Ευλογημένη πνευματική περιήγηση

Παρασκευή 12 Φεβρουαρίου 2016

ΦΕΒΡΟΥΑΡΙΟΥ 12. ΜΕΛΕΤΙΟΣ ΟΣΙΟΣ ΥΨΕΝΗΣ ΡΟΔΟΥ ΜΕΓΑΛΥΝΑΡΙΑ

Μεγαλυνάρια, κατὰ τήν· Τὴν τιμιωτέρα·

ὧν ἡ ἀκροστιχίς: Γεωργίου ᾠδή.
 
 

Γέγραπται ἐν θείᾳ βίβλῳ Δαβίδ, ὁρισμὸς ὁποῖος, τοῦ δικαίου ἀνδρὸς ἐστίν, ἐλλεῖν ἀπαύστως, κατατρυφᾶν Κυρίῳ, φῶς ἀρετῶν ἐκλᾶμπον, ἃ ἔσχες Ὅσιε.

χομεν τῆς Λάρδου   τὸν εὐκλεῆ, βλαστὸν κλέος Ῥόδου, πανσεβάσμιον ἀσκητήν, φύλακα προστάτην, Μελέτιον τὸν θεῖον, φρουρὸν καὶ θερμὸν πρέσβυν, πάντες πρὸς Κύριον.

τῶν σῶν θαυμάτων καὶ δωρεῶν, Ὅσιε πρὸς πάντας, τοὺς προστρέχοντας ἐκζητεῖν, πόμα σωτηρίας, καὶ λόγον ἀληθείας, Μελέτιε Πατέρων, τὸ ἀκροθίνιον.

ύσασθε κινδύνων καὶ συμφορῶν, Ἑλλήνων τὸ γένος, ὦ Μελέτιεἱερέ, σὺν τῷ συνωνύμῳ, ποιμένι Ἀντιοχείας, καὶ σκέπετε τοὺς πίστει, ὑμᾶς γεραίροντας.

Γέρα σὺ προσήνεγκας τῷ Χριστῷ, ἀρετῶν τὸν πλοῦτον, ὃν συνέλεξας νουνεχῶς, ἐν σκληρᾷ νηστείᾳ, εὐχῇ τε καὶ ἀσκήσει, διὸ καὶ ὁ Δεσπότης, Πάτερ ἀντήμειψεν.

σος ἀνεδείχθης τοῖς ἀσκηταῖς, Ὑψενῆς ὁ κτίτωρ, θεοφόρε Μελέτιε, ὡς ἀστὴρ ἐκλάμψας, ἐν ἰσαγγέλῳ βίῳ, διὸ ἐν ὁσιότητι, τοῦτον ἔλιπες.

σιε τῆς Ῥόδου δόξα λαμπρά, Ἑλλήνων τῷ γένει, Ὀρθοδόξων προασπιστά, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν σὲ τιμώντων, ἐν Ὑψενῆς τῇ μάνδρᾳ, γεένης ῥύσασθε.

μνοις εὐφημήσωμεν μελιχροῖς, ᾠδαῖς ἡδυφθόγγοις, τῶν Ἑλλήνων λαμπρὸν πυρσόν, χαῖρε ἐκβοῶντες, Μελέτιε τρισμάκαρ, τῆς Ῥόδου προστασία, Λάρδου ἐκβλάστημα.

θεοειδέστατε κοινωνέ, τῶν Ὁσίων πάντων, ὁ εἰκόναν εὑρὼνν ἁγνῆς, καὶ Ὑψενῆς μάνδρα, πιστῶς οἰκοδομήσας, ὑπὲρ ἡμῶν Σωτῆρι, νῦν καθικέτευε.

Δάκρυσι προσπέσωμεν τοῦ Πατρός, κάρᾳ σὺν λειψάνοις, ἐξαιτούμενοι παρ’ αὐτῶν, νόσων ἰατρείαν, ἐκλύτρωσιν κινδύνων, ἀπαλλαγὴν δαιμόνων, καὶ χάριν ἄμετρον.

λιον τῆς δόξης Πάτερ σεπτέ, Χριστὸν ἐκδυσώπει, ὑπὲρπάντων τῶν σὲ πιστῶς, ἀνυμνούντων ὕμνοις, τιμώντων λείψανόν σου, καὶ μνήμην σου τελούντων, σώζεσθαι ἅπαντας.

Ἕτερα.

Δεῦτε εὐφημήσωμεν ψαλμικῶς, ἁγνὴν Θεοτόκον, καὶ Μελέτιον τὸν πιστόν, Ὅσιον Πατέρα, διδάσκαλον ποιμένα, χαῖρε αὐτῷ βοῶντες, θεοειδέστατε.

Χαίροις ὁ τὴν μάνδραν τῆς Ὑψενῆς, κτίσας ὅτε εὗρες, ὑπὸ δένδρον μορφὴν ἁγνῆς, καὶ ἀνύδρους τόπους, εὐκάρπους ἀναδείξας, ταῖς θείαις ἀρεταῖς σου, Πάτερ Μελέτιε.

Ἔχει Ὑψενῆς σε θεία Μονή, πρόμαχον προστάτην, καταφύγιον καὶ φρουρόν, Μελέτιε Πάτερ, καὶ σοὶ πιστῶς προστρέχει, τῶν φιλεόρτων δήμος, ὑμνῆσαι ᾄσμασιν.

Πίστει ἀσπασώμεθα ἀδελφοί, κάρᾳ σὺν λειψάνοις, μυροβόλοις θείου Πατρός, ὅπως ἀρυσθῶμεν, ἁγιασμὸν καὶ χάριν, τῆς ἐνοικούσης τούτοις, Πνεύματος χάριτι.

Νίκης θεῖον ὅπλον ζωοποιόν, Σταυρὸν τοῦ Κυρίου, πρὸς τοὺς δαίμονας ἀληθῶς, ἔλαβες καὶ ἦλθες, πρὸς μάχας μετὰ τούτων, Μελέτιε τροπώσας, τούτων τὰς φάλαγγας.

Σπόρον ἐγεώργησας ἀρετῶν, καὶ στάχυν ἐδρέψω, πολλυπλάσιον ὡς Θεός, δίδωσιν ἀξίοις, ζητῶν τὴν σωτηρίαν, τῶν γηγενῶν ὦ Πάτερ, ὑπὲρ ὧν ἔπαθε.

Ἀντὶ τῆς τροφῆς σου τὸν χορτασμόν, τρυφὴν ἐπεπόθης, Παραδείσου τῇ προσευχῇ, διὸ νῦν ἐν πόλῳ, μετὰ τῶν Ἀσωμάτων, καὶ Πάντων τῶν Ἁγίων, γεύει μακάριε.

Ὕμνοις τοῦ Νυμφίου τὸν ἐραστήν, στέψωμεν καὶ τούτου, μιμησώμεθα ἀφρετάς, ἵν’ ἀνταποδώσῃ, ἐν ὥρᾳ τῇ μελλούσῃ, ἡμῖν Χριστὸς λιταῖς του, τὰ ἐπουράνια.

Ἔχομέν σε Πάτερ πρέσβυν θερμόν, πρὸς Θεὸν τὸν Πλάστην, Ὃν ἱέωσας προσευχαῖς, καὶ σκληραῖς νηστείαις, αἰτήσασθαι ἐν κρίσει, τοῖς δεξιοῖς προβάτοις, συναριθμήσασθαι.

Χαίροις, ὁ τῆς Ῥόδου θεῖος βλαστός, Ὑψενῆς τῆς μάνδρας, πολυτίμητος θησαυρός, χαίροις ἱερέων, ἀγλάϊσμα καὶ δόξα, Μελέτιε θεόφρον, πιστῶν τὸ καύχημα.

Κάθαρον καρδίας ἐκ τῶν παθῶν, δὸς νοΐ φωτί Σου, καὶ ἁγίασον τὰς ψυχάς, ταῖς θερμαῖς πρεσβείαις, τοῦ θείου Μελετίου, Χριστέ μου πανοικτίρμον, καὶ τῆς τεκούσης Σε.

Ἐν σοὶ ἐγκαυχᾶαται Χριστῶ Μονή, ἣν ἔκτισας Κόρης, κώμῃ Λάρδῳ τῆς Ὑψενῆς, ἔχουσα ὡς ὄλβον, τὸ θεῖον λείψανόν σου, Μελέτιε ὃ πίστει κατασπαζόμεθα.

Χαίροις Θεοτόκε τῆς Ὑψενῆς, Κρεμαστῆς Τσαμπίκας, Φιλερήμου Σκιαδενῆς, τῆς Φανερωμένης, Λίνδου Παρακμυθίας, Ἁμάρτου Παντανάσσης, Ῥόδου ὀχύρωμα.

Ῥόδου ὁ φιλόχριστος Σὲ λαός, ἀσπάζεται Κόρη, ἐν εἰκόσι θαυματουργοῖς, Ὑψενῆς Ἀφάντου, Ἀσκληπειοῦ Ἁμάρτου, Σορωνῆς Φιλερήμου, Νεοχωρίου τε.

Σὺν τῷ Κωνσταντίνῳ Ὕδρας βλαστῷ, Κλημέντι Εὐθυμίῳ, Μαλαχίᾳ Νικῆτᾳ τε, καὶ Ἀγαθαγγέλῳ, Μάρτυσι Φανουρίῳ, Σίλᾳ Χριστὸν δυσώπει, θεῖε Μελέτιε.

Σῶσον ταῖς λιταῖς σου πρὸς τὸν Θεόν, πάντας τοὺς τιμῶντας σὴν πανίερον ἑορτήν, καὶ κἀμοὶ τῷ ὕμνους, ὑφάναντι σοὶ Πάτερ, δὸς ἀρετῶν τὸν πλοῦτον, καὶ θείαν φώτισιν.

 

Μεγαλυνάρια, κατὰ τό· Ἀκατάπλητον ἐστί.

Ἀκατάληπτα βροτοῖς, καὶ Ἀγγέλοις ἀληθῶς, πέλει Πάτερ ἆθλα σά, ἃ ἐβράβευσε Θεός.

Ἀκατάληπτα ἐστίν, ἀνερμήνευτα ποσῶς, τὰ σημεῖα ἃ τελείς, ὦ τρισμάκαρ θαυμαστῶς.

Ἀνυμνεῖ σε ἱερῶς, ὦ Μελέτιε λαός, μεγαλύνων ἀληθῶς, ὃν ἐδόξασε Θεός.

Δέξαι Πάτερ τὰς ᾠδάς, ὡς θυμίαμα τ’ εὐχάς, καὶ ἀντίδος σαῖς λιταῖς, τῷ Θεῶ σωθῆναι ἡμᾶς.

Ἡ Μονὴ τῆς Ὑψενῆς, ἔχει Πάτερ σὲ φρουρόν, παραμύθιον ψυχῶν, πρὸς Χριστὸν πρέσβυν θερμόν.

Καὶ τὰ κατ’ Ἀλφάβητον.

νερμήνευτα ἐστί, τὰ τελούμενα ἐν σοί, καταπλήττονται πιστῶν, καὶ Ἀγγέλων οἱ χοροί.

Βασιλέως τοῦ Χριστοῦ, ἠκολούθησας ὁδόν, καὶ ἠφάνισας ὁρμάς, τῶν δαιμόνων ἐκποδῶν.

Γεωργεῖς τὰς ἀρετάς, ὡς γεώργιον καλόν, καὶ καθαίρεις τὰς ψυχάς, τῶν ῥαθύμων μοναστῶν.

Δεῦτε δῶμεν ἀσπασμόν, ἐν τῆς Ὑψενῆς Μονῇ, τοῖς λειψάνοις τοῦ Πατρός, ᾄδοντες ᾠδὴν τερπνήν.

ν νηστείᾳ καθαρᾶ, σὺ προσεύχει ἀληθῶς, διὸ θαύμασι φρικτοῖς, κατηξίωσε Θεός.

Ζωηῤῥύτοις διδαχαῖς, ἱερῶς καθοδηγεῖς, τοὺς προστρέχοντας εἰς σέ, ῶς δ’ ἀπίστοις χορηγεῖς.

Η δακρύῤῥοος εὐχή, ἐγεγόνει σὺ κλαυθμός, καὶ ἐπτέρωσε τὸν νοῦν, πρὸς τὰ ἄνω ὡς εἰκός.

Θεοτόκον Μαριάμ, ἐμεγάλυνας ψαλμοῖς, τὰ σὰ πταίσματα θρηνῶν, στεναγμοῖς καὶ ὀδυρμοῖς.

κετεύει σὲ λαός, Ὑψενῆς Μονῆς πληθύς, ὦ Μελέτιε σεπτέ, ἡμᾶς σῶσον παρευθύς.

Κατῳκτείρησας Χριστόν, ἐν ἀγάπῃ περισσῇ, σωφροσύνης τὴν ὁδόν, σὺ προκρίνας τὴν χρυσῆ.

Λιμοῦ πάντας ἐξελοῦ, νόσων τε φθοροποιῶν, μολυσμάτων τῆς ψυχῆς, καὶ ἐχθρῶν ἐπηρειῶν.

Μιμησώμεθα πιστοί, τοῦ Ὁσίου ἀρετήν, Μελετίου ἐν χαρᾷ, οὗ τιμῶμεν ἑορτήν.

Νεκρωθεῖσάν μου ψυχήν, ζώωσον Χριστὲ εὐχῇ, καθαγίασον τὸν νοῦν, μετανοίας δὸς ἀρχήν.

Ξενοδόχησον ἡμᾶς, θεῖον κλέος ἀσκητῶν, καὶ δὸς πᾶσι σὰς εὐχάς, βίον εὔσχημον καλόν.

ρθοτόμησον ὁδόν, πρὸς πηγὰς τὰς διαυγεῖς, ὥσπερ ἔλαφος ζητεῖ, πιεῖν ὕδωρ ἐκ τῆς γῆς.

Περιτείχισον ἡμᾶς, τοὺς ὑμνοῦντάς σε λαμπρῶς, ὦ Μελέτιε πιστέ, τῇ ψυχῇ ὁ καθαρός.

αθυμίαν τῆς ψυχῆς, ἀποδίωξον μακράν, σὺ σκιρτήμασι σαρκός, παύων πᾶσαν συμφοράν.

Σκέπε μάνδραν Ὑψενῆς, θεοδίδακτε εὐχαῖς, καὶ κολάσεως φρικτῆς, ἐξελοῦ σαῖς προσευχαῖς.

Τὴν φωσφόρον καὶ φαιδράν, ἐκτελοῦντες μνήμην σήν, ἐξαιτούμεθα πιστῶς, στρέψον θεϊκὴν ὀργήν.

ψηλοφρονεῖν μὴ δός, παρ’ ὃ δεῖ Πάτερ φρονεῖν, καὶ τὰ ἄνω ἐκζητεῖν, τὰ οὐράνια ποθεῖν.

Φωτοδότα Ἰησοῦ, Σὲ γινώσκω Λυτρωτῆν, Μελετίου ταῖς λιταῖς, δεῖξον ἔργων ποιητήν.

Χαριτόβρυτε ἁγνή, βᾶτε γῆς τοῦ Μαδιάμ, νῦν θεόσοφος Πατήρ, δυσωπεῖ σε Μαριάμ.

Δόξα. Τριαδικόν.

Ψάλλω Σοι πιστῶς ᾠδήν, Πάτερ Λόγε Πνεῦμα εὐθές, διανοίας μου Τριάς, στήριξον τὸ ἀσταθές.

Καὶ νῦν. Θεοτοκίον.

Παρθένε ἁγαθή, σὺν Πατρὶ τῷ θαυμαστῷ, εἰς τὸ σῶσαι τοὺς πιστούς, δυσωπήσατε Θεόν.




                                     πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου