Ευλογημένη πνευματική περιήγηση

Πέμπτη 10 Μαρτίου 2016

ΚΑΝΟΝΑΡΙΟΝ ΕΙΣ ΚΕΚΟΙΜΗΜΕΝΟΥΣ. ΜΕΡΟΣ 5ο. ΚΑΝΟΝΕΣ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ ΚΑΙ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑ ΝΗΠΙΑ

ΑΠΑΝΤΑ ΥΠΟ ΝΕΚΤΑΡΙΟΥ ΜΑΜΑΛΟΥΓΚΟΥ http://www.nektarios.gr/


iv. ΚΑΝΟΝΕΣ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ


16. ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ

(Crypt. gr. Γ. β. V-Γ. α. XXV ἔχ. 1019, φφ. ιζ΄ β ἤ 1β-ββ)

http://www.plus4u.gr/images/108/108067580.jpg?t=1449178238



Ἦχος πλ. δ´. ᾨδὴ α´. Ποίημα Κασσίας. Ἁρματηλάτην.

Ὕψος καὶ βάθος τὶς ἐκφρᾶσαι δύναται* τῆς σῆς σοφίας Χριστὲ* καὶ τῆς δυνάμεώς σου* τὸ ἄπειρον πέλαγος* πῶς ἐκ μὴ ὄντων ἅπαντα* τῇ βουλῇ καὶ τῷ λόγῳ* τῷ σῷ παρήγαγες Δέσποτα* ὅθεν σε ἀπαύστως δοξάζομεν.

Πέπονθεν πρὶν ἐπιβουλὴν τὸ πλάσμα σου* ἐν τῇ Ἐδὲμ λυτρωτά* καὶ τὸ εἰς γῆν αὔθις* ἀπελεύσαι ἤκουσεν* ὡς ἐκ τῆς γῆς γενόμενον* οὐκ ἐνέγκας πλὴν τοῦτο* ὑπὸ τοῦ ᾍδου κρατούμενον* ἦλθες ὁ Σωτήρ μου καὶ ἔσωσας.

Ἐπὶ τῆς γῆς ὁ ἐν ὑψίστοις γέγονας* σαρκὸς θνητῆς μετασχὼν* ἵνα θνητοὺς πάντας* ἀφθαρσίας Δέσποτα* καὶ εἰς τὴν πρὶν ἀπάθειαν * μεταστήσας ζωώσῃς * διὸ καὶ νῦν ὃν μετέστησας * τάξον ἐν σκηναῖς τῶν δικαίων σου.

Θεοτοκίον.

Δεδοξασμένα περὶ σοῦ λελάληνται * ἐν γενεαῖς γενεῶν * ἡ τὸν Θεὸν λόγον * ἐν γαστρὶ χωρήσασα * ἁγνὴ δὲ διαμείνασα * Θεοτόκε Μαρία * διὸ πρεσβείαις σου λύτρωσαι * τὸν προκοιμηθέντα τῆς κρίσεως.


ᾨδὴ γ´. Ὁ στερεώσας.

Ὅταν ἐλευση ὁ Θεὸς * ἐπὶ τῆς γῆς μετὰ δόξης * καὶ ὡς μέλλῃς * τὰ πρακταῖα ἑκάστου * μέχρι λόγου παριστᾶν * ἀργοῦ τε καὶ ἐννοίας ψιλῆς * τὸν μεταστάντα φεῖσαι * καὶ ῥῦσαι τοῦτον τῆς κρίσεως.

Νεκρῶν ἐν τρόμῳ καὶ σπουδῇ* τὸν τάφον ἀποτρεχόντων* ἐκ τῆς σάλπιγγος ἠχούσης Σωτήρ μου* καὶ ἀγγέλων φοβερῶν σου προστρεχόντων Κύριε* τῷ μεταστάντι* φεῖσαι* καὶ τάξον τοῦτον ἐν χώρᾳ ζωῆς.

Τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς * σαλευομένων οἰκτείρμον * καὶ στοιχείων λυομένων ἐν φόβῳ * τὸν ἰκέτην σου φαιδρῶς * πρός ὑπάντησιν ποίησον * ὅτι ἐκτός σου ἄλλον * Δέσποτα Θεὸν οὐκ ἔγνωκεν.

Θεοτοκίον.

Τῶν Χερουβὶμ καὶ Σεραφὶμ * ἐδείχθης ὑψηλότερα * Θεοτόκε σὺ γὰρ μόνη ἐδέξω * τὸν ἀχώρητον Θεὸν * ἐν σῇ γαστρὶ χωρήσασα * διὸ αὐτὸν δυσώπει * κρίσεως ῥῦσαι τοὺς δούλους σου.






ᾨδὴ δ´. Σύ μου ἰσχὺς Κύριε.

τῆς ζωῆς * Κύριος καὶ τοῦ θανάτου Χριστὲ * ὁ σωμάτων * καὶ ψυχῶν ταμίας τε * ὅταν φρικτῆς * μέλλῃς ἐπὶ γῆς * μετὰ ἀγγέλων τῶν σῶν ἐν δόξῃ ἐλεύσεσθαι * καὶ κρῖναι πᾶσαν κτίσιν * τὸν πρός σε μεταστάντα * δεξιοῖς σου προβάτοις κατάταξον.

Νεῦσον Χριστὲ * Κύριε πρός ἱκεσίαν ἡμῶν * καὶ τῆς ἄνω * θείας κληρουχίας σου * τὸν ἐξ ἡμῶν πίστει εἰς σὲ * προκεκοιμημένον * ἀξίωσον ὡς φιλάνθρωπος * φωνῆς τε σοῦ ἀκοῦσαι * τῆς γλυκείας καλούσης * εἰς ἀνάπαυσιν τοῦτον δεόμεθα.

Ἅπας βροτὸς * οἴχεται γῆ γάρ ἐστίν, καὶ σποδός * σοὶ δὲ μόνος * μένεις εἰς αἰῶνας Χριστὲ * ἀνελλειπὴς * μένεις γὰρ Θεὸς * διό σοι βοῶμεν * τῆς σῆς ἀλήκτου ἀξίωσον * χαρᾶς τὸν σὸν ἱκέτην * τοῦ βοᾶν εὐχαρίστως * τῇ δυνάμει σου δόξᾳ φιλάνθρωπε.

Θεοτοκίον.

Τῶν πάντων * καύχημα πέλεις ἀνύμφευτε * σὺ προστάτης * σὺ καὶ καταφύγιον * χριστιανῶν * τεῖχος καὶ λιμὴν * πρός γὰρ τὸν Υἱόν σου * ἐντεύξεις φέρεις πανάμωμε * αὐτὸν καὶ νῦν δυσώπει * τοὺς προτελειωθέντας * τῆς κολάσεως ῥύσασθαι πάναγνε.


ᾨδὴ ε´. Ἵνά τι με ἀπώσω.

Μετὰ δόξης οἰκτίρμων* ὅταν ἥξῃς τοῦ κρῖναι* δικαίως πᾶσαν τὴν γῆν* καὶ διαχωρήσης* ἐξ ἀδίκων δικαίους ὡς γέγραπται* δεξιοῖς προβάτοις τὸν ἐξ ἡμῶν* συναριθμήσας* μεταστάντα οἰκτίρμων ἀνάπαυσον.

Ἀτελεύτητος ὄντως* τοῖς ἀσώτως ζήσασιν* ἐστίν ἡ κόλασις* ὁ βρυγμὸς* καὶ σκώληξ* καὶ κλαυθμὸς ἀπαράκλητος Κύριε* καὶ τὸ πῦρ ἐκεῖνο* τὸ ἀφεγγὲς* τὸ σκότος πάλιν* ἐξορῖσαι τὸν δοῦλόν σου εὔσπλαγχνε.

Χαρᾶς τῆς ἀπεράντου* καὶ ἀδιαφθόρου τρυφῆς σου Χριστὲ Σωτὴρ ἡμῶν* τὸν προκοιμηθέντα* καταξίωσον ὡς εὐδιάλλακτος, τῶν ἐν βίῳ πάντων* ἀμνημόνων* ἁμαρτημάτων* οὐ γὰρ ἔσχεν ἐκτός σου Θεὸν ἀγαθέ.

Θεοτοκίον.

Ἐν δυσὶ τελείαις ἕνα σε γινώσκομεν φύσεσι Κύριε * ἐνεργείαις ἀμφω * καὶ θελήσεσιν ὄντα ἀσύγχυτον * τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ γυναικὸς * λαβόντα σάρκα * ἧς τὴν θέαν τιμῶμεν τοῖς πίναξιν.


ᾨδὴ στ´. Ἱλάσθητί μοι Σωτὴρ πολλαὶ γάρ.

Ῥευστοὶ τεχθέντες βροτοὶ ἄῤῥευστοι ἀναστησόμεθα * καθὼς ἐξ ὕπνου φησὶν * ὡς Παῦλος ὁ πάνσοφος * βροντώσης τῆς σάλπιγγος * ἀλλὰ τότε ῥῦσαι * κατακρίσεως τὸν δοῦλόν σου.

Ἰλάσθητι ὁ Θεὸς * τῷ δούλῳ σου ἐν ἡμέρᾳ ὀργῆς * ὅταν γυμνοὶ ἐπὶ σοῦ παραστῆναι μέλλωσιν * τούτου Σῶτερ λύτρωσαι * τῆς φωνῆς ἐκείνης * τῆς σκότος προπεμπούσης Σωτήρ.

Συγκλείσης ὅτε Χριστὲ * ἐνταῦθα βίον καὶ πρᾶξιν ἡμῶν * καὶ στήσεις πάντων ἡμῶν * τῶν ἔργων μὴ ἐλέγξῃς Κύριε * ὅνπερ προσελάβου * ἀναμάρτητε τὰ πταίσματα.

Θεοτοκίον.

Ῥυσθείημεν τῶν δεινῶν πταισμάτων ταῖς ἱκεσίαις σου * Θεογεννῆτορ ἁγνὴ * καὶ τύχοιμεν πάναγνε * τῆς θείας ἐλλάμψεως τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.


ᾨδὴ ζ´. Θεοῦ συγκατάβασιν * τὸ πῦρ.

Τὸ ἀστεκτον Κύριε * τῆς σῆς φρικώδους, ἐπαγωγῆς ἐννοῶν, ὅπως μέλλεις δικαίως, κατὰ ἔργα * κρῖναι, ἑκάστου ἡμῶν * στενῶν βοῶ σοι * τῷ δούλῳ σου πάριδε * τὰ ἐν ἁγνοίᾳ Σωτὴρ * καὶ γνώσει πταίσματα.

Ὡς ἔχων μακρόθυμε * φιλανθρωπίας * ἄπλετον πέλαγος * τῶν πρός σε μεταστάντα * μὴ στήσεις ὅλως τὰ παραπτώματα * ἐν τῇ ἐτάσει * αὐτὸν κατὰ πρόσωπον * ἀλλὰ συγχώρησον * καὶ σῶσον τοῦτον Χριστέ.

Κριτὰ δικαιώτατε * ὅτε τὰς πράξεις * ζυγοστατήσεις ἡμῶν μὴ δικάσεις δικαίως * ἀλλὰ νικήσοι * ἡ ἀγαθότης σου * ὑπερσταθμῶσα * τὴν πλάστιγγα Κύριε * ᾗπερ τὰ φαῦλα Σωτὴρ * ἔργα βαρύνουσιν.

Θεοτοκίον.

Θαυμάτων ἐπέκειμαι * τὸ μέγα θαῦμα * τῆς σῆς ἀσκήσεως * διὰ τοῦτο βοῶμεν * ἁγνὴ παρθένε * Θεογεννήτρια τὰ σὰ ἐλέη * ἐπ᾿ ἐμοὶ θαυμάστωσον * καὶ τῆς μελλούσης ὀργῆς * ῥῦσαι καὶ σῶσόν με.


ᾨδὴ η´. Ἑπταπλασίως κάμινον.

Ἀπαγωγῆς φιλάνθρωπε* τοῦ προσώπου σου λύτρωσαι* καὶ τῆς φοβερᾶς σου ἀπειλῆς τὸν δοῦλόν σου* καὶ τοῦτον ἀξίωσον* τοῦ φωτισμοῦ τῆς γνώσεως* καὶ τῆς συνουσίας τοῦ βοᾶν σοι ἀπαύστως* οἱ παῖδες εὐλογεῖτε* ἱερεῖς ἀνυμνεῖτε* λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Σοῦ ὁ θυμὸς φιλάνθρωπε * ἐκχυθήτω δεόμεθα * ἐπὶ τοὺς ἐν σοὶ μὴ ἠλπικότας ὅμως Χριστὲ * ὁ οἶκτος δὲ ἄναται * καὶ ἡ πλουσία χάρις σου * ἐπὶ τοὺς εἰς σὲ πεπιστευκότας δοθήτω * λαύρας σου γὰρ καὶ ποίμνη * καὶ πρόβατα νομῆς σου * καὶ σὲ ὑπερυψοῦμεν * εἰς πάντας τοὺς αἰῶνας.

Σοῦ τὸ φρικτὸν ποτήριον* τοῦ ἀκράτου κεράσματος* τὸ ἐν τῇ χειρί σου Λυτρωτὰ δεόμεθα* πραότητι σύμμιξον* καὶ τῆς τρυγίας τούτοις τοὺς σοὺς* λύτρωσαι ἱκέτην* ὃν* ἐκ γῆς προσελάβου* καὶ τάξον ἐν τῇ χώρᾳ* τῶν πραέων οἰκτίρμων* ὑμνεῖν καὶ εὐλογεῖν σε* εἰς πάντας τοὺς αἰῶνας.




Θεοτοκίον.

Ἱκετικῶς βοῶμέν σοι Θεοτόκε πανύμνητε * μετὰ τῶν ἀπείρων νοερῶν δυνάμεων * μαρτύρων ὁσίων τε * καὶ ἀποστόλων καὶ προφητῶν * ποίησον πρεσβείαν * ὑπὲρ τῶν μεταστάντων * χορεύειν σὺν ἀγγέλοις * ψάλλειν δὲ τῷ Υἱῷ σου * λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.

Ἱστῶντός σου οἰκτίρμον τὸ φοβερὸν* δικαστήριον ὅτε ἡ γῆ καὶ ὑγρᾷ * φόβῳ πολλῷ* κτήνη καὶ θηρία καὶ ἑρπετά* καὶ τοὺς νεκροὺς* τοὺς ἑαυτῶν ἐν τρόμῳ σου Σῶτερ ἀποπέμπουσιν πρός τὴν σὴν* ὑπάντησιν σπουδαίως τὸν πίστει μεταστάντα* δεόμεθά σου μὴ καταισχύνῃς ὑπεράγαθε.

Ἀείμνηστοι πατέρες καὶ ἀδελφοὶ * συγγενεῖς τε καὶ φίλοι καὶ σύμψυχοι τὴν ὁδὸν * προκαταλαβόντες τὴν φοβερὰν * ἀντὶ μερίδος δέξασθαι * δῶρον τὸ ἐφύμνιον παρ᾿ ἐμοῦ * καὶ ὅσοι παῤῥησίας ἐτύχετε τὸν κτίστιν * ὑπὲρ νοῦν καθικετεύσατε.

Σωτὴρ ἀπελπισμένων σου τὴν φρικτὴν * ὥσπερ εἶπας θυσίαν τελοῦντες φρικτῶς * καὶ τὴν φρικτὴν * ἑκουσίως ἀγγέλοντες τὴν σφαγὴν * εἰς ἱκεσίαν ἅπαντες * ταύτην σοι προσφέρομεν ἐκτενῶς * ὑπὲρ τοῦ μεταστάντος πρός σε τὸν Ζωοδότην * ὃν * σὺν ἁγίοις σου ἀναπαῦσον.

Θεοτοκίον.

Υἱὲ Θεοῦ καὶ Λόγε μονογενῆ* τὸν πιστὸν βασιλέα στεφάνωσον* τῇ πανσθενῇ* Δέσποτα χειρί σου ὡς ἀγαθός* καὶ δυσμενῶν τὸ κράτος νῦν* ὄλεσον τῷ ὅπλῳ τοῦ Σταυροῦ* διὰ τῆς Θεοτόκου* καὶ σῶσον τὸν λαόν σου* ἐν τῇ ἀγήρῳ βασιλείᾳ σου.





17. ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ

(Messin. Bibl. S. Salvat. gr. 172 ἔτ. 1179).


Ἦχος α´. ᾨδὴ α´. Τῷ τὴν ἄβατον κυμαινόμενην.

Τῷ θανάτῳ σου καταπατήσας θάνατον * θείας ζωῆς ἀνέβλυσας * ἀϊδιότητα * ἥν παράσχου ἀγαθὲ * ταῖς τῶν κοιμηθέντων ψυχαῖς * ταῖς τῶν μαρτύρων σου * πρεσβείαις ἄφεσιν * πταισμάτων χαριζόμενος.

Ὁ τὸ πλούσιον * Σωτὴρ πηγάζων ἔλεος * τοῖς εὐσεβῶς ἀεὶ προσδεχομένοις σε * ἐν τῷ οἴκῳ σου Χριστὲ * ἐν τῇ θαυμαστῇ σου σκηνῇ * τόπον ἀνέσεως * παράσχου Δέσποτα * τοῦ δούλου σου ὡς εὔσπλαγχνος.

Θεοτοκίον.

Στερεώσασα τὴν κλονουμένην φρέναν μου * Μήτηρ Θεοῦ με καὶ σῶσον θείοις προστάγμασιν* τοῦ τεχθέντος εκ τῆς σῆς καθηγιασμένης γαστρὸς Υἱοῦ καὶ καταλύσαντος* τοῦ σοῦ Δέσποινα* τὸ ζοφερὸν βασίλειον.


Ἕτερος εἱρμός. Ὑγρὰν διοδεύσας.

Θανάτῳ τὸν θάνατον τοῦ Χριστοῦ* καὶ πάθεσι πάθος* μιμησάμενοι τὸ σεπτὸν* οἱ μάρτυρες πάντες * τῆς ἐνθέου * καὶ μακαρίας ζωῆς ἔτυχον.

Νεότητος πταισμάτων παρορῶν * καὶ τὰς ἀνομίας * ὑπερβαίνων Χριστὲ Σωτὴρ * τὸν προκοιμηθέντα ἱκέτην σου * τοῖς ἐκλεκτοῖς σου συναρίθμησον.

Δόξα.

Ἧς ἔτυχον δόξης τε καὶ χαρᾶς * οἱ τὴν μακαρίαν * κεκτημένοι διαγωγὴν * μετάδος πλουσίως τοῦ δούλου * ὃν προσελάβου πολυέλεε.

Θεοτοκίον. Καὶ νῦν.

Συνέλαβες Λόγον τὸν τοῦ Πατρὸς* σαρκὶ ἑνωθέντα * καθ᾿ ὑπόστασιν τὴν ἐκ σοῦ* πανάμωμε κόρη τὸν τὸν ᾅδην* θείᾳ δυνάμει καταργήσαντα.


ᾨδὴ γ´. Ἐν πέτρα με τῆς πίστεως.

Ταῖς τῆς σῆς ὡραιότητος λαμπηδόσιν * αὐγάζεσθαι τὸν πίστει κεκοιμημένον * ἀξίωσον ὁ πλούσιος ἐν ἐλέει * μετὰ μαρτύρων σου * σὺ γὰρ Θεὸς ἡμῶν * καὶ οὐκ ἔστιν δίκαιος * πλήν σου Κύριε.

Ἐν τόποις ἀναψύξεως ὡς οἰκτίρμων * ἐν κόλποις Ἀβραάμ τε τοῦ ἐκλεκτοῦ σου* ἀξίωσον αὐλίζεσθαι τὸν σὸν δοῦλον* τόν σοι κραυγάζοντα* σὺ εἰ Θεὸς ἡμῶν* καὶ οὐκ ἔστιν δίκαιος* πλήν σου Κύριε.

Θεοτοκίον.

Νεκρωθέντα καὶ πρός γῆν με ἀποστραφέντα * ἀνέστησας τεκοῦσα τὸν ζωοδότην * ἀνήγαγες ἐξ ᾍδου με κατωτάτου * τὸν Θεοτόκον σε * πίστει δοξάζοντα * καὶ τιμῶντα πάναγνε * σὲ τὴν Πανάμωμον.


Ἕτερος εἱρμός. Οὐρανίας ἁψῖδος * ὀροφουργέ.

Καθαρθέντες τῆς πάλαι * προγονικῆς πτώσεως * διὰ τοῦ βαπτίσματος * καὶ τῆς ἀναγεννήσεως * ῥείθροις αἱμάτων τε * τοῖς ἑαυτοῦ ῥαντισθέντες * τῷ Χριστῷ μακάριοι * συμβασιλεύετε.

Ὡς νεκρὸς ἑκουσίως * κατατεθεὶς μνήματι * καὶ τοὺς κατοικοῦντας ἐν τάφοις * ἀνακαλούμενος * Σῶτερ εὐδόκησον * ὃν ἐξ ἡμῶν προσελάβου * ἐν σκηναῖς ἁγίων σοι * τοῦτον κατάταξον.

Δόξα.

Ἀπὸ τῆς εὐσπλαγχνίας * τῆς θεϊκῆς Δέσποτα * καὶ τῆς συμφυῶς νοουμένης * σοῦ ἀγαθότητος * παρακαλούμενος * ἁμαρτημάτων τὴν λύσιν * παρασχὼν τοῦ δούλου σου * ἐν σοὶ ἀνάπαυσιν.

Καὶ νῦν.

Σαρκωθεὶς ἐκ γαστρὸς σου * καὶ γεγονὼς ἄνθρωπος * ὁ διαφερόντως ὑπάρχων * μόνος φιλάνθρωπος * σῴζει τὸν ἄνθρωπον * ἐκ τῶν πυλῶν τοῦ θανάτου * Θεομῆτορ ἄχραντε * μόνη πανύμνητε.


ᾨδὴ δ´. Ὑμνῶ σε * ἀκοὴν γὰρ Κύριε.

Ἐλπίδι * καὶ ἀγάπη ζήσαντες * καὶ φρονήματι ὀρθοδόξῳ * τῆς ὑπὲρ νοῦν δόξης σου * ἀξίωσον τὸν σὸν ἱκέτην Χριστὲ * τῇ πολλῇ φιλανθρωπίᾳ σου * τῶν εὐκλεῶν μαρτύρων ταῖς δεήσεσιν.

Ὡς ἔχων * τῆς τρυφῆς ἀένναον * τὸν χειμάῤῥουν ἀεὶ ποτίζης * τοὺς ἐκλεκτοὺς Κύριε * μεθ᾿ ὧν καὶ νῦν τὸν μεταστάντα * Χριστὲ * τῇ ἀφάτῳ εὐσπλαγχνία σου * παρὰ τὸ ὕδωρ δρεῦσον τῆς ἀφέσεως.

Θεοτοκίον.

Ἰάσω * τῷ τῆς Εὔας σύντριμμα * καὶ τὴν πάλαι ταλαιπωρίαν * τὸν κτίστην γὰρ τέτοκας * τοὺς πτώματι καταῤῥαγέντας ἡμᾶς * ἀνορθῶσαι τὸν δυνάμενον * Θεογεννῆτορ μόνη * ἀειπάρθενε.


Ἕτερος εἱρμός. Σύ μου Χριστέ.

Ἵνα τὴν σὴν * Δέσποτα δόξαν θεάσωνται * καὶ τῆς αἴγλης * σοῦ τῆς φωτωδότιδος * ἐν οὐρανοῖς * τύχωσι φαιδρῶς * ἅπασαν βασάνων * ἰδέαν φέρειν ὑπέμειναν * οἱ μάρτυρες οἱ θεῖοι σοὶ Χριστὲ μελωδοῦντες * τῇ δυνάμει σου δόξᾳ φιλάνθρωπε.

Πολλαὶ μοναὶ * παρὰ σοὶ Σῶτερ πεφύκασι * κατ᾿ ἀξίαν * πᾶσι μεριζόμεναι * κατὰ τὸ μέτρον τῆς ἀρετῆς * ταύτας οὖν οἰκτίρμον πληρῶσαι τοῦτον ἀξίωσον * τὸν πίστει μεταστάντα * τῇ δυνάμει σου δόξᾳ φιλάνθρωπε.

Δόξα.

Ἴσος ἡμῖν * ἄνθρωπος ὤφθης ἀθάνατε * πᾶσιν ἴσος * θάνατον ὑπέμεινας * καὶ τῆς ζωῆς * ἔδειξας ὁδοὺς * ἧς τὸν μεταστάντα * ἀξίωσον ὡς φιλάνθρωπος * συγχώρησιν πταισμάτων * ὡς Δεσπότης παρέχων * καὶ φωτὸς μετουσίαν δωρούμενος.


Θεοτοκίον. Καὶ νῦν.

Σὺ τῶν πιστῶν * καύχημα πέλεις ἀνύμφευτε * σὺ προστάτης * σὺ καὶ καταφύγιον * χριστιανῶν * τεῖχος καὶ λιμὴν * πρός γὰρ τὸν Υἱόν σου * ἐντεύξεις φέρεις πανάμωμε * αὐτὸν καὶ νῦν δυσώπει * τοὺς προτελειωθέντας * τῆς κολάσεως ῥυσθῆναι πάναγνε.


ᾨδὴ ε´. Ὁ τοῦ φωτὸς χορηγός.

Νενεκρωμένους ἡμᾶς * καὶ τεθειμένους ἐν φρουρᾶ ἤγειρας * ἐκ ζοφερῶν * τοῦ ᾍδου κευθμώνων * ἁρπάσας ἀγαθὲ * καὶ δείξας ἁγίων * μαρτύρων στρατεύματα.

Διὰ τοῦ σῶσαι ἡμᾶς * ὡς παραγέγονας Χριστὲ * δέξαι νῦν * τὸν εὐσεβῶς * πρός σὲ μεταστάντα * ἐν κόλποις Ἀβραὰμ * καὶ μετὰ Λαζάρου * αὐτὸν κατασκήνωσον.

Θεοτοκίον.

Ὑπὸ τὴν σκέπην σου * οἱ πεποιθότες ἐκ ψυχῆς ζήσονται * Μήτηρ Θεοῦ * τὸν γὰρ ζωοδότην * ἐκύησας ἡμῖν * τὸν διακρατοῦντα * τὰ πάντα βουλήματι.


Ἕτερος. Ἵνα τί με ἀπώσω.

Τῆς ἀφράστου σου δόξης * καὶ τῆς ὑπὲρ λόγον σου μακαριότητος * ἐν σκηναῖς ἁγίων * ἔνθα ἦχος τερπνὸς ἐορτάζοντος * τὸν μεταθέμενον * πρός ἀπαθῆ * ζωὴν οἰκτίρμον * καταξίωσον μόνε ἀθάνατε.

Ὅπου τάξεις ἀγγέλων * ὅπου τῶν δικαίων οἱ δῆμοι ἀγάλλονται * Ἀβραὰμ ἐν κόλποις * κατασκήνωσον Σῶτερ τὸν δοῦλόν σου * καὶ σὺν παῤῥησίᾳ * τῷ φοβερῷ * καὶ θείῳ θρόνῳ * παριστάναι εὐδόκησον εὔσπλαγχνε.

Δόξα.

Ἱλασμὸς ἡμῖν ὤφθης * καὶ δικαιοσύνη τε καὶ ἀπολύτρωσις * καὶ τῷ μώλωπί σου τὰς ἡμᾶς ἀσθενείας ἰάτρευσας * αὐτὸς οὖν οἰκτίρμων * ὡς ἀγαθὸς * τὸν μεταστάντα * ἐν τρυφῇ παραδείσου κατάταξον.

Θεοτοκίον. Καὶ νῦν.

Συμπαθῶς ἐλεήμων * τὸ τῆς ἀνθρωπότητος μῶμον ἀνέλαβες * ὁ τῆς θείας δόξης * ὑπὲρ ταύτης ἐμπρέπον σώμασιν * ἐκ Παρθένου μήτρας * σάρκα λαβὼν * ἐμψυχωμένην λογικὴν δι᾿ ἧς θάνατον ἔλυσας.


ᾨδὴ στ´. Ἐν ἀβύσσῳ πταισμάτων.

Τῆς ἀφράστου καὶ θείας λαμπρότητος* ἔνθα τῶν μαρτύρων* χοροὶ κατασκήνωσον* ὃν ἀπὸ γῆς μετέστησας* παντουργῷ σου βουλήσει φιλάνθρωπε.

Ἑλλαμφθῆναι τῷ κάλλει τῆς δόξης σου * τὸν καταλειπόντα τὸν βίον ἀξίωσον * καὶ πρός τὸ φῶς σου Δέσποτα * μετακεχωρηκότα τὸ ἄχρονον.



Θεοτοκίον.

Ῥυομένη προθύμως ἐπίφανον* τοὺς πνεύματος καλουμένους σε πάναγνε Δέσποινα* ἡ τὸν Θεὸν κυήσασα* τὸν ζωῆς καὶ θανάτου δεσπόζοντα.


Ἕτερος εἱρμὸς * Ἰλάσθητί μου Σωτήρ.

Οἱ μάρτυρες σου Χριστὲ * πολλὰς βασάνους ὑπέμειναν * τῷ πόθῳ σου τὰς ψυχὰς τρωθέντες οἱ ἅγιοι * τῆς σῆς ὀρεγόμενοι * ἀϊδίου δόξης * καὶ γλυκείας σου μεθέξεως.

Γαστέρα τοῦ δυμενοῦς * θανάτου Σῶτερ διέῤῥηξας * καὶ πάντας τοὺς ἐν αὐτῇ * δεσμώτας ἀνέστησας * ζωὴν χαρισάμενος * ἧς τὸν μεταστάντα * εὐεργέτα καταξίωσον.

Δόξα.

Δακρύων καὶ στεναγμῶν * τῶν ἐν τῷ ᾅδῃ τὸν δοῦλόν σου * ἐλευθέρωσον Σωτήρ * ὡς μόνος γὰρ εὔσπλαγχνος * ἀφεῖλες πᾶν δάκρυον * ἐκ παντὸς προσώπου * τῶν πιστῶς θεολογοῦντων σε.

Θεοτοκίον. Καὶ νῦν.

Ὁ φύσει Δημιουργὸς * δημιουργήσας ἐν μήτρᾳ σου * ὁ πλήρης καθ᾿ ὁ Θεὸς * κενοῦται πανάμωμε * ὁ μόνος ἀθάνατος * τὸν ὑπὲρ τῆς πάντων * σωτηρίας θνήσκῃ θάνατον.


ᾨδὴ ζ´. Ἀντίθεον πρόσταγμα.

Ὁ ὧν καταβέβηκας * ἐπὶ τοῦ σῶσαι * τὸ πάλαι πλανώμενον * ἀνθρώπων γένος Κύριε * διό σε οἱ μάρτυρες * καθικετεύουσιν * τοῦτον ὃν μετέστησας ἐκ γῆς * ἐν γῇ πραέων * Σῶτερ ἀναπαῦσον.

Νεκρώσει τὴν νέκρωσιν * ἀπετινάξω* ἐν νεκροῖς ἐλεύθερος* αὐτὸς μόνος γενόμενος* καὶ νῦν τῆς νεκρώσεως* τῆς ἁμαρτίας Σωτὴρ* λύτρωσαι τὸν δοῦλόν σου δεικνύς* καὶ κληρονόμον* τῆς βασιλείας σου.

Θεοτοκίον. *

Λυχνία γεγένησαι * τῆς θείας δόξης * ἀπαύγασμα φέρουσα * Παρθένε διὰ σώματος * ἡμῖν φανερούμενον * καὶ τῆς τοῦ ᾅδου ἀχλὺν * φέγγει τῆς θεότητος αὐτοῦ * ἐξαφανίζων * Θεοχαρίτωτε.


Ἕτερος εἱρμὸς * Παῖδες Ἑβραίων ἐν καμίνῳ.

Ὅλος ὁ πόθος τῶν Μαρτύρων * ἀνατέταλκε πρός μόνον τὸν Δεσπότην * δι᾿ ἀγάπης αὐτοῦ * ἑνούμενος καὶ μέλπων * εὐλογητὸς εἶ Κύριε * ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Νέμοις τοῖς πίστει μεταστᾶσιν * τὴν φαιδρότητα τῆς θείας βασιλείας * ἀφθαρσίας στολὴν * δωρούμενος καὶ μέλπων * εὐλογητὸς εἶ Κύριε * ὁ Θεὸς εἰς τοὺς αἰῶνας.




Δόξα.

Πλῆσον χαρᾶς καὶ εὐφροσύνης * ὃν μετέστησας ἱκέτην σου οἰκτίρμον * ἀξιώσας αὐτὸν * κραυγάζειν σοι καὶ μέλπειν * εὐλογητὸς εἶ Κύριε * ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον. Καὶ νῦν.

Λύων τῆς Εὔας τὴν κατάραν * τὴν πανάμωμον κατῴκησας γαστέρα * εὐλογίας πηγὴν * βλυστάνων τοῖς βοῶσιν * εὐλογημένος Πάναγνε * ὁ * καρπὸς τῆς σῆς κοιλίας.


ᾨδὴ η´. Κάμινός ποτε * πυρός.

Ἔδειξας ἡμῖν * τοῦ δυσμενοῦς θανάτου * τὰς διεξόδους ὡς ἀθάνατος * τῇ θείᾳ δυνάμει σου * τὰς εἰσόδους δὲ ἐγνώρισας * τὰς τῆς ζωῆς ἀθάνατε * ἧσπερ νῦν οἱ μάρτυρες * σοῦ ἐπαξίως ἐπέτυχον.

Κάλλους νοητοῦ* τοῦ σου κατατρυφῆσαι* τὸν μεταστάντα καταξίωσον* τὸ αἶσχος τὸ δύσμορφον* ἐκκαθαίρων ὡς φιλάνθρωπος* τῆς ἁμαρτίας Δέσποτα* μόνος γὰρ οὖν ἐδείχθης* τῆς ἁμαρτίας ἀλλότριος

Θεοτοκίον.

Μέγα καὶ φρικτὸν * ὑπάρχει Θεομῆτορ * τῆς σῆς λοχείας * τὸ μυστήριον * Θεὸν γὰρ συνέλαβες * Ὃν ὁ θάνατος οὐκ ἔστερξεν * καὶ τάφος οὐ διέλυσεν * Ὅθεν σὲ σωτηρίαν * πάντων ἡμῶν ἐπιστάμεθα.


Ἕτερος εἱρμὸς * Μουσικῶν ὀργάνων * συμφωνούντων.

Ἐπιγείους ἄθλους διελθόντες * οὐρανίους ἔλαβον στεφάνους * οἱ μάρτυρες οἱ ἀληθεῖς * βοῶντές σοι ἀπαύστως * τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Καταβὰς ἐν λάκκῳ κατωτάτῳ * τοὺς ἐν τοῖς μνημείοις κατοικοῦντας * ἀνέστησας ζωαρχικῇ παλάμῃ καὶ παρέχεις * τοῦ δούλου σου τοῦ πίστει * νῦν κεκοιμημένου * ἀνάπαυσιν οἰκτίρμον.

Δόξα.

Ὡς πηγὴ ζωῆς τῆς ἀϊδίου * ὡς τρυφῆς ὑπάρχων ὁ χειμάῤῥους * τὸν δοῦλόν σου τὸν ἐξ ἡμῶν * πρός σὲ μεταθέμενον * ἀξίωσον ὑμνεῖν σε καὶ δοξολογεῖν σε * Σωτὴρ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον. * Καὶ νῦν.

Μαρία Παρθένε Θεοτόκε * ἡ Θεὸν Σωτῆρα τοῖς ἀνθρώποις * κυήσασα σωματικῶς * περίσωζε τοὺς πίστει * ὑμνοῦντάς σου τὸν τόκον * καὶ ὑπερυψοῦντας * αὐτὸν εἰς τοὺς αἰῶνας.


ᾨδὴ θ´. Ἡ τὸν πρὸ ἡλίου.

Ἔχων ἐξουσίαν * καὶ ζώντων καὶ νεκρῶν θεαρχικώτατε * τὸν ἀπὸ γῆς πρός σε μεταφοιτήσαντα * κληρουχίαν ἐν οὐρανοῖς * παράσχου καὶ λαμπρότητα * τὴν τῶν ἁγίων Κύριε * καὶ πανενδόξων ἀθλοφόρων σου.

Λόγος ὧν ὁ πάλαι * τὸ εἶναί μοι διδοὺς ζωαρχικώτατε * καὶ τὸ εὖ εἶναι πάλιν χαριζόμενος * ἐν τοῖς κόλποις τοῖς ὀρεκτοῖς * Ἀβραὰμ τοῦ προπάτορος * τὸν μεταστάντα δοῦλόν σου * ὡς ἐλεήμων κατασκήνωσον.

Θεοτοκίον.

Σὲ τὴν Θεοτόκον * ἀξίως οἱ πιστοὶ σὲ μακαρίζομεν * τοῖς θεοπνεύστοις λόγοις σου ἑπόμενοι* σὺ γὰρ μόνη τοῖς ἐπὶ γῆς * Θεὸν ἐκυοφόρησας* τὸν τοῦ θανάτου λύσαντα τὴν δυναστείαν Μητροπάρθενε.


Ἕτερος εἱρμὸς. Ἔφριξεν.

Ἔχοντες * μάρτυρες Χριστοῦ * τὴν ἀνίκητον ἰσχὺν καὶ ἀήττητον * ἐξεφαυλίσατε * τὸ τῶν τυράννων * ἄθεον πρόσταγμα * καὶ βασιλείας οὐρανῶν * σαφῶς ἠξιώθητε * καταλαμπόμενοι * τῆς Τριάδος ταῖς αὐγαῖς * ἀξιάγαστοι.

Λέλυται * ᾌδης ὁ πικρὸς * καταλύσαντος αὐτόν σου φιλάνθρωπε * καὶ ἀναστήσαντος * τοὺς ἐπ᾿ αἰῶνος * ἐκεῖ καθεύδοντας * ἀλλὰ καὶ νῦν ὡς ἀγαθὸς * τὸν μεταχωρήσαντα * πρός σὲ τὸν εὔσπλαγχνον * ἀνεσπέρου σου φωτὸς * καταξίωσον.

Δόξα.

Ὅλος εἶ * Σῶτερ γλυκασμὸς * ὅλος εἶ ἐπιθυμία καὶ ἔφεσις * ὄντως ἀκόρεστος * ὅλος ὑπάρχεις * κάλλος ἀμήχανον * τὸν μεταστάντα οὖν πρός σε * τῆς σῆς ὡραιότητος * τρυφὰν εὐδόκησον * καὶ τῆς θείας καλλονῆς σου ἀξίωσον.

Θεοτοκίον. Καί νῦν.

Σῶσόν με * Μήτηρ τοῦ Θεοῦ * ἡ γεννήσασα Χριστὸν τὸν Σωτῆρά μου * Θεὸν καὶ ἄνθρωπον * διπλοῦν τῇ φύσει * οὐ τὴν ὑπόστασιν * μονογενῆ μὲν ἐκ Πατρὸς * ἐκ σοῦ δὲ πρωτότοκον * πάσης τῆς κτίσεως * ὃν ἐν φύσεσι διτταῖς μεγαλύνομεν.






18. ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΠΡΟΣΩΠΟΝ ΛΕΙΨΑΝΟΥ

(Crypt. gr. Γ.β. V-Γ. α. XXV ἔτ. 1019., Messin. Bibl. S. Salvat. gr. 153 XI αἱ.).


Ἦχος β´. ᾨδὴ α´. Βοηθὸς καὶ σκεπαστής.

Ὁ τὸν θάνατον Σωτὴρ προθανατώσας τῷ σῷ θανάτῳ * νῖκος δὲ ἡμῖν δέδωκας κατ᾿ αὐτοῦ * ἀναπαῦσον πάσας * τὰς ψυχὰς τῶν εὐσεβῶν * ἐν ὁμολογουμένων σοι.

Χοῦν λαβῶν ὁ πλαστουργός, ἐποίησέν με καὶ ἔπλασέν με * καὶ τῷ ζωηρῷ ἐμφυσήματι τιμήσας σὸν πλάσμα * καὶ γευσάμενος φθορᾶς ἀνακαλέσω με.

Τὸν πηλὸν ὁ κεραμεὺς ζωοπλαστήσας ἐνέθηκέν μοι * σάρκα καὶ ὀστᾶ καὶ πνοὴν καὶ ζωὴν * ἀλλὰ ποιητά μου * λυτρωτά μου καὶ κριτὰ * ἀναπαῦσον τὸν δοῦλόν σου.

Κἂν ἐχώρησέν με νῦν ἡ ὀλιγότης τῶν ἡμερῶν μου * ἄφνω τῶν ἐμῶν συγγενῶν καὶ γνωστῶν * ἀλλ᾿ ἄνες μοι ἄφες * καὶ ἀξίωσον Σωτὴρ τῆς δεξιᾶς σου στάσεως.

Τὰ ἑκούσια Σωτὴρ * καὶ τὰ ἀκούσια πταίσματά μου * καὶ τὰ φανερὰ καὶ κρυπτὰ καὶ γνωστὰ * καὶ τὰ ἄγνωστα πάντα * συγχωρήσας ἀγαθὲ ἀναπαῦσον τὸν δοῦλόν σου.

Κἂν μέλλῃς ἀπὸ γῆς Σωτὴρ ἐγειραι τὸ ποίημά σου * τότε δίδου φοβερὲ δυνατὲ * συγχώρησιν πᾶσιν * τοῖς πιστεύσασιν εἰς σὲ * Χριστὲ τὰ πλημμελήματα.

Πάτερ ἄναρχε ἀρχὴ * τοῦ συνανάρχου Υἱοῦ καὶ λόγου * σύνθρονον Υἱὲ * τοῦ συνθρόνου Πατρὸς ὁμότιμον πνεῦμα * τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ * Τριὰς τὸν κόσμον οἴκτειρον.

Θεοτοκίον.

Τίς ἐγέννησεν Υἱὸν * τὸν μὴ σπαρέντα πατρῷον νόμον * τοῦτον οὖν γενναίως ὁ πατὴρ πλὴν μητρὸς παράδοξον τέρας * σὺ γὰρ ἔτεκες ἁγνὴ * Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.


ᾨδὴ γ´. Πρόσεχε οὐρανέ.

Κύριε ὁ Θεὸς τῶν πνευμάτων * καὶ πάσης κτίσεως * ἀναπαῦσον τὴν ψυχὴν τοῦ δούλου σου.

Ἀθάνατε ἡ ζωὴ τῶν ἁπάντων * ἄνες τῷ δούλῳ σου * καὶ ἄφες πάντα αὐτῷ τὰ πλημμελήματα.

Ὁ πλάστης μου * τὸ σὸν οἴκτειρον πλάσμα * καὶ ὃν * μετέστησας * ἀναπαῦσον ὁ Θεὸς εἰς αἰωνίους σκηνάς.

Εὐξώμεθα ὑπὲρ τοῦ τεθνεῶτος τῷ μόνῳ ὄντι Θεῷ * ἵνα ἀναπαύσῃ αὐτὸν * ἐν παραδείσῳ τρυφῆς.

Ὢ ἄνθρωπε * γῆ καὶ τέφρα καὶ κόνις * γνῶθι τὴν ἔξοδόν σου * καὶ κράξε πρὸ τελευτῆς * Σωτὴρ ἱλάσθητί μοι.


Θεοτοκίον.

Ἄχραντε * Θεοτόκε Παρθένε * μόνη πανύμνητε * ἱκέτευε τὸν Θεὸν * τοῦ ἐλεῆσαι ἡμᾶς.


ᾨδὴ γ´. Ἐπὶ τὴν ἀσάλευτον.

Ὁ δημιουργήσας με Πατὴρ * ἄνες συγχώρησόν μοι * ἐκ τοῦ τάφου κράζει ὅν * μετέστησας.

Ἐξομολογοῦμέν σοι Σωτὴρ * ἥμαρτον ἥμαρτόν σοι * ἀλλ᾿ ἄνες ἄφες μοι ὡς εὔσπλαγχνος.

Σὺ ὁ ποιμὴν ὁ καλὸς * σὺ εἰς τὰς ἄνω μάνδρας * κατάταξόν με ὡς φιλάνθρωπος.

Φύει ὁ γλυκὺς Ἰησοῦς σὺ τὴν ψυχήν μου ἦρας ἐν σοὶ Χριστὲ Σωτὴρ οἱ κλῆροί μου.

Σὺ ὁ ἱλασμὸς τῶν ψυχῶν * σὺ εἶ ὁ σωτὴρ τοῦ κόσμου * σὺ εἶ ἡ ἀνάπαυσίς μου Δέσποτα.

Ὅταν παριστάμεθα γυμνοὶ * τρόμῳ τῷ βήματί σου * τότε Σωτὴρ φεῖσαι τοῦ δούλου σου.

Τριαδικόν.

Τριὰς μονὰς ὁ Θεὸς * σῶσον ἡμᾶς ἐκ πλάνης * καὶ πειρασμῶν καὶ περιστάσεων.

Θεοτοκίον.

Πύργος ἀσφαλὴς τῶν πιστῶν * γέγονας Θεοτόκε * σῷζε τοὺς πίστει ἀνυμνοῦντάς σε.


ᾨδὴ δ´. Ἀκήκοα Κύριε τὴν ἀκοὴν σου.

Ὑστέρημαι Κύριε * τῆς συνουσίας τῶν συγγενῶν μου * καὶ τοῦ χρόνου μου ἐξέλιπον * αἱ ἡμέραι ἄνες μοι κραυγάζει ὁ δοῦλός σου.

Εἰκών εἰμι Δέσποτα τῆς θείας δόξης καὶ συνεχώσθην * τῷ βυθῷ τῆς ἁμαρτίας μου * διὸ κράζω· ἄνες μοι Σωτὴρ ἐν τῷ κρίνεσθαι.

Τὸ πήλινον ἔνδυμα * τὸ τῆς σαρκός μου ἐξεδυσάμην * ἀλλ᾿ αὐτὸς τῆς ἀφθαρσίας σου * ἔνδυσόν με * ὅταν ἀναστήσῃς με εὔσπλαγχνε.

Ἐν τρυφῇ Κύριε * τοῦ Παραδείσου ἀξίωσόν με τῆς τοῦ ξύλου ἀπολαύσεως * δέομαί σου * ξύλον γὰρ ζωῆς ἐγνωρίσθη μοι.

Νεκρὸς γυμνὸς ἄφωνος * εἶδος οὐκ ἔχων ἀλλ᾿ οὐδὲ κάλλος * ἐν μνήματί μου κείμενος ἐκβοᾶ, ἀλλ᾿ ἄνες μοι Σωτὴρ ὅταν κρίνῃς.

Τὸ θρέμμα σου Κύριε * ὅ ἐξελέξω καὶ προσελάβου * ἐν τῇ ποίμνῇ συναρίθμησον * τῆς νομῆς σου * ἔνθεν οἱ χοροὶ τῶν ἁγίων σου.

Τριαδικόν.

Τριὰς ἁπλῆ, ἀκτιστε * ἄναρχε φύσις ἐν μονάδι * ὑμνουμένη ὑποστάσεων * σῶσον ἡμᾶς * πίστει προσκυνοῦντας τὸ κράτος σου.

Θεοτοκίον.

Τὸν ἐκ Πατρὸς ἄχρονον * Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ * ἀπειράνδρως ἀπεκύησας * ξένον θαῦμα * μείνασα παρθένος θηλάζουσα.

ᾨδὴ ε´. Ἐκ νυκτὸς ὀρθρίζοντα φιλάνθρωπε.

Μή τις ἐν νεότητι ὁρῶν με νεκρὸν* κλαύσῃ με στάξῃ με* τῶν δακρύων σταλαγμοὺς* ἀλλ᾿ ἐκβοάτω λέγων* ἀναπαῦσον ὁ Θεὸς ψυχὴν ἥν προσελάβου.

Τὸ τοῦ βίου ἄδηλόν μοι τέλος Σωτὴρ* εὔσπλαγχνε Κύριε ἐννοῶν διαπαντὸς* καὶ τρέμω ἀνακράζων* μὴ συγκαλύψῃ με γῆ* ταῖς ἐν ἁμαρτίαις.

Τῷ χοὶ συμπέφυρμες* ὁ νοῦς τῷ πηλῷ* δέδεμαι λέλυμαι* τῷ προστάγματι τῷ τοῦ θανάτου ἐπελθόντος * ἀλλ᾿ ὅταν γὲνωμαι ἕν * Σωτὴρ οἰκτείρησόν με.

Ἁμαρτίας Κύριε νεότητάς μου* ᾄδω σοι ψάλλω σοι* καὶ ἀγνοίας μου Σωτὴρ* μὴ μνησθῇς ἐν τῇ κρίσει* ἀλλ᾿ ἐπελάθου ἐκεῖ* τῶν προημαρτημένων.

Μὴ καταδικάσῃς με τὸν δοῦλόν σου * δέομαι εὔσπλαγχνε * ταῖς ἐμαῖς ἁμαρτίαις * μηδὲ τοῖς κατωτάτοις τῆς γῆς * καλύψῃ με σοι ἀλλὰ συγχώρησόν μοι.

Ὥσπερ ἄνθος ἔνδροσον* πρωὶ ἐμφυὲν* ἠνθησεν ἠκμασεν* καὶ ὡς κλάδος ἁπαλὸς* ταχέως ἐμαράνθη* ἐν τῇ ἀώρῳ τομῇ τὴν ζωὴν ἀπώλεσας.

Τριαδικόν.

Τῇ Τριάδι ἅπαντες βοήσωμεν * Ἅγιος Ἅγιος * Ἅγιος εἰ ὁ Θεὸς * Πάτερ Υἱὲ καὶ Πνεῦμα * ἡ ἐν μονάδι Τριὰς * σῷζε τούς σε ὑμνοῦντας.

Θεοτοκίον.

Ὑπὲρ νοῦν τὸν ἄχρονον* ἐν χρόνῳ Θεὸν κύουσα τίκτουσα* ἀρχὴν γνόντα χρονικὴν * ἐκ σου τὴν κατασάρκα * Θεογεννῆτορ ἁγνὴ * παρθένος πάλιν μένεις.


ᾨδὴ στ´. Ἐβόησα ἐν ὅλῃ καρδίᾳ.

Ἐκ τάφοις σοι* κραυγάζει τὸ πρόβατον* ὃν* προσελάβου Ἰησοῦ* εἰ καὶ ἥμαρτόν σοι* ἀλλ᾿ ὅμως οὐκ ἀπέστη* τῆς ἐλπίδος μου τῆς πρός σε* δικαιοκρίτα.

Τὸ πέλαγος * τῶν πλημμελημάτων μου * τῆς εὐσπλαγχνίας σου Σωτὴρ * ὁ βυθὸς καλύψει πολλὰ γὰρ τῶν ἀμέτρων * οἰκτίρμων * ἡ ἄβυσσός σου δικαιοκρίτα.

Οἱ φίλοι μου* Σωτὴρ ἕως μνήματος συνηκολούθησάν μοι* καὶ ἀφέντες πάντες* νεκρὸν ἐβδελυγμένον* ὑπεχώρησαν μόνον με καταλιπόντες.

Οἱ Ἄγγελοι* Σωτὴρ οὓς* ἐκέλευσας* παραλαβείν μου τὴν ψυχήν* τῆς πικρᾶς τοῦ ᾍδου* λυθείσης καταδίκης* ἐν φωτὶ προσάξουσιν εἰς προσκύνησίν σου.

Τὸ ὄργανον* Σωτὴρ διαλέλυται* βρῶμα σκωλήκων γεγονὸς* ὁ δεσμὸς ἐλύθη τὸ σκεῦος συνετρίβη* καὶ ὁ χοῦς εἰς γῆν μετελθὼν ὡς τέφρα κεῖται.

Ἀνάπαυσον* ὁ μόνος ἀθάνατος καὶ ἀτελεύτητος Θεὸς* ἥν σὺ προσελάβου* ψυχὴς ὡς ἐλεήμων* καὶ κατάταξον ἐν σκηναῖς τῶν ἐκλεκτῶν σου.

Τριαδικόν.

Τριὰς εἰμί* ἁπλῆ ἀδιαίρετος* διαιρετὴ προσωπικῶς* καὶ μονὰς ὑπάρχων* τῇ φύσει ἡνωμένη* ὁ Πατὴρ φησὶν ὁ Υἱὸς * καὶ θεῖον Πνεῦμα.

Θεοτοκίον. *

Ἐκύησας* ἐν χρόνῳ τὸν ἄχρονον Χριστὸν* καὶ Λόγον τοῦ Πατρὸς ἐκ σοῦ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου* καὶ διέμεινας ἀφθορος ἡ Θεοτόκος * ἡμᾶς οἴκτειρον.


ᾨδὴ ζ´. Ἡμάρτομεν * ἠνομήσαμεν * ἠδικήσαμεν.

Τὸν θάνατον ἡ παράβασις ἀντεισήγαγεν * τῷ πρωτοπλάστῳ * ὅταν ἐπιλαθόμενος οἴμοι τῆς σῆς ἐντολῆς * τοῦ ὄφεως τὴν συμβουλὴν * ὑπακούσας ἐγεύσατο τοῦ ξύλου Σωτὴρ πάλαι τῆς γνώσεως.

Ἀνάπαυσον κατασκήνωσον * ὃν * μετέστησας ἐν ταῖς αὐλαῖς σου * ἵνα ἐν τῇ κοινῇ ἀναστάσει * ἐμφανήσαις σοι * τὴν δόξαν κατίδῃ τὴν σὴν * ἀλλ᾿ ἐπάκουσον Κύριε * τῆς ποίμνης σου ὑπὲρ τοῦ δούλου σου.

Τὰ ἄδηλα * καὶ τὰ κρύφια * τῆς σοφίας σου ἐδήλωσάς μοι * σὺ δὲ ἐθαυμαστώθη ἡ γνῶσις * ἐξ ἐμοῦ βοᾶ * Δαυΐδ ἀλλὰ γνώρισόν μοι * τὶς ἡ τῶν ἡμερῶν μου * ὀλιγότης Σωτὴρ * ἵνα γνῷ τί ὑστερῶ.

Βοάτω νῦν * ὁ ἐν μνήματι * κατακείμενος τὰ γεγραμμένα * ἄνθρωπος ἄνθος χόρτου ὑπάρχων * ἀνατείλαντος * ἡλίου ξηραίνεται * τί σὺν μάτην ταράσσεται * ὁ χοῦς ὁ πηλὸς * καὶ μετ᾿ ὀλίγον σποδός.

Ἅ ἥμαρτεν * ἐν ζωῇ αὐτοῦ * ὑπεράγαθε ὃν προσελάβου * ἄφες ὡς ἀγαθὸς καὶ οἰκτίρμων * καὶ ἀναπαῦσον * ἐν χώρᾳ τῶν σῶν ἐκλεκτῶν * καὶ ἀξίωσον εὔσπλαγχνε * αὐτὸν σὺν ἡμῖν * τῆς βασιλείας σου.

Ἐξελιπὸν* αἱ ἡμέραι μου* καὶ ὁ χρόνος μου μικρὸς ἐν βίῳ* ἄφνω γὰρ τοῦ θανάτου τὸ κέντρον* ἄνες πάρειμι * καὶ πάντων ἐστέρημαι * τῆς ἐν γῇ παροικίας μου * καὶ πάντων ἡμῶν * φίλοι γνωστοὶ συγγενεῖς τε.

Τριαδικόν.

Τριὰς ἁπλὴ * ἀδιαίρετε * ὁμοούσιε Τριὰς ἁγία * φῶτα καὶ φῶς * καὶ ἅγια τρία * καὶ ἕν ἅγιον * ὑμνείται Θεὸς γὰρ ἡ Τριὰς * ἀλλ᾿ ὑμνήσωμεν ὕμνοις ζωὴν καὶ ζωῆς * καὶ ψυχὴν τῶν πάντων Θεόν.

Θεοτοκίον.

Ὑμνοῦμέν σε * εὐλογοῦμέν σε * προσκυνοῦμέν σε Θεογεννῆτορ * ὅτι τῆς ἀχώριστου Τριάδος * ἀπεκύησας * τὸν ἕνα Χριστὸν καὶ Θεὸν * καὶ αὐτὴ προανέῳξας * ἡμῖν τοῖς ἐν γῇ τὰ ἐπουράνια.


ᾨδὴ η´. Ὃν στρατιαί.

Ὁ τὸν Ἀδὰμ * ἐκ φθορᾶς ῥυσάμενος καὶ πᾶσιν τοῖς ἐξ Ἀδὰμ βλύσας τὴν ζωὴν * ἄνες μοι ἄνες ἄφες * ὅτι ἡμάρτηκά σοι * πλάσμα σου ὑπάρχω * βοᾶ Σωτὴρ ὁ ἐν μνημείῳ.

Φεῖσαι ἡμῶν * Ἰησοῦ Σωτὴρ ἡμῶν * καὶ λύτρωσαι τοῦ πυρὸς * πάντας ὡς Θεὸς * ἔργα χειρῶν σου πάντες * καὶ πρόβατα νομῆς σου * τύχωμεν ἐκείνης τῆς μακαρίας σου ἐλπίδος.

Ὁ τὴν ταφὴν * ὡς θνητὸν δεξάμενος καὶ πᾶσιν λάμψας Σωτήρ * φῶς καὶ τὴν ζωὴν * ἄνες μοι ἄνες ἄφες * συγχώρησιν παράσχου * ὧν * ἡμάρτηκά σοι * ἐν τῇ ζωῇ μου τῇ προσκαίρῳ.

Ὁ τεθνεὼς * καὶ σιγῶν βοᾶ ἡμῖν * μὴ κλαίετε ἐπ᾿ ἐμὲ * φίλοι ἀδελφοὶ * ἄφετε ἀναψύξω * μικρὸν ἐκ τῶν κακῶν μου * θάνατός με ᾖρεν * ὁ συγκλεισμὸς τῆς ἁμαρτίας.

Ἡμάρτηκα μὴ ἀποῤῥίψης με * ἀλλ᾿ οἴκτειρον ὡς Θεὸς * πλάσμα σου εἰμί * ἔχων τὸ κατ᾿ εἰκόνα * ἀλλ᾿ οὐ διεφυλάχθη * ὅθεν μοι ἐπῆλθεν * ἡ καταδίκη τοῦ θανάτου.

Εἰ καὶ νεκρὸς * ἐν μνημείῳ πρόκειμαι * ἀλλ᾿ ἔχων μετὰ Κριτοῦ * φύσειν ἀγαθοῦ * τοῦτο προανέθεμην * ἐκ βρέφους τὴν ἐλπίδα * μὴ οὖν κλαίετέ με * αὐτὸς γὰρ μέλλει φείσασθαί μου.

Ὅταν καθίσῃς * κριτὴς ὡς εὔσπλαγχνος * καὶ δείξῃς τὴν φοβερὰν δόξαν σου Σωτὴρ * ὢ ποῖος τότε φόβος * καμίνου καιομένης * πάντων δειλιώντων * τὸ ἄστεκτον τοῦ βήματός σου.

Τριαδικὸν

Δόξα Πατρὶ* καὶ Υἱῷ καὶ Πνεύματι* τῷ μόνῳ ζῶντι Θεῷ* καὶ δημιουργῶ* δόξα σοι Θεοτόκε* ὅτι τὸν τῆς Τριάδος* ἕνα συλλαβοῦσα * κοινὴν εἰργάσω σωτηρίαν.

Θεοτοκίον.

Ὡς ἐβάφης* ἁλουργίδος ἄχραντε* ἡ νοητὴ πορφυρὶς* τοῦ Ἐμμανουὴλ * ἔνδὸν ἐν τῇ γαστρί σου* ἡ σὰρξ ἥν ἐξυφάνθη* ὅθεν Θεοτόκον * ἐν ἀληθείᾳ σὲ τιμῶμεν.


ᾨδὴ θ´. Ἀσπόρου.

Ὁ χρόνος ὃν ἔζησα * βραχὺς καὶ ὀλιγόβιος * μακροὶ αἰῶνες * οἱ τῆς καταδίκης μου * διὸ φεῖσαι δέομαι * Σωτὴρ τοῦ πλάσματός σου * καὶ εἴτι ἥμαρτον εἰς σὲ * ἐν τῷ βίῳ τῷ προσκαίρῳ * ἄνες ἄφες ὡς φιλάνθρωπος.

Ὁ πλάσας τὸν ἄνθρωπον* καὶ δοὺς αὐτῷ πνοὴν ζωῆς* καὶ παραδείσου* ποιήσας οἰκήτορα * τὰς πύλας μοι ἄνοιξον* Ἐδὲμ τῆς μακαρίας* ἵνα τοῦ ξύλου τῆς ζωῆς* ἀπολαύων εἰς αἰῶνας * προσκυνῶ τὴν βασιλείαν σου.

Τὸ σκεῦος συντέτριπται* τὸ κάλλος μεμελάνωται* καὶ ἡ μορφή μου* φθορᾷ διαλέλυται* τὰ μέλη ἐσπάρακται* γυμνὰ ὀστέα πάντα* ὁ χοῦς εἰς κόνιν ἐν σορῷ* ποῦ ἡ γλῶσσα ποῦ τὸ κάλλος* ἰδοὺ πάντα κατασέσηπται.

Μυρίζουσα κάμινος* καὶ κλίβανος καιόμενος* βρυγμὸς ὀδόντων* καὶ σκότος ἐξώτερον* καὶ σκώληξ ἀκοίμητος* θροοῦσιν τὴν ψυχήν μου* διό μου φεῖσαι ὡς Θεὸς* ποιητά μου καὶ κριτά μου* ὁ εἰδὼς τὰ τῆς καρδίας μου.

Ὁ μόνος ἀθάνατος* ἀναπαῦσον τὸν δοῦλόν σου* ὃν προσελάβου* ἄνεσιν διδοὺς αὐτῷ* ἐν τῇ βασιλείᾳ σου* μετὰ τῶν ἐκλεκτῶν σου* καὶ εἴτι ἥμαρτεν Σωτὴρ ἐν τῷ βίῳ τῷ προσκαίρῳ* ἄνες ἄφες ὡς φιλάνθρωπος

Ἰσχύς μου καὶ ὕμνησις* αὐτὸς ὑπάρχεις Δέσποτα καὶ τὰς ἐλπίδας* εἰς σὲ ἀναθέμεθα* τὴν πίστιν μου ἄσυλον* φυλάξας μέχρι τέλους* ἀλλ᾿ εἰτι ἥμαρτον Σωτὴρ* ἐν τῷ βίῳ τῷ προσκαίρῳ* ἄνες ἄφες ὡς φιλάνθρωπος.

Ὢ θάνατε ἄφθαρτε* καὶ μόνε ἀναμάρτητε* ὃν προσελάβου* ἀναπαῦσον Κύριε* καὶ τάξον φιλάνθρωπε* ἐν τῇ γῇ τῶν πραέων* καὶ εἴτι ἥμαρτεν εἰς σὲ * ἐν τῷ βίῳ τῷ προσκαίρῳ * ἄνες ἄφες ὡς φιλάνθρωπος.

Τὸν Πατέρα δοξάξωμεν* Υἱὸν ὑπερυψώσωμεν* τὸ θεῖον Πνεῦμα πιστοὶ προσκυνήσωμεν* Τριάδα ἀχώριστον* μονάδα κατ᾿ οὐσίαν* ὡς φῶς καὶ φῶτα καὶ ζωὴ* καὶ ζωῶν ζωοῦσα πάντα* καὶ φωτίζουσα τὰ πέρατα.

Θεοτοκίον.

Τὴν πόλιν σου φυλάττε* Θεογεννῆτορ ἄχραντε* ἐν σοὶ γὰρ αὕτη* πιστῶς βασιλεύουσα* ἐν σοὶ καὶ κρατύνεται * καὶ διὰ σοῦ νικῶσα * τροποῦται πάντα πειρασμὸν* καὶ σκυλεύει πολεμίους * καὶ διέπει τὸν ὑπήκοον.





V. ΚΑΝΟΝΕΣ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑ ΝΗΠΙΑ


19. ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΝΗΠΙΑ

(Crypt. gr. Γ. β. V-Γ. α. XXV ἔτ. 1019).


Ἦχος πλ. δ´. ᾨδὴ α´. Ὑγρὰν διοδεύσας.

Ὁ σάρκα πτωχεύσας Λόγε Θεοῦ* καὶ βρέφος γενέσθαι* εὐδοκήσας δίχα τροπῆς * Ἀβραὰμ ἐν τοῖς κόλποις δυσωποῦμεν * ὁ προσελάβου κατάταξον νήπιον.

Παιδίον ὡράθης ὁ πρὸ παντὸς* αἰῶνος ὑπάρχων* καὶ παιδίον ὡς ἀγαθὸς* τὴν σὴν ἐπὶ γῆς βασιλείαν* ἧς* τὸ παρὸν συναρίθμησον νήπιον.

Πρὸ τοῦ τῶν ἡδέων τῶν ἐπὶ γῆς* ἐν πείρᾳ γενέσθαι* προσελάβου Χριστὲ σωτὴρ τὸ ἄμεμπτον βρέφος αἰωνίων* καταξίωσας αὐτὸ θείας χάριτος.

Θεοτοκίον.

Σοφίαν καὶ Λόγον ἡ τοῦ Πατρὸς* ἀφράστως τεκοῦσα* τῆς ψυχῆς μου τὸ χαλεπὸν* θεράπευσον τραύματα καὶ καρδίας τὴν ἀλγηδόνα καταπραῦνον.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.

Ὁ πρὸ τέλειος Λόγος * βρέφος ὤφθης τέλειος * βρέφος ἀτελὲς ἡλικίας * πρός σε μετέστησας * Ὅπερ ἀνάπαυσον * μετὰ δικαίων ἁπάντων * εὐαρεστησάντων σοι * μόνε φιλάνθρωπε.

Τῶν τοῦ κόσμου ἡδέων * ἀναρπασθὲν ἄγευστον * τῶν ὑπερκοσμίων οἰκτίρμον * ἀγαθῶν μέτοχον * δεῖξον δεόμεθα * τὸ ἀδιάφθορον βρέφος * ὅνπερ μετετέθηκας θείᾳ προστάξει σου.

Οὐρανίων θαλάμων* καὶ φωταυγοῦς λήξεως* καὶ ἱερωτάτης χορείας ἁγίων Κύριε * μέτοχον ποίησον * τὸ καθαρώτατον βρέφος * ὅπερ ὡς ἠῦδοκησας * Σῶτερ μετέστησας.

Θεοτοκίον.

Ἀπορήσας ἐκ πάντων * ἐπὶ τὴν σὴν ἄχραντε * Δέσποινα καὶ μόνην προσφεύγω σκέπην βοήθει μοι * πολλὴν συνῆξα γὰρ * τῆς ἁμαρτίας τὸν πλοῦτον * ἀρετῶν πτώχειας δὲ * ὅλος πεπλήρωμαι.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε τῆς οἰκονομίας σου.

Μὴ τὰ νήπια κλαίωμεν * ἑαυτοὺς δὲ μᾶλλον * ἀποδυρώμεθα * ἁμαρτάνοντες ἑκάστοτε * ὅπως τῆς γεέννης * λυτρωθείημεν.

Ἐπιγείων ἐστέρησας * Δέσποτα τὸ νήπιον ἀπολαύσεων * οὐρανίων ἀγαθῶν αὐτὸν * ὡς δικαιοκρίτης * καταξίωσον.

Παραδείσου πολίτην σε * δείκνυσιν μακάριον ὄντως νήπιον * ὃ ἐκ γῆς τε προσλαβόμενος * καὶ χοροῖς ἁγίων κατατάξας σε.



Θεοτοκίον.

Ἀπὸ χρόνον γενόμενος * τὸν ἐκ τοῦ Πατρὸς * ἀχρόνως ἐκλάμψαντα * Θεομῆτορ ἡμῖν τέτοκας * ὃν * δυσώπει σῶσαι * τοὺς ὑμνοῦντάς σε.


ᾨδὴ ε´. Ἵνα τι με ἀπώσω.

Τῇ δικαίᾳ σου κρίσει * πρὸ τοῦ ἐκβλαστῆσαι τελείως ἐθέρισας * ἁπαλὴν ὡς χλόην * ὅ * μετέστησας Κύριε νήπιον * ἀλλὰ τοῦτο Λόγε * μεταγαγὼν * εἰς θεῖον ὅρος * ἀγαθῶν αἰωνίων ἐμφύτευσον.

Ἁπαλὸν ὡς κλάδον* ξίφος ἐπελθὼν τοῦ θανάτου σε ἔτεμεν* μὴ λαβόντα πεῖραν * κοσμικῶν ἡδονῶν ὦ μακάριε * ἀλλ᾿ ἰδοὺ Χριστός σοι * τῶν οὐρανῶν * πύλας ἀνοίγει * ἐκλεκτοῖς ἀριθμῶν σε ὡς εὔσπλαγχνος.

Ἐπ᾿ ἐμὲ μὴ θρηνεῖτε * θρήνου γὰρ οὐδὲν ἐπετήδευσα ἄξιον * ἑαυτοὺς δὲ μᾶλλον ἁμαρτόντας πενθήσατε πάντοτε * συγγενεῖς καὶ φίλοι τὸ τεθνηκὸς * κραυγάζει βρέφος * ὅπως πεῖραν μὴ σχῂ τῆς κολάσεως.

Θεοτοκίον. *

Ἐμαυτὸν ἀπελπίζω * ὅταν πρὸς τὸ πάθος ἀπίδω τῶν ἔργων μου * ὅταν δὲ εἰς νοῦν σε ὑπὲρ νοῦν τὴν τεκούσαν τὸν Κύριον * Θεομῆτορ λάβω ἐπάνω ψυχῷ τῇ ἐλπίδι * προστασίαν γὰρ μόνην σε πέκτημαι.


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.

Ὡς νήπιος * ἐπὶ φάτνης ἐτέχθης * καὶ ἀγκάλαις ἐπεδόθης πρεσβύτου * ὁ βρεφουργῶν * ἐν κοιλίᾳ τὰ βρέφη * καὶ πρὸ τοῦ φθάσαι τελείας εἰς αὔξησιν * μετάγεις ταῦτα πρός ζωὴν * εὐχαρίστως διό σε δοξάζομεν.

Ἐστέρησας * ἀγαθῶν ἐπιγείων * τὸ γὰρ βρέφος * ἵνα τῶν οὐρανίων σου ἀγαθῶν * τούτων μέτοχον δείξῃς * μὴ παραβὰν τὸ θεῖόν σου πρόσταγμα * δοξάζομέν σε ἀγαθὲ * τῶν κριμάτων τὸ βάθος τὸ ἄπειρον.

Ἐβόας τοῖς Ἀποστόλοις ἀφέτε * τὰ παιδία πρός με ἔρχεσθαι Λόγε * ἡ γὰρ ἐμὴ βασιλεία τοιούτοις * γεγενημένοις ὑπάρχει τὸ φρόνημα * τὸ νήπιον αὐτῶν πρός σε * μεταστὰν φωτός σου ἀξίωσον.

Θεοτοκίον.

Ὡς τεῖχος * καταφυγῆς κεκτήμεθα * καὶ ψυχῶν τε παντελῆ σωτηρία * καὶ πλατυσμὸν * ἐν ταῖς θλίψεσι κόρη * καὶ τῷ φωτίσου ἀεὶ ἀγαλλόμεθα * ὦ Δέσποινα καὶ νῦν ἡμᾶς * ἐκ παθῶν καὶ κινδύνων διάσωσον.


ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.

Γράψον ἐν βιβλίῳ σῳζομένων* ὡς φιλάνθρωπος οἰκτίρμον τὸ σὸν βρέφος * ἵνα χαίρων βοᾶ * τῷ κράτει τῆς σῆς δόξης * εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Αἴγλη τοῦ σου Λόγε προσώπου* καταλάμπρυνον τὸ βρέφος τῷ ἐν πίστει * μεταστάντι πρός σε* ἀώρῳ ἡλικίᾳ * καὶ μελῳδοῦν πρόσδεξαι * ὁ Θεὸς εὐλογητὸς εἶ.

Θλίψεως αἴτιος ἐδείχθης* τοῖς ποθούσιν σε ὁ χωρισμός σου* ἀλλὰ σοὶ ἀληθῶς* χαρᾶς καὶ εὐφροσύνης* κληρονομεῖς γὰρ νήπιε * τὴν ζωὴν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἴδε τὴν θλῖψίν μου Παρθένε * ἥν * ἐπήγασε τὸ πλῆθος τῶν κακῶν μου καὶ πρὸ τοῦ ἀπελθεῖν * ἀνάψυξίν μοι γὰρ * δίδου * ταῖς μητρικαῖς δεήσεσιν * ἰλέους ἄνοι τὸ θεῖον.


ᾨδὴ η´. Ἑπταπλασίως κάμινον.

Τοῦ Ἀβραὰμ ἐν κόλποις σε ἐν σκηναῖς ἀναπαύσεως * ἔνθα ἡ χαρὰ τῶν ἑορταζόντων πάντοτε * ἐν τόποις ἀνέσεως * ἔνθα τὸ ὕδωρ ἐστὶν τὸ ζῶν * τάξοι σε Χριστὸς * ὁ δι᾿ ἡμᾶς νηπιάσας * βοῶν αὐτῷ ἀπαύστως * ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Λύπης ἡμῖν παραίτιος* καὶ δακρύων ἀείμνηστε* σοῦ ὁ χωρισμὸς* ὡς ἀληθῶς γεγένηται* πρὸ τοῦ γὰρ σε γεύσασθαι* τῶν ἐν τῷ βίῳ τούτῳ τερπνῶν* ἔλιπες τὴν ἀπόλαυσιν καὶ γεννητόρων τοὺς κόλπους* ἀλλ᾿ οὖν τοῦ Ἀβραάμ σε* ὑπεδέξαντο κόλπος* νηπιώσας πάσης* ἀμέθεκτον κηλῖδος.

Μὴ μὲ πενθεῖτε νήπιον* μεταστάντα ὁ κείμενος* κράζει ἀοράτως* οὐ γὰρ πέλω κλαύσιμος * νηπίοις γὰρ ὥρισε * ἡ τῶν δικαίων πάντων χαρὰ * ἄξια δακρύων μὴ ποιήσασα ἔργων * Χριστῷ δὲ μελωδοῦμεν ἱερῶς.

Θεοτοκίον.

Εἰς τὴν ἐμὴν βοήθειαν * Θεοτόκε ἀνάστηθι * πρόσχες τῇ δεήσει τῇ ἐμῇ καὶ ῥῦσαί με * δεινῆς κατακρίσεως * τῆς χαλεπῆς ἐτάσεως * σκότους τε πυρὸς * καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων * δαιμόνων ἐπηρείαις * ἀπὸ πάσης ἀνάγκης * ἐλπὶς ἀπελπισμένων * ζωὴ ἀπεγνωσμένων.


ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τοῦτο ὁ οὐρανός.

Χριστὲ ὁ νηπιάσας δίχα τροπῆς * καὶ σταυρῷ ὁμιλήσας θελήματι * καὶ μητρικῶν πόνων τῆς τεκούσης σε κατιδῶν * τὴν ἀθυμίαν κούφισον * καὶ τὴν ἀχθηδόνα τὴν χαλεπὴν * νηπίου τοῦ θανέντος * πιστῶς τῶν γεννητόρων * ἵνα δοξάζωμεν τὸ κράτος σου.

Ἀπέστειλας ἐξ ὕψους παμβασιλεῦ * καὶ λαβὼν τὸ μακάριον νήπιον ὡς καθαρὸν * Δέσποτα στρουθίον πρός καλιὰς * ἐπουρανίους ἔσωσας * τούτων ἐκ παγίδων πολυειδῶν * τὸ πνεῦμα καὶ δικαίων * τοῖς πνεύμασιν συνάψας * κατατρυφᾶν τῆς βασιλείας σου.

Μηδὲν πεπονικῶσιν Λόγε Θεοῦ * τοῖς νηπίοις παρέχεις τὴν οἴκησιν * τῶν οὐρανῶν * οὕτως γὰρ ηὐδόκησας ἀγαθὲ * ἰσαριθμεὶς τὸ πλάσμα σου * νήπιον φοιτήσαντα νῦν πρός σε * τὸ ἄλγος τῶν γονέων * αὐτὸς ἐπικουφίζων * ὡς πανοικτιρμῶν καὶ φιλάνθρωπος.




Θεοτοκίον.

Τὸ ὄμμα τῆς καρδίας διαπαντὸς * ἀτενίζων πρός σε τὴν ἀκοίμητον * τὴν μητρικὴν * ἔχουσα πρεσβείαν πρός τὸν ἐκ σοῦ * σεσαρκωμένον πάναγνε * κοίμησον τὰ πάθη μου τῆς ψυχῆς * πρός ὄρθρον μετανοίας * ἐξέγειρόν με κόρη * καὶ τῷ φωτί σου καταλάμπρυνον.





20. ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΕΙΣ ΝΗΠΙΑ

(Messin. Bibl. S. Salvat. gr. 153 XI αἱ., Messin. Bibl. S. Salvat. gr. 172 ἔτ. 1179).


Ἦχος πλ. δ´. ᾨδὴ α´. Ἄσωμεν ᾠδὴν τῷ Θεῷ.

Ἄσωμεν ᾠδὴν τῷ Θεῷ* τῷ ἐπὶ γῆς ὀφθέντι* καὶ νηπιάσαντι φύσει δι᾿ ἡμᾶς* καὶ σταυρωθέντι σαρκί* καὶ βουλήσει Λόγε* καθυπομείνας ταφὴν * ὅτι δεδόξασται.

Δεῦτε γηγενεῖς καὶ βροτοὶ * τὴν ἡμετέραν φύσιν * νῦν καθορῶντες ὡς χλόην καὶ σκιὰν * παρερχομένη φόβῳ * πρὸ τοῦ τέλους πάντες * Χριστῷ συνδράμωμεν * τοῦ ἐλεῆσαι ἡμᾶς.

Σήμερον χωρίζεται τῶν μητρικῶν ἀγκαλῶν * ὥσπερ ἀρνίον ποθούμενον μητρὶ * τὸ μετελθὸν νήπιον * καὶ Ἀβραμιαίοις * κόλποις ἀνάπαυσον * ἔνθα τρυφὴ καὶ ζωή.

Θεοτοκίον.

Μήτηρ μὲν ἐγνώσθης Θεοῦ * καὶ μετὰ τόκον ὤφθης * ὡς πρὸ τοῦ τόκους παρθένε Μαριὰμ * ὁ κυηθεὶς γὰρ Θεὸς * καὶ τὸ θαῦμα ξένον * καὶ ἀνερμήνευτον * τῆς σῆς λοχείας ἐστίν.


ᾨδὴ γ´. Στερέωσον ἡμῶν * τὸν νοῦν καὶ τὰς καρδίας * ὁ τούς.

Ὄναρ καὶ σκιά* ὑπάρχεις πᾶς ὁ βίος* ἄνθος καὶ ἀτμὶς* καὶ δρόσος τὰ παρόντα* ἰδοὺ γὰρ κεῖται νεκρὸς θρηνούμενος ἄπνους* ὁ χθὲς ἡμῖν διαλεγόμενος.

Τὸ ἄδηλον πιστοί* τοῦ βίου καθορῶντες* ἔργοις ἀγαθοῖς* δουλεύσωμεν Κυρίῳ* ἰδοὺ γὰρ νήπιον ἄωρον ἐκδιδάσκει * καὶ προδεικνύει τὰ ἐσόμενα.

Ὁ χθές μοι ποθεινὸς μισούμενος ἐξαίφνης * ὡραῖος τῇ μορφῇ * ὁ ὧν ἄμορφος κεῖται * τῆς μητρικῆς χωριζόμενος συναφείας * τῶν συγγενῶν καὶ τῶν γνωστῶν αὐτοῦ.

Θεοτοκίον. *

Ἄνω τῷ Πατρὶ ἀχώριστος ὑπάρχων* κάτω ἐκ μητρὸς σαρκοῦται ἀπειράνδρου* ὦ παραδόξων πραγμάτων τίς ἑρμηνεύσει * τὰ μεγαλεία τῆς Θεόπαιδος.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε τὴν ἀκοήν.

Ἐπιτάφιον σήμερον * ᾠδὴν προσάξωμεν τῷ Κυρίῳ * ἵνα τάξῃ ἐν αὐλαῖς αὐτοῦ * ὅ μετέστησεν * πιστότατον νήπιον.

Ἐπιγείων ἐστέρημαι * τῇ σῇ κελεύσει Χριστὲ Σωτήρ μου * οὐρανὸν μὴ στερήσεις με * ἐκβοὰν τὸ θανὸν * ἐν πνεύματι νήπιον.

Τῆς τεκούσης τὰ δάκρυα * καὶ τὴν κατήφειαν καὶ τὸ πένθος * παραμύθησαι φιλάνθρωπε * τὸ θανόν σοι βοᾶ * πιστότατον νήπιον.



Θεοτοκίον.

Θλιβομένων παράκλησις * Θεοκυῆτορ ὑπάρχει αὕτη * καὶ πιπτόντων ἐπανόρθωσις * θλιβομένῳν χαρὰ * καὶ πάντων βοήθεια.


ᾨδῇ ε´. Ὀρθρίζοντες βοωμεν.

Εἰς τόπον φωτεινότατον Κύριε * καὶ ἐν χώρᾳ τῶν ἐκλεκτῶν σου * ὁ πίστει μετέστησας * συγκαταρίθμησον νήπιον.

Ὁ πλοῦτος καὶ ἡ δόξα παρέρχεται * ὥσπερ ὄναρ * τί μάτην ταράττεσθε ἰδοῦ ὁρατὲ τὶ γίνεσθε.

Τοῖς ῥήμασιν ὡς ἄνθραξι φλέγομαι τοῦ νηπίου * ἡ μήτηρ ὀδύρεται * οἷς χθὲς ἡμῖν διελέγετο.

Θεοτοκίον.

Τὸν ἕνα τῆς Τριάδος ἐν μήτρᾳ σου * δεξαμένη * διπλοῦν ὄντα τέτοκας * Θεὸν καὶ ἄνθρωπον Δέσποινα.


ᾨδὴ στ´. Χιτῶνά μοι παράσχου φωτεινόν.

Ὁρῶντες τὸν προκείμενον νεκρὸν * τύπον ἀναλάβατε * πρὸ τέλους καὶ φρίξατε * ὅτι πάντες τῷ αὐτῷ * πόμα πίωμεν.

Τὴν θάλασσαν τοῦ βίου παρελθὸν * τὸ νήπιον ὥρμησεν * λιμένι χρηστότητος * ἐν ᾧ ἐστίν εὐφραινομένων ἡ κατοίκησις.

Τοῦ βίου τῶν κυμάτων λυτρωθὲν * τὸ ἄκακον νήπιον * ἐῤῥύσθη τοῦ κλύδωνος * καὶ χορεύει ἐν γαλήνῃ σὺν ἀγγέλοις Θεοῦ.

Θεοτοκίον. *

Τὸ μέγα καταφύγιον ἡμῶν * ὑμνήσωμεν ἅπαντες * τὴν μόνην Θεόνυμφον * δι᾿ αὐτῆς γὰρ τῶν δεινῶν ἐλυτρώθημεν.


ᾨδὴ ζ´. Ὁ δι᾿ ἀγγέλου παῖδας.

Ὡς ἐκ στόματος πάλαι * κατηρτήσω τὸν αἶνον * τῶν θηλαζόντων Κύριε * ὃν ἐξελέξω παῖδα * ἀναπαῦσον ἐν τῷ χορῷ τῶν ἁγίων σου.

Ἐν τρυφῆ τῶν ζώντων * καὶ ἐν κόλποις τῶν Δικαίων * ὅ προσελάβου νήπιον * τάξον ὡς ἐλεήμων * παραμυθίαν τοῖς γονεῦσιν δωρούμενος.

Σοῦ τῶν βροτῶν ἡ δόξα * ποῦ τὸ κάλλος ὁρᾶται * ποῦ ἡ μορφὴ τοῦ σώματος * καὶ ποῦ ἡ ὡραιότης * ἰδοὺ πάντα ὡς σκιὰ * νῦν παρέρχεται.

Θεοτοκίον.

Σεσαρκωμένον Λόγον τὸν ἀμήτορα ἄνω * ἐπὶ τῆς γῆς ἀπάτορα * ἔτεκες Θεοτόκε * διὸ ἱκέτευε αὐτὸν * ὑπὲρ πάντων ἡμῶν.


ᾨδὴ η´. Οἱ θεοῤῥήμονες παῖδες.

Τὸ τῆς νεότητος ἄνθος ἐμαράνθη * καὶ ἡ μορφὴ τοῦ προσώπου * καὶ τῶν μελῶν ἡ εὐπρέπεια * ὥσπερ χόρτος ἐτμήθη * ταχέως ἀρθεὶς ἀπὸ γῆς.

Ὁ νηπιάσας βουλήσει ἐλεήμων * καὶ τὸ ἡμέτερον ὅλον * ἀναμαρτήτως λαβόμενος * ὃν πιστῶς ἐξελέξω * ἀναπαῦσον νήπιον.

Μετὰ πνευμάτων Δικαίων κατατάξας* ὃν προσελάβου οἰκτίρμων* συγκαταρίθμησον νήπιον* ἐν τρυφῇ Παραδείσου* ὡς μόνος φιλάνθρωπος.

Θεοτοκίον.

Ἀσποροσύλληπτον βρέφος ἐν νηδύϊ * καὶ ἀπειράνδρως Μαρία * ἐν γαστρί σου ἐχώρεσας * καὶ τεκοῦσα παρθένος * ὡς πρῴην διέμεινας.


ᾨδὴ θ´. Τὸν προδηλωθέντα.

Ἅπαντες βροτοὶ πρὸ τοῦ τέλους δεῦτε καὶ γνῶμεν τὴν ἡμῶν εὐτέλειαν * ἐν τῷ τάφῳ κειμένην * ποῖος πένης ἤ βασιλεὺς ἤ δυνάστης * καὶ μὴ τοῖς προσκαίροις ἀπατώμεθα.

Ποῦ ἡ τῶν προσκαίρων ἰσχὺς* ποῦ ἡ τυραννία* ἰδοῦ πάντα μάταια τὰ τοῦ βίου ὑπάρχει* τί πλανᾶσθε ὦ βασιλεῖς καὶ δυνάσται * πάντες γὰρ ἐν ἄδη μαρανθήσεσθε.

Μέγα τὸ μυστήριον τοῦ θανάτου ὑπάρχει ποῖος φόβος ἔσται ἐκεῖ * τῆς ψυχῆς ἐκδημούσης ἐκ τοῦ σώματος πρὸς αἰῶνιον. Νῦν ὄντως ματαιότης τὰ ἀνθρώπινα.

Δεῦτε τελευταῖον ἀγαπητοὶ τῷ θανέντι ἀσπασμοῦ προσοίσωμεν * καὶ προπέμψωμεν ὕμνοις * ὅπως ἵλεων τὸν Θεὸν τῇ κρίσει * σὺν τῷ κοιμηθέντι ἐπευξώμεθα.

Θεοτοκίον.

Σὺ εἶ Θεοτόκε τὰ ὅπλα ἡμῶν καὶ τεῖχος σὺ εἶ ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων * σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.



                     πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου