Ευλογημένη πνευματική περιήγηση

Τετάρτη 4 Μαΐου 2016

ΜΑΪΟΥ 3. ΘΕΟΦΑΝΗΣ ΠΕΡΙΘΕΩΡΙΟΥ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ
(Ἀθανασίου Σιμωνοπετρίτου μοναχοῦ)
 
 http://www.saint.gr/photos/standard/0503/AgiosTheofanoiPeritheoriou01.jpg
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ ῬΜΒ΄ ψαλμός. Εἶτα τό· Θεὸς Κύριος καὶ τὰ τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἐν ὄρει Ἄθω ἀσκητεύσας τὸ πρῶτον, ἐπισκοπῆς τὴν ῥάβδον εἴληφας εἶτα, κλεινὸν Περιθεώριον ποιμάνας θαυμαστῶς, ἔνθα ὦ Θεόφανες, ὡς Πατὴρ ψυχοτρόφος, ποίμνην σου ἐδίδασκες, καὶ Χριστῷ καθωδήγεις, νῦν δ’ ἀπολαύων δόξης ἀληθοῦς, ἡμῖν ἐξαίτει, πταισμάτων συγχώρησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...
Ὁ Ν΄ ψαλμός.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θεὸν ἐξιλέωσαι Θεόφανες σοῖς τέκνοις. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεὸν ἐξιλέωσαι σαῖς εὐχαῖς, Θεόφανες Πάτερ ὑπὲρ τέκνων πνευματικῶν, ποθούντων γνησίως τὸν Δεσπότην, καὶ πατρικήν σου αἰτούντων ἀντίληψιν.
Ἐκ πρώτης νεότητος τὸν Θεόν, σφοδρῶς ἀγαπήσας ὥσπερ ἔλαφος ψαλμική, εἰς Ἄθω προσέδραμες ταχέως, Ὃν μνημονεύοις εὐχαῖς σου Θεόφανες.
Οὐδόλως προσέσχες τοῖς γεηροῖς, τὸν νοῦν προσηλώσας εἰς τὰ κάλλη τοῦ οὐρανοῦ, διὸ καὶ ἡμῶν τὰς διανοίας, γῆθεν Θεόφανες ἄρον πρὸς Κύριον.
Θεοτοκίον.
Νικώμενος πάθεσι ψυχικοῖς, πρὸς Σὲ Θεοτόκε καταφεύγω καὶ ἐκβοῶ, δυνάμεων Κύριον τεκοῦσα, κἀμὲ ἀδύνατον Μῆτερ ἐνίσχυσον.
ᾨδὴ γ΄. Οὐρανίας ἀψιδος.
Ἐν νυκτὶ καὶ ἡμέρᾳ τὸν Ἰησοῦν ἔσχηκας, θείαν κατατρύφησιν Πάτερ, ἀεὶ εὐχόμενος, ὅθεν Θεόφανες, ἀδιαλείπτως τὴν μνήμην, τούτου ἐγκαθίδρυσον ἐν τῇ καρδίᾳ μου.
Ξενωθεὶς ἑκουσίως τῶν βλαβερῶν σχέσεων, μόνον τὸν Χριστὸν ἔσχες πλοῦτον, Πάτερ Θεόφανες, Ὃν ὡς πολύτιμον, θείας ζωῆς μαργαρίτην, καὶ ἡμᾶς ἀξίωσον εὑρεῖν πρεσβείαις σου.
Ἱερέων ποδήρη ἐπενδυθεὶς γέγονας, πῦρ ἐν παραστάσεσι θείαις, σοφὲ Θεόφανες, διὸ τοὺς φέροντας, τῶν πρεσβυτέρων ἀξίαν, Σεραφεὶμ θεολέκτα Πάτερ ἀνάδειξον.
Θεοτοκίον.
Λυτρωτὴν τετοκυῖα ἁμαρτωλῶν Πάναγνε, λῦσον τὰ δεσμὰ τῆς ψυχῆς μου, δι’ ὧν ὁ τύραννος, κακῶς με ἔδησε, ὡς ἐντολῶν παραβάτην, καὶ Χριστοῦ ἐμάκρυνεν ἀθέσμοις πράξεσι.
Διάσωσον, πάντας προσπίπτοντάς σοι Θεόφανες μάκαρ, ἀναγκῶν τῶν τοῦ βίου καὶ περιστάσεων, διδοὺς ὡς δῶρον πατρικόν, τὴν εἰρήνην Κυρίου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ...
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸ φῶς τοῦ Χριστοῦ Θεόφανες ἐπίφανον, ψυχαῖς ἱκετῶν ποθούντων τὸν Παράδεισον, καὶ Κυρίῳ ἅρμοσον ταῖς πρεσβείαις σου ἅπαντας, τοὺς σοὶ βοῶντας ἐκτενῶς, καὶ τιμῶντας τὴν μνήμην σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐν φωτὶ φῶς γινώσκεται, τῆς θεογνωσίας Πατερ Θεόφανες, ὅθεν νοῦν μου καταφώτισον, θείαις καὶ ἀκτίστοις ἐπιλάμψεσιν.
Ὡραΐσας καρδίαν σου, ἀρετῶν τῇ κτήσει μάκαρ Θεόφανες, καὶ ἡμῶν καρδίας κάθαρον, εἰς Χριστοῦ αἰώνιον κατοίκησιν.
Συνενώσας ὡς αριστα, πρᾶξιν θεωρίᾳ σοφῶς Θεόφανες, ταῖς εὐχαῖς σου καταξίωσον, καὶ ἡμᾶς τὴν πίστιν ἔργοις στέφεσθαι.
Θεοτοκίον.
Ἁμαρτίας βαρύνομαι, ἅσπερ ἑκουσίως ἤ ἀκουσίως τε, πράττω Δέσποινα καὶ δέομαι, δυσαχθοῦς φορτίου τούτων σῶσόν με.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι ἡμῶν, τῶν ψυχῶν πάθη δυσίατα, εὐχαῖς πρὸς Κύριον Θεόφανες, ἐνισχύων τὸν ἀγῶνα τῆς καθάρσεως.
Θρόνους Ἰησοῦ, τὰς καρδίας ἡμῶν ποίησον, ἐγκαθιστῶν μνήμην ψυχίζωον, ταύταις Πάτερ, ἀνεξάλειπτον πρεσβείαις σου.
Ἔλεος εὑρών, τοῦ Κυρίου ὦ Θεόφανες, τοῦτο κατάρδευσον τοῖς τέκνοις σου, ὥσπερ πλοῦτον, πατρικὸν καὶ ἀναφαίρετον.
Θεοτοκίον.
Ὅλον μου τὸν νοῦν, πρὸς σὲ αἴρω Παναμώμητε, τὴν μητρικήν Σου ἱκεσίαν ἐκζητῶν, πρὸς τὸν Δεσπότην, ὅπως ἵλεώς μοι γένηται.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Φανότατα, εἶδες φῶς θαβώρειον, ὦ Θεόφανες καρδίαν καθάρας, διὸ ἡμῖν, τοῖς τιμῶσί σε πόθῳ, ἀκτῖνα μίαν παράσχου καθάρσιον, διώκουσα ὁλοτελῶς, τῶν παθῶν τὸν ἐσμὸν τὸν ψυχώλεθρον.
Ἀγάπης σε, τῆς διπλῆς γινώσκοντες, οἰκητήριον Θεόφανες μάκαρ, ἱκετικῶς ἐκζητοῦμεν· παράσχου, ἡμῖν φιλεῖν ἐκ ψυχῆς τὸν Φιλάνθρωπον, καὶ πάντα ἄνθρωπον ὁμοῦ, ὡς εἰκόνα Αὐτοῦ ἀνεκτίμητον.
Νεώσας σου, τῆς ψυχῆς τὴν ἄρουραν, ἀνεβλάστησας καρποὺς τῷ Κυρίῳ, τὰς ἀρετάς, ὡς καλὸς οἰκονόμος, τῆς παρ’ Αὐτοῦ πιστευθείσης σοι χάριτος, ἐξ ὧν μετάδος καὶ ἡμῖν, φιλοτέκνων ὦ Πάτερ Θεόφανες.
Διάσωσον, πάντας προσπίπτοντάς σοι Θεόφανες μάκαρ, ἀναγκῶν τῶν τοῦ βίου καὶ περιστάσεων, διδοὺς ὡς δῶρον πατρικόν, τὴν εἰρήνην Κυρίου.
Ἄχραντε, ἡ διὰ Λόγου...
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἐν ἀσκήσει εκλάμψας Θεόφανες, ποιμενάρχης ἐφάνης χριστόψυχος, ὅθεν ἔχων τὴν παῤῥησίαν πρὸς τὸν Ἀγαθόν, τὰς χεῖράς σου αἶρε ἐκτενῶς, καὶ Αὐτὸν ἐξιλέωσαι, ὅπως ἡμῖν παράσχη, ἄφεσιν τῶν πταισμάτων, καὶ μετανοίᾳ ἀληθεῖ, τὸν Παράδεισον χαρίσηται.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου, ἀγαλλιάσει ἀγαλλιάσονται.
Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον (Ματθαῖον 5, 14-19)
Εἶπεν ὁ Κύριος· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη, οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάζωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἤ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως αν παρέλθη ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἕν ἢ μία κεραία οὐ μὴ παρέλθη ἀπὸ τοῦ νομου ἕως ἂν παντα γένηται· ὃς ἐὰν οὐ λύση μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξη οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν· ὃς δ’ ἂν ποιήση καὶ διδάξη, οὗτος μέγας κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νυν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Φῶς ποθήσας ἄκτιστον, αὐτοῦ πεπλήρωσαι ὅλος, ἐν τῷ ὄρει Ἄθωνος, εἶτα δὲ πεπίστευσαι ὡς φιλόπονος, ποίμνην τὴν θεόλεκτον, Περιθεωρίου, ἔνθα ἔλαμψας τῷ βίῳ σου, καὶ εὐηρέστησας, τῷ ἠγαπημένῳ Δεσπότῃ σου, τὸ τάλαντον ὃ εἴληφας, πολυπλασιάσας σοφώτατα, νῦν δὲ βλέπων τούτου, τὸ πρόσωπον τὸ πάμφωτον ἀεί, πρέσβευε Πάτερ Θεόφανες, ὑπὲρ τῶν τιμώντων σε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σαρκικῶν ἡδονῶν με ἐλευθέρωσον τάχει μάκαρ Θεόφανες, καὶ τούτων ὑπεράνω, ἀξίωσον πετᾶσθαι, ὡς ἑώρακας Μάξιμον, ὅπου γὰρ θέλει Θεός, ἀργεῖ φύσεως τάξις.
Σόφισον με σοφίᾳ τῇ τοῦ Πνεύματος ὅπως Κυρίου θέλημα, γνώσωμαι ἐν τῷ βάθει, καὶ τοῦτο προθυμίᾳ, ἐκτελέσω ὁ δείλαιος, σοῦ δὲ τιμήσω σεπτῶς, Θεόφανες τὴν μνήμην.
Οὐράνιον τὸν νοῦν σου καὶ τὸ φρόνημα ἔχων μάκαρ Θεόφανες, ἐμὲ ἐσκοτισμένον, νέφεσιν ἁμαρτίας, σαῖς εὐχαῖς ἀποκάθαρον, καὶ τοῦ ἡλίου Χριστοῦ, ἔλλαμψιν χάρισαί μοι.
Θεοτοκίον.
Ἴθυνόν μου Παρθένε τὰς πορείας τοῦ βίου ταῖς ἱκεσίαις Σου, ὅπως εὐαρεστήσω, ὡς δοῦλος πανευγνώμων, τῷ τεχθέντι ἐκ μήτρας Σου, καὶ σώσαντί με Χριστῷ, οἰκονομίᾳ θείᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σοφίας θείας, ἀναδειχθεὶς σεπτὸς οἶκος, ἐλαχίστην ἀπόμοιράν μοι δίδου, ταύτης τῷ ἀσόφῳ, Θεόφανες παμμάκαρ.
Τρόποις οἷς οἶδας, ὦ Θεόφανες Πάτερ, καθοδήγησον τάλαιναν ψυχήν μου, πρὸς τὴν θεωρίαν, προσώπου τοῦ Κυρίου.
Ἐκ τῶν σκανδάλων, τοῦ ἐχθροῦ τήρησόν με, ἀδιάφθορον καὶ ἀξίωσόν με, στῆναι δεξιόθεν, Θεόφανες Δεσπότου.
Θεοτοκίον.
Καταβληθέντα, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐκ ποικίλων Παρθένε νοσημάτων, Σὺ ἀνάστησόν με, πρεσβεύουσα Κυρίῳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ναοῦ ἀκαταλύτου, ὢν νῦν ἱεράρχης, τῶν σὲ τιμώντων Θεόφανες μνήσθητι, καὶ συμμετόχους τῆς θείας, δόξης ἀνάδειξον.
Ὁ τῆς ἐπισκοπῆς σου, κλῆρος καὶ λαός τε, σὲ δυσωποῦμεν Θεόφανες ἔνδοξε, ἀεὶ τῇ σκέπῃ εὐχῶν σου, ἡμᾶς ἐνίσχυε.
Ἰδὼν τῶν ἱκετῶν σου, θλίψεις καὶ ἀνάγκας, χεῖρας σεπτάς σου Θεόφανες ἔκτεινον, ὅπως τὴν λύσιν παράσχη, ὁ Πολυέλεος.
Σωμάτων ἀσθενείας, καὶ ψυχῶν τὰ ἄγχη, μακρὰν τῶν τέκνων σου δίωξον Ἅγιε, ὅπως ἀεί σε τιμῶμεν, Πάτερ Θεόφανες.
Θεοτοκίον.
Ἀκήρατε Παρθένε, σὺν τῷ Θεοφάνει, τὸν Ἀγαθὸν ἱλεώσατε Κύριον, ὅπως πιστοὺς Ξάνθης σκέπῃ, Αὐτοῦ τῇ χάριτι.
Ἄξιόν ἐστι... καὶ τὰ Μεγαλυνάρια.
Δεῦτε εὐφημήσωμεν ἐκ ψυχῆς, θεῖον Θεοφάνην ὄρους Ἄθω ἄνθος τερπνόν, Ξάνθης τε ποιμένα, καὶ Περιθεωρίου, ὅπως ἔνθεον πρέσβυν, τοῦτον πλουτήσωμεν.
Ἔκτεινόν σου χεῖρας τὰς πατρικάς, Θεόφανες μάκαρ καὶ ἱκέτευε ἐκτενῶς, ἀγαθὸν Δεσπότην, ὑπὲρ λαοῦ καὶ κλήρου, τῆς Ξάνθης ἧς ὑπῆρξας, ποιμὴν χριστόψυχος.
Λύτρωσαι κινδύνων τῶν ψυχικῶν, καὶ σωμάτων νόσους ἀποδίωξον ἀφ’ ἡμῶν, ὅπως εὐγνωμόνως, Θεόφανες τιμῶμεν, τὴν πάντιμόν σου μνήμην ἁγιαζόμενοι.
Ἀρχαγγελιώτισσαν τὴν Ἁγνήν, ἔχων συμμάχον σοι ὦ Θεόφανες ταῖς εὐχαῖς, θρόνῳ τοῦ Δεσπότου, προσπίπτετε ἀπαύστως, καὶ χάριν ἐξαιτεῖσθε ἡμῖν τὴν ἄφθονον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Τρισάγιον. Ἀπολυτίκιον.
Εἰς τὴν ἀπόλυσιν, τὸ προσόμοιον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δέξαι, ὡς φιλόθεος ποιμήν, τέκνων σου φωνὰς καὶ δεήσεις, Πάτερ Θεόφανες, καὶ δεινῶν ἀπάλλαξον ἡμᾶς καὶ θλίψεων, ἐν καιρῷ δὲ τῷ μέλλοντι, παράσχου ὡς δῶρον, τὸν γλυκὺν Παράδεισον, ἔνθα ὁρᾷς Ἰησοῦν, ἅμα τῇ Ἁγνῇ Θεοτόκῳ, καὶ χοροῖς Ἁγίων ἁπάντων, τῶν ἀξιωθέντων τῆς θεώσεως.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ εὐχῶν.



                            πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου