ΕΒΔΟΜΑΔΑ ΣΑΜΑΡΕΙΤΙΔΟΣ
ΤΡΙΩΔΙΑ
ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ ΕΝ ΤΩ
ΑΠΟΔΕΙΠΝΩ
Τριώδιον, οὗ ἡ ἀκροστιχίς: Δόξα τῷ Θεῷ ἡμῶν.
ᾨδὴ α . Ἦχος δ΄. Τριστάτας κραταιούς.
Δεσμεύσας τοῦ ἐχθροῦ, τὸ ὀλέθριον κράτος, οἷς
ὑπέστης δι’ ἡμᾶς φιλάνθρωπε δεσμοῖς, τῷ σταυρῷ σου εἰρήνευσας, Κύριε τὰ
διεστῶτα καὶ τῆς ἔχθρας διέλυσας, τὸ μεσότοιχον ὅθεν ὑμνοῦμέν σε.
Ὁ Κύριος καθώς, πρὸ τοῦ πάθους προεῖπεν, ἐξανέστη
κραταιῶς, σκυλεύσας ὡς Θεός, τὰ τοῦ ᾍδου βασίλεια, ἅπαντάς τε συνεγείρας, τοὺς
ἐκεῖσε καθεύδοντας, ἀπ’ αἰῶνος αὐτὸν μεγαλύνοντας.
Ξενίζοντα μορφῇ, καὶ τῷ σχήματι βλέψας, Μυροφόρων ὁ
χορός, τὸν θεῖον λειτουργόν, παρ’ αὐτοῦ ἐδιδάσκετο, ἴδε ὁ Χριστὸς ἀνέστη,
ἀπελθοῦσαι κηρύξατε, μαθηταῖς ἀθυμοῦσι καὶ κλαίουσιν.
Θεοτοκίον.
Ἀνέτειλεν Ἁγνή, ὡς νυμφίος ὡραῖος, ἐκ νεκρῶν ὁ ἐκ
τῶν σῶν, λαγόνων σαρκωθείς, ὑπερ νοῦν ἀγαθότητι, ὅθεν σὺν τοῖς ἀποστόλοις,
κατιδοῦσα ἐδόξαζες, τὴν τριήμερον τούτου ἀνάστασιν.
ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Τὰς ἀχράντους ἐκτείνας παλάμας σου, ἐν σταυρῷ
ἑκουσίως Μακρόθυμε, ἐνηγκαλίσω ἅπαντας, καὶ χειρὸς ἐλυτρώσω τοῦ ἀλλοτρίου, διὰ
τοῦτό σε φόβῳ δοξάζομεν.
Ὡς ἐτέθης βουλήσει ἐν μνήματι, οἱ καθεύδοντες πάλαι
ἐν μνήμασι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου, συνηγέρθησαν φόβῳ ἀναβοῶντες, εὐλογεῖτε
ὑμνεῖτε τὸν Κύριον.
Θαυμαστὰ καὶ παράδοξα πράγματα, ἐνεργοῦντα Χριστὲ τῷ
σῷ ῥήματι, δῆμος Ἑβραίων βλέψας σε, κατακρίνει θανάτῳ ζωὴν τῶν ὅλων,
χρηματίζοντα εὔσπλαγχνε Κύριε.
Ἐν ἡμέραις τεσσαράκοντα, τοῖς σοφοῖς καὶ σεπτοῖς
αποστόλοις σου, σαφῶς συναυλιζόμενος, ἐπιστώσω τὴν θείαν οἰκονομίαν, δι’ ἧς
ἔσωσας κόσμον ἀνυμνοῦντά σε.
Θεοτοκίον.
Ὡς φρικτός σου ὁ τόκος Πανάμωμε, δι’ οὗ πάντες
φρικτοῦ καταπτώματος, λελυτρωμένοι κράζομεν, χαῖρε πάντων ἀνθρώπων ἡ προστασία,
χαῖρε κόσμου πεσόντος ἀνάκλησις.
ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι.
Ἡπλώθης θελήσει ἐν σταυρῷ, καὶ ἥλιος θεωρῶν σε
ὑπεράγαθε, φόβῳ συνέστειλεν ἀκτῖνας, ἐσείσθησαν τῆς γῆς τὰ θεμέλια, καὶ πέτραι
διεσχίσθησαν Δέσποτα, καὶ τοῦ ναοῦ τὸ καταπέτασμα.
Μυρίσας σε πάλαι Ἰωσήφ, σινδόνι τε ἐνειλήσας
ἐναπέθετο, τάφῳ καινῷ ζωὴ δὲ πάντων, ὑπάρχων ἐξανέστης τριήμερος, κενώσας τὰ
τοῦ ᾍδου βασίλεια, θείᾳ δυνάμει Παντοδύναμε.
Ὡράθης ἐκ τάφου ἀναστάς, τριήμερος ἀποστόλοις καὶ
ἐβόησας, ἄπιτε φίλοι μαθηταί μου, κηρύξατε ἐν πᾶσι τοῖς ἔθνεσιν, ἃ εἴδετε καὶ
ἔγνωτε θαύματα, τῆς ὑπὲρ λόγον δυναστείας μου.
Θεοτοκίον.
Νεκροῖς τὸν ἐμπνέοντα ζωήν, ὡς ἔβλεψας ἐκ τοῦ τάφου
Παναμώμητε, ἐγηγερμένον μετὰ δόξης, ἐπλήσθης θυμηδίας κραυγάζουσα, Υἱέ μου καὶ
Θεὲ μεγαλύνων σου, τὴν ὑπὲρ λόγον συγκατάβασιν.
ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ
Τριώδιον, οὗ ἡ ἀκροστιχίς: Ὑμνῳδία Ἰωσήφ.
᾿ᾨδὴ β΄. Ἴδετε ἴδετε ὅτι ἐγὼ εἰμί.
Ὕψωσε σταύρωσιν, τὴν σὴν εἰκονίζων, Μωϋσῆς τὸν ὄφιν
πάλαι ἐν ὄρει τῷ Σινᾷ, ὁ σταυρωθεὶς δι’ ἡμᾶς, καὶ ὄφεως δυσμενοῦς ἰοβόλου
ἀφελών, ἐξ ἀνθρώπων κακίαν, καὶ συντρίψας κάραν τὴν ὀλέθριον.
Μύρα σὺν δάκρυσι, φέρουσαι ἔδραμον, πρὸς τὸν θεῖον
μνῆμα αἱ Μυροφόροι ἐν σπουδῇ, ὄρθρου βαθέος καθὼς ὁ θεηγόρος φησί, καὶ
ἀστράπτοντα μορφῇ, καὶ στολῇ κατιδοῦσαι νεανίαν, φόβῳ κατεπλήττοντο.
Νόσους ἰωμενον, λόγῳ παραλύτους, ἀνορθοῦντα Λόγε,
καὶ ἀνιστῶντα τοὺς νεκρούς, ὁ τῶν Ἑβραίων λαός σε, κατεδίκασε θανεῖν, ἀλλ’
ἀνέστης ὡς Θεός, κραταιὸς ἐν δυνάμει, τὸ τοῦ ᾍδου καθελὼν βασίλειον.
Θεοτοκίον.
Ὤφθη σαρκούμενος, Πάναγνε ἀῤῥήτως, ἐκ τῶν σῶν
αἱμάτων ὁ ὑπερούσιος Θεός, καὶ λογισθεὶς ἐν νεκροῖς, πάντων ὑπάρχων ζωή,
ἐξανέστη κραταιῶς, ὃν ἰδοῦσα ἐπλήσθης, θυμηδίας τοῦτον μεγαλύνοντα.
ᾨδὴ η΄. Ἐν πυρὶ φλογός.
Διαῤῥήξας τὸ χειρόγραφον τοῦ Ἀδὰμ τῷ σταυρῷ Κύριε,
τὴν εὐλογίαν νῦν ἐπήγασας ἡμῖν, κατάρα ἑκουσίως Χριστὲ γεγενημένους, διό σε
εὐλογοῦμεν ἀεὶ εἰς πάντας τοὺς αἰῶνας.
Ἴδε δῆμος, ἀναστάντα σε, ἐκ νεκρῶν μαθητῶν Κύριε,
καὶ θυμηδίας ἐπληρώθη μυστικῆς, πρὸς οὓς ἐβόας γνόντες, Θεόν με ζωοδότην,
πορεύεσθε κηρύττοντές με, ἁπάντων βασιλέα.
Ἀνυμνοῦμέν σου τὴν σταύρωσιν, τὴν σεπτὴν Ἰησοῦ
εὔσπλαγχνε, δοξολογοῦμεν τὴν ταφήν, καὶ τὴν φρικτὴν ἀναστάσει ἐν πίστει, δι’ ἧς
ἐκ τῶν τοῦ ᾍδου, ἐλύθημεν ἀλύτων δεσμῶν, Χριστὲ Θεὲ τῶν ὅλων.
Θεοτοκίον.
Ἰησοῦν ὃν ἐσωμάτωσας, ὑπὲρ λόγον Ἁγνὴ Δέσποινα,
ἐγηγερμένον κατιδοῦσα ἐκ νεκρῶν, ἐβόας τὶ ὡραῖον, τὸ κάλλος σου Υἱέ μου, δι’ οὗ
πρὸς τὸ ἀρχαῖον Ἀδάμ, νῦν ἐπανῆλθε κάλλος.
ᾨδὴ θ ΄. Ὅτι ἐποίησέ μοι μεγαλεῖα.
Ὡς ἤρθης ἐπὶ ξύλου προσηλούμενος τῷ σταυρῷ, φωστῆρες
ἐναπέκρυψαν τὸ φως, καὶ ἐσείετο ἡ γῆ, καὶ οἱ ἐν ᾍδου τῶν δεσμῶν, ἠλευθεροῦντο
Σωτήρ.
Συντρίψας τοῦ θανάτου πύλας Λόγε, καὶ τοὺς μοχλοὺς
ἀνέστης μετὰ δόξης κραταιῶς, ἀφαρπάσας οὓς περ πρίν, εἶχεν δεσμώτας, ὡς Θεὸν
ἀνυμνοῦντάς Σε.
Ἡ γῆ πανηγυρίζει, ἑορτάζει ὁ οὐρανός, τὴν ἔγερσιν
τοῦ πάντων ποιητοῦ, δι’ ἧς ἔσωσεν ἡμᾶς, ἐκ τῶν δεσμῶν καὶ τῆς φθορᾶς,
ὑμνολογοῦντας Αὐτόν.
Θεοτοκίον.
Φωτός σου ταῖς ακτίσι, διασκέδασον τῆς ἐμῆς, ἁγνοίας
Θεοτόκε τὴν ἀχλύν, ὅπως πίστεως φωναῖς, ὑμνολογῶ διηνεκῶς τὰ σὰ θαυμάσια.
ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ
Τριώδιον, οὗ ἡ ἀκροστιχίς: Αἶνος τῷ Κυρίῳ.
ᾨδὴ γ΄. Ἦχος δ΄. Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει.
Ἀνῆλθες Λόγε, ἐν σταυρῷ πρὸς ζωὴν ἐπανάγων με,
ἐλογχεύθης τὴν πλευράν, ἀθανασίας προχέων μοι κρουνούς, ἀνυμνοῦντί σου τὴν
ἀγαθότητα
Ἵνα ἐγείρῃς, τοὺς ἐν τάφοις ὑπνοῦντας ἀθάνατε,
ἐλογίσθης ἐν νεκροῖς, φθορᾶς δὲ μείνας ἀμέτοχος, ἀνέστης τριήμερος ὡς
παντοδύναμος.
Νεκρὸν ἰδοῦσαι, τὸν νεκροῖς τὴν ζωὴν παρασχόμενον,
μυροφόροι ἐν σπουδῇ, μυρίσαι ἤρχοντο κλαίουσαι, ἐξεγηγερμένον δὲ ἰδοῦσαι
ἔχαιρον.
Θεοτοκίον.
Ὁ κατὰ φύσιν, τὴν οἰκείαν ὑπάρχων ἀόρατος, καθωράθη
σαρκωθείς, εκ σοῦ πανάμωμε Δέσποινα, καὶ σταυρὸν καὶ θάνατον θέλων ὑπέμεινεν.
ᾨδὴ η΄. Τὸν ἐν τῷ σταυρῷ σαρκί.
Σταύρωσιν ἑκὼν ὑπέστης Λόγε, καὶ λογισθεὶς ἐν τοῖς
νεκροῖς, τριήμερος ἀνέστης, ἀπαθανατίζων τοὺς βροτούς, ἀνυμνοῦντάς σου τὴν
δυναστείαν.
Τὶ μετὰ νεκρῶν ἐπιζητεῖτε, τὸν ζωοδότην καὶ Θεόν,
ἀνέστη καθὼς εἶπεν, ἔφη Μυροφόροις γυναιξίν, ὁ ἀσώματος φανεὶς ἀστράπτων.
Ὤφθης μαθηταῖς ἐγηγερμένος, καὶ ἐπὶ πλείοσιν αὐτοῖς,
ἡμέραις συνηλίζου, τούτους εἰς τὰ πέρατα τῆς γῆς Λόγε κήρυκας ἐξαποστέλλων.
Θεοτοκίον.
Κύριον Θεὸν ἀποτεκοῦσα, τὸν κυριεύοντα Ἁγνή, ζωῆς
καὶ τοῦ θανάτου, δεῖξον ἀκυριεύτους ἡμᾶς, ἐνεδρεύοντος ἐχθροῦ δολίου.
ᾨδὴ θ΄. Ὁ τόκος σου ἄφθορος.
Ὑψώθης σαρκὶ ἐπὶ τοῦ ξύλου, ἐν λάκκῳ ἐτέθης
κατωτάτῳ, καὶ ἀνέστης ἐν δόξῃ, συνεγείρας ἑαυτῷ πάντα τὸν κόσμον, ὅθεν συμφώνως
εὐεργέτα ἀνυμνοῦμέν σε.
Ῥαινούσαις τὰ δάκρυα ως μύρα, ὁ ἄγγελος ἔφη
μυροφόροις, τὶ τὸν ζῶντα ἐν τάφῳ, μετὰ νεκρῶν ἐπιζητεῖτε, ἐξηγέρθη λύσας τοῦ
ᾍδου τὰς ὠδῖνας, ὡς φιλάνθρωπος.
Ἰδόντες Χριστὸν ἐγηγερμένον, οἱ θεῖοι Ἀπόστολοι
ἐνθέου, χαρμονῆς ἐπληροῦντο, ἐπὶ πλείσταις συνεσθίοντες αὐτῷ ἡμέραις, καὶ
διδασκόμενοι τὰ κρείττω καὶ σωτήρια.
Θεοτοκίον.
Ὡς πύλη φωτὸς ἐκ τῶν τοῦ ᾍδου, κευθμώνων τὸν ἥλιον
ἰδοῦσα, ἀνατείλαντα Κόρη, καὶ φωταγωγήσαντα τὰ πέρατα τοῦ κόσμου, θείας
ἐπλήσθης, θυμηδίας Παναμώμητε.
ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ
Τριώδιον, οὗ ἡ ἀκροστιχίς: ᾨδὴ Θεῷ πρέπει.
ᾨδὴ δ΄. Ἦχος δ΄. Δι’ ἀγάπησιν οἰκτῖρμον.
Ὡς ἀνυψώθης ἐν ξύλῳ ἐθελουσίως, γῆ καὶ βουνοὶ καὶ
ὄρη, ἐσαλεύθησαν τρόμῳ, πάσχοντά σε βλέποντες, οἰκτῖρμον μακρόθυμε.
Δεδοικώς σου τὴν κατάβασιν Σῶτερ ᾍδης, οὕς περ
νεκροὺς κατεῖχεν ἀπεδίδου, συν τάχει ἀνυμνολογοῦντάς σου, τὴν αφραστον δύναμιν.
Ἡ ἀσύνετος ὁρῶσά σε τῶν Ἑβραίων, συναγωγὴ οἰκτῖρμον
τοὺς τυφλοὺς ὁμματοῦντα, ἔκτεινεν ὑπάρχοντα, ζωὴν καὶ ἀνάστασιν.
Θεοτοκίον.
Θεωρήσασα ἐκ τάφου ἐγηγερμένον, τὸν σὸν υἱὸν Παρθένε,
τοῖς αὐτοῦ Ἀποστόλοις, Ἄχραντε συνέχαιρες, μεθ’ ὧν σὲ δοξάζομεν.
ᾨδὴ η΄. Πάντα τὰ ἔργα.
Ἐπὶ σταυροῦ σε κατιδών, ληστὴς εὐγνώμων, μνήσθητί
μου ἐκραύγαζε, Δέσποτα καταπλαγεὶς τὴν δυναστείαν σου, καὶ τὴν ὑπὲρ νοῦν σου
φρικτὴν οἰκονομίαν.
Ὤφθης Χριστὲ ταῖς γυναιξί, χαίρετε λέγων, συμπαθῶς
ὡς φιλάνθρωπο, τὴν λύπην προφανῶς ἀφανίζων, καὶ χαροποιῶν τοὺς βροτοὺς τῇ σῇ
ἐγέρσει.
Πάλαι τυφλῷ ἐκ γενετῆς, ὡς ἐδωρήσω, φωτοδότα τὸ φῶς
Ἰησοῦ, οὕτως μοι τὰς τῆς καρδίας κόρας διάνοιξον, τοῦ κατανοεῖν σου τὸ φῶς τῶν
προσταγμάτων.
Θεοτοκίον.
Ῥῦσαι γεέννης με πυρός, καὶ αἰωνίου κατακρίσεως
Ἄχραντε, κόπασον των λογισμῶν μου, τὸν ἄγριον κλύδωνα, καὶ ἴθυνον πρὸς τοὺς
γαληνοὺς ζωῆς λιμένας.
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Ἔτεινας παλάμας ἐν ξύλῳ, τῆς πρώτης βρώσεως ἐν ξύλῳ,
Δέσποτα χειρὸς ἐκταθείσης, τὴν ψυχοφθόρον βλάβην ἰώμενος, ὅθεν τὴν ἀκατάληπτον,
οἰκονομίαν σου δοξάζομεν.
Πύλας καὶ μοχλοὺς τοῦ θανάτου, τῇ καταβάσει σου
συντρίψας, ᾍδου τὰ βασίλεια πάντα, τῇ σῇ δυνάμει Σῶτερ ἐκένωσας, καὶ ἀναστὰς
τριήμερος, σὴν οἰκουμένην κατελάμπρυνας.
Ἔφης ὀπτανόμενος Σῶτερ, τοῖς σοῖς ἁγίοις Ἀποστόλοις,
μετὰ τὴν ἀνάστασιν κόσμον, διαδραμόντες πίστει κηρύξατε, ἅ ἐν ἐμοὶ κατείδετε, φρικτὰ
καὶ ἄῤῥητα μυστήρια.
Θεοτοκίον.
Ἴδες τὸν Χριστὸν ἐγερθέντα, μετὰ γυναίων Μυροφόρων,
καὶ μεταβαλοῦσα τὸν θρῆνον, εἰς εὐφροσύνην τοῦτον ἐδόξαζες, ὅθεν μεγαλοφώνως
σε, Θεοκυῆτορ μεγαλύνομεν.
ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ
Τριώδιον, οὗ ἡ ἀκροστιχίς: Δόξα τῷ Θεῷ. Ἀμήν.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Δεσμούμενον Δέσποτα, καὶ ξύλῳ προσηλούμενος, ἔλυσας
δεσμῶν με ἁμαρτίας, καὶ τῇ ἀγάπῃ τῇ σῇ προσήλωσας, ὅθεν εὐχαρίστως σου ὑμνῶ,
τὴν μεγαλειότητα, καὶ τὴν ἄφραστον δύναμιν.
Ὁ πάλαι κατάκριτος, Ἀδὰμ ἐπιφανέντος σου, Σῶτερ ἐν
τῷ ᾍδει ἀπελύθη, τῆς καταδίκης καὶ τῶν χρονίων δεσμῶν, δόξα τῇ πολλῇ σου
ἐκβοῶν, Λόγε ἀγαθότητα, Ἰησοῦ πολυέλεε.
Ξενίζων ὀπτάνεται, ταῖς γυναιξὶν ὁ ἄγγελος, ἔνδον
καθεζόμενος τοῦ τάφου, καὶ προσεφώνει τίνα ἀφίκεσθε, ὄρθριαι ζητοῦσαι ὁ
Χριστός, ἤδη ἐξεγήγερται, θανατώσας τὸν θάνατον.
Θεοτοκίον.
Ἁγία πανάμωμε, τὸν ἐν ἁγίοις ἅγιον ἐπαναπαυόμενον
τεκοῦσα, τοῦτον ὡς εἶδες ἐκ ταφου λάμψαντα, καθάπερ νυμφίου ἐκ παστοῦ, ὕμνοις
ἐμεγάλυνες, τὴν αὐτοῦ συγκατάβασιν.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Τὴν ἐν τῷ Ἀδὰμ ἀμαυρωθεῖσαν, Φιλάνθρωπε φύσιν
ἀνακτώμενος, ἔτεινας παλάμας σου, ξύλῳ προσηλούμενος, καὶ τὴν πλευρὰν τὴν
ἄχραντον ἐξορυττόμενος, διό σου τὴν πολλὴν εὐσπλαγχνίαν, ἀνυμνολογοῦμεν εἰς
πάντας τοὺς αἰῶνας.
Ὡς ἔβλεψε κάτω σε ὁ ᾍδης, σκυλεύοντα τούτου τὰ
βασίλεια, οὓς πάλαι κατέπιε, φόβῳ σου νεκρούμενος, νεκροὺς ἐδίδου ἅπαντας, Λόγε
κραυγάζοντας, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς
αἰῶνας.
Θρηνούσαις ἐβόα μυροφόροις, τῷ λίθῳ καθήμενος ὁ
ἄγγελος, δρόμῳ ἀπαγγείλατε, μαθηταῖς τὴν ἔγερσιν, τοῦ Ζωοδότου ἤδη γάρ, ὄντως
εγήγερται, τοῦ ᾍδου καθελὼν τυραννίδα, καὶ τοῦ διαβόλου συντρίψας τὴν κακίαν.
Τριαδικόν.
Ἕνα σε δοξάζω τῇ οὐσίᾳ, Τριάδα κηρύττω τοῖς
προσώποις δέ, τὴν μίαν θεότητα, Πατέρα προάναρχον, Υἱὸν καὶ Πνεῦμα ἅγιον βοῶν
ἑκάστοτε, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὡς ὤφθης Θεὸς ἐκ σοῦ Παρθένε, μὴ λύσας τῆς παρθενίας
ὅλως σήμαντρα, οὕτως ἐξεγήγερται, λίθου τὰ σφραγίσματα, καταλιπὼν ἀσαλευτα, ὃν
κατιδοῦσα χαρᾶς ἐπλήσθης, εὐλογοῦσα τὴν τούτου θείαν δυναστείαν, εἰς πάντας
τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἄνω ἀνελθών, εἰς ὕψος μακρόθυμε, ἐθελουσίως σταυροῦ,
εἵλκυσας τὸν ἄνθρωπον, ἐκ τῶν βαράθρων τῆς ἀπωλείας πρὸς φῶς, κατατεθεὶς ἐν
μνήματι ζωὴ ὑπάρχων Χριστε, τοὺς ἐν τάφοις, ἤγειρας καθεύδοντας τῇ σεπτῇ καὶ
ἐνδόξῳ ἐγέρσει σου.
Μύρα σοι χορός, γυναίων ἐκόμιζε τῷ τῆς ζωῆς ἀρχηγῷ,
καὶ κατανοήσας σε, ἐγηγερμένον εὐηγγελίσατο, τοῖς Μαθηταῖς τὴν ἔγερσιν,
συνηθροισμένοις ὁμοῦ, καὶ πενθοῦσιν, οἳτινες ἰδόντες σε, φωτισμοῦ καὶ χαρᾶς
ἐπληρώθησαν.
Ἥλιε Χριστέ, ἐν ᾍδη γενόμενος μετὰ ψυχῆς ὡς Θεός,
τοῖς ἐκεῖ καθεύδουσι, πεπεδημένοις ἐκ τοῦ αἰώνος τὸ φῶς, τὸ σὸν φαιδρῶς
ἐπέλαμψας, καὶ ἐξανέστησας, τῇ ἁγίᾳ τούτους ἀναστάσει σου, ἀνυμνοῦντας τὴν σὴν
ἀγαθότητα.
Θεοτοκίον.
Νεύματι τὸ πᾶν, Παρθένε τὸν φέροντα, Θεὸν ἐκύησας,
ἄνθρωπον γενόμενον, δι’ εὐσπλαγχνίαν Θεοχαρίτωτε, ὃν ἐκτενῶς ἱκέτευε,
φωταγωγῆσαι ἡμῶν, τὰς καρδίας, τῶν μακαριζόντων σε, ὡς ἁγνὴν ἀληθῶς Θεομήτορα.
ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ
Τετραώδιον, οὗ ἡ ἀκροστιχίς: ᾍδω μέλος τέταρτον.
ᾨδὴ στ΄. Ἦχος δ΄. Θύσω σοι μετὰ φωνῆς αἰνέσεως.
Ἁπλώσας, ἐν σταυρῷ τὰς ἀχράντους παλάμας σου, τὸν
νοητὸν ἐτροπώσω, Ἀμαλὴκ τῇ θείᾳ σου δυναστείᾳ, καὶ τὸν κόσμον, ἐλυτρώσω
δουλείας Χριστὲ ὁ Θεός.
Δονήσας, τῇ φρικτῇ καταβάσει τὸν ᾍδην Χριστέ, οὓς
περ κατεῖχε δεσμίους, θεϊκῇ ἐξήρπασας δυναστείᾳ, καὶ ἀνέστης, ὡς Θεὸς ἐκ τοῦ
τάφου τριήμερος.
Ὡς ἦλθον, πρὸς τὸ μνῆμα γυναῖκες, μυρῖσαί σε, Σὲ τὸ
ἀτίμητον μύρον, πρὸς αὐτὰς ὁ ἄγγελος ἀνεβόα, μὴ θρηνεῖτε, ὃν ζητεῖτε ἀνέστη ὡς
Κύριος.
Θεοτοκίον.
Μηκέτι, Θεομῆτορ Παρθένε σκυθρώπαζε, ὁ γὰρ Υἱός σου ἀνέστη,
ὡς Θεὸς τριήμερος ἐκ τοῦ τάφου, ἀλλὰ χαῖρε καὶ δυσώπει αὐτόν, τοῦ σωθῆναι ἡμᾶς.
ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.
Ἐν τῷ Κρανίῳ δι’ ἡμᾶς, μέσον τῶν ληστῶν ἀνηρτήθης,
ἐπὶ σταυροῦ καὶ τὰς ἀρχάς, τὰς τοῦ σκότους ἐν τούτῳ κατήργησας, Παντοδύναμε
Κύριε, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Λόγχῃ πλευρὰν διατρηθείς, ἔβλυσας ἡμῖν ζωοδότα,
πηγὴν ἀένναον τὸ σόν, θεῖον αἷμα Χριστὲ τοῖς κραυγάζουσιν, ὑπερύμνητε Κύριε, ὁ
Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Ὁ καταστράπτων τῇ στολῇ, ἄγγελος θρηνούσαις ἐβόα,
ταῖς γυναιξὶ τὶ ὡς θνητόν, μετὰ μύρων ζητεῖτε τὸν ἔχοντα, τῆς ζωῆς τὰς ἡνίας
Χριστόν, ἐξανέστη καθὼς εἶπε καὶ πρὸ τοῦ πάθους.
Θεοτοκίον.
Σῶμα ἀνείληφεν ἐκ σοῦ, ὁ περικρατῶν κτίσιν πᾶσαν,
καὶ γῆς τὰ πέρατα ἁγνή, καὶ θανεῖν δι’ ἡμᾶς κατεδέξατο, ὃν ὁρῶσα εὐφράνθητι,
μετὰ δόξης ἐκ τοῦ τάφου ἐξαναστάντα.
ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.
Τῷ μώλωπι Δέσποτα τῷ Σῷ, ὅλην ἰάτρευσας τὴν
ἀνθρωπότητα, Σωτὴρ ἠνέσχου δὲ θάνατον, καὶ τὴν τούτου ῥύμην ἔστησας, τῷ σῷ
θανάτῳ ἀγαθε, ἀθανατίσας ἡμᾶς τοὺς βοῶντας, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν
Κύριον.
Εὐφραίνεσθε πάντες οἱ λαοί, γῆ πᾶσα χαῖρε νῦν, καὶ
τὰ οὐράνια, ὁ ζωοδότης γὰρ Κύριος, ἐξανέστη ἐκ τοῦ μνήματος, ἐξαναστήσας τὴν
ἡμῶν, φύσιν κραυγάζουσαν, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τύραννον ἐδέσμευσας Χριστέ, τῇ καταβάσει σου τεθεὶς
ἐν μνήματι, νεκροὺς δ’ ἐξήγειρας ἅπαντας, εὐχαρίστως ἀνυμνοῦντάς σε, τὸν
εὐεργέτην τοῦ παντὸς καὶ παντοκράτορα, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν
Κύριον.
Θεοτοκίον.
Ἀδὰμ τοῦ πεσόντος ἐν Ἐδέμ, λῦσαι τὸ παράπτωμα Ἁγνὴ
βουλόμενος, ὁ παντοδύναμος Κύριος ἐσαρκώθη ἐκ σοῦ Πάναγνε, καὶ σταυρωθείς τε
καὶ ταφείς, ἀνέστη σώζων ἡμᾶς, τοὺς ἐκ πόθου σε ἀνυμνοῦντας Μαρία θεόνυμφε.
ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι.
Ῥήσσεται τῇ σῇ ἐν τῷ σταυρῷ, μακρόθυμε, ἀναρτήσει
καταπέτασμα, ἥλιος κρύπτει τὰς ἀκτῖνας, σχιζόμεναι δὲ πέτραι ἐδείκνυον, τὴν
ἄδικον σφαγὴν ἣν ὑπήνεγκας, Σῶτερ ἑκὼν ὑπὲρ γένους βροτῶν.
Τέτρωσαι τῇ λόγχῃ Ἰησοῦ, φιλάνθρωπε, ἐπὶ ξύλου καὶ
ἰάτρευσας, τὸν πληγωθέντα παραβάσει, Ἀδὰμ ἐν παραδείσῳ μακρόθυμε, τεθεὶς δὲ ἐν
νεκροῖς ὁ ἀθάνατος, πάντας ἐξῆρξας ἀνυμνοῦντάς σε.
Ὁ πάντα δρακὶ περικρατῶν, ὁ νεύματι διευθύνων τὴν
ὑφήλιον, πῶς ἐν νεκροῖς κατελογίσθης, θνητὸς καθάπερ θέλων λυτρώσασθαι, τοὺς
δήγματι πληγωθέντας τοῦ ὄφεως, σὲ ἀνυμνοῦμεν ὡς φιλάνθρωπον.
Θεοτοκίον.
Νεκρὸν καὶ γυμνὸν τὸν σὸν υἱόν, κρεμάμενον ἐπὶ ξύλου
ἤλγεις βλέπουσα, αὖθις δὲ τοῦτον ἀναστάντα, τριήμερον ὁρωσα εὐφράνθητι,
Πανάμωμε ὡς μήτηρ καὶ πρέσβευε, ὑπὲρ τῶν πίστει γεραιρόντων σε.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου