Ευλογημένη πνευματική περιήγηση

Τρίτη 8 Μαρτίου 2016

ΚΑΝΟΝΑΡΙΟΝ ΕΙΣ ΚΕΚΟΙΜΗΜΕΝΟΥΣ. ΜΕΡΟΣ 3ο. ΚΑΝΟΝΕΣ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ ΙΕΡΕΙΣ & ΗΓΟΥΜΕΝΟΥΣ

ii. ΚΑΝΟΝΕΣ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ ΙΕΡΕΙΣ καὶ ἡγουμένους


8. ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑ ΙΕΡΕΑ ΚΑΙ ΗΓΟΥΜΕΝΟΝ

(Crypt. gr. Γ. β. α. XXV ἔτ. 1019., Messin. Bibl. Univ. S. Salv. gr. 153 XI αἱ., Messin. Bibl. Univ. S. Salv. gr. 172 ἔτ. 1179., Vat. gr. 1836 ΧΙ-ΧΙΙ αἱ.)

http://www.plus4u.gr/images/108/108067580.jpg?t=1449178238



ἦχος β´. ᾨδὴ α´. Δεῦτε λαοὶ ᾄσωμεν.

Σὺ ὡς Θεός * Κύριε ποιμὴν καὶ πλάστης ἡμῶν * ὃν * εἰς ποιμένα τέθηκας * κρίσει δικαίᾳ σου * προσλαβόμενος πίστει τοῖς θείοις σου ποιμέσιν * αὐτόθι σύναψον.

Βιοτικὴς σχέσεως πάσης λυθέντα Χριστὲ καὶ σε πιστῶς ποθήσαντα ὡς Θεῖον τάλαντον * προστασίας λαβόντα ἀκατάκριτον δεῖξον ἐπὶ τοῦ βήματος.

Νόμου παντός * πλήρωμα ὑπάρχεις καὶ προφητῶν * ἡ σὴ ἀγάπη Κύριε * ἥνπερ ἐκτήσατο* ὁ θεράπων σου ἔνθεν * ὅνπερ καὶ μεταστάντα * τοῦτον ἐλέησον.

Θεοτοκίον.

Καταφυγήν* ἔχομεν τὴν σὴν βοήθειαν* ἐν πειρασμοῖς καὶ θλίψεσιν* ἁγία Δέσποινα* Θεοτόκε Μαρία* προστρέχοντες γὰρ ταύτην ἀεὶ σῳζόμεθα.


ᾨδὴ β´. (Ἐλλειπής).

Τὰ πρόβατα ποιμέναν* διὸ Χριστὸς ὁ Δεσπότης* συμπαθής σοι γενήσεται.

Θεοτοκίον.

Λυτήριον ἁμαρτίας * ἀνεδείχθη ὁ τόκος σου * Θεοτόκε μήτηρ Ἰησοῦ τοῦ Ἐμμανουὴλ * ὃν ἀπαύστως πρέσβευε * σωθῆναι τὰς ψυχὰς ἡμῶν.


ᾨδὴ γ´. Στερέωσον ἡμᾶς * ἐν σοὶ Κύριε.

Ὁ πόθος σὲ Ἰησοῦ * σφοδρῶς κατέφλεξε * θεράπον * καὶ ἔφυγες πάντα κόσμον * τῇ ἀσκήσει δὲ σχολάσας πιστῶς * προσειλήφθης Θεῷ * καὶ ἀναπαύσει αὐτῷ.

Ὁ ποίμανας Χριστοῦ* τὸ θεῖον ποίμνιον* ἐν πίστει* ἐλπίδι τε καὶ ἀγάπῃ * ἀλλ’ ἡ χάρις τῆς Τριάδος σε* ἀναπαύσει ὡς θεῖον λειτουργὸν ἑαυτῆς.

Κατάπεμψον ἡμῖν * Σωτὴρ φιλάνθρωπε τὰ πλήθη * εὐσπλάγχνως τῶν οἰκτίρμων σου * τοῖς ἐν πίστει ἐκτελούσι Χριστὲ * τὴν ἐτήσιον μνήμην τοῦ θεράποντός σου.

Θεοτοκίον.

Ἡ χάρις σου ἡμᾶς* φρουρεῖ Πανύμνητε* ἐν πᾶσι* καὶ πάντοτε πάσης* βλάβης, ἀλλὰ δεῖξον καὶ τὸν νοῦν εὐφημεῖν* ἐναργέστερον ἄρτι τὴν ἀντίληψιν.


ᾨδὴ δ´. Ὑμνῶ σε * ἀκοὴν γὰρ Κύριε.

Ὃν πίστει καὶ ἐλπίδι Κύριε * καὶ ἀγάπης τῆς σῆς σπουδαῖος * τὸν ἐκλεκτὸν δοῦλόν σου * βιώσαντα ἐνταῦθα Σῶτερ τῆς σῆς καταξίωσον παστάδος Χριστὲ λαμπαδηφόρον τοῦτον προσεχόμενος.

Τὸν κόσμον * ἀρνηθεὶς ὁ δοῦλός σου * τῇ ἀσκήσει προσῆλθεν Σῶτερ * καὶ ταύτῃ σου Δέσποτα λελάτρευκεν ὀρθοδοξία διό * εἵ τι ἥμαρτεν ὡς ἄνθρωπος * ὡς ἀγαθὸς συγχώρησον δεόμεθα.

Ποιμένα * τῆς ἐνθέου ποίμνης σου * ἠρετήσω τὸν σὸν ἱκέτην * διὸ Σωτὴρ εὔσπλαγχνε * κατάταξον αὐτόθι τοῦτον τοῖς σοῖς * ἱερεῦσι καὶ ποιμέσι πιστοῖς * καὶ τὰ τοῦ βίου πταίσματα συγχώρησον.

Θεοτοκίον.

Μητέρα τοῦ Θεοῦ σὲ σέβοντες * ἐξαιτούμεθα καὶ βοῶμεν * ἐλέησον Δέσποινα* τοὺς δούλους σου ταῖς σαῖς πρεσβείαις πιστῶς* προσκυνοῦντας σου τὸ εἶδος ἁγνὴ * καὶ τῶν πολλῶν πταισμάτων * ἐλευθέρωσον.


ᾨδὴ ε´. Ὁ τοῦ φωτὸς χορηγός.

Ἔνθα ὁ ἦχος ἐστί* τῶν δοξαζόντων σε Χριστὲ σύναψον* ὃν* ἐξ ἡμῶν* Σωτὴρ προσελάβου* ἐντεῦθεν ἀγαθέ* ὡς μεσονυκτίων πιστῶς ὀρθρίζοντα.

Ἀσκητικῶς τὴν στενὴν καὶ τεθλιμμένην νῦν ὁδὸν Κύριε * τὸν σὸν πιστόν ἱκέτην δραμόντα * παράσχου ἀγαθὲ * τῆς σῆς βασιλείας τὴν τρῖβον εὐρύχωρον.

Φιλοξενίας πλοῦτον ὡς μιμητῆς τοῦ Ἀβραὰμ τίμιε ὤφθης αὐτοῦ* καὶ τῆς εὐλογίας* συμμέτοχος αὐτὸς καὶ γὰρ ἀναπαύσοι* σὺν τούτῳ σε Κύριος.

Θεοτοκίον.

Εἰσάκουσόν μου ἁγνὴ τὸν τῆς καρδίας ὀδυνῶν δέομαι ἁμαρτωλῶν * προστάτις γὰρ μόνη * ἐδείχθης ἐκ Θεοῦ * διὸ μοι πταισμάτων συγχώρησιν αἴτησαι.


ᾨδὴ στ´. Ἐν ἀβύσσῳ πταισμάτων.

Βακτηρία σοφίας ποιμάναντα* Πατὴρ τοῦ Κυρίου σου τὸ θεῖον ποίμνιον* ὡς παιδευτὴν ἀφρόνων σὲ ἀναπαύσει* ἐν χώρᾳ ζωῆς θαυμαστής.

Ἐν νηστείαις τὸ πρόθυμον ἔδειξας * ἐν ταῖς ἀγρυπνίαις δὲ πάτερ τὸ σύντονον * διὸ τρυφῆς ἐπέτυχες * ἀειζώου σοφὲ * ὥσπερ ηὔξου Θεῷ.

Ἰησοῦ Θεὲ τῶν πατέρων ἡμῶν* πρόσδεξαι τὴν δέησιν τῶν ἱκετῶν σου ἡμῶν* καὶ ἐν σκηναῖς δικαίων σου* τὸν πρός σὲ μεταστάντα ἐλεησον.



Θεοτοκίον.

Νῦν καιρὸς βοηθείας παρέστησεν * νῦν μὴ ὑπερίδῃς μου τὴν τεθλιμμένην φωνήν* ὑπεραγία Δέσποινα* ὅτι θλῖψις πολλὴ περιέσχε μοι.


ᾨδὴ ζ´. Εἰκόνος χρυσῆς ἐν πεδίῳ.

Ἀγῶνας ψυχῆς* καὶ καμάτους σαρκικούς* πολλοὺς προσήξας Θεῷ* ἐν οἷς* τὴν μνήμην σου κατεκόσμησας* ὡς ἀμφοτέρωθεν ἄριστος* εἰ καὶ ἐκβοᾶ σου τοὺς πόνους * ἐπιτάφια μέλπουσα * ἀναπαῦσον ὡς ἀγαθὸς * Σωτὴρ τὸν δοῦλόν σου.

Ἱδρῶσι σαρκὸς * ὡς παράδεισον Χριστὲ * τὴν σὴν εἰργάσω μονὴν κεκοσμημένην ὡραιότητα * καὶ εὐθυνοῦσαν τοῖς δόγμασιν * εἰ καὶ συγκαλοῦσα τοὺς μύστας ἐν τῇ μνήμῃ κραυγάζοντας * ἀναπαῦσον ὡς ἀγαθὸς * Σωτὴρ τὸν δοῦλόν σου.

Τὴν θείαν ζωήν * τὴν φθαρτὴν καὶ χαμερποῦς * πιστῶς προκρίναντα * ἱεραρχία * μετὰ πίστεως * βεβιωκότα τὸν δοῦλόν σου * σῶσον προσλαβόμενος Λόγε * παρορῶν ὡς φιλάνθρωπος * εἴτε ὡς ἄνθρωπος αὐτὸς * ἥμαρτε τῶν ἐπὶ γῆς.

Θεοτοκίον.

Τὴν σκέπην τὴν σὴν * μὴ ἀφελεῖς ἀφ᾿ ἡμῶν * ἁγία Δέσποινα * ἀλλὰ καὶ ζῶντας * καταπλούτησον * καὶ μεταστάντος ἐνέπλησον * ὅπως δι᾿ αὐτῆς καὶ ἐνταῦθα * τῆς ἁμαρτίας φευξόμεθα * καὶ μετὰ τέλους τῆς φρικτῆς * ῥυσθῶμεν κρίσεως.


ᾨδὴ η´. Τὸν ἐν καμίνῳ.

Ἱερωσύνης σοι Χριστὲ * μετὰ πόθου προσελθόντα τὸν σὸν δοῦλόν * καὶ ποιμένα ὀφθέντα * τῇ εὐδοκίᾳ τῇ σῇ * πατέρων * τῆς δόξης * ἀξίωσον * νῦν προμεταστάντα * Σωτὴρ ὡς εὐεργέτης.

Τὸν συμπαθείᾳ καὶ στοργῇ * ἐπιστρέψαντα Χριστὲ * πεπλανημένον * εἰς ὁδὸν σωτηρίας * καὶ ἐπιγνώσεως σῆς * ὡς φύσει συμπαθὴς ἀναπαῦσον * ἔλεον γὰρ θέλεις * αὐτὸς ὑπὲρ θυσίας.

Τὸν ἐπὶ γῆς θεοπρεπῶς * ὑμνωδοῦσάς σοι ψυχὰς * προσαγαγότας * καὶ χοροὺς δοξαζόντων * τὰ μεγαλεία τὰ σὰ * ὡς φύσει φιλάνθρωπος Κύριε τάξον ἐν χορείαις * αὐτὸν τῶν σὲ ὑμνούντων.

Θεοτοκίον.

Οὐδεὶς ἀπώλετο ἁγνὴ * τὰς ἐλπίδας ἐπὶ σὲ νῦν κεκτημένος * ἐπὶ σοὶ ὀρθοδόξως * παρθένε Μήτηρ Θεοῦ * οἱ μόνοι * οἱ φθόνῳ ἀρνούμενοι * σοῦ μὴ προσκυνεῖν * τῆς μορφῆς τὴν ἐμφέρειαν.


ᾨδὴ θ´. Ἡ τὸν πρὸ ἡλίου.

Πίστει καὶ ἐλπίδι * ἀγάπῃ καὶ εἰρήνῃ διαπρεψαντα * τὸν σὸν ἱκέτην Κύριε ἀναπαῦσον * καὶ ποιμένα ὥσπερ ἐντεῦθεν * ἔδειξας τῇ ποίμνῃ σου * τοῖς ἐκλεκτοῖς ποιμέσιν σου, τοῦτον αὐτόθι συναρίθμησον.

Μνήσθητι οἰκτίρμον ὡς φύσει ἀγαθὸς * καὶ πολυέλεος τοῦ ἐκλεκτοῦ σου δούλου καὶ θεράποντος * καὶ τῆς ἄνω χοροστασίας * τοῦτον καταξίωσον * ταῖς τῶν πατέρων εὐχαῖς Κύριε τὴν τῶν πταισμάτων δίδου ἄφεσιν.

Φόβῳ τε καὶ πόθῳ ὀπίσω σου Χριστὲ ὡς ἐπηγγείλω αὐτός, νῦν σταυροφόρος ἔδραμεν ὁ δοῦλός σου * οὐ τὴν πίστιν ὡς ἀγαθὸς * Δεσπότης δεχόμενος * πάντα τοῦ βίου πάριδε ἄμφω τὰ σκύλα καὶ προσκόμματα.

Θεοτοκίον.

Στόματι δοξάζω * καὶ γλώσσῃ ἀνυμνῶ * καὶ τῇ ἐννοίᾳ ὑμνῶ τὰ μεγαλεῖα πάντα τὰ σὰ Δέσποινα * ὁρατὸς μὲν τὰ τῆς σαρκός * σου εἶδος ἀσπαζόμενος * καὶ νοητῶς γεραίρομέν σου τὴν θείαν χάριν τὴν ᾠδὴν ἐκπληρῶ.































9. ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΕΙΣ ΗΓΟΥΜΕΝΟ Ν

Ψαλλόμενος ἔχων ἀκροστιχίδα * Εἰς μεταστάντα, ποιμένα θρήνους μέλος (Crypt. gr. Γ. β. ΧΧLII, XI αἱ.)


ἦχος β´. ᾨδὴ α´. Ἐν βυθῷ κατέστρωσε.

Ἐν τῇ ἄνω δόξῃ καὶ τρυφῇ* τῶν ἠγαπηκότων σε* τὸν ἐπὶ γῆς σου τὴν ποίμνην ποιμάναντα* κατατάξας Δέσποτα* καταξίωσον ἀνυμνεῖν σου τὸ ὄνομα * πίστει μεταστάντα * νῦν ἐκ τῶν προσκαίρων ὡς φιλάνθρωπος.

Ἱλασμὸς ὑπάρχων τῶν βροτῶν Σῶτερ * καὶ τῷ μώλωπί σου τὰς ἡμῶν ἀσθενείας ἰατρεύσας * ὅθεν τῆς συνηθείας σου * πρός ἡμᾶς εὐσπλαγχνία καμπτόμενος * ἄνεσιν παράσχου * καὶ τὸν μεταστάντα νῦν ἱκέτην σου.

Σταυρωθεις τῷ κόσμῳ καὶ σαρκός, ὡς ἐπιλαθόμενός* σου τοῖς σεπτοις ἠκολούθησεν ἴχνεσιν* Σῶτερ ὁ ἱκέτης, κοινωνήσας σου τῶν παθῶν δι᾿ ἀσκήσεως* ὅνπερ μετασχεῖν σου* καὶ τῆς βασιλείας καταξίωσον.

Θεοτοκίον.

Μὴ ἐκστὰς τὸ πρῶτον ὅπερ ἥν * σάρκα προσελάβετο * ἐκ τῶν ἁγνῶν σου αἱμάτων ὁ Κύριος * Μήτηρ ἀπειρόγαμε * καὶ τὸν θάνατον τῷ οἰκείῳ παθήματι * εἷλεν τοῖς ἀνθρώποις * τὴν ἀθανασίαν χαρισάμενος.


ᾨδὴ γ΄. Ἐξήνθησεν ἡ ἔρημος.

Ἐν τόπῳ ἀναψύξεως* ἐν θαλάμοις Κύριε ἐπ’ οὐρανίοις πίστει σε* τοῦ δοξάζειν νῦν καταφύτευσον* τὸν πιστόν σου ἱκέτην* ὃν μετέστησας.

Τῷ φόβῳ στοιχειούμενος * τῆς ἀστέκτου δόξης σου * τὸ ἐκλεκτόν σου ποίμνιον * ἐπεσπάσατο ὁ ἱκέτης σου * ὃν ἐκ γῆς μεταστάντα * Χριστὲ οἴκτειρον.

Ἀρίστην ἐνδειξάμενος * ἐπὶ πᾶσιν Κύριε * τοῖς ὑπηκόοις εὔνοιαν * ὁ ἱκέτης σου φιλοστόργῳ ῥοπῇ καὶ τῆς σῆς βασιλείας * ἐπιτεύξοιτο.

Θεοτοκίον.

Σφραγῖδας μὲν οὐκ ἔλυσε * τῆς ἄχραντου μήτρας σου * ἀλλὰ θανάτου ὤλεσεν * ὁ Υἱός σου * τὴν τυραννίδα ἁγνὴ * ἐκ φθορᾶς τοὺς ἀνθρώπους * λυτρωσάμενος.


ᾨδὴ δ´. Ἐλήλυθας ἐκ Παρθένου.

Τοῦ κάλλους σου * θεωρῶν ὡς οἰκτίρμων ἀπέργασαι * τὸν τὴν ὡραιότητα * τῶν ἐπικήρων ἱκέτην σου * Σῶτερ βδελυξάμενον * νῦν ἐξ ἡμῶν μεταστάντα * τῇ προστάξει σου.

Ἀπρόσκοπτον * τὴν πρός σὲ νῦν πορείαν φιλάνθρωπε * τοῦ δούλου σου * ποίησον * ἀποκουφίστας ὡς εὔσπλαγχνος * τοῦτον ἐπινεύσει σου * ἁμαρτιῶν τὸ φορτίον * πολυέλεε.

Νενέκρωται * καὶ σαρκὸς πρὸ θανάτου θελήμασιν * καὶ σοῦ πρός τὸ θέλημα * τοῖς ὑπηκόοις προσώρμηται * Σῶτερ ὁ ἱκέτης σου * ὃν ἐξ ἡμῶν μεταστάντα * δι᾿ ἀναπαῦσον.


Θεοτοκίον.

Τῷ τόκῳ σου * τοῦ θανάτου τὸ κέντρον ἠμαύρωσας * καὶ νῦν τῇ πρεσβείᾳ σου τὸν ἐξ ἡμῶν ἐκδημήσαντα * Μήτηρ ἀπειρόγαμε * τοῦ σοῦ Υἱοῦ παραστάτην θεῖον ἔργασαι.


ᾨδὴ ε´. Μεσίτης Θεοῦ * καὶ ἀνθρώπων.

Ἄϋλον φωτὸς * θεωρῶν ἐκ σκότους λυτρωσάμενος * καὶ πάσης κολάσεως * Σῶτερ καταξίου τὸν ἱκέτην σου * ὃν ἐκ γῆς προσελάβου * ἐν πίστει τοῦ δοξάζειν σε.

Ποιμὴν ὁ καλὸς * Ὅπερ τῶν προβάτων ὁ τιθεὶς τὴν ψυχὴν * πιστῶς σου τὸ ποίμνιον * Σῶτερ τὸν ποιμάντα κατάταξον * ἐν τῇ θείᾳ σου μάνδρᾳ * τὸν ἐκλεκτὸν ἱκέτην σου.

Ὁ μόνος εἰδὼς * τὰ ἡμῶν ἑκάστου πλημμελήματα * ὁ πᾶσιν δωρούμενος * Σῶτερ ὡς Θεὸς τὴν ἀπολύτρωσιν * καὶ τὸν νῦν μεταστάντα * παράσχου τὴν συγχώρησιν.

Θεοτοκίον.

Ἰδοὺ σὲ ἁγνὴ * γενεαὶ ἀνθρώπων μακαρίζομεν * διὰ σοῦ γὰρ λύτρωσις * γέγονε βροτοῖς ὅτι ἐκύησας * δι᾿ ἀθανάτου λύσαντα.


ᾨδὴ στ´. Ἐν ἀβύσσῳ πταισμάτων.

Μετὰ πάντων ἁγίων κατάταξον * τὸν μεταφοιτήσαντα ἐκ τῶν προσκαίρων Χριστέ* ὡς ἀγαθὸν ἱκέτην σου* τοῦ ὑμνεῖν σου τὸ ἔνδοξον ὄνομα.

Ἐπὶ σοι τὰς ἐλπίδας ἀνέθετο * Σῶτερ ὃν μετέστησας ἀποδυσάμενος * καὶ πρὸ θανάτου δοῦλός σου * τὰ τοῦ βίου τερπνὰ δι᾿ ἀσκήσεως.

Νῦν ἐν γῇ τῶν πραέων φιλάνθρωπε* καὶ ἐν παραδείσῳ τρυφῆς κατασκήνωσον* ὃν ἐξ ἡμῶν μετέστησας* τῆς αὐτοῦ μεμνημένος ἀσκήσεως.

Θεοτοκίον.

Ἀπειράνδρως Παρθένε ἐκύησας * τὸν καταδεξάμενον * σαρκὶ τὸν θάνατον * καὶ τὰ τοῦ ᾍδου λύσαντα * τῇ αὐτοῦ ἀναστάσει βασίλεια.


ᾨδὴ ζ´. Ἀντίθεον πρόσταγμα.

Θανάτου δεσπόζοντα καὶ τῆς ζωῆς σε * εἰδότες προσπίπτομεν * Χριστὲ τὴν εὐσπλαγχνίαν σου * τυχεῖν ἐξαιτούμενοι * τὸν μεταστάντα ἐκ γῆς * Κύριε ἱκέτην σου πολλῶν * ἁμαρτημάτων τὴν ἀπολύτρωσιν.

Ῥομφαίᾳ τοῦ πάθους σου * τὸ τοῦ θανάτου * κέντρον ἐξηφάνισται * καὶ πάντες ἐπαγάλλονται * οἱ εὐαρεστήσαντές σε τὸν φιλάνθρωπον * ἐν τῇ βασιλείᾳ σου * μεθ᾿ ὧν * τὸν μεταστάντα νῦν κατασκήνωσον.

Ἰσχύει τοῦ κράτους σου * ὅ ἐπιστεύθη * ἐποίμανεν ποίμνιον * ἀγρύπνως ὁ ἱκέτης σου * ἐν σοὶ τῷ Θεῷ ἡμῶν * ἐφελπικὼς καὶ τῆς σῆς * ζῶν καὶ μετὰ θάνατον * τυχεῖν * προνοίας θείας ἀπεκδεχόμενον.

Θεοτοκίον.

Νεκρώσας τὸν θάνατον* τοῖς ἐν τῷ ᾅδη* ζωὴν ἐδωρήσατο* διὰ σταυροῦ Παρθένε ἁγνὴ* Χριστὸς ὁ Θεὸς ἡμῶν* ὁ ἐκ λαγόνων σου* ὅλον με τὸν ἄνθρωπον * λαβών * ἀπεριγράπτως * δι᾿ εὐσπλαγχνίαν πολλήν.


ᾨδὴ η´. Κάμινός ποτε * πυρός.

Οἶδας τὴν ἡμῶν* ἀσθένειαν οἰκτίρμων* κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου* γενόμενος ἄνθρωπος* διὰ τοῦτο δυσωπούμενος * ὑπὸ τῆς εὐσπλαγχνίας σου* δώρησαι* νῦν πταισμάτων* τῷ μεταστάντι συγχώρησιν.

Ὕπνος μὲν πιστοῖς* ὁ θάνατος ὑπάρχει* τοῖς εὐαρέστως σοι δουλεύουσιν * καὶ διαβατήριον * πρός ζωὴν τὴν ἀτελεύτητον * ἐντεῦθεν ὁ ἱκέτης σου * εὕροιτο Ζωοδότα * τὴν μετ᾿ ἀγγέλων κατοίκησιν.

Σοὶ παρατιθεὶς * Χριστὲ καὶ πρὸ τοῦ τέλους * τὰς ἑαυτοῦ ἐλπίδας νεύματι * τῷ παντοδυνάμῳ σου ὀρθοδόξως ὁ ἱκέτης σου * προέστη τοῦ ποιμνίου σου * ὅνπερ καὶ μεταστάντα * μετὰ ἁγίων κατάταξον.

Θεοτοκίον.

Μόνη γυναικῶν τὸ ὄνειδος ἀφεῖλες τῆς ἀρχεγόνου παραβάσεως * μόνη ἐγαλούχησας * τὸν θανάτου κυριεύοντα * Παρθένε, ἀπειρόγαμε * μόνην σὲ Θεοτόκον * ἀκαταπαύστως δοξάξομεν.


ᾨδὴ θ´. Ἀνάρχου γεννήσεως.

Ἐν σοὶ τῷ Θεῷ ἡμῶν* ἀνατεθεὶς ὁ δοῦλός σου* καὶ πρὸ τέλους ἀσκήσει* στεῤῥᾷ νενέκρωται* κόσμου καὶ σαρκὸς ἀφειδήσας* καὶ τὸν σταυρὸν λαβών σου ἐπ᾿ ὤμων* ὃν νῦν καταξίωσον* μεταστάντα αἰωνίου ζωῆς.

Λαοῦ προηγούμενον* τῆς ποίμνης σου φιλάνθρωπε* τὸν πιστόν σου ἱκέτην ὅνπερ μετέστησας* ἄμοιρον εὐθυνῶν σου ποιήσας* τῶν κατ᾿ αὐτὸν* ἐπιγραφομένων* αὐτῷ καταξίωσον* ἀνεγκλήτως παραστῆναί σοι.

Ὁ μόνος ἀθάνατος * ὁ μόνος εὐδιάλλακτος * ὁ μὴ ἁμαρτανόντων θέλων τὸν θάνατον * σὺ τὸν ἐξ ἡμῶν μεταστάντα * τῆς παρὰ σοῦ * ζωῆς ἀξιώσας * παράσχου συγχώρησιν * ὧν ἐν βίῳ σοι ἐξήμαρτεν.

Θεοτοκίον.

Συνήθως ἐφάπλωσον* Παρθένε τὰ ἐλέη σου* ἐπὶ τοῖς πεποιθόσιν ὑπὸ τὴν σκέπην σου * καὶ τὸν ἐξ ἡμῶν μεταστάντα * τῷ σῷ Υἱῷ καὶ κτίστῃ τῶν ὅλων * ἀνέγκλητον ποίησον * παραστῆναι ταῖς πρεσβείαις σου.








10. ΚΑΝΩΝ ΝΕΚΡΩΣΙΜΟΣ ΕΙΣ ΙΕΡΕΙΣ

{Barb. gr. 593 ΧΙ- ΧII αἱ) (ἐλλειπὴς κατὰ τὴν α΄, β΄, & γ΄ ᾠδὴ)


ᾨδὴ δ´.

Ὑπόδεξαι Κύριε* τὸν δοῦλόν σου τοῦτον τὸν μεταστάντα ἐπ᾿ ἐλπίδι* τῆς ἀναστάσεως* ἔνθα τὸ φῶς σου πέλει χαρὰ* καὶ ἀίδιος δόξα* ἔνθα τῶν Ὁσίων οἱ δῆμοι* μύστην τε καὶ λάτρην σου ἵνα φωναῖς ἀσματικαῖς ἀνυμνήσῃ σοι.

Ἱστάμενος Κύριε* τῇ θείᾳ τραπέζῃ* ὁ μεταστὰς καὶ ἱερεύς σου* φόβῳ ἠτένιζεν* τῇ ἄνῳ καὶ φρικτῇ σου Χριστέ* παρουσία ἡνίκα* ἔλθῃς μετ᾿ ἀγγέλων χορείαις τοῦ κρῖναι τὴν ὑφήλιον * ὅθεν βοᾶ τότε μου φεῖσαι ὡς εὔσπλαγχνος.

Σωτῆρά σε Κύριον * καὶ ῥύστην καὶ σωστην * γινώσκομέν σε καὶ εὐεργέτην * πάντας δεχόμενον γνησίως μετανοοῦντας πρός σὲ * ἐπιστρέφοντας ὄντως * τοὺς ἐν ἁμαρτίαις πεσόντας * ἐκήρυττεν ὁ δοῦλός σου * καὶ ἱερεὺς * Ὃν ἐξελέξω ἀναπαῦσον.

Κατάταξον Κύριε * μετὰ δικαίων * ὃν προσελάβου Ζωοδότα * πιστόν ἱκέτην σου * καὶ τοῦτον σὺν ὁσίοις χοροῖς * καταξίωσον ἔνθα * τὸ φῶς τοῦ προσώπου σου πέλει * καὶ χαρὰ ἀνεκλάλητος * ὅπως ἀεὶ * σὺν τοῖς ἀγγέλοις δοξάζῃ σε.

Θεοτοκίον.

Ἁγία Παντάνασσα* Παρθένε Μαρία* τὸν σὸν Υἱὸν νῦν ἐκδυσώπει* ἵνα τὸν δοῦλόν σου* ὡς ἱερέα ὄντα πιστόν* μεταστάντα ἐν φωτὶ* τάξῃ σὺν ἁγίοις προφήταις * καὶ ἀποστόλοις ἅπασιν * σὲ γὰρ καὶ ζῶν * πιστῶς ἐν πόθῳ ἐδόξαζεν.


Ἕτερος εἱρμὸς * Τὴν ἐν Σταυρῷ σου * θείαν κένωσιν.

Τὸν θυηπόλον* ὃν μετέστησας* τῶν προσκαίρων Χριστέ* χαρᾶς ἀνεκλαλήτου * φωνῆς ἀγαλλιάσεως * δεῖξον κοινωνὸν * καὶ τοῦ θείου νυμφῶνος * μέτοχον ποίησον.

Πυρὸς γεέννης * καὶ κολάσεως * καὶ φρικτῆς ἀπειλῆς * ἐκείνης τῆς ἡμέρας * βορᾶς σκωλήκων Κύριε * σκότους τοῦ δεινοῦ * καὶ βρυγμοῦ τῶν ὀδόντων * ῥῦσαι τὸν δοῦλόν σου.

Εἰ καὶ πολλά σοι* ἐπλημμέλησε* ταῖς ἀτόποις ὁρμαῖς* ἀνατραπεὶς ἀλλ᾿ ὅμως * πολλάκις σοι προσηύξατο * εὔσπλαγχνε Σωτὴρ * ὁ πιστός σου ἱκέτης * τοῦτον ἀναπαῦσον.

Δόξα.

Ὥν τὴν θυσίαν * τὴν ἀναίμακτον * ἐκτελεῖν σοι Χριστὲ * ἱερουργὸν * εἰργάσω * σὺν ἀσωμάτοις σκήνωσον * πάντα παρορῶν * ἃ ὡς ἄνθρωπος ἔπραξεν * ἀτοπήματα.




Καὶ νῦν.

Ἐν σοὶ αἱ ῥήσεις * Κόρη πάναγνε * προφητῶν ἐναργῶς * πληροῦνται γὰρ καὶ φέρεις * δημιουργὸν καὶ Κύριον * μείνασα * ἁγνὴ * ὥσπερ πρὸ τοῦ τόκου * καὶ μετὰ γέννησιν.


ᾨδὴ ε´. Ὁ Εἱρμὸς

Ἰησοῦς ὁ ζωῆς ἀρχηγὸς * λύσαι τὸ κατάκριμα ἧκε * Ἀδὰμ τοῦ πρωτοπλάστου * καθαρσίων δὲ ὡς Θεὸς μὴ δεόμενος * τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ * ἐν ᾧ τὴν ἔχθραν κτείνας * ὑπερέχουσαν πάντα νοῦν * εἰρήνην χαρίζεται.

Περιὼν τῇ ζωῇ τῇ φθαρτῇ * ὁ προμεταστὰς ἐξ ἡμῶν Σῶτερ * ἱερεύς σου καὶ δοῦλός * τὰς ἐλπίδας πρός σε τὸν Πλάστην ἀνέθετο * καὶ θερμῶς ἠκολούθησεν * ἀναίμακτον φέρων * τὴν καθαρὰν θυσίαν * διὸ τοῦτον κατάταξον * μετὰ τῶν ἁγίων σου.

Ῥυπτικὴν ὡς ἔχων ἰσχὺν * Κύριε φιλάνθρωπε δέξαι * ἡμῶν τὰς ἱκεσίας * τῶν ἀναξίων ἱκετῶν τε καὶ δούλων σου * πάσης σμῆξον σκαιότητος * καὶ πάσης κηλῖδος * τὸν νῦν προμεταστάντα * ἱερέα καὶ δόξης * μέτοχον ἀξίωσον.

Ἐπί σοι ἀνέθετο Χριστὲ* ἅπασαν οἰκτίρμον ἐλπίδα* ὁ πιστὸς Ἱερεύς σου * οὗ τὴν κηδείαν νῦν ἡμεῖς οἱ ἀνάξιοι * ἐκτελοῦμεν ὡς γέγραπται * εὔχεσθε ἀλλήλοις * διὸ ὡς ἔφης δέξαι * καὶ ἡμῶν τὰ αἰτήματα * καὶ τοῦτον ἀναπαῦσον.

Ὁ παρέχων πᾶσι τὴν πνοὴν * καὶ τοῖς κινουμένοις ὀρέγων * ζωὴν καὶ τοῖς θανοῦσι * ἐν χερσί τε τὴν ἐξουσίαν φιλάνθρωπε * ἔχων μόνε ἀθάνατε * τὸν προμεταστάντα * ἐξ ἡμῶν τῶν προσκαίρων * ἐν φωτὶ ζώντων Κύριε * Ἱερέα σύνταξον.

Περιφέρων πάντοτε τὸ σὸν * ὄνομα ἐν μέσῳ ἡγεμόνων * ἐθνῶν καὶ βασιλέων * νῦν ὡς ἔφησας Ἱερεύς σου καὶ λάτρης σου * σὲ Θεὸν ἀνεκήρυττεν * Χριστὲ ζῶν ὑπάρχων * ὃν μεταστάντα δέξαι * ἐν ἀύλοῖς χορείαιςσου * ὅπου πάντες ἅγιοι.

Σὺν ἁγίοις μόνε ἀγαθὲ * Κύριε φιλάνθρωπε τάξον * ἡμῶν προμεταστάντα ἱερέα τε καὶ στολαῖς κατακόσμησον * τῆς ἁγίας λαμπρότητος * τῆς ἐπουρανίου * ἵνα σὺν τούτοις πᾶσι * συγχορεύει δοξάζων σε * εἰς αἰῶνας ἄληκτα.

Θεοτοκίον. *

Σωτηρίας τέξασα ἡμῖν * Κύριον ἐν δύο οὐσίαις * ἑνὶ δὲ τῷ προσώπῳ * Θεὸν τέλειον καί βροτὸν ὑπὲρ τέλειον * ὅν πανάμωμε Δέσποινα * τοῦτον καθικέτευε * ἵνα τὸν μεταστάντα * καὶ ἡμᾶς τοὺς ἱκέτας σου * σώσῃ ὡς φιλάνθρωπος.





Ἕτερος εἱρμὸς * Θεοφάνειας σου Χριστέ.

Τὸν μεταστάντα ἐξ ἡμῶν* τοῖς δεξιοῖς* προβάτοις σου σύνταξον* καὶ πυρὸς ἀσβέστου ἐλευθέρωσον* τῶν δεινῶν σφαλμάτων λυτρούμενος * ὅτι πέποιθεν ἐπὶ σοὶ* ὁ λειτουργός σου Χριστέ* καὶ τοῦτον τῆς βασιλείας

Ὁ τῶν γηίνων μεταστὰς * καὶ πρός ζωὴν * τὴν ἀγείρω χωρήσας * ἱερεὺς τῷ πνεύματι βοᾶ πρός ἡμᾶς * ἀδελφοὶ καὶ τέκνα καὶ φίλοι μου * μή μου λάθεσθε δυσωπῶ * πρός τὸν Οἰκτιρμονα * πρεσβείαν ποιοῦντες * ἵνα εὕροιμι τῶν δεινῶν τὴν ἀπολύτρωσιν.

Τῆς ἀπροσίτου σου χαρᾶς * καὶ τῆς τρυφῆς * τοῦ χειμάῤῥου Κύριε * ὃν ἐν πίστει ἐξ ἡμῶν μετέστησας * κοινωνὸν ἀπέργασαι Δέσποτα * παραβλεπῶν τὰ ἐν κρυφῇ * καὶ ἐν ἀγνοίᾳ κακὰ * πραχθέντα καὶ γνώσει * καὶ τοῦτον τῆς βασιλείας σου ἀξίωσον.

Δόξα.

Ὅνπερ μετέστησας Χριστὲ * ἐκ τῆς νυκτὸς * τοῦ ματαίου αἰῶνος * θυηπόλον λάτριν σου ἀξίωσον * παραστάτην θεῖον γενέσθαι σοι * καὶ ἡμέρας τοῦτον υἱὸν * ἀνάδειξον καὶ φωτὸς * Λόγε κληρονόμον * παρέχων λύσιν αὐτοῦ * τῶν πεπραγμένων δεινῶν.

Θεοτοκίον. Καὶ νῦν.

Ἁμαρτωλὼν ἡ ἀρωγὸς* καὶ τῶν πιστῶν * τεῖχος καὶ ἀντίληψις * σὺ ἐδείχθης μόνη παναμώμητε* ὡς Θεὸν ἀσπόρως κυήσασα* ὃν δυσώπει ὑπὲρ λαοῦ* παραπικράναντος* ῥυσθῆναι βασάνων * καὶ πάσης ἄλλης ποινῆς * προσδοκουμένης ἡμῖν.


ᾨδὴ στ´. Ὁ Εἱρμός.

Ἡ φωνὴ τοῦ Λόγου* ὁ λύχνος τοῦ φωτὸς* ὁ ἑωσφόρος* ὁ τοῦ ἡλίου πρόδρομος* ἐν τῇ ἐρήμῳ* μετανοεῖτε πᾶσι* βοᾶ* τοῖς λαοῖς* καὶ προκαθαίρεσθαι* ἰδοὺ γὰρ πάρεστι Χριστὸς* ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.

Ἱερεὺς ὑπάρχων* καὶ στολὴν ἱερὰν* ἠμφιεσμένος* ὁ σὸς ἱκέτης Δέσποτα* τοῦ βίου τούτου* πρός σὲ μεταχωρήσας* βοᾶ δι᾿ ἡμῶν* σῶσόν με οἴκτειρον* ἐν ὥρᾳ ἐτάσεως Σωτὴρ* ὅταν μέλλῃς κρῖναι τὰ σύμπαντα.

Τυπωθέντα πᾶσι* τοῖς τοῦ βίου κακοῖς* ἀναβοᾶ σοι* ὁ ἱερεὺς καὶ λάτρης σου* Χριστὲ οἰκτίρμον* κάθαρον σῶσον τάξον* θανόνα με πρός φῶς* σου τὸ ἀίδιον* ὡς ἄνθρωπος ἥμαρτον πολλὰ* ὡς Θεὸς δὲ σὺ με ἐλέησον.

Σῶμα ἅπαν Λόγε* καὶ ψυχὴν ἡδοναῖς* κατεσπιλώθην* δι᾿ ἡμῶν ἀνακράζει σοι* ὁ ἱερεύς σου* τὰς ἐντολάς σου πάσας* παρέβλεψα Χριστὲ* τῇ εὐσπλαγχνίᾳ σου* ἐκ γῆς μεταστάντα ἀγαθὲ* δέξαι σῶσον νῦν ἀνάστησον.


Ἐν τῷ βήματί σου * τῷ ἀστέκτω Χριστὲ * ἡνίκα ἥξεις * ἐξ οὐρανοῦ τοῦ κρῖναι ἡμῶν * τὰ κεκρυμμένα * καὶ τὴν βροτείαν φύσιν * ὡς μόνος κραταιὸς * ἄμεμπτον * ἄσπιλον * ἀνάδειξον τότε με ῥοπῇ * σῆς φιλανθρωπίας καὶ σῶσόν με.

Ἱκεσίαις πάντων* τῶν ἁγίων Χριστὲ* τὸν σὸν ἱκέτην* καὶ Ἱερέα σύνταξον* προμεταστάντα* τοῦ βίου τοῦ προσκαίρου* ὡς πέλων ἀγαθὸς * ὅπου ἀένναος* τρυφὴ καὶ ζωὴ ἀληθινή* καὶ χαρὰ καὶ φῶς ἀνεκλάλητον.

Τῆς ἀφράστου δόξης * ὁ Θεός με τῆς σῆς * καταξίωσον * δι᾿ ἡμῶν ἀνακράζει σοι* ὁ Ἱερεύς σου* προμεταστὰς ἐκ τούτου* τοῦ βίου τοῦ φθαρτοῦ* καὶ ὥσπερ ζῶντά με* κατῴκτειρας μόνε ἀγαθέ* οὕτως καὶ θανόντα ἀναπαῦσον.

Θεοτοκίον.

Τὴν ἁγνὴν Παρθένον* εὐσεβῇ λογισμῷ* δοξάσας πάλαι* ὅτε ἔζων ἐν σώματι* δι᾿ ἡμῶν κράζει* ὁ ἱερεὺς σὸς δοῦλός* Χριστὲ καὶ μεταστὰς* ταύτην προσάγω σοι* πρεσβεύειν ῥυσθῆναί με φλογὸς* καὶ τῶν αἰωνίων κολάσεων.


Ἕτερος εἱρμός. Ἰλάσθητί μου Σωτήρ.

Ἄβυσσος* ἐσχάτη ἁμαρτημάτων ἐκύκλωσέ με* καὶ τὸν κλύδωνα μηκέτι φέρων* ὡς Ἰωνᾶς τῷ Δεσπότῃ* βοῶ σοι ἐκ φθορᾶς με ἀναπαῦσον.

Ἅπας σου * τὴν ἔλευσιν τότε βλέψει Χριστὲ ὁ Θεὸς* ὀφθαλμὸς ὡς φοβεράν τε οὖσαν* ἐκ τῶν ὑψίστων εἰς κρίσιν* πρακτέων μὴ εἰσέλθῃς τοῦ δούλου σου.

Σχέσεως* τοῦ βίου ἀπολυθέντα τὸν δοῦλόν σου* ὡς τὸ τάλαντον Χριστέ μου Λόγε * προσεπαυξήσαντα τάξον * τοῖς θείοις σου ποιμέσιν ὡς εὔσπλαγχνος.

Ἔθρεψε* ποικίλαις διδαχαῖς* τὸ λογικόν σου Χριστέ* ποίμνιον ὃν λειτουργὸς καὶ τοῦτο* εἰς τόπον χλόης σκήνωσον* ἐκ τάφου σοὶ αἰτεῖται ἀναπαῦσον.

Δόξα.

Ἄσβεστον* φαιδράν τε τὴν λαμπάδα φέρειν τὸν δοῦλόν σου* ἐν νεφέλαις ἀπάντησίν σου* κατηξίωσας Χριστέ μου* εἰσάγαγε σκηνώματος δόξης σου.

Θεοτοκίον. Καὶ νῦν.

Τέτοκας* Παρθένε τόν τῳ Πᾳτρὶ συναίδιον* δανεισάμενον ἐκ σοῦ τὴν σάρκα* καὶ σαρκοφόρος ὡράθη* δι᾿ οἶκτον ἵνα σώσῃ τὸ προσλημμα.






ᾨδὴ ζ´. Ὁ Εἱρμὸς

Νέους εὐσεβεῖς * καμίνου πυρὸς προσομιλήσαντι * διασυρίζον πνεῦμα δρόσου * ἀβλαβεῖς διεφύλαξεν * καὶ θείου ἀγγέλου συγκατάβασιν * οἱ ἐν φλογὶ * δροσιζόμενοι εὐχαρίστως ἀνέμελπον * ὑπερύμνητε * ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἥκιστα γὰρ ζῶν * ὡς δεῖ σοι Χριστέ ποτε ἐδούλευσα * ὁ μεταστάς σοι ἀνακράζει * δι᾿ ἡμῶν ἀλλὰ φείσαι μου ὅτε τῆς φρικτῆς ἀνταποδόσεώς τε φανερῶς * ἐξετάσεις καὶ ἐλέγξεις πάντα τὰ κρύφια * τότε Δέσποτα * ἐν δεξιοῖς σου στῆσόν με * ἐν χαρᾷ * καὶ φαιδρότητι.

Κράζει δι᾿ ἡμῶν * ὁ σὸς ἱερεὺς θανὼν φιλάνθρωπε * τὰς ἐντολάς σου Χριστὲ * πάσας παριδὼν ἀλλὰ φείσας μου * καὶ μὴ καταισχύνῃς με τὸν δοῦλόν σου * ὅτε τῷ φρικτῷ * στήσεις με τότε θείῳ σου βήματι * στῆσον Δέσποτα * ἐν δεξιοῖς σε Κύριε * τὸν πολλὰ ἁμαρτήσαντα.

Ὅπου σου τὸ φῶς * Χριστὲ * τοῦ προσώπου σου κατασκήνωσον * τὸν μεταστάντα ἱερέα * σὺν ἀγγέλων στρατεύμασι καὶ πάντων ἁγίων ὁμηγύρεσιν * σοι γὰρ ὡς Θεῷ * ἐναπέθετο τὰς ἐλπίδας φιλάνθρωπε * εἰ καὶ ἥμαρτεν * ὡς φύσει πέλων ἄνθρωπος * σὺ δὲ φύσει μακρόθυμος.

Ἔχων οἰκτίρμων * σῶσαι κόσμον καὶ ἀνάπαυσον * τὸν μεταστάντα Ἱερέα * ἔνθα πέλει ἡ δόξα σου καὶ πᾶσα δικαίων * ἡ ὁμήγυρις * ἵνα σὺν αὐτοῖς * τὴν ἀένναον δοξολογίαν μέλψη σοι * ὑπερύμνητε.

Ἀπὸ τῆς φθορᾶς * ἡ φύσις ἡμῶν καταδεδούλωται τὸν θεῖον νόμον παραβὰς * δι᾿ ἧς χώραν ὁ θάνατος ἔλαβεν βροτοὺς καὶ ἐλυμήνατο * ὅθεν καὶ πιστόν * ὃν μετέστησας τῇ κρίσει τῇ δικαίᾳ σου * ἐν σκηνώμασιν * τῶν ἐκλεκτῶν σου σύνταξον * ἱερέα καὶ λάτρην σου.

Ὅτε ὡς Θεὸς * καθήσεις τοῦ κρῖναι πνοὴν ἅπασαν * τότε μου φεῖσαι ὡς οἰκτίρμων * ὧν ἐν βίῳ διήμαρτον ἀγνοἰᾳ καὶ γνώσει πλημμελήματα * ὄντως γὰρ οὐδεὶς * ἐν ἀνθρώποις ἁμαρτίας ἀνεύθυνος * διὸ Δέσποτα * τῆς δεξιᾶς σου στάσεως * κοινωνόν με ἀξίωσον.

Νεῦσον ὁ Θεὸς * ἡμῶν τῶν σῶν δούλων παρακλήσεσιν * καὶ τὸν θανόντα ἐπ᾿ ἐλπίδι * ζωῆς μέτοχον ποίησον * τῆς ἄνω λαμπρότητος καὶ δόξης σου * πάντα παρορῶν ἃ ὡς ἄνθρωπος ἐν τῷ βίῳ διήμαρτεν * καὶ τραπέζης σου * τῆς οὐρανίου σύνταξον * τὸν καλῶς λατρεύσαντά σοι.

Θεοτοκίον.

Ὑπὲρ ἱκετῶν * Παρθένε πιστῶν πάντων δεήθητι * τὸν σὸν Υἱόν τε καὶ Δεσπότην * ὃν ἀφθόρως γεγέννηκας * μία ὑποστάσει δυσὶ φύσεσι * ὅπως εὐμενὴς * πᾶσι γένοιτο ἐξαιρέτως τῷ δούλῳ σου * καὶ ἀνάπαυσιν * εὑρεῖν ἐν ὥρᾳ κρίσεως * ἵνα πίστει δοξάσῃ σε.


Ἕτερος εἱρμὸς * Ἄφραστον θαῦμα * ὁ ἐν καμίνῳ ῥυσάμενος.

Τὸν πολιτείᾳ * τῇ ἱερᾶ διαπρέψαντα * καὶ τῷ δέει * σοῦ τῆς ἀπειλῆς * ἐν τρόμῳ Χριστὲ * τοῖς σοῖς ὑποκύψαντα * νῦν μυστηρίου θανόντα μελῳδεῖν σου * σὺν ἀγγέλοις δεῖξον εἰς τοὺς αἰῶνας.

Ζωή μου ἔδυ * καθάπερ ἥλιος κράζει σοι * ὁ σὸς δοῦλός * Σῶτερ δι᾿ ἡμῶν * ἀλλ᾿ ὡς εὐμενὴς * τοῦτον κατοικτείρησον * καὶ σὺν Δικαίοις ἀνάστησόν με ψάλλειν * λυτρωτά.

Ὅταν καθήσης * εἰς τὴν κοιλάδα φιλάνθρωπε * τοῦ κλαυθμῶνος * κρῖναι τοὺς βροτοὺς * τότε ὡς Θεὸς * συγγνώμην ἀξίωσον * τὸν μεταστάντα ἐξ ἡμῶν τοῦ βοᾶν σοι * λυτρωτὰ ὁ Θεὸς εὐλογητός εἶ.

Δόξα.

Πολλοὺς καμάτους * ὑπὲρ τῆς ποίμνης * ὑπέφερεν * ὁ σὸς δοῦλός * ὁ προμεταστὰς * καὶ καλλιεργῶν * ὅλως οὐκ ἠμέλητο * τὸν ἀμπελῶνα τῶν θείων προσταγμάτων * τὸν μισθὸν ὁ Θεὸς ἄφθονον δίδου.

Θεοτοκίον. * Καὶ νῦν.

Ἐν σοὶ σκηνώσας * ὁ τοῦ Θεοῦ συναίδιος * Θεοτόκε * Λόγος τοῖς βροτοῖς * δι᾿ οἶκτον βροτὸς * ὤφθη παναμώμητε * ἵνα θεώσῃ τοὺς πίστει μελωδοῦντας * λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η´. Ὁ Εἱρμὸς

Μυστήριον παράδοξον * ἡ Βαβυλῶνος ἔδειξε * κάμινος * πηγάσασα δρόσον * ὅτι ῥεῖθρον ἔμελλεν * ἀυλον πῦρ εἰσδέξασθαι * ὁ Ἰορδάνης καὶ στέρξαι * σαρκὶ βαπτιζόμενον τὸν Κτίστην * ὃν εὐλογοῦσιν λαοὶ * καὶ ὑπερυψούσιν, εἰς πάντας τοὺς αἰῶνας.

Πάντα σου τὰ προστάγματα * μόνε Σωτὴρ πανοικτιρμὸν Κύριε * παριδὼν βοᾶ σοι * δι᾿ ἡμῶν ὁ δοῦλός σου * καὶ ἱερεὺς καὶ λάτρης σου * καὶ γὰρ τοῦ πλάνου ἀπάτην * ἐχράνθην ταῖς τοῦ βίου κηλίσιν * ἀλλὰ θανόντα με νῦν * τάξον ἐν αὐλαῖς σου * μετὰ τῶν ἐκλεκτῶν σου.

Σῶσον καὶ ἐπαναπαῦσον * ἐν τῇ ἀγήρῳ τρυφῇ σου * Κύριε * τὸν σὸν ἱερέα * ὃν ἐκ τῶν προσκαίρων νῦν * καὶ τῶν φθαρτῶν μετέστησας * διὰ θανάτου οἰκτίρμων * τοῦ βίου μεταστάντος ἁγίων * ἵνα συνὼν μετ᾿ αὐτῶν ἄληκτα χορεύει * ὑμνῶν σε εἰς αἰῶνας.

Τὰ πλήθη μου ἐξάλειψον * τῶν ἐσφαλμένων βοᾶ σοι * Κύριε * ὁ ἱερουργός σου * δι᾿ ἡμῶν καὶ λύτρωσαι * πάντων μου τῶν κολάσεων * ὅτε προστάξῃς χωρῆσαι * Δικαίους ἐξ ἀδίκων με τότε * τῆς δεξιᾶς σου φαιδρὸν * δεῖξον κληρονόμον * σὺν ὁσίοις σου πᾶσιν.

Ἅπας ὁ βίος ἅπασιν * διεφθαρμένος πέφυκε * Κύριε * βροτοῖς διὰ τοῦτο * πάντες σου δεόμεθα * οἱ ἐν τῷ βίῳ ζήσαντες * σῶσον τοὺς πάντας καὶ ῥῦσαι * βασάνων τῆς κολάσεως Σῶτερ * καὶ σὺν ἡμῖν καὶ τὸν σὸν * δοῦλόν κοιμηθέντα * ἱερέα πιστόν σου.

Ὁρᾶν σου καταξίωσον * τὴν αἴγλην μόνε οἰκτίρμον * κράζει σοι * ὁ ἱερουργός σου * δι᾿ ἡμῶν τοῦ θείου σου * βήματος δεῖξον ἄμεμπτον * ὅτε τὰ κρύφια πάντων * ὡς μόνος κριτὴς ἀποκαλύψεις * καὶ μετ᾿ ὁσίων χαρᾶς * τῶν σὲ λατρευσάντων * ποίησον κληρονόμον.



Ῥήματα * καὶ νοήματα * ἃ ἐν ἀγνοίᾳ καὶ γνώσει * ἥμαρτον * καὶ πάσας τὰς πράξεις * καὶ τὰς ἐνθυμήσεις μου * τὰς πονηρὰς ἐξάλειψον * ὁ ἱερεὺς ἐκβοᾶ σοι * Χριστὲ δι᾿ ἡμῶν ὁ μεταστὰς νῦν * ὡς ὀρθοφρόνως ἀεὶ * σὲ ὁμολογήσας * ἐν σαρκὶ ὅτε ἔζη.

Θεοτοκίον.

Ἁγνὴ Θεοχαρίτωτε * Παρθενομῆτορ ἄχραντε Δέσποινα * δέξαι τὰς δεήσεις * ἡμῶν τῶν ὑμνούντων σε * καὶ τὸν θανόντα σὸν δοῦλον * δυσώπει ἀναπαύσασθαι τοῦτον * μετὰ ἁγίων χοροῖς * ὡς ἱερουργόν τε καὶ θεῖον ὄντα λάτρην.


Ἕτερος εἱρμός. Ἐκστῆθι φρίττων οὐρανέ.

Πάντα κατέλιπεν ὁ σὸς * καὶ πρός μετάρσιον * δοῦλος ἐπὶ ἀγωγὴν * κελεύσει * τῇ σῇ ἀναμάρτητε * ὁ κρίνων πᾶσαν πνοὴν * ἀλλ᾿ οἶδας * τὸ τερπνὸν τῶν ἀνθρώπων * ὅθεν τὰ ἐν ἀγνοίᾳ * καὶ ἐν γνώσει πραχθέντα * ἄνες ὡς οἰκτίρμων * Θεὸς καὶ ἐλεήμων.

Λόγῳ τὴν ποίμνην στοιχειῶν * ὁ μεταστὰς Χριστὲ * τῶν προσκαίρων λειτουργὸς * καὶ πράξει * καὶ τοῖς ὑποδείγμασι * ὡς ἐπιστήμων καλῶς * ἐνέλιπεν οὐδόλως οἰκτίρμον * ἀλλ᾿ Ὃν προμεταστάντα * ἀνεσπέρου φωτός σου * δεῖξον κληρονόμον * εἰς πάντας τοὺς αἰῶνας.

Ὄντως προσήγαγες Θεῷ * ψυχῆς γεωργίᾳ * καὶ καμάτους σαρκικοὺς * τὴν ποίμνην * ἐν οἷς ἐκαλλώπισας * καθοδηγὼν πρός ζωὴν * κατ᾿ ἀμφω ἀριστεύσας γενναίως * εἰ καὶ νῦν ἐκβοᾶ σοι * ἐπικήδειον ἔπος * σώσει τὴν ψυχὴν σου * ὁ προσλαβόμενός σε.

Δόξα.

Τῆς ἀγέλης σου Χριστὲ * ἠγεμονεύσαντα * συνειδήσει καθαρᾷ * καὶ πόθῳ * προσδραμόντα Κύριε * τῷ σῷ ναῷ συνεχῶς * ἐν ὕμνοις παννύχοις τὸν σὸν δοῦλον * ἡμῶν προμεταστάντα * ἐν τῇ βίβλῳ τῶν ζώντων * γράψον σὺν ἁγίοις * ὑμνεῖν σε εἰς αἰῶνας.

Καὶ νῦν.

Ἡ τοῦ ἀφράστου τοκετοῦ * ὦ τῆς ἁγνείας σου * μητρὸς Παρθένε ἁγνὴ * Θεὸν γὰρ * ἐν νηδύϊ φέρουσα * ὃν οὐρανὸς οὐ χωρεῖ * βαστάζεις καὶ γαλουχεὶς ὡς βρέφος * καὶ τρέφεις τὸν τροφέα * τῶν ἁπάντων διό σε * ἀνυμνολογοῦμεν * ὡς μόνην Θεοτόκον.


ᾨδὴ θ´. Ὁ Εἱρμὸς

Ἀπορεῖ πᾶσα * γλῶσσα εὐφημεῖν πρός ἀξίαν * ἰλιγγια δὲ νοῦς καὶ ὑπερκόσμιος * ὑμνεῖν σε Θεοτόκε * ὅμως ἀγαθὴ ὑπάρχουσα * τὴν πίστιν δέχου * καὶ γὰρ τὸν πόθον οἶδας τὸν ἔνθεον ἡμῶν * σὺ γὰρ χριστιανῶν ἡ προστάτις * σὲ μεγαλύνομεν.

Ὑπὲρ τοῦ πίστει καὶ ἱερουργὸν τοῦ θανόντος * σὲ ἐξαιτοῦμεν * Κύριε φιλάνθρωπε * καὶ μόνε ἐλεήμων * ὅπως ἐν ἁγίοις ἅπασιν * αὐτοῦ τὸ πνεῦμα * συντάξῃ ἐν ἁγίῳ * φωτὶ καὶ δεξιὰ * τότε * καὶ σὺν αὐτοῖς κατατάξῃς * ὡς ὑπεράγαθος.

Τὰ ἐν ἀγνοίᾳ * ἅπαντα καὶ γνώσει καὶ πράξει * ἡμαρτημένα * σύγγνωθι τοῦ δούλου σου ὡς μόνος εὐεργέτης * ὄντι ποιμενάρχῃ Κύριε * τὸ πνεῦμα τούτου * ἐν χορῷ τῶν Δικαίων * συντάσσων ἀγαθὲ * ἵνα σὺν τοῖς ἁγίοις σου πᾶσι * τὸ κράτος σου ἀνυμνεῖ.

Ἱερουργήσας * ὁ ἱερουργός σου καὶ λάτρης * εἴτε ἐν πράξει * ἡ ἐν ἐνθυμήσει * καὶ ἐν γνώσει καὶ ἀγνοίᾳ * ἥμαρτεν Χριστὲ φιλάνθρωπε * ζῶν ἐν τῷ βίῳ * ὥσπερ βροτὸς ὑπάρχων * καὶ φύσει ἀσθενὴς * νῦν δὲ * ἄνες τῷ μεταστάντι * ὡς μόνος εὔσπλαγχνος.

Ὁ κόσμῳ* φθορᾶ πεσόντας* σῴζεσθαι καὶ σοὶ εὐαρεστῆσαι μετάνοια * σῶσον ὡς Θεὸς καὶ οἴκτειρον * τὸν σὸν ἱκέτην * τὸν μεταστάντα τάξον καὶ σὸν ἱερουργὸν * ἵνα σὺν Ἀποστόλοις ἀεί σε * ἀνυμνῇ ἄληκτα.

Ὑπὲρ ἐμοῦ σε * πάντες δυσωποῦσιν οἱ πίστει * συνηθροισμένοι * Κύριε βοᾶ σοι δι᾿ ἡμῶν ὁ Ἱερεύς σου * μὴ με καταισχύνῃς Δέσποτα * ἐν ὥρᾳ δίκης * ἀλλὰ σὺν τοῖς ἁγίοις κατάταξόν με * ἵνα λαμπαδηφόρος ὀφθήσωμαι * πρὸ προσώπου σου.

Τριαδικόν.

Σοῦ τὸν Πατέρα* Λόγε καὶ τὸ Ἅγιον Πνεῦμα* ὁ ἱερεύς σου * ἕνα τρισυπόστατον καὶ φύσει καὶ οὐσίᾳ * μίαν ἐν τρισὶ προσώποις τε * Θεὸν ἀνυμνεῖ * σεσαρκωμένον ὄντα ταῖς φύσεσι διπλοῦν * ἕνα * ὅνπερ καὶ νῦν μεταστάντα * Χριστὲ ἀναπαῦσον.

Θεοτοκίον.

Ὑπεραγία* μόναρχε τρισάκτισε φύσις * Πάτερ καὶ Λόγε * Πνεῦμα τὸ πανάγιον Τριὰς ἡ ἐν μονάδι* ἄτμητος ἀεὶ ὑπάρχουσα* Θεὲ τῶν ὅλων* τὸν μεταστάντα τάξον * σκηναῖς τῶν ἐκλεκτῶν * τοῦτον * πρεσβείαις τῆς Θεοτόκου * καὶ τῶν ἁγίων σου.


Ἕτερος εἱρμός· Μὴ ἐποδύρου μου Μήτηρ * καθορῶσα.

Δηίζεται· τῶν μερόπων* φύσιν ἅπασαν ἄρδην* ὁ στυγηρὸς καὶ φοβερὸς ἁπάντων γηγενῶν* θάνατος ἀδελφοὶ* ὃν οὐκ ἐκφεύξεται* πάσης ὢν ἐν τῷ βίῳ * λοιπὸν προτελευτὴς * τὰς λαμπάδας Κυρίῳ* φαιδρῶς ἀναψωμεν.

Ἔνθα χορὸς τῶν Δικαίων* ἀποστόλων ὁσίων* καὶ προφητῶν καὶ ποιμένων* τάξον ἀγαθὲ* ὃν ἐδόξασας νῦν* ἐν τῇ προσκαίρῳ ζωῇ* ἱερέα πιστόν σου* καὶ ποίησον αὐτὸν* ἐκλεκτὸν παραστάτην* τῆς βασιλείας σου.

Ὡς τῆς ζωῆς σε ταμεῖον καὶ θανάτου οἰκτίρμον* καὶ τῆς φθορᾶς τὸν καθαιρέτην ἴσμεν οἱ πιστοί* δυσωποῦμεν Χριστὲ ὑπὲρ τοῦ δούλου σου* ἐν μεθέξει γενέσθαι* τῆς θείας σου ζωῆς* καὶ τυχεῖν τῆς ἐκεῖθεν μακαριότητος.





Δόξα.

Νεκάδων χορὸς ὑπάρχει * ἀμειδὴς καὶ γνοφώδης * ἔνθα οὐκ ἐστὶν φέγγος οὔτε φῶς * ἔνθα ζόφος δεινὸς * ἔνθα ὁμίχλη πικρὰ * ἔνθα σκότος ὑπάρχει * ὃν λύτρωσαι Χριστὲ * τὴν ψυχὴν τοῦ σοῦ δούλου * καὶ λατρευτοῦ σου πιστοῦ.

Θεοτοκίον. Καὶ νῦν.

Νέον ἐκύησας βρέφος * τὸν πρὸ πάντων αἰώνων * ὑπερφυῶς ἄνευ σπορᾶς * ὡς οἶδεν ὁ τεχθεὶς * ἐκ λαγόνων τῶν σῶν * Θεογεννήτρια * ὃν δυσώπει ῥυσθῆναι * παντοίας προσβολῆς * τοὺς ἐν πίστει καὶ πόθῳ * σὲ μεγαλύνοντας.


































11. ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑ ΙΕΡΕΑ,

φέρων ἀκροστιχίδα· τὸν κοιμηθέντα λειτουργὸν φέρω θρίνος

(Crypt. gr. Γ. β. XXLII, XI αἱ.)


ἦχος πλ. β´. ᾨδὴ α´. Ὡς ἐν ἠπείρῳ.

Τῆς οὐρανίου χορείας συλλειτουργὸν καὶ δικαίων τάγμασι * συναρίθμισον Χριστὲ * ὃν ἐκ γῆς μετέστησας πιστόν * ἀναδείξας λειτουργὸν ἐν σοὶ ἀναπαῦσον.

Ὁ τῷ οἰκείῳ Πατρί σου ὑπὲρ ἡμῶν* σεαυτὸν ὡς σφάγιον* προσενέγκας ὡς Θεὸς * ὅνπερ κατηξίωσας ἐν τῷ λειτουργῆσαί σοι πιστῶς * ἐν σοὶ ἀνάπαυσον.

Νόμῳ τῶν σῶν ἐνταλμάτων* ὁ ἐξ ἡμῶν* μεταστὰς ἱκέτης σου* πειθαρχήσας τὰ τερπνά, κατέλιπεν Χριστὲ* ὃν ἐν κόλποις Ἀβραὰμ * νῦν κατασκήνωσον.

Θεοτοκίον.

Καταφθορὰς τοῦ θανάτου* τοὺς γηγενεῖς* ὁ Υἱός σου Δέσποινα* τῷ θανάτῳ ἑαυτοῦ πάντας ἐλυτρώσατο* διὸ εὐχαρίστως οἱ πιστοί* σὲ μακαρίζομεν.


ᾨδὴ γ´. Οὐκ ἔστιν Ἅγιος.

Ὁ μόνος φύσει συμπαθὴς* ὁ τὸ αἷμά σου Λόγε* ὑπὲρ δούλων κενώσας παραδείσου τὴν τρυφὴν* γενέσθαι τὸν ἐξ ἡμῶν* μεταστάντα δοῦλόν σου ἀξίωσον.

Ἱερουργήσας σεαυτὸν* ὑπὲρ κόσμου οἰκτίρμον* τὰς ἡμῶν ἁμαρτίας ἐξηφάνισας Χριστὲ* διό σου τὸν λειτουργὸν* ἐν τοῖς κόλποις Ἀβραὰμ κατάταξον.

Μὴ ἀπολέσεις ὁ Θεὸς* τῶν χειρῶν σου τὸ πλάσμα* μηδὲ δώῃς γενέσθαι* βεβλημένον ἀπὸ σοῦ * ἀλλ᾿ οἰκτειρήσας τῆς σῆς * βασιλείας * ποίησον συμμέτοχον.

Θεοτοκίον.

Ἡ μόνη Μήτηρ τοῦ Θεοῦ* ἡ βροτῶν σωτηρία* ἡ πιστῶν προστασία* μὴ παρίδῃς ἀγαθὴ* τοὺς πεποιθότας εἰς σε* ἀλλὰ πᾶσιν δίδου τὰ ἐλέη σου.


ᾨδὴ δ´. Χριστός μου δύναμις.

Ἀθανάτου σύμβολον * τοῦ σου φιλάνθρωπε * τὸν σταυρὸν σου ἐπ᾿ ὤμων * ἀναλαβὼν ὁ πιστὸς ἱκέτης σου * ὁ μεταστὰς νῦν ἐξ ἡμῶν * εὐσεβῶς σοι ἐλειτούργησε.

Ἂν σοὶ ἀνέθετο * αὐτοῦ φιλάνθρωπε * τὰς ἐλπίδας ὁ πίστει * νῦν ἐξ ἡμῶν * ἐκδημήσας δοῦλός σου * ὃν ἐν σκηναῖς τῶν ἐκλεκτῶν * κατασκήνωσον ὡς εὔσπλαγχνος.

Νεκρῶν καὶ ζώντων σε* ὡς κυριεύοντα* καὶ ζωῆς καὶ θανάτου* ἐπεγνωκὼς * ὁ πιστὸς ἱκέτης σου * σοι τῷ δεσπότῃ καὶ Θεῷ * ἀνετέθη δι᾿ ἀσκήσεως.

Θεοτοκίον.

Τῷ θείῳ τόκῳ σου* ἐλύθη Δέσποινα* ὁ δεσμὸς τοῦ θανάτου* ἐκ τῶν βροτῶν* καὶ ζωὴν εὑρήκαμεν* οἱ ἐν τῇ σκέπῃ σου ἁγνὴ* πεποιθότες Μητροπάρθενε.


ᾨδὴ ε´. Τῷ θείῳ φέγγει σου.

Ἀπὸ θαλάσσης βιοτικῆς* καὶ ἐκ καταιγίδος πειρασμῶν* ἀφηρπακὼς τὸν ἱκέτην σου * Κύριε εἰς ὄρος σου ἁγιάσματος * τῆς θείας βασιλείας σου καταφύτευσον.

Λελυτρωμένος τῷ ἐκ πλευρὰς * αἵματί σου Λόγε ἀχράντῳ * τῆς ἐξ Ἀδὰμ παραβάσεως * ἔξω τοῦ νυμφῶνός σου ὁ ἱκέτης σου * ἐν σοὶ μὴ ἐκβληθήτω * μεταχωρήσας πιστῶς.

Τίς πέρας βίου περιτυχὼν * πάσης προσδοκίας τῆς πρός σὲ ὁ λειτουργός σου διήμαρτεν * μόνε Ζωοδότα ἐξευμενίσεως * ἀλλ᾿ οὖν μὴ ἐκβληθείη τῆς βασιλείας σου.

Θεοτοκίον. *

Ἰσχὺν ὁ μόνος θεουργικὴν * περιβεβλημένος τὴν ἰσχὺν * διὰ σταυροῦ καταβέβληκεν * ᾅδου τοῦ παμφάγου * Παρθενομῆτορ ἁγνὴ * ὁ σὲ μετὰ τὸν τόκον * διαφυλάξας ἁγνήν.


ᾨδὴ στ´. Τοῦ βίου τὴν θάλασσαν.

Τοῦ βίου τὸν τάραχον * τῷ σταυρῷ θωρακισθεὶς * καὶ πρὸ ταφῆς διέφυγεν * ἐν ἀσκήσεις δουλεύσας τῷ Θεῷ * πιστῶς ὁ ἱκέτης σου * ὃν καὶ νῦν μεταστάντα * σὺ ἀναπαῦσον.

Οὐράνιον ἴνδαλμα * ἐκμαγεῖον νοερὸς * ταξιαρχίας γέγονεν * ἀποδοὺς τὰς εὐχάς σοι καὶ πρός ταφῆς * ὁ μύστης σου Δέσποτα * ὃν καὶ νῦν μεταστάντα * κατοικτείρησον.

Ὑμνεῖν μετ᾿ ἀγγέλων σε * ἔνθα ἦχος καθαρὸς * ἑορταζόντων Δέσποτα * εὐφροσύνως τὸν θεῖόν σου λειτουργὸν * συνήθως ἀξίωσον * τῆς ἐνταῦθα μετάρας * ἐκκλησίας σου.

Θεοτοκίον. *

Ῥυόμενος Δέσποινα * ἐκ θανάτου καὶ φθορᾶς * τοὺς γηγενεῖς ἐπέφανεν * ὁ Θεὸς ἐκ λαγόνων σου προελθὼν * καὶ τάφον κατῴκησεν * καὶ τοῦ ᾍδου κάθειλεν τὸ βασίλειον.


ᾨδὴ ζ´. Δροσοβόλον μέν.

Γαληνοὺς ἐπὶ λιμένας καταπαύσεως * τῆς θείας βασιλείας σου * ὃν μετέστησας * τρικυμίας ἐκ βιοτικῆς * εἰσάγαγε Λόγε τοῦ Θεοῦ * ὑπὸ τῆς σῆς δυσωπούμενος ἀγαθότητος.

Ὁ τῷ νεύματί σου πάντα συστειλέμενος * καὶ πάντων προνοούμενος * τὸ σωτήριον * καὶ συμφέρον κρίνας τοῖς βροτοῖς * τὸν θάνατον Κύριε Σωτὴρ * τὸν ἐξ ἡμῶν μεταστάντα * ἐν σοὶ ἀναπαῦσον.

Νεκρωθέντα ὡς γινώσκων δι᾿ ἀσκήσεως * καὶ πρὸ θανάτου Λόγε Θεοῦ * τὸν ἱκέτην σου * τοῖς θελήμασιν τοῖς ἑαυτοῦ * ζωῆς ἀϊδίου νῦν πρός σὲ * μεταχωρήσαντα ποίησον * κληρονόμον Χριστέ.

Θεοτοκίον.

Φωτοφόρον σὲ παστάδα καὶ παλάτιον* ἁγνὴ τοῦ βασιλεύοντος * ὀνομάζομεν * διὰ σοῦ γὰρ ἥλιος Χριστὸς * τοῖς ἐν σκιᾷ αὐτοῦ θανάτου * φῶς ἐξανέτειλεν.


ᾨδὴ η´. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Ἐν νεφέλαις ἀέρων * καθυπαντῆσαί σοι * ὃν πιστῶς προσελάβου * Σῶτερ εὐδόκησον * ὅταν φοβερὸς * ἐπελεύσει τοῦ κρῖναι τὴν γῆν * ἵνα σὺν ἀγγέλοις * ὑμνῇ σε εἰς αἰῶνας.

Ῥῦσαι πάσης ἀνάγκης * ἡμαρτηκότων σοι * τῷ κριτῇ τῶν ἁπάντων * ἐπαγομένης Χριστὲ * κρίσεως φρικτῆς * καὶ δικαίας ὀργῆς σου πιστῶς * νῦν τὸν μεταστάντα πρός σὲ ἐκ τῶν προσκαίρων.

Ὡραιότητος θείας * ἐπαπολαύσαι σου * καὶ μετὰ τῶν ἀγγέλων * συλλειτουργῆσαί σοι * ποίησον Χριστὲ * ἐκ τοῦ βίου τὸν δοῦλόν σου * ὅνπερ προσελάβου * εἰς πάντας τοὺς αἰῶνας.

Θελητὴς τοῦ ἐλέους ὑπάρχων Κύριε * τὸν ἐν πίστει καὶ πόθῳ * σοι λειτουργήσαντα * καὶ ἀσκητικῶς * ἐπὶ γῆς σοι δουλεύσαντα * οἴκτειρον μετάρας * πρός σὲ νῦν ἐκ τοῦ βίου.

Θεοτοκίον.

Ῥυπτικῇ σου πρεσβείᾳ * ἀποκαθαράς μου * τῆς ψυχῆς τὰς κηλῖδας * Θεοχαρίτωτε * σκεῦος εὐαγὲς * τοῦ Υἱοῦ σου ἀπέργασαι * ἵνα σὺν αὐτῷ σε * δοξάζει εἰς αἰῶνας.


ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν.

Ἰσχὺν* ὁ μόνος περιζωσάμενος* Λόγε Θεοῦ * τὴν κατὰ τοῦ θανάτου καθεῖλες γὰρ * τὴν αὐτοῦ τυραννίδα θανάτῳ σου * καὶ τὴν ἀθανασίαν * πᾶσιν ἐπήγασας * νῦν τὸν μεταστάντα ἐξ ἡμῶν * ἐν σοὶ ἀναπαῦσον.

Νομὴν * τῇ ῥύμῃ τῆς παραβάσεως * κατὰ βροτῶν * ὁ θάνατος λαβὼν ἐβασίλευσεν * ἀλλὰ σε ἐν ἐγκάτοις δεξάμενος * Κύριε κατεπόθη * τῇ ἀναστάσει σου * ὅθεν ἐπαγάλλονται ἐν σοὶ * οἱ μεταστάντες πιστῶς.

Ὁ δοὺς* τὸ εἶναι τοῖς πᾶσιν Κύριε* καὶ τὸ ἡμῶν* συμφέρον ὡς Θεὸς προνοούμενος* τὸν πιστῶς σοι ἐν γῇ λειτουργήσαντα* ἄνες ὡς ἐλεήμων* κρίνων τὰ σύμπαντα* καὶ τῶν ἐκλεκτῶν σου χορείαις* συγκαταρίθμησον

Θεοτοκίον.

Σκηνὴν* ἁγίαν σε καὶ παλάτιον* καὶ κιβωτὸν* καὶ θρόνον τοῦ ὑψίστου πυρίμορφον* Θεοτόκε πιστοὶ ὀνομάζομεν* μόνη γὰρ ἐξ αἰῶνος* τὸν καταλύσαντα* ἔτεκες τοῦ ᾍδου τὴν ἰσχὺν* διὰ Σταυροῦ καὶ ταφῆς.



                              πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου