Ευλογημένη πνευματική περιήγηση

Παρασκευή 27 Μαΐου 2016

ΜΑΪΟΣ 27!! ΘΕΡΑΠΩΝ ΙΕΡΟΜΑΡΤΥΣ ΣΑΡΔΕΩΝ ΠΑΡΑΚΛΗΣΙΣ

  ΜΑΪΟΣ 27!! ΘΕΡΑΠΩΝ ΙΕΡΟΜΑΡΤΥΣ ΣΑΡΔΕΩΝ ΠΑΡΑΚΛΗΣΙΣ 
 
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἱερέα Σαρδικῆς Ἐκκλησίας, πιστὸν Θεράποντα Κυρίου ὁπλίτην, οἱ εὐσεβεῖς τιμήσωμεν ψαλμοῖς ἱεροῖς, χαίροις Μάρτυς ἀξιΰμνητε, ἐκβοῶντες χαρμονικῶς, φρούρει τοῦ Ἀμπελικοῦ, ἐν τῇ Λέσβῳ τὴν κώμην, τὴν κεκτημένην οἶκόν σου σεπτόν, καὶ σῷζε πάντας, τοὺς σὲ μεγαλύνοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἐνδόξου Θεράποντος ᾄδω ἆθλα. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἐνθέως ὑμνεῖν σου τὰ θαυμαστά, Θερᾶπόν μοι δίδου, θείας χάριτος φωτισμόν, καὶ κάθαρον σῶμα νοῦν ψυχήν μου, πνευματοφόρε πιστῶν καταφύγιον.
Νεότατος ἔδραμες πρὸς Χριστόν, τῷ ἔρωτι Τούτου, τετρωμένος Μάρτυς ψυχῇ· διὸ πόθον θεῖον δὸς λιταῖς σου, Ἱερομάρτυς κἀμῖν τοῖς σὲ μέλπουσι.
Δεήθητι Μάρτυς τῷ Λυτρωτῇ, Χριστῷ ἀναστάντι, ἐκ τοῦ τάφου λαμπροφανῶς, κινδύνων καὶ θλίψεων ῥυσθῆναι, τοὺς σὲ τιμῶντας ἐν τῷδε σεμνείῳ σου.
Θεοτοκίον.
Ὀδύνην ψυχῇ μου τῇ ῤυπαρᾷ, προὐξένησε Μῆτερ, ἡ διάνοια πρὸς ῥοπήν, ὠθοῦσα τὴν φύσιν ἁμαρτάνειν, ἀλλ’ εἰς χαρὰν ταύτης ἄλγος μετάτρεψον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ξενοδόχησον Μάρτυς χώρᾳ τρυφῆς ἅπαντας, ὡς ἐφιλοφρόνισας ξένους, πόλει τῶν Σάρδεων, καὶ πειρασμῶν ἐξελοῦ, δαιμονικῆς ἐπηρείας, ὦ Θερᾶπον πάντιμε, τοὺς σὲ γεραίροντας.
Οἰδημάτων τὰ ἄλγη ἡμῶν πληγῶν τραύματα, ἴασαι σοφὲ ἐπιχέων, ὕδωρ ὡς βάλσαμον, πηγῆς ἀγιαστικόν, ἔξωθεν θείου ναοῦ σου, ὡς ἀκέστωρ ἄριστος, πᾶσιν ἀνάργυρος.
Ὑψηλόφρονος γνώμς παρ’ ὃ δεῖ ἀπάλλαξον, καὶ φρονεῖν μοι δὸς ἄνω Μάρτυς, ἀεὶ τὰ κρείττονα, ὥσπερ ἐβίωσας σύ, ἐν πολιτείᾳ ἀμέμπτῳ, ἵνα δόξης μέτοχον, Κύριος δείξῃ με.
Θεοτοκίον.
Θεοτόκε Παρθένε ὡς κιβωτὸν ἔχομεν, Σὲ καὶ σωτηρίας ὁλκάδα, οἱ καταφεύγοντες, ὑπὸ τὴν σκέπην τὴν Σῆν, ὅπως ἡμᾶς ὁδηγήσῃς, εἰς λιμένα εὔδιον, τοῦ θείου Τόκου Σου.
Διάσωσον, Ἱερομάρτυς Θερᾶπον τοὺς ἀνυμνοῦντας, μνήμην θείαν σου εὐλαβῶς καὶ οἴκῳ σου σπεύδοντας, λυτρούμενος νόσων τε καὶ κινδύνων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ πρέσβυν σε πρὸς Κύριον, πτωχῶν βοηθόν, νοσούντων τὸν θεράποντα, πλουτιστὴν κεκτήμεθα, πάντες θείας χάριτος κράζοντες· πρόφθασον ἡμᾶς ῥῦσαι ἀναγκῶν, Ἱερομάρτυς Θερᾶπον τάχιστα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐλευθέρωσον Ἅγιε, ἡμᾶς ἐπηρείας ἐχθροῦ κακώσεων, καὶ λαμπρῷ φωτὶ καταύγασον, τὰς καρδίας τῶν πιστῶς ὑμνούντων σε.
Ῥαθυμίαν ἐκδίωξον, ψυχικὴν ἀπόθου πλάνας αἱρέσεων, ἀφ’ ἡμῶν Θερᾶπον ἔνδοξε, καὶ παράσχου βίον ἀνεπίληπτον.
Αὐγασθεὶς θείᾳ χάριτι, νόσους σὺ ἰάσω τῶν προσιόντων σοι, νῦν κἀμῶν τῶν εὐφημούντων σε, ἔπαρον ἐμπύρετον ἀσθένειαν.
Θεοτοκίον.
Παναμώμητε Δέσποινα, ὄντες συμβολῇ πονηρᾷ τοῦ ὄφεως, φιλαμάρτητοι δεόμεθα, Σὸν Υἱὸν δυσώπει παθῶν ῥύσασθαι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄρους ἀναβάς, ἀρετῶν τῷ ὕψει Ἅγιε, ἕλκυσον ἡμᾶς πρὸς βίον ταπεινόν, ὅπως εἰς δόξαν, Χριστοῦ τὴν λαμπρὰν ἀνέλθωμεν.
Νῷ μὴ ταραχήν, δῶς σαρκὸς ἡμῶν σκιρτήματα, σαῖς λιταῖς κόπασον Θερᾶπον ταχύ, πρὸς τὸν Σωτῆρα γαλήνην ψυχῆς δωρούμενος.
Τοῦ Ζωοποιοῦ, ἀριστεῦ Σταυροῦ ἐνίσχυσον, τῇ ἀηττήτῳ δυνάμει νῦν ἡμᾶς, ἵνα δαιμόνων κατατροπούμεθα φάλαγγας.
Θεοτοκίον.
Ὁ Δημιουργός, ἵνα σώσῃ γένος ᾤκησεν, ἐν τῇ γαστρί Σου Κόρη σωματικῶς, Ὃν ἐκδυσώπει, ἡμᾶς τρυφῆς ἀξιώσασθαι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Συνέτριψας, κατειδώλων φρύαγμα, ἐναθλήσας καρτερῶς τοῖς βασάνοις· ὅθεν ἡμῖν, δὸς Θερᾶπον στεῤῥόν σου, τοῦ ὑπομένειν ἐν βίῳ τὰ πάνδεινα, καὶ φεύγειν τόξων ἐχθρικῶν, προσβολὰς ἰοβόλους τῇ σκέπῃ σου.
Ἀνάψυξον, τοὺς πιστοὺς τῷ ὕδατι, καὶ σκιᾷ τῆς χάριτός σου Θερᾶπον, ὁδὸν Χριστοῦ, τὴν σωτήριον δεῖξον, καὶ μετανοίας ἡμῖν πύλας ἄνοιξον, τοῖς ψάλλουσι περιχαρῶς, ἀριστείας σου καὶ τὰ θαυμάσια.
Δαιμόνων, ἐγεννήθη ἐπίχαρμα, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι κακῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθῦν ὁ βελίαρ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους τῷ Χριστῷ, λιταῖς κράζω Θεράποντος σῶσόν με.
Θεοτοκίον.
Ὡράϊσμα, παρθενίας ἄσπιλε, ἀνεφύης ἀειπάρθενε Μῆτερ, Σὺ γὰρ τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· ἀεὶ δ’ ὑμνοῦμεν Σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.
Διάσωσον, Ἱερομάρτυς Θερᾶπον τοὺς ἀνυμνοῦντας, μνήμην θείαν σου εὐλαβῶς καὶ οἴκῳ σου σπεύδοντας, λυτρούμενος νόσων τε καὶ κινδύνων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτωρ πέλεις τῶν πτωχῶν παναοίδιμε, καὶ μεσίτης τῶν Χριστιανῶν πρὸς τὸν εὔσπλαγχνον, σὺ Θερᾶπον Ἀμπελικοῦ ἀεὶ κώμην φρουρείς· διὸ πρόφθασον ὦ ἀριστεῦ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς προσκαλούντων σε· ἴασαι τοὺς νοσοῦντας, καὶ ῥῦσαι δαιμονοπλήκτους, ναόν σου τήρει ἀβλαβῆ, τὴν δ’ Ἑλλάδα σκέπε ἅπασαν.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μὴ οὖν ἀποῤῥίψης με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα ὁσιόαθλε, Ἅγιε σῶσόν με, πιστῶς προσπίπτοντα, σῇ εἰκόνι ἀσπαζόμενος, ἴασιν δώρησαι ἄμφω, τῶν κινδύνων ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου, ἵν’ ὑμνολογῶ σου, πληθὺν τῶν θαυμασίων ἀληθῶς, καὶ μεγαλύνω τοῖς ᾄσμασι, μνήμην σου τὴν πάμφωτον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀγάλλου νῦν Θερᾶπον μετὰ τῶν Ἀσώματων καὶ τῶν Ἁγίων Χριστόν, ἐκδυσωπῶν εὐχαῖς σου, ὅπως πυρὸς ῥυσθῶμεν, αἰωνίου οἱ κράζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θαυμάτων ἐπαρδεύεις τὴν τιμῶσάν σε Λέσβον καὶ κώμην Ἀμπελικοῦ, Θερᾶπον θεοφόρε· διὸ τοῖς ἐκβοῶσι, περιφρούρει κακώσεων· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Λαμπρῶς σε μεγαλύνει ἡ πληθὺς Ὀρθοδόξων Ἱερομάρτυς Χριστοῦ, λιταῖς σου ἐκζητοῦσα, λυτρώσασθαι κινδύνων, καὶ τρυφῆς ἀξιώσασθαι, τῆς Βασιλείας Θεοῦ, ὡς ἔχων παῤῥησίαν.
Θεοτοκίον.
Ἀπειρόγαμε Νύμφη Σὲ πάντες καθορῶμεν Βᾶτον ὡς ὄρει Μωσῆς, προεῖδεν ἐν Σιναίῳ, φλογὶ παραδοθεῖσαν, ἀλλ’ δ’ ἄφλεκτον μείνασαν· διὸ τὴν φλόγα παθῶν, ἡμῶν σβέσον Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γάννυται Λέσβος, ἐν σοὶ Θερᾶπον τρισμάκαρ, καὶ Χριστῷ βοᾶ ἐγκαυχωμένη· σῶσον ἡμᾶς Σῶτερ, πρεσβείαις τοῦ Σοῦ δούλου.
Ἐλέους θείου, καὶ δωρεῶν ἔμπλησόν με, ταπεινῶν φρονεῖν ἵν’ ἀνυμνῶ σε, ὦ πιστὲ Θερᾶπον, Χριστοῦ Ἱερομάρτυς.
Ὤφθης πολλάκις, Μάρτυς λαὸν περισκέπων, καὶ πιστοὺς εἰκόνα σου τιμῶντας· ὅθεν ἡμᾶς σκέπε, ἐκ θλίψεων καὶ νόσων.
Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, γηγενῶν ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον δὸς βίον, Σάρδεων ἡ δόξα, πᾶσιν ἡμῖν ὦ Θερᾶπον ὁπλῖτα Χριστοῦ, καὶ ἐξελοῦ Ὀρθοδόξους, βλάβης αἱρέσεων.
Ἱκέτευε Σωτῆρα, ἵνα ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ Θερᾶπον ἡμᾶς, τοὺς τὴν σὴν ἔνδοξον μνήμην, πανηγυρίζοντας.
Ὀρδὰς τῶν ἀλλοπίστων, σκόρπισον Θερᾶπον, ἡμᾶς τὰς ἐπαπειλοῦσας δουλῶσθαι οἰκτρῶς, καὶ ὑπερμάχει Ἑλλήνων, τῶν ἀνυμνούντων σε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον, ὁμολογοῦντάς Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις εὐσεβείας φάρος λαμπρός, κρήνη τῶν χαρίτων, τῶν θαυμάτων ὁ ποταμός, ἡ τροφὴ πενήτων, προσφύγων θεία στέγη, χηρῶν παραμυθία, Θερᾶπον πάντιμε.
Ποίησον Θερᾶπον σαῖς προσευχαῖς, ἡμᾶς Χριστοκέντρους, ἐν τῷ βίῳ εἶναι παντί, τοῦ φρονεῖν τὰ ἄνω, Βασίλεια τῆς δόξης, Θεοῦ μὴ ἐντολῶν Του, δ’ ἐπιλανθάνεσθαι.
Δὸς ἡμῖν τὰ κρείττω ταῖς σαῖς λιταῖς, ὦ Ἱερομάρτυς, τοῦ Κυρίου πανευκλεῆ, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ καὶ πίστιν, βίου διόρθωσιν.
Ποίει ποίμνην κώμης Ἀμπελικοῦ, σαῖς πρεσβείαις Μάρτυς, εἶναι ἄμπελον τοῦ Χριστοῦ, ἵν’ ἀεὶ ὑμνῇ σε, πανένδοξε Θερᾶπον, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, Ὀρθοδόξων ὁδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, ὦ Θερᾶπον ἔνδοξε, Ἱερομάρτυς στεῤῥέ, καταπλήττεις δὲ θαύμασι, τοῖς πόθῳ δραμοῦσι, καὶ ἐπικουρίαν σου, ἐπιζητοῦσι θερμῶς· ὅθεν δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, τοὺς σὴν θείαν μνήμην ὧδε μέλποντας.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.



                         πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου