ΙΑΝΟΥΑΡΙΟΥ 30.
ΤΡΙΩΝ ΙΕΡΑΡΧΩΝ
ΕΓΚΩΜΙΑ
(Ἐκ τοῦ βιβλίου: Ἀκολουθίαι τῶν Ἁγίων Τεσσάρων Νέων τοῦ
Χριστοῦ Μαρτύρων Ἀγγελή, Μανουήλ, Γεωργίου καὶ Νικολάου, τῶν ἐν Ῥεθύμνῃ τῆς
Κρήτης μαρτυρησάντων· καὶ τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ
Παμφλαγόνος. Πρὸς δὲ καὶ Μακαριστήρια· ψαλλόμενα εἰς Θεομητορικὰς Ἑορτὰς καὶ
ἑορταζομένους Ἁγίους.
Ἐκδοθέντα ὑπὸ Σπ. Εὐθυμιάδου, τοῦ ἐκ
Βλάτσης τῆς Μακεδονίας. Ἐν Ἐρμουπόλει Σύρου. Τύποις Γ. Μελισταγοῦς, Μακεδόνος.
1865)
Ἐγκώμια: Ψαλλόμενα ἀντὶ τοῦ Κοινωνικοῦ
Στάσις γ΄. Αἱ γενεαὶ πᾶσαι
Αἱ γενεαὶ πᾶσαι, ὑμᾶς
ὑμνολογοῦμεν, τοὺς τρεῖς Ἀρχιεράρχας.
Αἱ γενεαὶ πᾶσαι, ὑμᾶς
μακαριοῦμεν, τρισόλβιοι Πατέρες.
Βασίλειε θεόφρων, τοὺς σὲ
ὑμνολογοῦντας, φρούρει ταῖς σαῖς πρεσβείαις.
Γρηγόριε θεόφρων, τοὺς
ὑμνητάς σου ῥῦσαι, παντοίας ἐπηρείας.
Ἰωάννη μάκαρ, Χρυσόστομε
λιταῖς σε, ῥῦσαι ἡμᾶς γεέννης.
Δέησιν Κυρίῳ, ὑπὲρ ἡμῶν
Πατέρες, μὴ παύσητε ποιοῦντες.
Ἐλάμψατε ἐν κόσμῳ, ὡς τρεῖς
λαμπροὶ φωστῆρες, δι’ ἔργων τε και λόγων.
Ἑορτάζει μνήμην, σήμερον
οἰκουμένη, τῶν θείων διδασκάλων.
Διδάσκαλοι τοῦ κόσμου,
Ὀρθοδοξίας πύργοι, ἐδείχθητε Πατέρες.
Ἀρχιεράρχαι θεῖοι, διδάσκαλοι
τρεῖς πάντας, ἡμᾶς περιφρουρεῖτε.
Ἀγγέλους ἐπιγείους, ἡ κτίσις
ὑμᾶς εἶδε, καὶ ἄνδρας οὐρανίους.
Ἱεραρχῶν Πατέρων, καὶ
διδασκάλων κλέος, ὑπάρχετε Πατέρες.
Πατέρες θεηγόροι, πρεσβεύσατε
Τριάδι, ὑπὲρ εἰρήνης κόσμου.
Μετὰ τοὺς Ἀποστόλους, τρεῖς
ἄλλους Ἀποστόλους, ὑμᾶς καταπλουτοῦμεν.
Πανήγυριν τὴν θεῖαν, σήμερον
ἐκτελοῦμεν, ὦ τρεῖς Ἀρχιεράρχαι.
Μυστικαὶ κιθάρες, ἐδείχθητε
Πατέρες, Πνεύματος τοῦ Ἁγίου.
Τρεῖς Ἱεράρχαι θεῖοι,
πρεσβεύετε ἀπαύστως, ὑπὲρ τῶν Ὀρθοδόξων.
Τοὺς ἐπιτελοῦντας, ἡμῶν τὴν
θείαν μνήμην, ῥύσασθε τῶν κινδύνων.
Τρίπλοκος σφενδόνη, ὑπάρχετε
Πατέρες, ἐδείχθητε ἐνδόξως.
Φραγγέλιον τοῦ λόγου, τὸ
τρίπλοκον Πατέρες, ὑμεῖς ἐστὲ ἐνθέως.
Μακρὰν τὴν Ἐκκλησίαν, ἠλάσατε
τοὺς λύκους, καὶ κακοδόξους κύνας.
Ὤ τρεῖς σεπτοὶ Πατέρες,
μνήσθητε ἐν τῇ κρίσει, πάντων ἡμῶν θεόπται.
Δόξα. Τριαδικόν.
Ὤ τριὰς Ἁγία, Τριῶν λιταῖς
Πατέρων, ῥῦσαι ἡμᾶς γεέννης.
Καὶ νῦν. Θεοτοκίον.
Ὤ Θεοτόκε σῶζε, ὑμᾶς κακῶν
παντοίων, λιταῖς τῶν Διδασκάλων.
πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου