μετὰ δόξης.
Μυήσας σαφῶς τὰ ὑπὲρ λόγον, ὁ Λόγος τοὺς θεολόγους
ἀναβέβηκε, πρὸς τὸν ἀποστείλαντα, πέμψαι ὡς ὑπέσχετο, τὸ παντουργὸν καὶ
σύνθρονον, Πνεῦμα βοῶσιν αυτοῖς, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς
πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Πύλη τοῦ Θεοῦ ἡ κεκλεισμένη, ἣν μόνος διώδευσεν ὁ
Κύριος, ἴθυνον πρὸς τρίβους με, θείας καὶ διάνοιξον, τῆς σωτηρίας πύλας μοι
Θεοχαρίτωτε, πρὸς σὲ γὰρ καταφεύγω Παρθένε, μόνη προστασία τοῦ γένους τῶν
ἀνθρώπων.
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.
Ἕως ἂν ἐνδύσησθε ἔφης, τοῖς μαθηταῖς σθένος ἐξ ὕψους,
καθήσθε ὁμοῦ συνηγμένοι, ἐγὼ γὰρ ἤδη ἀναλαμβάνομαι, καὶ τοῦ Πατρὸς τὸ
σύνθρονον, ἀποστελῶ ὑμῖν Παράκλητον.
Δεῦτε μυστικῶς ἀνελθόντες, πάντες εἰς ὕψος θεωρίας,
ὄμμασι κατίδωμεν νοός, ἀναληφθέντα καὶ καθεζόμενον, ἐκ δεξιῶν ὡς σύνθρονον,
Πατρὸς τὸν Λόγον τὸν ἀΐδιον.
Ἥλιος ἐκ τάφου ὡραῖος, ἐξανατείλας ὁ Δεσπότης, ὥσπερ
σελασφόρους ἀκτῖνας, τῇ οἰκουμένῃ πᾶσιν ἐξέλαμψε, τοὺς ἀποστόλους φαίνοντας καὶ
τὴν ἀχλὺν ἀποδιώκοντας.
Θεοτοκίον.
Φεῖσαί μου Χριστὲ ὅταν ἔλθης, κρῖναι τὸν κόσμον μετὰ
δόξης, λῦσον τὴν ἀχλὺν τῶν παθῶν μου, ταῖς ἱκεσίαις τῆς κυησάσης σε, καὶ
κληρονόμον ποίησον, τῆς οὐρανίου βασιλείας σου.
ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ
ᾨδὴ ε΄. Ἦχος πλ. β΄. Πρὸς σὲ ὀρθρίζω.
Θανάτου κράτος, θείᾳ δυναστείᾳ καθελών, ἐξανέστης
τριήμερος Χριστέ μου, καὶ πρὸς οὐρανούς, μετὰ δόξης ἀνῆλθες τῶν σῶν μαθητῶν,
ἀνυμνούντων Θεόν σε καὶ φιλάνθρωπον.
Ἡμᾶς μὴ λίπῃς, ὀρφανοὺς οἰκτίρμον, ὡς ὑπέσχου δὲ
πέμψον, τὸ ἅγιόν σου Πνεῦμα, οἱ σοὶ μαθηταί, Λυτρωτὰ προσεφώνουν ἡνίκα ἐκ γῆς,
ἀνερχόμενον εἶδόν σε φιλάνθρωπε.
Ἰδοῦ τὸ Πνεῦμα, ἐπὶ τῆς γῆς μέλλει, κατιέναι ἐν
γλώσσαις πυρίναις ὅπως δείξῃς, πυρίνους σαφῶς, τοὺς πηλίνους τοῦ Λόγου σεπτοὺς
μαθητάς, καταγγέλοντας τούτου τὸ φιλάνθρωπον.
Θεοτοκίον.
Βροτείαν φύσιν, ἐκ τῆς ἀπειράνδρου, ἐνδυσάμενος
Λόγε, δι’ ἄκραν εὐσπλαγχνίαν βεβαίαν ἡμῖν, ταύτην δέδωκας σκέπην, καὶ τεῖχος
ἀεί, τοῖς εἰδόσι Θεόν σε τὸν φιλάνθρωπον.
ᾨδὴ η΄. Νόμων πατρώων.
Τὰ διεστῶτα ἀγαθότητι, ἐπισυνάψας Λόγε πανυπεράγαθε,
καὶ πατάξας τὸν πολέμιον, τῷ σθένει τῆς σαρκός σου, πρὸς τὸν πατέρα, ὅνπερ οὐ
κατέλιπες ποτέ, μετὰ δόξης ἀνέδραμες, τῶν μαθητῶν βοώντων, τὸν Κύριον ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Κατελεήσας οὓς ἠγάπησας κεκαμωμένους Σῶτερ ἐχθροῦ
δεινότητι, Ἐλαιῶν ἐξ ὄρους Δέσποτα, βλεπόντων ἀνελήφθης, τῶν μαθητῶν σου,
θαυμαζόντων πῶς μετὰ σαρκός, σὲ νεφέλη ὑπέλαβε, χερουβικὸς ὡς θρόνος, διό σε
σὺν αὐτοῖς εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Οὐ καταλείψω ὀρφανοὺς ὑμᾶς, υἱοὶ καὶ κληρονόμοι τῆς
βασιλείας μου, ἀνελθὼν δὲ τὸν Παράκλητον, ἀποστελῶ ἐξ ὕψους, ὑμᾶς μυοῦντα, τὰ
ὑπὲρ κατάληψιν καὶ νοῦν, καὶ πυρίνους δεικνύοντα, μεθέξει τοὺς πηλίνους ἐβόας
μαθητάς σου Οἰκτίρμον, ὅθεν σὺν αὐτοῖς σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νομίμων δίχα Κόρη φύσεως, τὸν νομοδότην τίκτεις, νόμου
ἐξαίροντα τὸ σκιῶδες, καὶ τῆς χάριτος δωρούμενον τὸ φέγγος, διὸ τῷ νόμῳ τῷ τῆς
ἁμαρτίας με Ἁγνή, χαλεπῶς νῦν τροπούμενον ἐλευθέρωσον, ψάλλειν τὸν Κύριον
ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἀπορεῖ πᾶσα γλῶσσα.
Ἠπορημένην, καὶ κεκαμωμένην, τὴν κτίσιν κατελεήσας,
μόνος ὡς ὑπάρχων ἐλεήμων εὐεργέτα, σάρκα ἀνθρωπίνην εἴληφας, καὶ διὰ πάθους,
τὸν ἰσχυρὸν δεσμεύσας ἀνέδραμες Χριστέ, ἄνω πρὸς τὸν Πατέρα, πληρώσας δόξης τὰ
σύμπαντα.
Τὶ ἀθυμεῖτε, τὶ δὲ ἐκθαμβεῖσθε, ἐβόα τοῖς
Ἀποστόλοις, ἄγγελος ἱστάμενος, σὺν τούτοις ἐν τῷ ὄρει, οὗτος Ιησοῦς ὃν βλέπετε,
ἀναληφθέντα, οὗτος ἐν δόξῃ πάλιν ἐλεύσεται πολλῇ, κρῖναι τὴν οἰκουμένην καὶ
πᾶσι νεῖμαι τὰ ἄξια.
Ὁ τὴν εἰρήνην, δοὺς τοῖς ἱεροῖς μαθηταῖς σου τῷ
Πνεύματί σου, πάντας εὐλογήσας ὡς Οἰκτίρμων εὐεργέτα, ἐκ τοῦ πονηροῦ συντήρησον
ἀπαρατρώτους, ὅπως τὸ σὸν ποιήσαντες θέλημα Χριστέ, πάντες τῆς βασιλείας σου
ἅμα ἀξιωθείημεν.
Θεοτοκίον.
Φωτὸς δοχεῖον, πᾶσαν τοῦ φωτίσαντος κτίσιν, ἐδείχθης
μόνη, ἄχραντε πανάμωμε Μαρία Θεοτόκε, ὅθεν δυσωπῶ σε φώτισον, τὴν σκοτισθεῖσαν
ταῖς ἡδοναῖς τοῦ βίου ἀθλίαν μου ψυχήν, ὅπως ὡς ἐν ἡμέρᾳ, ταῖς θείαις τρίβοις
πορεύσωμαι.
πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου