Ευλογημένη πνευματική περιήγηση

Τετάρτη 9 Μαρτίου 2016

ΚΑΝΟΝΑΡΙΟΝ ΕΙΣ ΚΕΚΟΙΜΗΜΕΝΟΥΣ. ΜΕΡΟΣ 4ο. ΚΑΝΟΝΕΣ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ ΠΑΡΘΕΝΟΥΣ & ΥΠΟΤΑΚΤΙΚΟΥΣ

ΙΙΙ. Κανόνες εἰς κοιμηθεντας παρθένους καὶ ὑποτακτικούς.


12. ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΠΑΡΘΕΝΟΥΣ

(Crypt. gr. Γ. β. V-Γ. XXV ἔτ. 10-19, φφ. 9β-13β)

 http://www.plus4u.gr/images/108/108067580.jpg?t=1449178238



ἦχος β´. ᾨδὴ α´. Ἐν βυθῷ κατέστρωσε.

Τοῖς πολλοῖς σου κρίμασιν Χριστέ, πίστει μετέστησας* ἀπὸ τῆς γῆς καί* τοῖς νεκροῖς συνέταξας * ζωῆς δεῖξον μέτοχον* ἀϊδίου τε καὶ λαμπρῶς ὡς ποθήσασαν * σε ὁλοκαρδίως, τὸν ἀγαθοδότην καὶ φιλάνθρωπον.

Τὸν καλὸν Νυμφίον τῶν ψυχῶν * πίστει ἐνυμφεύσατο * σὲ βασιλεῦ καθάπερ κόσμον πάντιμον * τὸ σχῆμα τὸ ἅγιον * στολισαμένη ἡ παρθένος καὶ δούλη σου * ἥνπερ μεταστήσας, τάξον ταῖς χορείαις τῶν παρθένων σου.

Παρθενίαν φέρουσα ψυχῆς* πάνσεμνε καὶ σώματος * ἀπὸ τῆς γῆς μετέστης θείῳ πνεύματι * Χριστὸς οὖν ὥς εύσπλαγχνος * ὃν ἠγάπησας εἰς νυμφῶνα οὐράνιον * σὲ κατασκηνώσοι, πάντα συγχωρήσας σου τὰ πταίσματα.

Θεοτοκίον.·

Καθαρὸν δοχεῖον τοῦ φωτὸς * ὤφθης ἀειπάρθενε * τὸν νοητὸν ἀποτεκούσα ἥλιον * τοῦτο νῦν δυσώπησον * τῇ καρδίᾳ μου ἐπιλάμψαι πανάμωμε * καὶ τῆς ἁμαρτίας * σκότος ἀπελάσαι τὸ βαρύτατον.


ᾨδὴ γ´. Ἐξήνθησεν ἡ ἔρημος.

Ἀνθήσασαν ὡς ῥόδον σε ταῖς κοιλάσιν * ἔτεμνε τὸ τοῦ θανάτου δρέπανον * ἀλλ᾿ ὡς φύσει Θεὸς εἰσάξοι σε * εἰς παράδεισον θεῖον * ὦ φιλόσεμνε.

Συνέσεως ἐπλήσθης καὶ τὸν συνέσει τείναντα * τοὺς οὐρανοὺς ἠγάπησας * ἀλλ᾿ αὐτὸς πύλας τῆς ἄνω Σιὼν * διανοίξοι ἐν δόξῃ * ὢ φιλόχριστε.

Ἠγάπησας τὸν Κυριον καὶ πρός τοῦτον* ἔσπευσας* ὥσπερ στρουθίον ἄμωμον* ἀναπτῆναι ἀλλὰ σκηνώσοι σε* πρός μονὰς ἀκηράτους* ὡς φιλάνθρωπος.

Θεοτοκίον. *

Ἐξήνθησας ὡς ἄμπελος βότρυν θεῖον * ἄχραντε * οἶνον ἡμῖν πηγάζοντα * εὐφροσύνης παραφρονήσαντες * ἁμαρτίας τὴν μέθην ἀεὶ παρθένε.


ᾨδὴ δ´. Ἐλήλυθας ἐκ Παρθένου.

Ἐλήλυθας ἐκ Παρθένου οἰκτίρμων σαρκούμενος * παρθένον δὲ σώματι * τὴν σὴν ἱκέτιδα μετέστησας * βίου ματαιότητος * ἥν τοῖς χοροῖς τῶν παρθένων συναριθμήσας.

Νεότητος καὶ ἀγνοίας οἰκτίρμων ἐγκλήματα * τῆς δούλης σου πάριδε * προμεταστάσης βουλήσει σου * καὶ μετὰ ἁγίων σου * ταύτης τὸ πνεῦμα συντάξας * διανάπαυσον.

Ὡς Κύριον * σὲ τῆς δόξης οἰκτίρμων * ἠγάπησεν * καὶ κόσμον ἐμίσησεν * καὶ τῶν ῥεόντων ἀπόλαυσις Λόγε ἡ ἱκέτις σου * ἥν καταξίωσον δόξης * ἀϊδίου σου.

Θεοτοκίον.

Τὴν χάριν σου ἐφαπλώσας πλουσίως πανάχραντε * εἰς πάντα τὰ πέρατα * ταύτης μετόχους ἀνάδειξον * πίστει τῷ τεμένει σου * τοὺς συνελεύσεσιν θείαις ἀνυμνοῦντάς σε.


ᾨδὴ ε´. Ὁ φωτισμός.

Πάντων τερπνῶν * σὲ προέκρινεν Λόγε * πάντων ἡδέων * σὲ προετιμήσατο ὡς Νυμφίον * ψυχῶν ὡραίων * ἡ πιστὴ σου ἱκέτις * διὰ τοῦτο παρακαλοῦμέν σε * ταῖς ὡραιοτάταις ψυχαῖς * ταύτην σύνταξον.

Σχῆμα σεμνὸν * ὡς ὑπερτιμον κόσμον * μετημφιάσω * τέρπουσα Νυμφίον τὸν σὸν ὡραῖον * καὶ νῦν μετέβης * πρός αὐτὸν ὃν * ἐπόθης * ὦ παρθένε τῇ εὐδοκίᾳ αὐτοῦ * ταῖς τῶν μακαρίων ψυχαῖς συναυλίζεσθαι.

Πύλας Χριστὲ * τῆς αὐτοῦ βασιλείας * σοι ὑπανοίξοι μέτοχον δεικνύων σε θείας δόξης τῶν ἑπταισμένων * πάντων δώῃ συγγνώμην * ἀϊδίου φωτὸς ἐμπλήσοι σε * τοῦτο γὰρ μόνον σεμνὴ ἐπόθησας.


ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.

Ἁπαλὸν ὥσπερ κλάδον ἐξέκοψας Κύριε τὴν δούλην σου ἥν * καταφύτευσον * ἐν παραδείσῳ δόξης σου * ἐντρυφώσαν τοῦ κάλλους ἀθάνατον.

Σὲ μνηστεύεται Σῶτερ ἡ δούλη σου * ἀποσεισαμένη μνηστείαν ἐπίκηρον * τοῦ σοῦ νυμφῶνος Κύριε * τὰς εἰσόδους αὐτὴ ἀναπέτασον.

Ἔνθα πάντων ἁγίων τὰ πνεύματα * ὅπου καταλάμπει τὸ φῶς τοῦ προσώπου σου * Χριστὲ Σωτὴρ τὴν δούλην σου * κατατάξας ὑμνεῖν σὲ ἀξίωσον.

Θεοτοκίον.

Θεὸν σαρκωθέντα κυήσασα * τὰς ἐπαναστάσεις σαρκός μου θανάτωσον * καὶ ἀθανάτου δεῖξόν με * βασιλείας πανάμωμε μέτοχον.


ᾨδὴ ζ´. Ἀντίθεον πρόσταγμα.

Τρυγὼν ἡ φιλόσεμνος * ἐκ τῶν τοῦ βίου * κλάδων ἐπέτασας προστάξει τοῦ Δεσπότου σου * καὶ τόποις κατέπαυσας * ἐν οἷς ἐπίσταται * ὁ ἀκατανόητος διὸ μετὰ ὁσίων * τάξοι τὸ πνεῦμά σου.

Ἀπῆλθεν τὸ πρόσταγμα * διαχωρίζων * τὴν σὴν ἐκ τοῦ σώματος * ψυχὴν σεμνὴ ἀείμνηστε * Χριστός, δὲ ὁ εὔσπλαγχνος * τῆς βασιλείας αὐτοῦ * πύλας ὑπανοίξοι σοι * ὁ ὧν εὐδόκησον καὶ ὑπόδεξαι ἐν δόξει.

Ἐδίψησεν Κύριε * τὴν σὴν ἀγάπην * σὲ ἠρετήσατο * νυμφίον ἡ ἱκέτης σου * ἀρίστοις δὲ κρίμασιν * τοῖς σοῖς ἀπήλπισεν * βίον βιαιώτατον διὸ * μετὰ ὁσίων ταύτην ἀναπαῦσον.

Θεοτοκίον.

Ναὲ Θεοχωρῆτε * τῆς θείας δόξης * ναὲ ἐπουράνιε Παρθένε ἀπειρόγαμε * ναοὺς σου εὐπρέπειαν * τοὺς ἀγαπῶντας τὴν σὴν φώτισον ἁγίασον φωτὶ τοῦ τεχθέντος * ἐκ σοῦ πανάμωμε ἱκέτιδα.


ᾨδὴ η´.

Σου ταῖς καλλοναῖς * ἡ σὴ δούλη * σοῦ τὴν λαμπρότητα ἐπόθησεν * σοῦ ταῖς ἀναβάσεσιν ἔτασον * τὴν ψυχὴν ἕλκυσιν ἐδίψησεν * τοῖς δήμοις ταύτης σύνταξον * Δέσποτα τῶν δικαίων * διὰ πολλὴν ἀγαθότητα.

Πίστις καὶ ἐλπὶς * ἀγάπη δὲ τελεία * τὴν σὴν καρδίαν κατεκόσμησεν * καὶ τὸν νοῦν ἐλάμπρυνεν * διὰ τοῦτο ἱκετεύομεν * τὸν ἀγαθὸν Θεὸν ἡμῶν * τάξεις ὡς παρθένον * ταῖς τῶν ἁγίων λαμπρότησι.

Πάντων Ἰησοῦ * ἐν γνώσει καὶ ἀγνοίᾳ * ὃν ἐπλημμέλησεν ἡ δούλη σου * δίδου τὴν συγχώρησιν * τοῦ φωτὸς ἀδύτου μετέχον * μετὰ τῶν ἀγαπώντων σε * ποίησον ἵνα πίστει Λόγε καὶ πόθῳ δὲ τάξον.

Θεοτοκίον.

Φώτισον ἁγνὴ * τῆς σκοτίας τῆς ψυχῆς μου * φῶς ἡ τεκοῦσα τὸ ἀπρόσιτον * καὶ τῶν παθῶν τῆς καρδίας Σὺ σβέσον μου τὴν κάμινον δέομαι Παναγία * τῆς ἁμαρτίας Θεονυμφε.


ᾨδὴ θ´. Ἀνάρχου Γεννήτορος.

Νεκρὸς ἐχρημάτισας * καὶ νεκροῖς ἀφθαρσίαν * Σῶτερ ἐπήγασας * ὅθεν πιστῶς δυσωποῦμεν * ἥν ἐξ ἡμῶν πίστει προσελάβου * μετὰ τῶν ἁγίων σου * εὐεργέτα κατασκήνωσον.

Τὸ κάλλος τοῦ σώματος τῷ κάλλει συναρμόσασα * τῆς ψυχῆς σου προήξω * νυμφίον πρόσκαιρον * ἀλλὰ τὸν ἀθάνατον μόνον * τόν σε φαιδρῶς τὸν ὑπερκοσμίους * τόπους μετατεθέμενον * ὦ παρθένε ὡραιόψυχε.

Σὲ Παντοδύναμε * Θεὲ ἀνεξιχνίαστε * ὑπεράγαθε μόνε * καὶ πολυέλεε * ὁ πάντα ποιῶν καθὼς οἶδας * ὡς τὸ ἡμῶν * γινώσκων συμφέρον * ἥν πίστει μετέστησας * τῆς σῆς δόξης καταξίωσον.

Θεοτοκίον.

Ἁγία Πανάμωμε ἁγίασον τοὺς δούλους σου * ὑπεράγιον Λόγον * σαρκὶ κυήσασα * λύτρωσαι ἡμᾶς τῶν παγίδων * τοῦ πονηροῦ σῶσον ἡμᾶς πάντας * τούς σε Θεομήτορα * ὀρθοδόξως καταγγέλοντας.






13. ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΠΑΡΘΕΝΟΥΣ

(Vat. gr. 1836 ΧΙ-XII αἱ.)


ἦχος β´. ᾨδὴ α´. Τὴν Μωσέως ᾠδὴν * ἀναλαβών.

Ἡ Παρθένος ἡμᾶς * νῦν συγκαλεῖ συμπαρθένοι * οὐ θαλάμιον ᾠδὴν ἀλλ᾿ ἐπιτάφιον ἱκεσίαν ᾄσατε Χριστῷ * ἐν τῇ μνήμῃ αὐτῆς.

Ἰδοὺ κεῖμαι νεκρὰ * ἡ χθὲς ἡμῖν συμμελωδοῦσα * συνοδεία μου καλὴ * καὶ συμπαρθένοι ἄπνους σιγῶσα * φρίττουσα τὸ μέγα μυστήριον.

Κατιδοῦσα φρικτοὺς * καὶ φοβεροὺς καὶ ἀποτόμους * λειτουργοὺς καὶ ὑπουργοὺς * ἀγγέλους θείους ὦ συμπαρθένοι * τρόμῳ συσχεθεῖσα ἐσίγησα.

Παντουργέ μου Θεὲ * παμβασιλεὺ ἥν προσελάβου * ἐξ ἡμῶν νῦν ἀδελφὴν * μὴ ἀποῤῥιψης τοῦ σοῦ προσώπου * ἀλλὰ τοῖς ἁγίοις σου συναρίθμησον.

Θεοτοκίον.

Σοι προσπίπτομεν Δέσποινα ἁγνὴ Παρθένε Θεοκυῆτορ * ἱκετεύοντες πιστῶς * τὴν δούλην σου ταύτην τήν σε τιμῶσαν * ποίμανον συντήρησον σκέπασον.


ᾨδὴ β´. Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι.

Δεῦτε ἀκούσατε * καὶ διηγήσομαι * ὁ συγκλεισμὸς ἐπέστη * τῇ ταλαιπώρῳ ψυχῇ μου * καὶ ἡ ἀθρόα τομὴ * καὶ τοῦ βίου τὸ τέλος * κατέλαβέν με νῦν * καὶ ἐννοοῦσα δειλιῶ * τῶν κακῶν μου τὸ πλῆθος * καὶ φρίττω τὴν τοῦ κριτοῦ * δικαίαν ἀπόφασιν.

Μόνη ἀπέρχομαι * μόνη ταράττομαι * μόνη λογοθετοῦμαι * μόνη διέρχομαι ἔνθεν * καὶ συνοδεύων ἔνθα * ἀδελφὸς σὺ λυτροῦται * ὁδὸν * ἥν οὐδέπω διῆλθον * τρόπους μόνη ὀρῷ * οὓς οὐδέπω ἔγνωσα.

Ἄπιθι * τέκνον μου χαίρουσα * ἐν τῇ γῇ τῶν πραέων * καὶ ἐν αὐλαῖς ταῖς ἁγίαις * κατασκηνώσει Θεὸς * καὶ στολὴν ἀφθαρσίας * ἐνδύσασθαι φαιδρῶς * εἰς τὸν νυμφῶνα ἑαυτοῦ * διατάσθαι ποιήσει * καὶ μέλπειν αὐτῷ ἀεὶ * ᾆσμα τὸ τρισάγιον.

Δέχου τὰ δάκρυα * δέχου τὴν δέησιν * δέχου καὶ ταύτην ἡμῶν * τὴν προσφορὰν καὶ θυσίαν * ἅγιε Δέσποτα * καὶ ὀσφράνθητι ταύτην * καὶ σύνταξον Σῶτερ * ἑορταζόντων τῷ χορῷ * καὶ ἀεί σε ὑμνούντων * οἴκτειρον ὡς ἀγαθὸς * φιλάνθρωπε Κύριε.

Θεοτοκίον.

Σὲ ἱκετεύομεν * Δέσποινα ἄχραντε * Θεογεννῆτορ κόρη * ἐκ πειρασμῶν καὶ κινδύνων * ῥῦσαι τοὺς δούλους σου * τοῦ πυρὸς τοῦ ἀσβέστου * ἐν ὥρα τῇ φρικτῇ * ὅταν καθίσῃς ὡς ποιμὴν * ὁ Υἱός σου Παρθένε * χωρίζων καὶ διαιρῶν * ἐρίφους καὶ πρόβατα.




ᾨδὴ γ´. Στειρωθέντα μου τὸν νοῦν.

Ὡς ποιμὴν καὶ βασιλεὺς * ὡς κριτὴς καὶ δυνατὸς * ἀνάπαυσόν με * Ἰησοῦ ἐν φωτὶ * ὁ ἐκ γῆς με μεθιστῶν * κράζει ἡ δούλη σου.

Κἄν χωρίζωμαι ἡμῶν * συνοδία καλή * μὴ ἀθυμήσης * μὴ θρηνήση καὶ πικρῶς * ἀλλ᾿ ἱκέτευε Χριστὸν ἀναπαῦσαί με.

Οἴμοι τάλαινα ψυχὴ * πῶς διέλθῃς τὰς ἀρχὰς * τὰς ἐξουσίας * καιρὸς τανῦν * πῶς κατοικτηρίσης τὸν κριτὴν * ἐπὶ τοῦ βήματος.

Ὅπου λάμπει ὁ Θεὸς * τοῦ προσώπου σου τὸ φῶς * ἐν χώρα ζώντων * τὴν σὴν δούλην Χριστὲ * κατασκήνωσον φαιδρῶς * ἵνα γεραίρεις ἄν.

Θεοτοκίον.

Ἡ τεκοῦσα τὸν Θεὸν * τὸν ποιμένα καὶ ἀμνὸν * Παρθενομῆτορ * βοηθός μου γενοῦ * ἐν τῷ ὥρα τῇ φρικτῇ * τῆς διαγνώσεως.


ᾨδὴ δ´. Τὴν ἐκ Παρθένου σου γέννησιν.

Ὅταν καθίσῃς φιλάνθρωπε * ὡς κριτὴς ἀφορίζων * πονηροὺς καὶ ἀγαθοὺς * μὴ ἀποῤῥίψης με Δέσποτα τοῦ σοῦ προσώπου * μηδὲ ἐν τῷ πυρίνῳ σκότει ἐκπέμψῃς * σοι κράζω * εὐεργέτα ἀγαθέ.

Ὅταν σαλπίσωσιν Ἄγγελοι τοὺς νεκροὺς συγκαλοῦντες * εἰς ὑπάντησιν Χριστῷ * καὶ στοιχεῖα ταραχθήσονται ἡ γῆ καὶ πάντα * οἴμοι οἴμοι ψυχὴ * πῶς τὸ πῦρ ὑπενέγκης * ἡ πῶς ἄρα * ὑπαντήσης τῷ κριτῇ.

Ἰδοὺ τὸ τέλος σου ἠγγικεν * καὶ κατέλαβεν ἄμφω * ἡ ἐμπρόθεσμος τομὴ * καὶ ὑφοροῦμαι καὶ φρίττω σου Χριστὲ τὴν κρίσιν * μὴ οὖν με ἀγαθὲ * τῷ θυμῷ σου ἐλέγξῃς * κραυγάζει σοι * ἡ σὴ δούλη ὁ Θεός.

Ἅ τῷ βίῳ σοι ἥμαρτον εἴτε ἔργῳ ἤ λόγῳ * ἤ ἔννοια πταίσματος ἥν προσελάβου ἀναπαῦσον Ἐλεῆμον * ἐνωσον δὲ αὐτὴν χορῷ τῶν δικαίων * ὅπου λάμπει * τοῦ προσώπου σου τὸ φῶς.

Θεοτοκίον.

Ὑπερφυῶς σὺ ἐχώρησας * τῆς Τριάδος τὸν ἕνα * Θεομῆτορ ἐν γαστρὶ * καὶ ἀνεκφράστως * ἐγέννησας ὡς οἶδεν μόνος * μείνασα ὥσπερ ἥν * ὃν δυσώπει ἀπαύστως * τὴν ποίμνην σου * τοῦ λυτρώσασθαι φθορᾶς.


ᾨδὴ ε´. Τὴν ἀχλὺν τῆς ψυχῆς μου.

Ὁ ἐκ γῆς με ποιήσας * καὶ εἰς αὐτήν με καλέσας * ἀποστρέφειν ὁ Θεός μου * ἀναπαῦσόν με καὶ σῶσον * ὁ τῶν πάντων ποιητής.

Οἴμοι ψυχή μου ἀθλία * πῶς τοῦ ἀέρος διέλῃς τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ κοσμοκράτορος μόνη βοηθοῦντος οὐδενός.

Νῦν βοηθήσας φιλάνθρωπε βοηθήσατε τέκνα * ἐκτενῶς οὖν δυσωποῦντες * ὑπὲρ ἐμοῦ τὸν Δεσπότην * ἵνα τύχω ἱλασμοῦ.

Ὁ ἐκ γῆς μετοικήσας * μεταναστεύει σε τέκνον * ἐν φωτὶ τῷ αἰωνίῳ * καὶ τῆς αὐτοῦ βασιλείας * ἀξιώσῃ ὁ Θεός.



Θεοτοκίον.

Ὢ Παναγία Παρθένε * καὶ Θεομήτωρ Μαρία * ἡ τὸ φῶς Χριστὸν τεκοῦσα * αὐτὸν δυσώπει ἀπαύστως * τοῦ σωθῆναι καὶ ἡμᾶς.


ᾨδὴ στ´. Βυθῷ ἁμαρτημάτων συνέχεις.

Ἀροῦσα τὸν Σταυρόν σου ἐπ᾿ ὤμοις ὁ Θεὸς * κατακολουθήσασα πόθῳ ὀπίσω μὴ σὺν μὲ ἀπώσῃ ὁ Σωτὴρ * μὴ εἴπῃς κἀμοὶ * οὐκ οἶδά σε * ἡ σὴ δούλη ἐκβοᾶ.

Τὸ σῶμά μου ἐν τάφῳ ἐσάπη ὥσπερ χοῦς * τὴν δὲ ψυχήν μου ἔθεμην εἰς χεῖράς σου Χριστέ μου * σὺ οὖν ὁδήγησον αὐτὴν ἐν τόποις ἁγίοις σου φαιδροῖς * ὅπου λάμπει * τοῦ προσώπου σου τὸ φῶς.

Ἀπέρχου ἐν εἰρήνῃ πορεύου ἐν χαρᾷ * ἄπιθι τέκνον ἀφόβως Χριστὸς συνοδεύσοι σοι * ᾧτινι καὶ ἐδούλευσας πιστῶς * καὶ μνείαν ποιοῦ ἑκάστοτε * πρός αὐτὸν ὑπὲρ ἡμῶν.

Θεοτοκίον.

Ὑμνοῦμέν σε Παρθένε δοξάζομεν πιστῶς * τὴν φωτοφόρον νεφέλην ἐξ ἧς, οἱ βροτοὶ * ἀντλοῦμεν τὴν ἀφθαρσίαν καὶ τὸ φῶς * Μαρία ἡ ἐλπὶς τῶν γηγενῶν χαῖρέ σοι * ἀνακράζομεν.


ᾨδὴ ζ´. Τὰ Χερουβεὶμ μιμούμενος.

Τῆς πίστεως τὸ τάλαντον καὶ τῆς ἁγνείας δρόμον κατέχουσα Χριστέ μου * ταῖς τῶν παθῶν μου ἡδονὰς * καὶ γὰρ ἐν ἀμελείᾳ * παρῆλθεν ὁ χρόνος μου * ἴδε σύν με Σῶτερ * ἱλέῳ ὄμματί σου * καὶ ἄφεσίν μοι δὸς * ὡς Θεὸς ἐλέους * κατατάσσων ἁγίοις.

Τὴν φλόγα τὴν τῶν παθῶν μου * τῇ δρόσῳ τῆς σῆς ἀγάπης * οὐκ ἔσπευσα τοῦ σβέσαι * οὐδὲ τῷ φόβῳ σου Χριστὲ * ἀλλὰ τῇ λοιδορίᾳ * τὴν φλόγα ἐξέκαυσα * ἴδε οὖν με Σῶτερ * ἱλέῳ ὄμματί σου * καὶ ἄφεσίν μοι δὸς * ὡς Θεὸς ἐλέους * κατατάσσων ἁγίοις.

Ἂν τῷ τάφῳ τέθαμμαι * τῷ Κυρίῳ βοῶσαι * ἡμάρτηκα οἰκτίρμον * δεινῶς ἡμάρτηκα ἐν βίῳ γὰρ ἀληθείᾳ * νόμους σου ἠθέτησα * ἴδε οὖν με Σῶτερ * ἱλέῳ ὄμματί σου * καὶ ἄφεσίν μοι δὸς * ὡς Θεὸς ἐλέους * κατατάσσων ἁγίοις.

Ὅταν τὸ πῦρ κατέδεται * κόσμον καὶ τὰ ἐν κόσμῳ * καὶ οὐρανὸς τῷ φόβῳ * ὥσπερ βιβλίον ἡλιχθῇ * καὶ ὡς κριτῆς καθίσῃς * τοῦ κρῖναι τὸν κόσμον σου * ἴδε οὖν με Σῶτερ * ἱλέῳ ὄμματί σου * καὶ ἄφεσίν μοι δὸς * ὡς Θεὸς ἐλέους * κατατάσσων ἁγίοις.

Θεοτοκίον.

Ἡ ἐν γαστρὶ χωρήσασα * ὃν οὐρανοὶ οὐκ ἐχώρουν * καὶ τέξασα ἀφράστως * Θεογεννῆτορ Μαριὰμ τοὺς σοὺς ἱκέτας πάντας διάσωσον Δέσποινα * θλίψεων παντοίων * καὶ πειρασμῶν καὶ δεινῶν * ἐν σοὶ γὰρ ἡ ἐλπὶς καὶ ἡ προσδοκία * ἡμῶν ἀεὶ ὑπάρχει.



ᾨδὴ η´. Τὴν ἐν τῇ βάτῳ Μωσῆ τῆς παρθενίας.

Ὁ ἐν νεκροῖς λογισθεὶς ὡς θνητὸς ζωοδότα * καὶ νεκροὺς συνεγείρας * τῇ ἐγέρσει σου κἀμὲ * ἀνάπαυσον καὶ ἄφες * ἃ ἐν τῷ βίῳ δεινῶς * Σωτὴρ ἡμάρτηκά σοι.

Εἰ καὶ τὸ σῶμα ὡς χοῦς * ἐν τῷ τάφῳ ἐλύθη * καὶ μορφὴ ἠλλοιώθη * ἀλλὰ κράζω σοι Χριστὲ * τῷ πνεύματί μου πίστει * ἄνες μοι ἄνες Σωτὴρ * ἅπερ ἡμάρτηκα σοι.

Σὺ τοὺς τελώνας Χριστὲ * καὶ τὰς πόρνας ἐδέξω * καὶ παράλυτον ἔσφιγξας ἐθεράπευσας τυφλοῦ δαιμόνια ἐκβάλλων * σὺ καὶ ψυχὴν τὴν ἐμὴν * ἀναπαῦσον Σωτήρ μου.

Υἱὲ Δαυΐδ σοι κάγω * ἐκ τοῦ τάφου κραυγάζω * ὥσπερ πάλαι ἐβόα * ἡ πιστὴ Χαναναία ἐλέησον οἰκτίρμον * καὶ ἄφες μοι ἅπερ ἡμάρτηκά σοι.

Ἐν ᾧ ἱστάμην ποτὲ * καὶ συνέψαλλον τόπῳ * μόνον νῦν καθορῶσα * συνοδιά μου καλὴ * ἱκέτευε ὑμνοῦσα * τοῦ ἀναπαῦσαι με * Χριστὸς σὺν τοῖς ἁγίοις.

Θεοτοκίον.

Παρθενομῆτορ ἁγνὴ * ἡ Θεὸν συλλαβοῦσα * καὶ ἀφράστως τεκοῦσα * σκέπη τεῖχος καὶ λιμὴν * γενοῦ τοῖς σὲ ὑμνούσιν * ὅτι ἐν σοὶ ἡ ἐλπὶς * πάντων ἡμῶν ὑπάρχει.


ᾨδὴ θ´. Τὴν ὑπερφυῶς.

Ὕμνους καὶ εὐχὰς Χριστῷ * προσκομίσατε πιστῶς ὑπὲρ ἐμοῦ παρθένοι τῷ Σωτήρι τῶν ὅλων * ἵνα μὲ ἀναπαύσῃ ἐν σκηναῖς τῶν ἐκλεκτῶν.

Καθορῶσα δειλιῶ * τοὺς φρικτοὺς καὶ φοβεροὺς * ἀγγέλους συνεστῶτας * μετ᾿ ὀργῆς ἀπειλοῦντας * ἁρπάσαι με παρθένοι * ὡς στρουθίον ἀφ᾿ ἡμῶν.

Οἴμοι τάλαινα ψυχὴ * πῶς διέλθεις τὰς ἀρχὰς * πῶς τὴν ὁδὸν ὀδεύσεις * ἥν οὐδέπω διῆλθες * πῶς τὰς μονὰς καὶ παρέλθῃς * τὰς τοῦ ἀδύτου τὰ φρικτά.

Μνήμην καὶ ἡμῶν ποιοῦ * οὓς κατέλειπας ἐν γῇ * τυχοῦσα παῤῥησίας * ὦ καλλίνικον τέκνον * ἵνα σύν σοι τῆς δόξης * ἀπολαύσωμεν Χριστοῦ.

Θεοτοκίον.

Θεοδόξαστε ναὲ * θεολόχευτε ἁγνὴ * μητρόθεε παρθένε * τοῦ πυρὸς τοῦ ἀσβέστου * ῥῦσαι καὶ τῆς γεένης * τοὺς ὑμνοῦντάς σε πιστῶς.








14. ΚΑΝΩΝ ΕΙΣ ΥΠΟΤΑΚΤΙΚΟΝ

(Crypt. gr. Γ. β. XXLII, ΧI αἱ., Messin. Bibl. Univ. S. Salv. gr. 153 XI αἱ, Messin. Bibl. Univ. S. Salv. gr. 172 ἔτ. 1179).


ἦχος πλ. δ´. ᾨδὴ α´. Ἁρματηλάτην.

Σοῦ τὸν Σταυρὸν ἐπὶ τῆς γῆς ἀράμενον* τὸν μεταστάντα Χριστὲ* καὶ ἐν μονήρει βίῳ * ἕως τέλους ζήσαντα * ἐν θλίψεσι εὐφραινόμενον * τῆς ἀλήκτου χαρᾶς σου* ἐπαπολαύσαι ἀξίωσον* ᾆσμα εὐφροσύνης σοι ψάλλοντα.

Τῆς ἀψευδοῦς ἐπαγγελίας τεύξοιτο * Σῶτερ ὁ δοῦλός σου * καταλιπὼν πᾶσαν ἐπὶ γῆς προσπάθειαν * καὶ σοῦ κατόπιν Κύριε * πορευθεὶς εὐθυβόλως ἀνάδειξον τοῦτον ὡς εὔσπλαγχνος * ἐλεύθερον πάσης κολάσεως.

Τῆς εὐκλεοῦς σου νῦν ζωῆς τὸν σύνδεσμον* καὶ τὴν συνάφειαν* καὶ τοῦ σεμνοῦ ἤθους* μεμνημένοι ἅπαντες* ὦ ἀδελφὲ ἀείμνηστε* ἐν θερμῇ κατανύξει* Χριστῷ συμφώνως κραυγάζομεν* Κύριε τὸν δοῦλόν σου πρόσδεξαι.

Θεοτοκίον.

Κεκαθαρμένη τῷ Ἁγίῳ Πνεύματι * ψυχὴν καὶ σῶμα καὶ νοῦν * τῆς ἀπροσίτου δόξης * ἀπροσίτως πέφυκας * δοχεῖον τιμαλφέστατον * Θεοτόκε Παρθένε * τὸ μέγα θαῦμα τῆς κτίσεως. * Ὅθεν σε ἀπαύστως δοξάζομεν.


ᾨδὴ β´. ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι * ὁ πάλαι τόν.

Κύριε, Κύριε * μόνε ἀθάνατε Σωτὴρ * τὸν πίστει εἰλικρινεῖ * ἐπὶ τῆς γῆς λατρεύσαντά σοι θερμῶς * ἐν βίῳ μονήρει * ἀναπαῦσον ὡς Θεὸς * ἐν Παραδείσῳ τῆς τρυφῆς.

Βίον τελέσαντα * ζωὴν ἀμείψαντα Χριστὲ * τὸν δοῦλόν σου ὁ Θεὸς * τῆς παροικίας πρόσδεξαι ἀγαθὲ * παρέχων ἀφθόνως * τῆς κατοικίας αὐτὸν * τὴν κληρουχίαν τῆς ἐν σοί.

Πάντα κατέλιπεν * πάντα ἠρνήσατο Χριστὲ * ὁ δοῦλός σου τὰ τῆς γῆς * καὶ τὸν Σταυρόν σου ἤρατο ἐπ᾿ ὤμων * ζητῶν σου ἐν πίστει * τὸ πρόσωπον ὁ Θεὸς * διὸ ἀναπαῦσον αὐτόν.

Θεοτοκίον.

Λόγῳ ἀνεκφράστως * ἔργα ἀνείκακος σεμνὴ * ὁ θεῖός σου τοκετὸς * τοῖς ἐπὶ γῆς ἐδείχθη θεοπρεπῶς * ὁ ὧν γὰρ ἐν κόλποις * τοῦ ἀοράτου Πατρὸς * ἐκ σοῦ προῆλθεν σαρκωθείς.


ᾨδὴ γ´. Ὁ στερεώσας.

Τῆς ἀπροσίτου σου χαρᾶς * καὶ δόξης τῆς ἀκηράτου * τὸν ἐν πίστει μεταστάντα πρός σὲ οἰκτίρμον * σὺ καταξίωσον Σωτὴρ * ὅτι ἐν σοὶ ἀνέθετο * τὰς ἑαυτοῦ ἐλπίδας βίον μονήρη ἀράμενος.

Τῆς ἀειζώου σου τρυφῆς * καὶ τοῦ νυμφῶνος τοῦ θείου τὸν πρός σὲ μεταφοιτήσαντα δεῖξον * ἐν μετοχῇ ὡς ἀγαθὸς * καὶ αὔγασον τὸ φῶς σου αὐτῷ * τοῦ ἀχλυώδους σκότους * τοῦτον Σωτὴρ ἀφαιρούμενος.

Πλήρης ὑπάρχων οἰκτίρμων * συγγνωμῶν ἔσο πταισμάτων * ἐκνικῶν τῆς ἁμαρτίας τὸ ἄχθος * τῇ τοῦ ἐλέους σου ῥοπῇ * τοῦ δούλου σου Σωτὴρ ἡμῶν * τῷ γὰρ χρηστῷ ζυγῷ σου * νόμῳ προσῆλθεν ἀσκήσεως.

Θεοτοκίον.

Ἡ ἐνυπόστατος Θεοῦ * Σοφία πρὸ τῶν αἰώνων * ἐκ Πατρὸς μονογενὴς προῆλθεν Λόγος * καὶ ἐπ᾿ ἐσχάτων ἐκ μητρὸς * βροτὸς ἀφύρτως γέγονεν * ἐν ἑκατέροις μενὼν * εἰς κατ᾿ ἀμφότερα τέλειος.


ᾨδὴ δ´. Σύ μου Χριστὲ Κύριος σύ μου.

Σὺ τὸν Σταυρὸν * Κύριε ἀναλαβόμενός * σοὶ προσῆλθεν * σοὶ καὶ ἠκολούθησεν * ἐπὶ τῆς γῆς Δέσποτα Χριστὲ * ὁ κεκοιμημένος * ἐλπίδι τῆς ἀναστάσεως * ἐν σοὶ καὶ ἐκδημήσας * εὐφρανθήτω Σωτήρ μου * μεγαλύνων τὸ θεῖόν σου ὄνομα.

Ἔνθα τρυφὴ * Κύριε ἔνθα τὸ ἄδυτον φῶς * ἔνθα ἦχος * τῶν ἑορταζόντων τερπνῶς * τὸν ἐπὶ γῆς πάντα τὰ τερπνὰ * καταλελοιπότα * καὶ σοῦ κατόπιν βαδίσαντα * εἰσάγαγε οἰκτίρμων * ὡς ἐν βίῳ μονήρει * εὐσεβῶς καὶ πιστῶς σοι λατρεύσαντα.

Τὸν ἐξ ἡμῶν * Κύριε ἀποδημήσαντα * ὡς ἐν θλίψει * διὰ τῆς ἀσκήσεως * καὶ ἀγρυπνίᾳ καὶ προσευχῇ * καὶ ἐν ἐγκρατείᾳ * βεβιωκότα καὶ πίστει θερμῇ * χαρᾶς ἀνεκλαλήτου * καὶ πολλῆς εὐφροσύνης * ὡς ἐλεήμων ἀξίωσον εὔσπλαγχνε.

Θεοτοκίον.

Μόνη Θεὸν * τέτοκας Παρθενομῆτορ ἁγνὴ * μόνη ὤφθης * πάντων ὑπεραίρουσα * τῶν ποιημάτων θεοπρεπῶς * τοῦτον γὰρ τὸν κτίστην * ἀνερμηνεύτως ἐκύησας * διὸ σὲ Θεοτόκον * καταχρέος εἰδότες * καὶ πιστῶς προσκυνοῦντες γεραίρομεν.


ᾨδή ἑ . Ἵνά τι με ἀπώσω.

Τῆς ἀχλύος τοῦ βίου * τὸν πιστόν ἱκέτην σου * ἀπολυθέντα Σωτὴρ * ἀπροσίτῳ φάει * καταυγάζεσθαι τοῦτον ἀξίωσον * νοητὲ Ἥλιε * ὅτι πρός σὲ μεσονυκτίῳ διεγείρετο ψάλλων σοι Κύριε.

Ἐαυτοῦ τὸν αὐχένα * τῷ Χριστῷ σου κλίναντι ζυγῷ φιλάνθρωπε * ἐλεύθερον δεῖξον* τῶν πταισμάτων τοῦ ἄχθους τὸν δοῦλόν σου* ὅτι σὺ Κύριε δεσποτικῶς* βραβεύεις μόνος * πρός τὴν πίστιν ἑκάστῳ τὸν ἔλεον.

Ἐγκρατείας τὸν κόπον* καὶ δακρύων καμάτους* μνήσθητι Κύριε* τοῦ πιστοῦ σου δούλου* καὶ συγγνώμην παράσχου ὡς εὔσπλαγχνος* τῶν πολλῶν Δέσποτα * καὶ χαλεπῶν * νῦν ἐγκλημάτων * ὅτι πίστει πρός σε ἐπεδήμησε.



Θεοτοκίον.

Ἐπὶ γῆς νέον βρέφος * ὁ ὑπερτελὴς Θεὸς * ὦπται Παρθένου μητρὸς * καὶ τὸν κόσμον πάντα * τῆς ἀγνοίας τοῦ σκότους ἐῤῥύσατο * ὅτι φῶς γνώσεως * αὐτός ἐστίν * καὶ ἀληθείας * ὃν ὑμνοῦντες πιστῶς φωτιζόμεθα.


ᾨδὴ στ´. Ἱλάσθητί μοι Σωτήρ.

Τοῦ κλύδωνος ἀγαθὲ * παντὸς τοῦ βίου τὸν δοῦλόν σου * λυθέντα σωματικὼς * λιμένι προσόρμησον * τῷ τῆς βασιλείας σου * ὅτι ἐπὶ ὤμων * τὸν σταυρόν σου ἀνελάβετο.

Καὶ πρὸ θανάτου Σωτὴρ * τῷ σῷ ὑπείξας προστάγματι * ὁ δοῦλός σου Ἰησοῦ * τῷ κόσμῳ νενέκρωται * ἀγῶσιν ἀσκήσεως * ὃν καὶ μεταστάντα * καταξίωσον ἀμείνω ζωῆς.

Τὸν βίῳ μοναδικῷ * τῷ σῷ σχολάσαντα ἔρωτι * καὶ οὕτω νῦν εὐσεβῶς * τὸν κόσμον ἀφέμενον * δουλεύσαντα Κύριε * καὶ πρὸ μεταστάντα * τῆς τρυφῆς σου καταξίωσον.

Θεοτοκίον.

Νεκροῖς βραβεύει ζωὴν * ἀπεγνωσμένοις ἐπίγνωσιν * παρθένε μήτηρ Χριστοῦ * ὁ ἄῤῥητος τόκος σου * ταῖς θείαις πρεσβείαις σου * ὃν σε δυσωποῦμεν * εὐμενῆ ἡμῖν ἀπέργασαι.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τὸν ἐν βίῳ μονήρει * ἐπὶ γῆς σοι τῷ κτίστῃ * πιστῶς δουλεύσαντα * σκηναῖς ἑορταζόντων * ἀρίθμησον, οἰκτίρμον * τοὺς ἀπαύστως κραυγάζειν σοι * ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Τὴν στενὴν ἐν τῷ βίῳ * διανύσαντας τρῖβον * τοὺς σοὺς ἱκέτας Χριστὲ * τοῦ κόσμου μεταστάντας * πλατεῖαν τῆς τρυφῆς σου * τὴν κατάσχεσιν δώρησαι * ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Τὸν πρός σε μεταστάντα * ὡς ἐν βίῳ μονήρει * ἡμέρας τε καὶ νυκτὸς * δοξάσαντά σε Σῶτερ * μέτοχον εὐφροσύνης καὶ χορεία ψαλλόντων σοι, βοᾶν ἀνάδειξον Χριστὲ * ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Τὸν παράδοξον τόκον * ἡ ἀπείρανδρος μήτηρ κυοφορήσασα * ἐξέπληξεν ἀγγέλους * συνήγαγεν ἀνθρώπους * εὐφροσύνῃ κραυγάζοντας * ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η´. Ἑπταπλασίως.

Ὃν προσελάβου Δέσποτα * ἐκ τοῦ βίου ἱκέτην σου * ὡς ἀδιαλείπτως ἐν τοῖς θείοις ψάλλοντα * χορῷ τῶν ἁγίων σου * ἑορταζόντων ἤχω τε * τάξον ἀγαθὲ καὶ μεταστάντας κραυγάζειν * οἱ παῖδες εὐλογεῖτε * ἱερεῖς ἀνυμνεῖτε * λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.


Τὸν ἐπὶ γῆς φορέσαντα * μετανοίας ἐπάγγελμα * ἔνδυσον χιτῶνα ἀγαθὲ ἀφέσεως * τὸ θεῖον καὶ ἅγιον * τῶν ἀποστόλων σχῆμα γὰρ * περιβεβλημένος ἐπὶ γῆς σοι ἐβόα * οἱ παῖδες εὐλογεῖτε * ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τὸν τὸν χρηστόν σου ἄραντα * ἐπὶ ὤμων ζυγὸν ἀγαθὲ * καὶ ὑποταγῆς ὑπακοὴν ἀσκήσαντα * τοῦ ἄχθους φιλάνθρωπε * τῆς ἁμαρτίας κούφισον * καὶ τῶν ἐγκλημάτων τὸ φορτίον ἐξάρας * συγχώρησιν παράσχου * ἵνα ψάλλῃ σοι πίστει * ἐντεῦθεν ἐκδημήσας * μετὰ τῶν ἐκλεκτῶν σου.

Θεοτοκίον.

Οὐχ ἁρπαγμὸν ἡγήσατο * ὁ ὑπερθεὸς Κύριος * ἴσα τῷ Θεῷ τε καὶ Πατρὶ ὑπάρχει σαφῶς * κενοῦται σαρκούμενος * ἐξ ἀπειράνδρου κόρης γὰρ * καὶ τῆς πατρικῆς οὐ χωρισθεὶς θεότητος * προτρέπει τοὺς ἀνθρώπους * ἀναμέλπειν συμφώνως * λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ´. Σὲ τὴν ἀπειρόγαμον.

Σε τὸν εὐδοκήσαντα * τὸν σὸν ἱκέτην ἐν τῷ βίῳ * πίστει ἀδιστάκτῳ ἀμφιάσασθαι * τὸ μακάριον σχῆμα Σωτὴρ * τοῦτον ἐν αὐτῷ προμεταστάντα φιλάνθρωπε * ἐγκλημάτων * στολῆς μελαίνης ἀπογύμνωσον.

Σε τὸν ὑπεράγαθον * Θεὸν Σωτῆρα τοῦ ἐλέους * πάντες ἐκτενῶς δεόμεθα * ὃν ἐν πίστει μετέστησας * τῆς ἀτελευτήτου σου ζωῆς καταξίωσον * ἔνθα ἦχος * καὶ ἐν φωνῇ ἀγαλλιάσεως.

Σὲ τὸν εὐδιάλλακτον * καὶ φύσει εὔσπλαγχνον Δεσπότην * πάντες δυσωποῦμεν Κύριε * τὸν πρός σὲ ἐκδημήσαντα * τάξον ἐν σκηναῖς τῶν ἐκλεκτῶν σου φιλάνθρωπε* καὶ χορείαις* τῶν ὁμοτρόπων συναρίθμησον.

Θεοτοκίον.

Σοῦ τὸν ἀκατάληπτον * καὶ θεῖον τόκον προσκυνοῦμεν * σοῦ τὸ ἀνερμήνευτον * τῆς γεννήσεως σέβομεν * σὺ γὰρ τὸν Θεὸν ἐκυοφόρησας Δέσποινα ὑπὲρ φύσιν * ὃν μεγαλύνων τὴν ᾠδὴν ἐκπληρῶ.













15. ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΕΙΣ ΥΠΟΤΑΚΤΙΚΟΝ

(Crypt. gr. Γ. β. ΧΧLIΙ, ΧI αἱ., Messin. Bibl. S. Salvat. gr. 172 ἔτ. 1179)


Ἦχος α´. ᾨδὴ α´. Θαλάσσης τὸ ἐρυθραῖον.

πόῤῥωθεν ὅρους τῆς ζωῆς ἡμῶν * ὡς ἀρχηγὸς τῆς ζωῆς * πρός τὸ συμφέρον θέμενος Χριστὲ * δεσποτικῷ προστάγματι * τὸν μεταστάντα νῦν ἀναπαῦσον.

Τὸν πόθῳ ἐνταῦθα προελόμενον * τὴν τεθλιμμένην Χριστὲ * καὶ τὴν στενὴν ὁδὸν ἀσκητικῶς * ὡς εὐγνώμονα δοῦλόν σου * πλατεῖαν τὴν κατάσχεσιν * τῆς αἰωνίου Σῶτερ δώρησαι.

Τὸν γνώμη καὶ πίστει σε ποθησαντα * καὶ σοῦ κατόπιν Χριστὲ * ἀσκητικῷ βαδίσαντα θεσμῷ * ὡς ὑπήκοον δοῦλόν σου * καὶ μεταστάντα σύναψον * ταῖς Ἱεραῖς τῶν μοναζόντων σκηναῖς.

Βραχεῖα ἡ μοῖρα τῆς ζωῆς ἡμῶν * καὶ συντελείας ἐγγὺς * τὸ ἀσφαλὲς οὐκ ἔχει γὰρ ἐν γῇ * οὐ νεότης οὐ γῆρας βαθὺ * διὸ μὴ βλέπε ἄνθρωπε * μάκρους πρός χρόνους τῇ ταφῇ παρεστώς.

Θεοτοκίον.

Κατάρα νενέκρωται τῷ τόκῳ σου * παρθένε Μήτηρ Θεοῦ * καὶ ἀφθαρσίας ἤνθησεν ζωὴ * τοῖς πιστῶς εὐφημοῦσίν σε * διὸ ταῖς σαῖς δεήσεσιν * ὁ μεταστὰς ζωῆς τετύχηκεν.


ᾨδὴ β´. Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς Λόγος.

Θάνατος κέκριται* λέλυται κατάρα* μεταβέβληται γὰρ * τὸ ἐπιτίμιον ἡμῶν * ὦ τὸ τοῦ θανάτου * τῷ ζωηφόρῳ πάθει Χριστοῦ * εἰς καινὴν ζωαρχίαν * ἧς ἀξίωσον Λόγε * μεταστάντα * ψάλλειν ὡς υἱόν σοι φωτός.

Εἶδον πάντες ἐν τῷ τάφῳ * τίς ὡραῖός ἐστιν * ἤ τίς δυσειδὴς τῇ μορφῇ * τίς γηραλαῖος * ἤ πρέσβυς * ἤ νεάζων ἀκμῇ * οὐχ ἰδοὺ πάντα κόνις * πάντα τέφρα καὶ σκώληξ * μάτην ὄντως * πάντες ταραττόμεθα.

Θεοτοκίον.

Λέλυται πέπαυται * ἦρται ἐκ τοῦ μέσου * τοῦ θανάτου πᾶσα * ἡ βασιλεύουσα ἰσχὺς ἐκ τῆς παρθένου* ἐτέχθη βασιλεὺς ὁ Χριστὸς* καθελὼν τοῦ θανάτου* τὰ βασίλεια πάντα * καὶ δωρεῖται * τοῖς πιστῶς θανούσιν ζωήν.


ᾨδὴ γ´. Εὐφραίνεται ἐπὶ σοι.

Χορείαις ἀσκητικαῖς * καὶ μοναστῶν θεοσεβῶν τάγμασιν * ὃν προσελάβου Χριστὲ * τάξον ὡς ἐν πίστει μονάσαντα.

Πατρὸς ἐν ὑπακοῇ * καὶ ἀπαρνήσει κοσμικῆς σχέσεως * τὸν ἐκλεκτὸν δοῦλόν σου * ζήσαντα ἀναπαῦσον Κύριε.

Τῆς συγγενείας θεσμοὺς * λύει ὁ τάφος δυστυχῶς πάντοτε * καὶ συγκαλύπτει πικρῶς λίθος * τὸ μνημόσυνον πάντων ἡμῶν.


Θεοτοκίον.

Ἡ ζῶσα ὄντως πηγὴ * ζωῆς ἀξίωσον τυχεῖν ἄχραντε * τὸν τὴν ζωὴν τὴν πρόσκαιρον * ὄρῳ τοῦ θανάτου λιπόντα πιστῶς.


ᾨδὴ δ´. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.

Ἐκ προθέσεως ἀράμενος τὸν σταυρόν σου * τὸν ἐκλεκτὸν σου δοῦλον * ἀναπαῦσον Σωτὴρ * ἐν σκηναῖς ἁγίων σου * ὡς πίστει μονάσαντα * καὶ θεοσεβὼς ἐξασκήσαντα.

Τὸν ὑπήκοον γενόμενον μέχρι τέλους * πνευματικῷ ποιμένι * ἀναπαῦσον Λόγε * μεταστάντα δοῦλόν σου * μισθὸν παρεχόμενος * τῆς ὑπακοῆς τὴν ἀγείρω ζωήν.

Οὐ νεότητα ὁ θάνατος ἀναμένει * οὐκ εὐλαβείται γῆρας * οὐ φρίττει ἀξίας * πᾶσιν γὰρ ἐπέρχεται * ἁρπάζων τὰ πνεύματα * καὶ πρός κρίσιν ἀγὼν ἀσύγγνωστον.

Θεοτοκίον.

Μὴ παρίδῃς ἀειπάρθενε Θεομήτωρ * τοὺς Θεοτόκον πίστει * σὲ ὁμολογοῦντας * ἀλλ᾿ ὡς ἀσφαλὴς βοηθὸς * καὶ ζῶντας συντήρησον * θανόντας σῶσαι πρεσβείαις σου.


ᾨδὴ ε´. Σὺ Κύριέ μου φῶς.

Σὺ ἔνδυσον Χριστὲ * σωτηρίας χιτῶνα φαιδρὸν * τὸν δοῦλόν σου μεταστάντα * ὡς τὸ ἅγιον σχῆμα * πιστῶς ἀμφιασάμενον.

Σὺ δώρησαι Χριστὲ * ἀνυμνεῖν σε ἀπαύστοις φωναῖς * τῷ δούλῳ σου ὡς ἐντεῦθεν * πρός σὲ μεσονυκτίῳ * ὀρθρίσαντι σπουδαίᾳ ψυχῇ.

Ὢ θαῦμα φοβερὸν * ὦ μυστήριον ἄφραστον * πῶς γέγονεν ἀμορφία * τὸ πολύμορφον σκεῦος * ὁ ἄνθρωπος θανὼν καὶ ταφείς.

Θεοτοκίον.

Ἐλέησον ἁγνὴ * τοὺς θερμῶς σε δοξάζοντας * καὶ λύτρωσαι τῆς γεένης* τὸν θανόντα ἐν πίστει * ταῖς θείαις ἱκεσίαις σου.


ᾨδὴ στ´. Θύσω σοι * μετά.

Νηστείαν* προσευχὴν καὶ ταπείνωσιν Κύριε* τὸν πιστόν σου* ἱκέτην *καὶ ὑπακοὴν ἐξασκήσαντα* ἀναπαῦσαι* ὡς υῖόν σου ὑπήκοον κέλευσον

Ἐν κόπῳ * καὶ ἁγνείᾳ καὶ μόχθῳ δουλεύσαντά σοι * τὸν πιστόν σου ἱκέτην* ἐν τῇ ἀναπαύσει τῶν σῶν ἐκλεκτῶν * κατατάξαι * σοῦ δεόμεθα Σῶτερ εὐδόκησον.

Ἐν πίστει* παρεστῶτα τῷ τάφῳ σου τίμιε* ἱκεσίαν προσάγει * ἡ ἀδελφικὴ ἐκκλησία σου* τῷ Σωτῆρι* ὅπως ἵλεων ἕξης Χριστὸν τὸν κριτήν.

Θεοτοκίον.

Νεκρῶν τε * καὶ τῶν ζώντων Θεὸν σὲ γινώσκομεν * ἐκ Παρθένου τεχθέντα * καὶ πιστῶς αἰτοῦμεν φιλάνθρωπε * ἀναπαῦσαι * τὴν ψυχὴν τοῦ πρὸς σὲ μεταστάντος Χριστέ.

ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν.

Ὑποταγὴν εἰλικρινῆ * καὶ ὑποταγὴν εὐλαβείας * ἐπιδειξάμενον καλῶς * τὸν πιστόν σου ἱκέτην Σωτὴρ ἡμῶν * μελωδεῖν σοι ἀξίωσον * μεταστάντα ἐκ τοῦ βίου σὺν τοῖς ἁγίοις.

Τῆς ἀειζώου σου τρυφῆς * καὶ τοῦ νυμφῶνος τοῦ θείου τὸν πρός σε μεταφοιτήσαντα δεῖξον * ἐν μετοχῇ ὡς ἀγαθὸς * καὶ αὔγασον τὸ φῶς σου αὐτῷ * τοῦ ἀχλυώδους σκότους * τοῦτον Σωτὴρ ἀφαιρούμενος.

Τῶν ὀρθοδόξων ἐν σκηναῖς* καὶ τῶν μοναστῶν ἐν χορείαις* ὡς μοναστὴν καὶ ἀσκητὴν* καὶ ὀρθόδοξον Σῶτερ τὸν δοῦλόν σου* καταξίωσον εὔσπλαγχνε* καὶ συγχώρησιν πταισμάτων * αὐτῷ παράσχου.

Θεοτοκίον.

Τῆς σῆς παστάδος λειτουργὸν * ἄχραντε Παρθένε Μαρία * ἀναδειχθέντα ἐπὶ γῆς * τὸν πιστῶς μεταστάντα ἱκέτην σου * ταῖς πρεσβείαις σου Δέσποινα * ὡς πιστόν σου ὑπηρέτην ἀναπαῦσον.


ᾨδὴ η´. Χεῖρας ἐκπετάσας.

Πταισμάτων συγχώρησιν Χριστὲ * καὶ ἐγκλημάτων πολλῶν * παράσχου μόνε Σωτὴρ * τῷ πιστοτάτῳ σου θρέμματι* καὶ ἀξίωσον αὐτὸν ἀγαθὲ* ἐν παῤῥησίᾳ σοι βοᾶν σὺν τοῖς ἁγίοις σου* εὐλογεῖτε τὸν Κύριον.

Κριτήριον μένει φοβερὸν* καὶ ἀσυγχώρητον* πᾶσιν ἡμῖν ἀδελφοὶ* ἐκεῖ γὰρ ἅπαντα κρίνεται* καὶ ἐλέγχεται καὶ δείκνυται* ἃ ἐν τῷ βίῳ σκοτεινὰ ἕκαστος ἔπραξεν* ἀλλὰ φεῖσαι τὸν μεταστάντα Χριστέ* ὡς φιλάνθρωπος.

Ἠρνήσατο θέλημα σαρκὸς * Σωτὴρ ὁ δοῦλός σου * ζήσας ἐν πνεύματι * Ὅμως ὡς ἄνθρωπος ἥμαρτεν * καὶ ἐν λόγῳ καὶ ἐν ἔργῳ πολλὰ * ἀλλ᾿ ὡς εὔσπλαγχνος Θεὸς * καὶ ἀναμάρτητος * τὴν συγγνώμην * πάντων παράσχου αὐτῷ * σοῦ δεόμεθα.

Ὁ τάφος προκείμενος ἡμῖν * τοῦ σου σκηνώματος * ἀγαπητὲ ἀδελφὲ * σιγῶν βοᾶ ἡμῖν ἅπαντα * τὰ ἐξαίσια τῶν ἔργων σου * τῆς προσευχῆς σου τὴν σπουδὴν καὶ τὴν κατάνυξιν * ἀλλὰ εὕροις * νῦν ἐν Χριστῷ τῷ Θεῷ * τὴν ἀνάπαυσιν.

Θεοτοκίον.

Οἰκτείρας τὸ γένος τῶν βροτῶν * ὁ προαιώνων Θεὸς * ἐκ τῆς Παρθένου Μητρὸς * ἀτρεπτος γίνεται ἄνθρωπος * διαμένων καὶ ἀσύγχυτος * διὸ γευσάμενος ἑκὼν * θανάτου ὑπερθὲν * τοὺς ἐν πίστει νῦν μεταστάντας ἐκ γῆς * ζωῆς ἀξίωσον.


ᾨδὴ θ´. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι.

Δακρύων τὸν κάματον Χριστέ* τοῦ δούλου σου* καὶ νηστείας Σῶτερ μνήσθητι* πάντες ἐν πίστει σου δεόμεθα* καὶ μέτοχον αὐτὸν καταξίωσον * γενέσθαι τῆς τρυφῆς τοῦ νυμφῶνός σου * ὅπως ἐν πίστει μεγαλύνει σε.

Τῆς στάσεως ἄξιον Σωτὴρ * τὸν δοῦλόν σου * τῶν δικαίων * δεῖξον εὔσπλαγχνε * τῆς εὐωνύμου τῶν ἐρίφων * λυπούμενος αὐτὸν ὑπεράγαθε * καὶ στῆσον δεξιὰ τῶν θρεμμάτων σου * ὅπως σὺν τούτοις μεγαλύνῃ σε.

Ὁσίως μονάσαντα Χριστὲ * τὸν δοῦλόν σου * καὶ δικαίως * τάξον σκηναῖς ἑορταζόντων * καὶ πλήρωσον χαρᾶς αἰωνίου σου * στενὴν καὶ τεθλιμμένην βαδίσαντα ὁδὸν * ἵνα χορεύη ἀγαλλόμενος.

Θεοτοκίον.

Συγχαίρει τῷ τόκῳ ἁγνὴ * τὰ πέρατα * καὶ δοξάζει * καὶ ἀγάλλεται * οὗτος Θεὸς γὰρ προαιώνων * καὶ πρόσφατος Θεὸς ἀναλλοίωτος * ὑπάρχει ἀληθῶς καὶ γνωρίζεται * ὃν μεγαλύνων * τὴν ᾠδὴν ἐκπληρῶ.



                            πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου