ΤΡΙΩΔΙΑ ΕΒΔΟΜΑΔΟΣ ΤΥΦΛΟΥ
ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ ΕΝ ΤΩ
ΑΠΟΔΕΙΠΝΩ
Τριώδιον, οὗ ἡ ἀκροστιχίς: Δόξα Θεῷ πρέπει.
ᾨδὴ α΄. Ἦχος α΄. Ἄσωμεν τῷ Κυρίῳ.
Διὰ τοῦ σοῦ Τιμίου Σταυροῦ Κύριε, τῆς τοῦ ξύλου
ἅπαντες, ἐῤῥύσθημεν κατάρας, διό σου δοξάζομεν τὴν ἀγαθότητα.
Ὁ σταυρωθεὶς βουλήσει ἐξεγήγερται, τὰ ταμεῖα ἅπαντα,
σκυλεύσας τοῦ θανάτου, Χριστὸς ὁ Σωτὴρ ἡμῶν, αὐτὸν δοξάσωμεν.
Ξένην μορφὴν ἰδοῦσαι, ἐξαστράποντα Μυροφόροι
ἄγγελον, τὴν θείαν ἐμυοῦντο, τοῦ κτίστου ἀνάστασιν χαρᾶς πληρούμεναι.
Θεοτοκίον.
Ἀνατολὴ Παρθένε, ἐχρημάτισας τοῦ ἥλίου ἄχραντε, τοῦ
τῆς δικαιοσύνης, δι’ οὗ τῆς ἀγνωσίας, σκότους ἐῤῥύσθημεν.
ᾨδὴ η΄. Τὸν ποιητὴν τῆς κτίσεως.
Θεὸν σαρκὶ σταυρούμενον, ὁ ἥλιος βλέψας ἐσκοτίζετο,
καὶ γῆ ἐσαλεύθη, καὶ ἐῤῥύγνητο πέτραι. Ἐκ τῶν νεκρῶν τριήμερος, Χριστὸς
ἐξηγέρθη, καὶ συνήγειρε πάντας, τοὺς ἐν σκότει θανάτου καθημένους.
Ὤφθης μετὰ τὴν ἔγερσιν, τοῖς σοῖς Ἀποστόλοις καὶ
ἐπλήρωσας, τούτους εὐφροσύνης οικτῖρμον ἀνεικάστου.
Τριαδικόν.
Πατέρα τὸν πανάγιον, Λόγον συναΐδιον, καὶ Πνεῦμα
Θεοῦ ἄκτιστον, Τριάδα ὑμνήσωμεν ἀπαυστως.
Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς κολάσεως, καὶ τῆς αἰωνίου κατακρίσεως,
τοὺς σὲ ἀνυμνοῦντας Ἁγνὴ θεογεννήτορ.
ᾨδὴ θ΄. Σὲ τὴν μακαρίαν ἐν γυναιξί.
Ἔτεινας παλάμας ἐπὶ σταυροῦ, τὸν κατατεινόμενόν με
πολλαῖς, μεθοδείαις τοῦ πλάνου, Οἰκτῖρμον ἀνακτώμενος.
Πάντας συνανέστησας ἀγαθέ, κατελθὼν εἰς Ἅδου πύλας
Χριστέ, συνεγείρας ὑμνοῦντας, φιλάνθρωπε την σὴν δύναμιν.
Ἔβλυσας Χριστὲ νεκροῖς τὴν ζωήν, καὶ ἐξαναστὰς
τριήμερος, ἀνελήφθης ἐν δόξῃ, ὁρώντων τῶν σεπτῶν μαθητῶν.
Θεοτοκίον.
Ἵλεων ἡμῖν ἀπέργασαι Ἄχραντε Παρθένε, τὸν σὸν Υἱὸν
καὶ Θεὸν τῶν ἁπάντων, τοὺς πίστει ἀνυμνοῦσί σε.
ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ
Τριώδιον, οὗ ἡ ἀκροστιχίς: ᾨδὴ αὕτη Ἰωσήφ.
ᾨδὴ β΄. Ἦχος πλ. α΄. Ἴδετε
ἴδετε, ὅτι ἐγώ εἰμι Θεός.
Ὥςπερ ἀνύψωσε, πάλαι τὸν ὄφιν Μωϋσῆς, οἰκτῖρμον
οὕτως σύ, ἐπὶ ξύλου ἀνυψώθης, τοῦ ἀλάστορου ἐχθροῦ τὴν ἰοβόλον κακίαν,
ἀποῤῥαπίζων καὶ διασώζων ἡμᾶς.
Δόξα τῇ δόξῃ σου, δεδοξασμένε Ἰησοῦ, τεθεὶς γὰρ ἐν
μνημείῳ, ὡς νεκρὸς ἐθελουσίως, ἐξανέστης ὡς Θεός, συνεγείρας τὸν κόσμον, τῇ σῇ
ἐγέρσει ὡς παντοδύναμος.
Ἤδη ἐγήγερται, ὁ Ζωοδότης ἐκ νεκρῶν, ἐβωόα γυναιξὶ
πάλαι ὁ ἄγγελος ἀστράπτων, μὴ θρηνεῖτε οὖν λοιπόν, ἀλλὰ τοῖς Ἀποστόλοις, τούτου
τὴν ἔγερσιν ἀπαγγείλατε.
Θεοτοκίον.
Ἅγιε Κύριε, ὁ γεννηθεὶς ἐκ τῆς Ἁγνῆς Παρθενου,
σταυρωθείς τε καὶ ταφεὶς ἐθελουσίως, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ταῖς αὐτῆς
ἱκεσίαις, τὰ σὰ ἐλέη πᾶσι κατάπεμψον.
ᾨδὴ η΄. Τὸν τοῦ παντὸς δημιουργόν.
Ὑμνολογοῦμέν σου Χριστέ, τὴν τριήμερον ἀνάστασιν,
καὶ τὴν φαεινοτάτην ἀνάληψιν, ἐν πίστει ἀεὶ δοξολογοῦμεν.
Τὸν σταυρωθέντα δι’ ἡμᾶς, καὶ νεκρωθέντα μνήματι,
καὶ τῇ τούτου ἐγέρσει, φωτίσαντα τὸν
κόσμον, Χριστὸν δοξολογοῦμεν.
Ἥλιε ἄδυτε Χριστέ, ὁ ταφεις καὶ ἀναστὰς ἐκ νεκρῶν,
φωταγώγησον ἡμῶν πάντων τὰς διανοίας, δοξάζειν σε ἀπαύστως.
Θεοτοκίον.
Ἱκετηρίαν τῷ ἐκ σοῦ, σαρκωθέντι Λόγῳ ποίησον,
Θεοτόκε Παρθένε, ὅπως ἡμᾶς οἰκτίρῃ τοὺς τεταπεινωμένους.
ᾨδὴ θ΄. Μεγαλύνω σου Χριστέ.
Ὡς ἀμνὸς ἐπὶ σφαγήν, προσηνέχθης Δέσποτα Χριστὲ ὁ Θεός,
καὶ τοῖς τραύμασί σου, οἷς ἑκουσίως ὑπέστης, τῶν δαιμόνων πᾶσαν πονηράν, πληθὺν
ἐτραυμάτισας.
Συνετρίβησαν μοχλοί, τῇ παρουσίᾳ σου τοῦ Ἅδου
Χριστέ, καὶ ἀνέστησαν οἱ ἀπ’ αἰῶνος θανέντες, ἀνυμνουντές σε ὡς νικητήν, καὶ
πάντων δεσπόζοντα.
Ἡ ἁγία σου Χριστέ, ἐκ τάφου ἔγερσις ὑπάρχει ζωή, ἡ
ἀναληψις δέ, διηνεκὴς εὐφροσύνη, ἣν
πίστει ἅπαντες ἡμεῖς, νῦν προεορτάζομεν.
Θεοτοκίον.
Φῶς ἡμῖν τὸ ἐκ φωτός, Παρθένε ἄχραντε κυήσασα, απεμείωσας
τῆς ἀθεΐας τὸ σκότος, ὅθεν πάντε σε, οἱ γηγενεῖς πίστει μεγαλύνομεν.
ΠΕΜΠΤΗ ΑΝΑΛΗΨΕΩΣ ΕΣΠΕΡΑΣ
Τριώδιον. ᾨδη ε΄. Ἦχος δδ.
Ἀσεβεῖς οὐκ ὄψονται.
Ἀναλαμβάνομενος ἐκ γῆς πρὸς οὐρανόν, οὐκ ἀπέλιπες τῷ
Πατρί, συνεδρεύων Δέσποτα καὶ τῷ Πνεύματι, μαθητὰς ἀλλ’ ἔπεμψας, οὐρανόθεν τὸν
Παράκλητον.
Ἀσωμάτων τάξεις σε ὡς εἶδον Ἰησοῦ, μετὰ σώματος
οὐρανοὺς ἐπιβάντα, χαίρουσαι κατεπλήττοντο, τὴν πολλήν σου Κύριε, πρὸς
ἀνθρώπους συγκατάβασιν.
Τὴν φθαρεῖσαν Δέσποτα οὐσίαν ἐξ ἡμῶν, ἐν τῷ θρόνῳ τῷ
πατρικῷ, ἐνίδρυσας Κύριε καὶ κατεκάλλυνας, μεθ’ ἧς μέλλεις ἔρχεσθαι, κρῖναι
κόσμον Παντοδύναμε.
Θεοτοκίον.
Τὴν ἁγνὴν ἁγνεύοντι τιμήσωμεν νοΐ , καλλονὴν τὴν τοῦ
Ἰακώβ, ταῖς ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς μητέρα τοῦ Θεοῦ
ἡμῶν.
ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Χερουβεὶμ ἐπὶ ὤμων ὀχούμενος, ἀνελήφθης ἐν δόξῃ
ὁρώντων σε, τῶν μαθητῶν σου Κύριε, καὶ βοώντων ἀπαύστως, πάντα τὰ ἔργα,
εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Καθελὼν τὸ τῆς ἔχθρας μεσότειχον, τοὺς βροτοὺς τῷ
Πατρί σου κατήλλαξας, καὶ ἀνελθὼν ἀνήγαγες, ἣν προσείληφας σάρκα ἄναρχε Λόγε,
ὑπεράνων ἀρχῶν καὶ δυνάμεων.
Συλογῶν Μαθητὰς ἀνεφέρετο, εἰς τὸ ὕψος Χριστὸς τὸν
Παράκλητον, τούτοις ἐκπέμψας ψάλλουσιν ὁμοφρόνως καὶ βοῶσι, πάντα τὰ ἔργα,
εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Τὸ κοινὸν τῶν πιστῶν ἱλαστήριον, τὴν ἑτοίμην
ἀνθρώπων βοήθειαν, τὴν πρὸς τὸν κτίστην γέφυραν, τὴν μετάγουσα πάντας πρὸς
σωτηρίαν, τοῦ Θεοῦ τὴν Μητέρα δοξάσωμεν.
ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι.
Ἐξ ὄρους Χριστὲ τῶν Ἐλαιῶν νεφέλη σε, ὥσπερ θρόνος
καθυπέλαβε, πάντων τῶν θείων μαθητῶν σου, ὁρώντων καὶ σὺν τρόμῳ βοώντων σοι, μὴ
λίπης ἡμᾶς ὀρφανούς, οὓς ἠγάπησας, δι’ εὐσπλαγχνίαν ἀδιήγητον.
Κατῆλθες τὸ πρὶν ἄνευ σαρκος ἀνέρχη δέ, σῶμα φέρων ὃ
προσείληφας, φόβῳ δὲ πύλαι οὐρανῶν Σοι ἀνοίγονται, καὶ νόες οὐράνιοι, ὁρῶντες
κατεπλήττοντο Δέσποτα, τὴν δι’ ἡμᾶς σου συγκατάβασιν.
Τὶ ἵστασθε βλέποντες ὑμεῖς τὴν ἄνοδον, τὴν φρικώδη
πάλαι ἔφησαν, ἄγγελοι θεῖοι ἀπόστολοι, ὃν τρόπον θεωρεῖτε ἐλεύσεται, καὶ πάλιν
ἐπὶ γης κρῖναι ἅπαντας, ὁ μετὰ δόξης ἀνερχόμενος.
Θεοτοκίον.
Συνοῦσα τοῖς θείοις Μαθηταῖς ἡ Πάναγνος, καὶ ορῶσα
ὅν ἐγέννησας, γῆθεν ὑψούμενον ἐβόα, ἀνέρχη πρὸς Πατέρα τὸν ἄναρχον, τῆς δόξης
σου πληρώσας τὰ σύμπαντα, δεδοξασμένε μόνε Κύριε.
ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ
Τετραώδιον. ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Πληρώσας τὰ ἐπὶ γῆς τῆς δόξης σου, ἀνελήφθης μετὰ
δόξης ἀφράστου, καὶ τῷ Πατρὶ προσηγάγου τὴν σάρκα, ἣν ἐξ ἡμῶν διὰ σπλάγχνα
ἐφόρεσας, καὶ ὕμνησαν τῶν οὐρανῶν, αἱ δυνάμεις Σε μόνε Φιλάνθρωπε.
Ἐπάρθητε ἐπουράνιαι πύλαι, καὶ εἰσδέξασθε Θεὸν
σαρκοφόρον, αἱ νοεραὶ ἀνεβόων δυνάμεις, ταῖς πυθομέναις, τὶς οὗτος ὃν λέγετε,
καὶ αἴνεσιν ως ποιητῇ, τῶν ἁπάντων ἀπαύστως προσάξετε.
Τὴν ανοδον τὴν φρικτὴν θεώμενοι, οἱ τοῦ Λόγου
μαθηταὶ ἀνεβόων, πέμψον ημῖν τὸ Πανάγιον Πνευμα, καὶ ὀρφανοὺς μὴ ἐασης τοὺς
δούλους σου, γινώσκοντάς σε ἀληθῆ, και Θεὸν καὶ βροτὸν ἀναμάρτητον.
Θεοτοκίον.
Ἐθεωσας τῶν ἀνθρώπων την φύσιν, ἀποῤρήτως γεννηθεὶς
ἐκ Παρθένου, ὁ τοῦ Πατρὸς ὁμοούσιος Λόγος, καὶ ἀνελήφθης ἐν δόξῃ δωρούμενος,
εἰρήνην σου τοῖς Μαθηταῖς, καὶ τῷ κόσμῳ σου πλούσιον ἔλεος.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Πάθος καὶ θάνατον ὑπέστης, καὶ τριήμερος ὡς εἶπας
ἐξηγέρθης, καὶ πρὸς τοὺς οὐρανοὺς ἀνῆλθες, μελωδούντων τῶν μαθητῶν σου Κύριε, ὁ
Θεὸς εὐλογητὸς εἶ.
Πνεῦμα ἡμῖν ὡς ἐπηγγείλω, τὸ πανάγιον ἀπόστειλον
οἰκτῖρμον, οἱ σοφοὶ μαθηταὶ ἐβόων τὸ σοφίζον, καὶ συνετίζον ἅπαντας, τοὺς
πιστοὺς εἰς τοὺς αἰῶνας.
Χεῖρας κροτήσατε τὰ ἔθνη, ἀλαλάξατε Θεῷ ἐν
εὐφροσύνη, ἀνελήφθη Χριστός, καὶ κάθηται ἐν δόξῃ, ἐν δεξιᾷ ὡς σύνθρονος, τοῦ
Πατρὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Κόλπους πατρώους μὴ κενώσας, εν τοῖς κόλποις σου ὁ
Λόγος ἀνεκλίθη, ἀλογίας ἡμᾶς ῥυσάμενος Παρθένε, τοὺς μελωδοῦντας Κύριε, ὁ Θεος
εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ὁ μορφωθεὶς ὡς γέγραπται, ὑπὲρ νοῦν τὸν ἀλλότριον,
καὶ διὰ παθῶν, πᾶσι πιστοῖς ἀπάθειαν σαφῶς δωρησάμενος, απὸ τῆς γὴς ἀνέρχεται,
νῦν ἐμφανισθῆναι τοῦ Πατρὸς τῷ προσώπῳ, Ἀγγγέλων Ἀρχαγγέλων, Θρόνων Κυριοτήτων,
Αὐτὸν δοξολογούντων εἰς πάντας τοὺς αἰῶνας.
Λευχειμονοῦντες ἄγγελοι, Ἀποστόλοις ἐπέστησαν,
ἐπαπορουμένοις τῷ καινῷ θεάματι, τῆς σῆς ἀναλήψεως, Λόγε Πατρὸς συνάναρχε,
λέγοντες ὑμεῖς τὶ ἀτενίζοντες οὕτω, θαμβεῖσθε εἰς τὸ ὕψος, Ἰησοῦ οὕτω πάλιν,
ἐλεύσεται ὃν τρόπον, ὁρᾶτε κρῖναι κόσμον.
Πάντας πληρώσας Κύριε, ὡς Θεὸς ἀδιάστατος, πρὸς τοὺς
οὐρανοὺς μετὰ σαρκὸς ἀνέδραμες, καθυποταγέντων σοι, ἀγγελικῶν δυνάμεων, καὶ
χαρμονικῶς τῶν μαθητῶν σε ὑμνούντων, καὶ φόβῳ μελωδούντων, ἱερεῖς ἀνυμνεῖτε,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αιῶνας.
Θεοτοκίον.
Θεοκυῆτορ Πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ
τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, πηγαῖς ἀποσχμήχουσα, ταῖς ἐκ πλευρᾶς τοῦ
τόκου σου, καὶ τοῖς ἐξ αυτῆς ἀποκαθαίρουσα ῥείθροις, πρὸς σὲ γὰρ ἀνακράζω καὶ
πρὸς σὲ καταφεύγω, καὶ σὲ ἐπικαλοῦμαι τὴν μόνην σωτηρίαν.
ᾨδὴ θ΄ Ἔφριξε πᾶσα ἀκοή.
Ἄρατε πύλας νοητάς, ἐπουράνιαι Δυνάμεις ἀφίκετο ὁ
Βασιλεὺς ἡμῶν, θνητὴν οὐσίαν ἀναλαβόμενος, καὶ εἰσελεύσεται Θεός, ὑπάρχων καὶ
ἄνθρωπος, πρὸς τὸν Πατέρα Αὐτοῦ, ἐργασάμενος φρικτὰ καὶ παράδοξα.
Ψάλατε πάντες συνετῶς, ἀλαλάξατε Θεῷ τῷ ποιήσαντι
ἔργα παράδοξα, καὶ ἀνελθόντι πρὸς τὰ οὐράνια, καὶ Ἀποστόλοις τὸ σεπτόν, Πνεῦμα
καταπέμψαντι, τὸ ἁγιάζον ἡμᾶς, τοὺς δοξάζοντας αὐτοῦ τὴν θεότητα.
Λέλυται Ἅδης τῇ ταφῇ, καὶ ἀναστασις ἀνθρώποις
δεδώρηται, τῇ ἀναστάσει σου, καὶ κατηυγάσθη γῆ καὶ οὐρανια, τῇ ἀναλήψει σου
Χριστέ, μόνε ἀναλλοίωτε, καὶ παντοδύναμε, ὁ δοτὴρ των ἀγαθῶν, καὶ Σωτὴρ τὼν
ψυχῶν ἡμῶν.
Θεοτοκίον.
Φωνήν σοι τὴν του Γαβριήλ, μετὰ πάντων τῶν Ἀγγέλων
προσφέρομεν, χαῖρε παλάτιον, τοῦ Βασιλέως το ποθεινότατον, χαῖρε τὴν γῆν τοῖς οὐρανοῖς,
Παρθένε συνάψασα, δι’ ἧς σωζόμεθα, οἱ εἰδότες σε ἁγνὴν Θεομήτορα.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου