Ευλογημένη πνευματική περιήγηση

Κυριακή 20 Μαρτίου 2016

ΚΥΡΙΑΚΗ ΟΡΘΟΔΟΞΙΑΣ. Κανὼν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον, ψαλλόμενος τῇ Κυριακῇ τῆς Ὀρθοδοξίας, ἐν τῇ λιτανείᾳ κατὰ πασῶν τῶν αἱρέσεων

ΚΥΡΙΑΚΗ ΟΡΘΟΔΟΞΙΑΣ




Κανὼν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον,


ψαλλόμενος τῇ Κυριακῇ τῆς Ὀρθοδοξίας,


ἐν τῇ λιτανείᾳ κατὰ πασῶν τῶν αἱρέσεων.


(Ἐκ τοῦ· ἘΥΧΑΙ ΚΑΤΑΝΥΚΤΙΚΑΙ, Τεργέστη, 1804).





ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.


Ὑπεραγία ἡ Θεὸν κυήσασα, τὸν συμφυῆ τῷ Πατρί, μονογενῆ λόγον, σύγχρονον ὁμότιμον. Κᾄν ὁ παράφρων Ἄρειος, κτίσμα τοῦτον ἐφρόνει, Πατρὸς οὐσίας ἀλλότριον, τοῦτον ἐκδυσώπω σωθῆναι ἡμᾶς.


Σὺ ὑπεδέξω ἐν γαστρὶ Παντάνασσα, τρισυποστάτου μιᾶς, ὡς ἀληθῶς ἕνα, τὸν Υἱὸν Θεότητος, καὶ σύγχυσιν Σαβέλλιος, ἀσεβῶς ἐννόησας, εἰς ἕν συνείρει τριώνυμον, πρόσωπον Τριάδα ὁ ἄθλιος.


Θεοκυῆτορ τὸ ἐπισκιάσαν σοι, ἄντιστον Πνεῦμα Θεοῦ, ὁμοφυὲς λόγῳ τῷ Πατρὶ δοξάζομεν, αὐτοῦ ἐκπορευόμενον, Μακεδόνιον πάντως, ληρᾶν ἀφέντες τὸν λέγοντα, αὐτοῦ εἶναι κτίσμα καὶ ποίημα.


Ἀπ’ οὐρανοῦ συγκαταβὰς ὁ Κύριος, ἐν σῇ νηδύϊ Ἁγνή, καὶ προσλαβὼν σάρκα, ἔννουν τε καὶ ἔμψυχον, ἡμῶν τὴν φύσιν ἔσωσεν, οἰμωζέτω δὲ ἄνουν, ψυχὴν κτισθῆναι τὸν Κύριον, λέγων ἄνους ἀπολλινάριος.




ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.


Τῷ μὴ σὲ Θεοτόκον, ὡς ἀληθῶς λέγοντι, μετὰ Νεστορίου ὁ κλῆρος εἴη Παντάνασσα, ὅστις ψιλὸν τὸν Χριστόν, εἶναι βροτὸν δογματίζων, χριστοτόκον ἔλεγε τὴν Θεοτόκον σε.


Ἐξ αἱμάτων ὁ σάρκα, τῶν σῶν λαβὼν Δέσποινα, καὶ ἐνανθρωπήσας βουλήσαι λύμης Μαρκίωνος, τοῦ ἀσεβοῦς καὶ ἀρχάς, εἰσαγαγόντος ἀφρόνως, τὰς τρισὰς τὴν ποίμνην σου λιταῖς σου ῥύσαι.


Αἰωνίων βασάνων, ῥῦσαι ἡμᾶς πάναγνε, εὐσεβοῦντες γὰρ καὶ φρονοῦμεν ὡς ἐμπαθέστατος, κρίσιν καὶ κόλασιν πρὸς ἀπειλὴν ἐλοιδόραι, συγγεγράφθαι πλάσματι μόνῳ Εὐνόμιος.




ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.


Τοῦ Εὐτυχοῦς, αἵρεσις τοῦ νηπιόφρονος, μίαν φύσιν ἔλεγε μεθ’ ἕνωσιν ἐπὶ Χριστοῦ, ὅτι δὲ ἐκ σοῦ, σῶμα ὦ Παρθένε ὁ Κύριος προσελάβετο, μιᾶς ἡμῖν οὐσίας, μὴ φρονῶν σὺν Σεβήρῳ, ὧν τὴν δόξαν ἡμᾶς διακόπτομεν.


Χεὶρ ἡ τοῦ σοῦ, Υἱοῦ Παρθένε με ἔπλασεν, ὅς τὸν κόσμον ὅλως συνεστήσατο, καὶ μανεὶς Μάνης, τὰς διττὰς ἀρχὰς ἐπεισῆγε, Θεοὺς τὰς δύω ἐδίδασκεν, ἀγαθὸν μὲν τὸν ἕνα, πονηρὸν δὲ τὸν ἄλλον, καὶ τὴν κτίσιν αὐτοῖς συνεμέριζε.


Θεοστυγής, οὗτος ἁγνὴ καὶ τὴν σάρκωσιν, τοῦ Υἱοῦ σου εἴρηκα ἐν σχήματι, οὐκ ἀληθῆ ταύτην οίηθείς, καὶ παθεῖν δοκήσει, αὐτὸν ἀθέως ἐδίδασκεν, ἄγοντα μίαν φύσιν, τῆς θεότητος μόνης τῆς μανίας οὖν τούτου ῥυσθείημεν.


Σῶμα Χριστοῦ, ἔλεγεν ἄψυχος Ἄρειος, ὡς ἀρκούσης τούτῳ τῆς θεότητος, ἀντὶ ψυχῆς σπεύδων δολερῶς, ὅσα τῶν ἀνθρώπων ὁ λόγος ἔλεγε ῥήματα, θεότητι προσάπτειν, ἵνα δόξης ἐλάττω τὸν Υἱὸν τοῦ Πατρὸς ὦ Παντάνασσα.




ᾨδὴ ε΄. Ἵνα τί μὲ ἀπώσω.


Ὑποδίκῳ κολάσει, ὄντι αἰωνίῳ μοι Κόρη βοήθησον. Τὴν γὰρ Ὠριγένους, οὐ προσδέχομαι δόξαν, διδάσκοντος χρονικὰ τυγχάνειν, καὶ τέλος γεέννης, τὰ φρικτὰ καὶ δεινὰ κολαστήρια.


Σὺν Διδύμῳ διδάσκει, πάλιν ὁ Εὐάγριος ψυχῶν προΰπαρξιν, ἐκ τοῦ Ὤριγένους, τὴν ἀλλόκοτον πλάνην δεξάμενος, ἀλλ’ ἡμῖν τὸ δόγμα τὸ εὐσεβὲς συντηρηθείη, σαῖς πρεσβείαις Παντάνασσα ἄτρεπτον.


Τῶν αὐτῶν ἐστὶ δόγμα, αὖθις καὶ τοὺς δαίμονας ἀποκατάστασιν, μέλλειν εἰληφέναι, καὶ ἀνθρώπους τὰ ἄθεσμα πρὸς αὐτὰς μέλλειν μετ’ Ἀγγέλων, ἀναπληρῶσαι τὴν ἑννάδα, ἥν μυθεύονται γνώμῃ κακόφρονι.




ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.


Ἀνάστασιν ἀσεβῶς, νεκρῶν Μαρκίων οὐκ ἔλεγε, καὶ Βάπτισμα δὲ τρισίν, ἐδίδου τοῖς πταίουσιν, ἀλλ’ ἡμᾶς ἕν Βάπτισμα, ἔγερσιν νεκρῶν τε Θεομῆτορ δεδιδάγμεθα.


Τὰς τρίβους μοι ὦ σεμνή, κατεύθυνον πρὸς μετάνοιαν, ἥν ὁ Νανάτος ἡμῖν, ἠρνεῖτο τοῖς πταίουσι, καὶ μετὰ τὸ Βάπτισμα ἀναξίως τοῦτο οἰηθεὶς φιλανθρωπίας Θεοῦ.


Οἱ κλήσει ἐγκρατευταί, τὸν γάμον ἀπαγορεύουσι, καὶ τῶν ἐμψύχων αὐτοί, τὴν βρῶσιν βδελύττονται, ἡμᾶς δὲ τοῖς δόγμασι τοῦ Υἱοῦ σου πάντας στερεώσαις Μητροπάρθενε.




ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.


Νοὸς κυριεύειν μέν, τοῦ τῶν ἀνθρώπων τὸν σατανᾶν ἀσεβῶς, ἐνοικεῖν δὲ ἐν τούτοις ἐνυποστάτω φασὶ Μασαλιανοί, τῆς πονηρίας τὰ πνεύματα Δέσποινα. Σαῖς οὖν λιταῖς ὁ Θεὸς ἐνοικησάτω ἡμῖν.


Λαλοῦσιν οἱ ἄθεοι, τὰ χείρω φύσαι παραμαρτεῖν τοῖς βροτοῖς, καὶ πρὸς ταύτοις δὲ δύω ψυχὰς κεκτῆσθαι, τὴν μὲν ἀνθρώποις κοινήν, τὴν δ’ ἆν ἑτέραν οὐράνιον Ἄχραντε. Σὺ δὲ ψυχῇ τῇ ἐμῇ δίδου αἱρεῖσθαι καλά.


Ἐκτρέπονται Δέσποινα, τὴν ἐργασίαν τὴν τῶν χειρῶν ὡς πιστοῖς, μὴ ἁρμόζουσαν Παύλου, νομοθετοῦντος ἄρτου μὴ γεύεσθαι, δυνατόν γε τοῦ Πνεύματος δέξασθαι ὑπόστασιν, τὴν αὐτὴν ὡς ἐν αἰσθήσει φασίν.






ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.


Κακῶν φρονῶν Ἀέτιος, μὴ δεῖν προσφέρειν ἔλεγεν, ὑπὲρ τεθνεώτων, μηδεμίαν οἴησιν, ἐκ τούτου καρποῦσθαι γάρ. Μηδὲ νηστεύειν ἔφασκε δεῖν, ἔν τε τῇ δε καὶ τοὺς ἀφρόνως Ἀρείῳ περὶ πίστιν, καὶ αὐτὸς ὤν ὁμόφρων. Παντάνασσα τῆς τούτου ῥῦσαί με ἀσεβείας.


Ἐξ ἀσεβῶν δογμάτων τε, Παύλου Κόρη Θεόνυμφε, τοῦ Σαμοσατέως ἐξελοῦ τὴν ποίμνην σου, Υἱὸν τὸν προάναρχον, προφορικὸν γὰρ λόγον εἰπών, καὶ Δημιουργόν δε, τὸν Θεὸν κακῶν πνεῦμα, κεχρῆσθαι ὡς ὀργάνῳ, ἐδογμάτιζε τούτου, ἀρχὴν ἐκ σῆς νηδύος, Παρθένε εἰληφέναι.


Ἱερωτάτων δόγμασι, Διδασκάλων ἑπόμενοι, δύω τὰς θελήσεις καὶ διπλῆν ἐνέργειαν, Χριστοῦ ἐπιστάμεθα, σὺν τῷ Σεργίῳ Πύῤῥον ληρεῖν, καὶ τοὺς ὁμοδόξους, ἁγνὴ τούτων ἐῶντες, τοὺς λέγοντας τὴν σάρκα τοῦ Κυρίου ἀφρόνως, ἐθέλητον ὑπάρχειν, καὶ δίχα ἐνεργείας.


Μίαν ἀρχὴν κηρύττει μὲν Ἀπελλὴς ὦ Παντάνασσα, ἕνα δὲ Υἱὸν ὁμολογεῖ αἰώτατον. Τὸν ἕνα δὲ ἕτερον, πεποιηκέναι αὖθις φησίν, ὅν ὡς πονηρόν, δημιουργὸν γεγενῆσθαι, τοῦ κόσμου δογματίζει, πονηρὸς ὤν ἐκεῖνος, ἀχάριστόν τε κτίσμα πυρὸς ἄξιον μόνον.




ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τοῦτο ὁ οὐρανός.


Εἰκόνων τὴν προσκύνησιν τῶν σεπτῶν ἐπεκώλυσε Λέων ὁ Ἴσαυρος. Οὗτο ἀρχὴ τῶν εἰκονομάχων γὰρ γεγονώς, σὸν χαρακτῆρα πάντιμον, καὶ τὸν τοῦ Υἱοῦ σου τὸν τῆς σαρκός, κατέσπα Θεοτόκε, καὶ πάντων τῶν Ἁγίων, ἐξ ἀσεβείας ᾗς ῥυσθείημεν.


Λαὸν ὅν ἐλυτρώσατο σὸν Υἱός, βδελυρᾶς ῥῦσαι Κόρη αἱρέσεως νεοφανοῦς, τῆς τῶν Βογομύλων, ὅνπερ φασί, τὸ τοῦ ἀνθρώπου σῶμα μέν, εἶναι πλάσμα μόνον τοῦ πονηροῦ ψυχὴν δὲ αὖ τυγχάνειν Θεοῦ ἐπουρανίου κοινὸν δ’ ἀμφεῖν Θεὸν οὐ λέγουσι.


                        πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου