Ευλογημένη πνευματική περιήγηση

Σάββατο 30 Ιανουαρίου 2016

ΙΑΝΟΥΑΡΙΟΣ 30. ΘΕΟΔΩΡΟΣ ΧΑΤΖΗΣ ΧΑΙΡΕΤΙΣΜΟΙ

ΧΑΙΡΕΤΙΣΜΟΙ
 
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEguE8Gc9h6Dla1HvCG31VqQJpTjneONUKuq0gMfpN6uMNhPClo3ral3D2U7nk_aKJHBjZzT89NayrdnOZKusx46mUNO0qnOi8SarCMReI6egQtSddx8x4QGiCvxXJUlF4CC2AiEwtS1Zm-E/s1600/0014_1%257E1.JPG
Ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Χαρίτων τὰ χείλη μου, ὅπως ὑμνήσω σε πλήρωσον, Θεόδωρε ἔνδοξε, χαῖρε κραυγάζοντος, ὅτι ἔλαμψας, ὡς ἄστρον ἐν ἀθλήσει, καὶ ηὔγασας θαύμασι, τοὺς εὐφημοῦντάς σε.
Χαρᾶς τὴν καρδίαν μου, Μάρτυς Θεόδωρε ἔμπλησον, ναῷ καταφεύγοντος, ἀσπαζομένῳ πιστῶς, χαριτόβρυτον, εἰκόνα σὺν λειψάνοις, καὶ λέγοντος πόθῳ σοι, χαίροις πολύαθλε.
Χαρίτων δωρήματα, τοῖς ἀνυμνοῦσι Θεόδωρε, τὴν ἄθλησιν μνήμην σου σὺν τῇ ἀνακομιδῇ, τῶν λειψάνων σου, δὸς πᾶσι φθεγγομένοις, τὸ χαίροις ἀγλάϊσμα, Λέσβου καὶ καύχημα.
Χριστὸς ἐμεγάλυνε, σὲ Νεομάρτυς πανεύφημε, βροτοὶ νῦν γεραίρομεν, ἆθλα καὶ μνήμην πιστῶς, καὶ προσπίπτομεν, τῇ θήκῃ σῶν λειψάνων, βοῶντες Θεόδωρε, χαίροις ἀήττητε.
Τριαδικόν.
Χριστὲ πολυέλεε, τᾶξον εἰς δόξης σου δώματα, πρεσβείαις Ἁγίων Σου, ὁ ἀναστὰς ἐκ νεκρῶν, τοὺς λατρεύοντας, ἀχώριστον Τριάδα, Πατέρα σὺν Λόγῳ τε, καὶ θείῳ Πνεύματι.
Θεοτοκίον.
Χριστὸν Ὃν ἐκύησας, μονογενῆ ἀειπάρθενε, γαστρί Σου καὶ ἔτεκες, εἰς σωτηρίαν βροτῶν, ἐκδυσώπησον, φρουρὲ τῆς Ἁγιάσσου, καὶ σῶσον τοὺς κράζοντας· χαῖρε Μητρόθεε.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Χαρὰν ἀνεκλάλητον Κυρίου, εἰρήνην τὴν ἄνωθεν λαοῖς, δὸς Μάρτυς ἀξιΰμνητε, τοῖς πόθῳ σοι κραυγάζουσι· χαῖρε ὁπλῖτα ἄριστε, πιστῶν ὀχύρωμα ἄσειστον.
Χαρὰν τοῖς ᾠδαῖς σὲ ἀνυμνοῦσι, δωρεῖται εἰκών σου ἡ σεπτή, καὶ θήκη τῶν λειψάνων σου, Μάρτυς διὸ φθεγγόμενος, ψάλλων ἀπαύστως χαίροις σοι, αὐτὰς πιστῶς κατασπάζομαι.
Χοροὶ Ἀσωμάτων ἐν ὑψίστοις, ζηλοῦσι πληθὺν τῶν ἀρετῶν, ἣν ἐν ἀσκήσει εἴληφας, βρότειον γένος στέφει νῦν, σὲ τοῖς ᾀσμάτων ἄνθεσι, χαίροις κραυγάζον θεόληπτε.
Χοροὶ ἱερέων τε καὶ ψάλται, προσάδουσί σε ᾀσματικῶς, καὶ πάντες μεγαλύνουσιν, ὁμολογίαν ἔνδοξε, χαῖρε εὐπαῤῥησίαστε, καὶ εὐσθενῆ Μάρτυς λέγοντες.
Τριαδικόν.
Χαρᾶς Ζωοδότα Ἰησοῦ μου, ὦ Ἥλιε ἄδυτε ἀεί, πλήρωσον τοὺς δοξάζοντας, Πατέρα Λόγον Πνεῦμά τε, καὶ ἐν τῇ Βασιλείᾳ Σου, στεφάνων δόξης ἀξίωσον.
Θεοτοκίον.
Χαρὰν στεφοδότα μετ’ εἰρήνης, καὶ χάριν Σὴν βράβευσον ἡμῖν, πίστει Σὲ μεγαλύνοντας, πρεσβείαις τῆς τεκούσης Σε, τῆς παναμώμου Κύριε, σὺν ἱκεσίαις Ἁγίων Σου.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Χαριτόβρυτος ἡ θήκη τῶν λειψάνων σου δέδεικται, ἣν ὡς ὄλβον ἔχει, κώμη σου γενέτειρα ἔνθεος, ἐν Τρουλωτῆς σεβασμίῳ οἴκῳ ἔνδοξε, ἡ συγχαίρουσα, πᾶσι πιστοῖς καὶ χορεύουσα.
Χριστεπώνυμος χορεία Ὀρθοδόξων μελίσμασι, ἐκ τόπων τῆς Λέσβου, σπεύδει σοῖς ὀστέοις τιμήσασθαι, ὦ Νεομάρτυς Κυρίου, παναοίδιμε, ἀνακράζουσα· χαῖρε τῆς νήσου ἐκβλάστημα.
Χαρωπὴν ἔχων τὴν ὄψιν, πρὸς μαρτύριον ἔδραμες, καὶ ὁμολογίᾳ, αἵματι ἐξέχεας Ἅγιε, ἐγκαρτερήσας βασάνοις ὁ ἀπτόητος· διὸ χαίροις σοι, φάσκομεν νῦν πανσεβάσμιε.
Χερουβεὶμ ἀκαταπαύστως, Σεραφεὶμ Θεῷ ᾄδουσιν, Ἀσωμάτων Τάξεις, ᾆσμα μετὰ σοῦ θεοτίμητε, καὶ ἡ πληθὺς τῶν Λεσβίων, ἐκβοᾶ πιστῶς· χαῖρε τῆς πίστεως πρόμαχε.
Τριαδικόν.
Χριστὲ Σῶτερ πηγὴ πέλεις, τοῦ φωτὸς παντοδύναμε, ὃ ἐκπορευτέον, ἐκ Πατρὸς τῶν φώτων Θεότητος, Υἱοῦ καὶ Πνεύματος θείου, ἐστὶν ἄδυτον, τοῖς βοῶσί Σοι· δόξα Τριὰς ὁμοούσιε.
Θεοτοκίον.
Χαριτόβρυτον μορφήν Σου, ἐν ᾠδαῖς μεγαλύνομεν, πόθῳ Θεοτόκε, τὴν Σὴν προστασίαν αἰτούμενοι· διὸ βοῶμεν ἀπαύστως ἀπολύτρωσαι, ἡμᾶς θλίψεων, ὡς Γαβριὴλ χαῖρε λέγοντες.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Χορεύει τὰ σύμπαντα, νῦν ἐπὶ σὲ πανεύφημε, χαίρουσα δὲ Λέσβος ἀνακράζει, θερμὸς προστάτης καὶ πρεσβευτὴς πρὸς Θεόν, ἴσθι τῶν τιμώντων σε ἀεί, σκεῦος θεοχώρητον, ἡγνισμένον τῷ Πνεύματι.
Χρυσοῦ τιμαλφέστερον, ἐστὶ λειψάνων κόνισμα, Χριστοῦ καταπέμψαντος πλουσίαν, χάριν ἐν τούτοις, ὡς σὺ τὴν πίστιν χρυσόν, προὔλεξας Χριστοῦ Ἀγαρηνοῖς, καὶ χαλκὸν τὴν βέβηλον, Τούρκων· ὅθεν ζῆν ἔλιπες.
Χαρίτων τοῦ Πνεύματος, κεκόσμηκε Θεόδωρε, σὲ ἡ Τρισυπόστατος Θεότης· χάριν οὖν δίδου, τοῖς χαῖρε φάσκουσι νῦν, ἐπεὶ καθορῶσι θαυμαστά, ἐκ σεπτῶν λειψάνων σου, καὶ εἰκόνος δωρήματα.
Χρυσόπτερος ἵπταται, ὑπὲρ τὴν σὴν γενέτειρα, ἀετὸς σκιάζων θείαν κώμην, ὃν καθορῶντες, ὡς Βασιλέα Χριστόν, τοῦτον ἐννοῦμεν οἱ πιστοί, σκέπην τε καὶ φύλακα, ὡς σὲ ταύτης ἐκβλάστημα.
Τριαδικόν.
Χοὸς πλαστουργήματα, καὶ Σῶν χειρῶν ποιήματα, ἅπαντες ἐσμὲν Ἀδαμιαῖοι, ὦ Ζωοδότα, Υἱὲ ἀνάρχου Πατρός, μεθ’ οὗ Πνεῦμα Ἅγιον Θεόν, πίστει προσκυνήσωμεν, τὴν Τριάδα δοξάζοντες.
Θεοτοκίον.
Χριστὲ Ζωοδότα μου, ταῖς Σαῖς Μητρὸς δεήσεσι, σῶσον τοὺς πιστῶς Σὲ προσκυνοῦντας, ἐν νήσῳ Λέσβῳ, πάσῃ Ἑλλάδος τῇ γῇ, καὶ τῇ κτίσει τῇ ὑπ’ οὐρανόν, καὶ χαρᾶς χαρίτωσον, τοὺς Σὲ ἄχραντε μέλποντας.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Χαράν, τὴν θείαν καταύγασον, πιστοῖς πρωταθλητὰ ἀξιάγαστε, τοῖς χαῖρε κράζουσι· χαῖρε Μαρτύρων ἀγλάϊσμα, τῶν εὐσεβῶν προστάτα, βάθρον τῆς πίστεως.
Χαρίτων ἅπαντας πλούτισον, ψυχὰς τῶν ἀνυμνούντων παλαίσματα, τὰ σὰ θεότιμε, οἰκῶν ἐν πόλῳ νῦν, χαίροις σύ, ὀρθοδοξίας στῦλος, κἀμεῖς καυχώμεθα.
Χρυσοῦ, ὑπερπολυτίμητος, Θεόδωρε ὑπάρχει ἡ πάντιμος, εἰκὼν ἐν οἴκῳ σου· ὅθεν αὐτὴν ἀσπαζόμενοι, μετὰ χαρᾶς βοῶμεν· χαίροις μακάριε.
Χριστοῦ, ὑπὲρ θείας πίστεως, ἐν ἔργοις ἀγαθοῖς καὶ παλαίσμασι, σὺ ὑπερήθλησας· ὅθεν τὸ χαῖρε σοὶ κράζομεν, ὁμολογίας πῦργε, Μάρτυς πανθαύμαστε.
Τριαδικόν.
Χορεύει πάντα τὰ πέρατα, βολαῖς ἡλιακαῖς ἀπαστράπτοντα, Τριὰς ἀΐδιε, Πάτερ καὶ Πνεῦμα πανάγιον, σὺν φωτοδότῃ Λόγῳ, Θεότης ἄναρχε.
Θεοτοκίον.
Χαρίτων πλήρωσον Δέσποινα, καὶ θλίψεων ἱκέτας ἀπάλλαξον, τοὺς τὴν εἰκόνα Σου, ἀσπαζομένους καὶ μέλεσιν, ὦ Θεοτόκε Μῆτερ, Σὲ μεγαλύνοντας.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Χρυσοποίκιλτος κιθάρα θείου Πνεύματος, καὶ σάλπιγξ εὔηχος, διδοῦσα ᾆσμα ἡδύ, ἡ ἔνδοξος ἄθλησις, Μάρτυς γεγένηται· διὸ λέγομεν· χαῖρε στεῤῥὲ Θεόδωρε, τοῦ Κυρίου στρατιῶτα.
Χαριτόβρυτος ἡ θήκη τῶν λειψάνων σου, ἡμῖν προβάλλεται, πρὸς ἀσπασμὸν εὐλαβῶς, ἰδίᾳ πατρίδι σου, Μάρτυς πολύαθλε· ὅθεν πρόσδεξαι, πίστει ἡμῶν τὸ χαίρετε, θεοδόξαστε βοῶντες.
Χρυσαυγίζουσιν ἀκτῖνες θείας δόξης σου, Χριστοθεόδωρε, καὶ χαίρει Πύργων Θερμῆς, ἡ κώμη τὴν σήμερον, σοὶ ἀνακράζουσα· χαῖρε πάντιμε, ὁ δοξασθεὶς παρὰ Θεοῦ, τῇ ἐνδόξῳ σου ἀθλήσει.
Χρυσοποίκιλτος σὴ δόξα Μάρτυς ἔφανεν, ἡ αἰωνίζουσα, ἣν Ἀρχαγγέλων χοροί, ζηλοῦντες συγχαίρουσι, βροτοὶ θαυμάζουσι, καὶ βοῶσί σοι· ἣν ἐκ Θεοῦ ἀπείληφας, δαψιλῶς δὸς ἡμῖν χάριν.
Τριαδικόν.
Χριστὲ ᾄσμασι Σὴν θείαν ἐνανθρώπησιν, σαρκὶ δοξάζομεν, Σταυρὸν καὶ Πάθη σεπτά, τριήμερον Ἔγερσιν, τάφῳ ἐκλάμψαντι, φῶς τὸ ἄδυτον, Δόξα Τριὰς Σοὶ κράζομεν, Πάτερ Λόγε ζόν τε Πνεῦμα.
Θεοτοκίον.
Χάριν δὸς ἡμῖν ἁγνὴ τοῖς ἀνυμνοῦσί Σου, Γέννησιν Εἴσοδον, ἐν τῷ ναῷ τοῦ Θεοῦ, χαρμόσυνον Σύλληψιν, Γέννησιν μονογενοῦς, τὴν λοχείαν Σου, σὺν τῇ Κοιμήσει καὶ ἐκ γῆς, σεβασμίᾳ Μεταστάσει.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Χαίρει νῆσος Λέσβος ἐν Κυρίῳ, καὶ κώμη Πύργων Θερμῆς νῦν συνευφραίνεται, ἐπὶ Σὲ Θεόδωρε, Μάρτυς πανσεβάσμιε, καὶ Ὀρθοδόξων πλήρωμα καταλαμπρύνεται, βοώντων σοί, ὁπλῖτα τὸ χαῖρε, ἱεράν σου μνήμην, τελοῦν ἐν ὑμνωδίαις.
Χαίρουσι χοροὶ εὐσεβοφρόνων, καὶ σὲ Νεομάρτυς μέλπει θεῖον ἄθροισμα, πάντες χαῖρε κράζουσιν, ὅτι ἑκὼν σκάμματι, Χριστὸν πιστῶς ἐκήρυξας, καὶ ὑπερήθλησας, βασάνους, ὑποστὰς ἀνυποίστους, καὶ τὸ ζῆν ἀγχόνῃ, φρικτῶς ἐτελειώθης.
Χάριν δαψιλῆ εἰς πάντων ῥῶσιν, δώρησαι ἀεὶ λειψάνοις σοῖς Θεόδωρε, σφαῖραν γὰρ ὑδρόγειον, ᾄδουσαν ὑπέρτιμον, καὶ ἔνδοξόν σου ὄνομα, θεοειδέστατε, ἐπλούτησας, πυρσεύμασι θείοις, νῦν δ’ ἀξιοχρέως, σοὶ χαῖρε ἐκβοῶμεν.
Χώρα ἐν τῷ Μόθωνι κατεῖχε, σὸν σῶμα ὑποχθονίως πλείστοις ἔτεσιν, ὦ λαοφιλέστατε, καὶ ἀειλαμπέστατε, ὃ πίστει ἀνεκόμισε, σεβασμιώτατος, μερὶς δ’ αὐτοῦ ἐδόθη λειψάνων, γῆ ᾗ ἐγεννήθης, Θεόδωρε τρισμάκαρ.
Τριαδικόν.
Χάριν σωστικὴν θείου Σου Πάθους, παράσχου Σωτὴρ τοῖς πίστει ἀνυμνοῦσί Σε, ὁ ὑπερυψούμενος, καὶ συνδοξαζόμενος, ὑπ’ Ἀσωμάτων Τάξεων, Πάντων Ἁγίων Σου, μελπόντων, τῇ Ἁγίᾳ Τριάδι, Πάτερ Λόγε Πνεῦμα, ἐλέησον τὸν κόσμον.
Θεοτοκίον.
Χαίρουσι πιστοὶ πανευφροσύνως, τὴν Κόρην ὁμολογοῦντες Θεομήτορα, ἔχοντες ἐκτύπωμα, θεῖόν τε θησαύρισμα, ὡς πλοῦτον θεοδώρητον, αὐτῆς κειμήλιον, εἰκόνα, ἣν ὑμνοῦμεν βοῶντες· σῶσον Σαῖς πρεσβείαις, ἡμᾶς ἀκατακρίτους.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Χαῖρε εὐκλεῆ, ὁπλῖτα πανθαύμαστε, Μάρτυς Θεόδωρε, νοῦς θεοπτικώτατος, ἡγιασμένον πνεῦμα τῇ χάριτι, σωματικὸν καθάρσιον, καρδία νήφουσα, σὺ ὑπῆρξας, ὄντως παναοίδιμε, μετανοίας ὑπόδειγμα ἄριστον.
Χάριν θεϊκήν, ἀεὶ δὸς τοῖς τρέχουσι, καὶ ἔνδον βαίνουσι, ναοῖς Θεοῦ ἱεροῖς, τοῦ ἀσπασθῆναι, τίμια λείψανα, τὰ σὰ σεπτὲ Θεόδωρε, θερᾶπον γνήσιε,, τοῦ Κυρίου, χαίροις ἐκβοῶντές σοι, ὁ ἀρθεὶς θείας δόξης σκηνώματα.
Χάρμα ὀφθαλμῶν, ἐστὶ ἡ πανσέβαστος, θήκη λειψάνων σου, ἣν κατασπαζόμεθα, Τρουλωτῆς δόμῳ, πόθῳ σπουδάζοντες, καὶ ἱεροῖς μελίσμασι, περιπτυσσώμεθα, τὴν μερίδα, τούτων χάριν βλύζουσαν, ἐφ’ ἡμᾶς Νεομάρτυς Θεόδωρε.
Χρῖσον τοὺς πιστούς, τοῖς μύροις χαρίτων σου, ὡς καὶ σὺ κέχρισαι, Μάρτυς ὅτε ὥδευσας, τοῦ μαρτυρῆσαι, ἐλθὼν πατρίδι σου, Χριστῷ σὸν αἷμα δ’ ἔκχεας, καὶ δὸς τὴν ἄφεσιν, τῶν πταισμάτων, νόσων ἀπολύτρωσιν, καὶ πυρὸς αἰωνίου ἐκλύτρωσιν.
Τριαδικόν.
Χρῖσον μύροις Σοῖς, ἐλέους καὶ πλήρωσον, φωτὸς τὸν ἄσημον, Πνευματεμφορούμενον, τὸν ᾆσμα τοῦτο, πλέξαντα Κύριε, ἵνα πιστῶς ὑμνῶ Θεέ, ἀεὶ δὲ κράζω Σοι, προσκυνοῦντα, Τριὰς Τρισυπόστατε, Πάτερ Λόγε, σὺν Πνεύματι δόξα Σοι.
Θεοτοκίον.
Χάριτος μισθόν, τῷ ὕμνους ὑφάναντι, δός μοι Μητρόθεε, μεταλαμπαδεύουσα, παθῶν καὶ νόσων, τάχει ἀπάλλαξον, ἄμφω ὑγείαν δώρησαι, εἰρήνην ἄνωθεν, τοῖς βοῶσι· χαῖρε χαριτόβρυτε, τῶν χαιρόντων χαρὰ Χριστοπόθητος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν ἀριστέα Ἀθλητὴν ἀνευφημήσωμεν, βλαστὸν τῆς Λέσβου Νεομάρτυρα πανένδοξον, συμφωνίαις μελωδίας θείων ᾀσμάτων· ἐναθλήσας γὰρ στεῤῥῶς ᾔσχυνε δράκοντα, καὶ Χριστοῦ τρανῶς τὴν πίστιν ὡμολόγησε, ᾧ βοήσομεν· Χαίροις Μάρτυς Θεόδωρε.
Ἄγγελοι σὺν ἀνθρώποις, εὐφημοῦσί σε Μάρτυς, γλυκείας μελωδίαις ᾀσμάτων (γ΄)· καὶ ἡμεῖς περιχορεύοντες ὧδε τοῖς λειψάνοις σου, ἀγαλλόμενοι τιμῶμέν σε Θεόδωρε, βοῶντές σοι ἐνθέως ταῦτα·
Χαῖρε, τῶν Πύργων Θερμῆς τὸ ἄνθος·
χαῖρε, ἀρνήσεως μέγα λάθος.
Χαῖρε, πεπτωκότων ἀνθρώπων ἀνόρθωσις·
χαῖρε, μετανοίας ψυχῆς ἡ ἐξύψωσις.
Χαῖρε, Μάρτυς πανσεβάσμιος, Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, στῦλος ἀπερίτρεπτος, καὶ χαρὰ παντὸς πιστοῦ.
Χαῖρε, ὅτι αὐλίζει μετ’ Ἀγγέλων χορείαις·
χαῖρε, ὅτι αὐγάζεις εὐσεβῶν ταῖς πορείαις.
Χαῖρε, ἀστὴρ λαβὼν φῶς τρισήλιον·
χαῖρε, φωστὴρ λαμπρύνων ὑφήλιον.
Χαῖρε, σὺ γὰρ κατεφαίδρυνας κτίσιν·
χαῖρε, ἐν σοὶ ἐδοξάσθη ὁ Κτίστης.
Χαίροις, Μάρτυς Θεόδωρε.
Βλέπων δαιμόνων φάλαγξ, βιοτήν σου τιμίαν, θυμὸν βαρύν, φρεσί σου ἐμβάλλει· σὺ δ’ ἀγανακτήσει σκοτισθείς, καὶ τῇ ἐπηρείᾳ πονηροῦ πίστιν σου, ἠρνήθης τὴν Ὀρθόδοξον, μὴ ᾄδων ὕμνον·
Ἀλληλούϊα.
Γνοὺς τὸ μέγα σου λάθος, συνελθὼν ἐξ ἀχλῦος, Χριστοῦ πρὶν εὐσεβὴς στρατιώτης, καὶ θρηνήσας πικρῶς, ποία μοι τοιαύτη συμφορὰ ἔπληξεν, εἰπών, τὰ πάντα ἔλιπες, γυναῖκα, τέκνα· διὸ λέγω·
Χαῖρε, δι’ οὗ ὁ Θεὸς ὑμνεῖται·
χαῖρε, δι’ οὗ ἐχθρὸς τιμωρεῖται.
Χαῖρε, θαυμασίων Χριστοῦ ῥοῦς ἀείζωος·
χαῖρε, ἰαμάτων κρουνὸς ὁ ἀείῤῥοος.
Χαῖρε, κλῖμαξ ἄνω φέρουσα· τοὺς πιστοὺς πρὸς οὐρανόν·
χαῖρε, πρέσβυς εὐμενέστατος, αἰτημάτων πρὸς Χριστόν.
Χαίροις, ὁ Ἀσωμάτοις ὁμιλῶν θείοις Νόοις·
χαῖρε, ἐπουρανίοις συνοικῶν Ἀθλοφόροις.
Χαῖρε, χαρίτων κῆποις πανεύοσμος·
χαῖρε, ᾀσμάτων λύρα τοῦ Πνεύματος.
Χαῖρε, λαοῦ νήσου Λέσβου προστάτης·
χαῖρε, καλὸς ἀμπελῶνος ἐργάτης.
Χαίροις, Μάρτυς Θεόδωρε.
Δύναμιν οὐρανόθεν, ἐξαπέστειλε θείαν, πρὸς σὸν φωτισμὸν ὁ παντεπόπτης, καὶ νοῦν εὔγνωστον οἶδεν ἐν σοί, εἰς ὃν Θεὸς ἀναπαύεται· διὸ ἐξέδραμες, ἀσκήσασθαι ἐν τόποις ἡσυχίας, Αὐτῷ μόνον ᾄδειν·
Ἀλληλούϊα.
Ἔλαμψας τῇ ἀσκήσει, εἰς τὸ Ἄθωνος ὄρος, λιπὼν ἰδίαν πατρίδα, τρισμάκαρ καὶ εὐαγγελικῶς, ὄπισθεν ἴχνεσιν Ἰησοῦ, Αὐτὸν ἠκολούθησας, παννύχεσιν εὐχαῖς καὶ ἀγρυπνίαις δ’ εὐηρέστησας· διὸ βοῶ σοι·
Χαῖρε, βλαστοῦ ἀμαράντου ῥίζα·
χαῖρε, πιστῶν ἀγλαόκαρπον δένδρον.
Χαῖρε, ἀρετῶν μυροθήκη τοῦ Πνεύματος·
χαῖρε, Ἀθλητῶν ἐνθεότατος ἔπαινος.
Χαῖρε, οἴκημα ἀλλότριον, κατοικίας πειρασμῶν·
χαῖρε, δαίμοσιν ὀλέθριος, πονηρῶν ἐπηρειῶν.
Χαῖρε, ὅτι προχέεις ἰαμάτων τὰ ῥεῖθρα·
χαῖρε, ὅτι βαστάζεις Ἐκκλησίας τὰ κλεῖθρα.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα·
χαῖρε, ἐχθροῦ τοῦ πλάνου φυγάδευμα.
Χαῖρε, Θεοῦ πρὸς ἡμᾶς σωτηρία·
χαῖρε, ἡμῶν πρὸς Χριστὸν ἱκεσία.
Χαίροις, Μάρτυς Θεόδωρε.
Ζάλης τάραχον σκότος, λογισμῶν ψυχοκτόνων, ἐδίωξας καθάρας τὸν νοῦν σου· καὶ συνευχομένων Πατέρων Ἄθωνος, ταῖς νουθεσίαις ἤχθης πρὸς μετάνοιαν, δακρυῤῥοῶν δεόμενος ἀπαύστως· διὸ συμψάλλω πᾶσιν·
Ἀλλήλουϊα.
Ἤκουσας τῶν Ὁσίων, συμβουλὰς θεαρέστους, Τριάδος ὑπεράρχιον φύσιν, καὶ Παρθένον Θεομήτορα, σὺν Νόων Τάξεσι, χοροῖς Ἁγίων τε, δοξολογῶν ἐνθέως πανσεβάσμιε, ἐν κατανύξει Θεοῦ φόβῳ συνευχόμενος· διὸ σοὶ μέλπω·
Χαῖρε, ἐνδόξου πατρίδος γόνος·
χαῖρε, τῶν Πύργων Θερμῆς ὁ κλῶνος.
Χαῖρε, ἀλλοτρίων ἐχθρῶν ἀμυντήριον·
χαῖρε, ἡσυχίας σεμνὸν οἰκητήριον.
Χαῖρε, ὅτι ἐπουράνια συναγάλλονται τῇ γῇ·
χαῖρε, ὅτι τὰ περίγεια τὰ σὰ ἆθλα ἀνυμνεῖ.
Χαῖρε, ὁμολογίας τῆς πίστεως ἔρεισμα·
χαῖρε, λαμπρὸν ἀγάπης παράδειγμα.
Χαῖρε, δι’ οὗ ἡ Τριὰς ἐδοξάσθη·
χαῖρε, δι’ οὗ Μυτιλήνη ηὐγάσθη.
Χαίροις, Μάρτυς Θεόδωρε.
Θεαρέστως ἠσκήθης, μετανοίας τοῖς τρόποις, καὶ ἔδειξας ὑπήκοον ἔργοις· θρηνωδῶς οὖν, σαὐτὸν τιμωρῶν, καὶ θείῳ χρισθεὶς μύρῳ, τὴν ἀπόφασιν ὁμολογῆσαι ἔλαβες, Χριστὸν ὃν ἀπηρνήσω πρὸ τυράννων, ἐν τῷ ψάλλειν·
Ἀλληλούϊα.
Ἰσοστάσιος Μάρτυς, παλαιῶν Ἀθλοφόρων, θεόφρον Ἀθλητὰ ἀνεδείχθης· ἐν σοὶ γὰρ ἄϋλον φῶς τῆς Τριάδος ᾤκησε, πλουσίαν θεϊκὴν χάριν δωρούμενον, καὶ νουνεχῶς ἐκήρυξας τὴν πίστιν, καὶ Χριστοῦ τὴν δόξαν, σοὶ δὲ φάσκω·
Χαῖρε, σεμνὸν τῶν μαρτύρων γέρας·
χαῖρε, λαοῦ Ἐκκλησίας κέρας.
Χαῖρε, ψευδωνύμων δαιμόνων ὁ ἔλεγχος·
χαῖρε, τῆς Τριάδος ψαλμὸς ὁ ἀσίγητος.
Χαῖρε, ὅτι πολυμήχανον ὄφιν, ᾔσχυνας εὐχῇ·
χαῖρε, ὅτι ἐξημέρωσας, ἤθη ἄγρια ψυχῆς.
Χαῖρε, πλήθη κακίας ἐκδιώξας πανσόφως·
χαῖρε, ὅτι ηὐφράνθη Καρυῶν χαρᾶς λόφος.
Χαῖρε, Θεοῦ ἀπίστοις τὸ κήρυγμα·
χαῖρε, πιστῶν πραότητος γνώρισμα.
Χαῖρε, κανὼν ἀρετῆς σωφροσύνης·
χαῖρε, πτωχῶν πλουτιστὴς καλωσύνης.
Χαίροις, Μάρτυς Θεόδωρε.
Κήρυξ Ὀρθοδοξίας, παῤῥησίᾳ ἐγένου, ἐν πόλει Μυτιλήνης ὦ Μάρτυς· καὶ γὰρ εὐθαρσῶς, ἦλθες ἐνώπιον Κριτοῦ, Ἰησοῦ δέ, θείαν πίστιν κράζων, ὡμολόγησας, βασάνοις ἀνυποίστοις, ὑπέμεινας ἀπτοήτως, καὶ αἰνῶν Θεὸν τῶν ὅλων·
Ἀλληλούϊα.
Λάμψας ἐν τῇ ἀθλήσει, ὡς ἀστὴρ φαεσφόρος, θεόσοφε ἐτράνωσας πίστιν, πρὸς καταισχύνην τῶν Ἀγαρηνῶν ἐχθρῶν, εἰπὼν χαλκὸν Μωάμεθ καὶ ψευδώνυμον, χρυσὸν δὲ τὴν Ὀρθόδοξον καὶ ἀληθῆ τοῦ Ναζωραίου, παῤῥησίᾳ· διὸ κράζω·
Χαῖρε, ἀνύψωσις εὐσεβούντων·
χαῖρε, ἡ ἴασις ἀσθενούντων.
Χαῖρε, Ἐκκλησίας ἀστὴρ τηλαυγέστατος·
χαῖρε, οἰκουμένης φωστὴρ ἀξιάγαστος.
Χαῖρε, θάλασσα βυθίζουσα τῶν δαιμόνων πειρασμούς·
χαῖρε, κρήνη μῦρα βλύζουσα, καὶ ἀρδεύουσα πιστούς.
Χαῖρε, πύρινη στήλη, προσευχῶν ἐν σπηλαίοις·
χαῖρε, φύλαξ σῆς κώμης, κοινωνὲ τοῖς Ἁγίοις.
Χαῖρε, τροφὴ πεινώντων ἀκένωτος·
χαῖρε, ὀσμὴ λειψάνων πανεύοσμος.
Χαῖρε, πιστῶν φωτιστὰ ἀληθείας·
χαῖρε, ἐξ οὗ ῥεῖθρα χέονται θεῖα.
Χαίροις, Μάρτυς Θεόδωρε.
Μένων ἐν ἡσυχίας, προσευχόμενος τόποις, ἠγρύπνεις παννυχεὶ καθ’ ἑκάστην, τοῖς ἱερεῦσι διακονῶν, ἐν τῇ ἀναιμάκτῳ ἱερουργίᾳ θεαρέστως ἅγιε· διὸ μετέχεις νῦν φωτός, ἀκτίστου λειτουργίας, Θεῷ μέλπων·
Ἀλληλούϊα.
Νεύει σοι παραδόξως, στρατιῶτα γενναῖε, τῇ χάριτι Παράκλητον Πνεῦμα, τοῦ κηρῦξαι Θεὸν ἀληθῆ, καὶ ἀθλῆσαι ἄχρις αἴματος ἑκών, ἵνα πλύνῃς ἐν αὐτῷ, φρικτὸν ἁμάρτημα ἀρνήσεως τῆς πίστεως, ὃ ἔπραξας· διὸ φωνῶ σοι·
Χαῖρε, ὁ κῆπος τῆς μετανοίας·
χαῖρε, ἡ σάλπιγξ τῆς παῤῥησίας.
Χαῖρε, ἀντιλῆπτορ λαοῦ σου ὁ εὔπορος·
χαῖρε, πεζοπόρων βοήθεια εὔοδος.
Χαῖρε, αὔρα θείου Πνεύματος, ἡ δροσίζουσα πιστούς·
χαῖρε, λῦχνος ἁγιότητος, ὁ φωτίζων τοὺς βροτούς.
Χαῖρε, Γένους Ἑλλήνων, πρὸς Χριστὸν παραστάτης·
χαῖρε, μετανοούντων, ὁδηγὸς καὶ προστάτης.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις·
χαῖρε, λαοῦ ἀνόμων συγχώρησις.
Χαῖρε, στολὴ τῆς ἀνδρειοφροσύνης·
χαῖρε, ᾠδὴ θεϊκῆς εὐφροσύνης.
Χαίροις, Μάρτυς Θεόδωρε.
Ξένα ὄντως ὁρῶμεν, ἀξιάγαστε Μάρτυς, τὰ τελούμενα ἐν σοὶ οὐρανόθεν· βιώσας γὰρ χρόνοις, ὡς ἀσκητὴς ἐν ὑπακοῇ, ὑετοὺς ψῦχος καὶ πενίαν καρτερῶς ὑπέφερες, ἀθλήσας δ’ ἐν σταδίῳ, πρὸς Χριστὸν ἀνέδραμες, δοὺς θεῖον ὕμνον·
Ἀλληλούϊα.
Ὅλος φῶς ἐξαστράπτων, προσευχῇ θεαρέστῳ, δοχεῖον τῆς Τριάδος ἐγένου· κατεσκήνωσε γὰρ ἀληθῶς, ἅπαν τὸ πλήρωμα ἐν σοὶ τῆς Θεότητος, ἡμεῖς δέ, τοὺς σοὺς γνῶντες ἄθλους θεοδόξαστε, τοῖς ᾄσμασι πιστῶς βοῶμεν οὕτως·
Χαῖρε, Θεοῦ μυστηρίων πύλη·
χαῖρε, σεμνὴ εὐσεβείας σμίλη.
Χαῖρε, κακοδόξων δριμύτατος ἔλεγχος·
χαῖρε, ὀρθοδόξων ἐξαίρετος ἔπαινος.
Χαῖρε, φάος ἐκλαμπρότατον, ἀνυψοῦν σε πρὸς Σιών·
χαῖρε, κάτοπτρον Θεότητος, καὶ οἰκήτωρ οὐρανῶν.
Χαῖρε, ὁ δεομένους ἀδελφοὺς ἀναψύξας·
χαῖρε, πεπλανημένους ἀσφαλῶς ἀνανήψας.
Χαῖρε, δι’ οὗ βροτοὶ καταπλήττονται·
χαῖρε, δι’ οὗ πολέμιοι ἥττηνται.
Χαῖρε, σεπτὲ εὐλαβῶν ἀρχηγέτα·
χαῖρε, στεῤῥὲ τοῦ σατᾶν καθαιρέτα.
Χαίροις, Μάρτυς Θεόδωρε.
Πᾶσα ἄϋλος φύσις, κατεπλάγη ἰδοῦσα, παλαίσματα τὰ σὰ Ἀθλοφόρε· ὁ γὰρ ἀπρόσιτος ἁπάντων Θεός, ἐνισχύσας σε ὅπλῳ τοῦ Σταυροῦ Θεόδωρε, καὶ μετὰ θάνατον ἔδειξε, θαυματουργοῦντα τοῖς πιστῶς, σὺν σοὶ βοῶσιν·
Ἀλληλούϊα.
Ῥεύματα ἀπιστούντων, ἐτροπώσω γενναίως, σοφαῖς σου διδαχαῖς θεηγόρε· παῤῥησίᾳ γὰρ ἐνώπιον Ἀγαρηνῶν τῶν μαινομένων, Θεὸν ἐκήρυξας, διδάσκων ὀρθοδόξως, ἀνοθεύτως τε Χριστόν, ἄκτιστον ὄντα ἀληθῆ, καὶ φθέγγομαί σοι·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον·
χαῖρε, χαρίτων Αὐτοῦ ταμεῖον.
Χαῖρε, κακοτρόπων ὀξύτατον φάσγανον·
χαῖρε, τοῦ Κυρίου ἑκούσιον σφάγιον.
Χαῖρε, ὅτι εὐηρέστησας, Ἰησοῦν ἐν ὀδυρμοῖς·
χαῖρε, ὅτι κατηυφράνθη σοι, κώμη Πύργων τῆς Θερμῆς.
Χαῖρε, Νεομαρτύρων ἐγκαλλώπισμα θεῖον·
χαῖρε, τῶν Χριστωνύμων τὸ ἐντρύφημα πάντων.
Χαῖρε, φωτὸς Ἡλίου ἀπαύγασμα·
χαῖρε, πιστῶν ἀνθρώπων διάσωσμα.
Χαίροις, Μάρτυς Θεόδωρε.
Σῶσον ταῖς σαῖς πρεσβείαις, ἀεισέβαστε Μάρτυς, Κυρίῳ δυσωπῶν ἡμᾶς πάντας· ἐν χαρᾷ γάρ, σεπτά σου λείψανα ἀσπαζόμεθα, καὶ τιμὴν δίδομεν· ἀντῖδος οὖν τὰ κρείττονα, τοῖς ὕμνον Θεῷ μέλπουσιν συμφώνως·
Ἀλληλούϊα.
Τάγματα Ἀσωμάτων, ἐκμετρήσαντος βίον, ἐδέξαντο τὸ σὸν μάκαρ πνεῦμα· ὁ γὰρ Δημιουργὸς παναληθῶς, καθηγίασέ σε θαυμαστὸν δείξαντα· ὃν ἄθλοις εὐηρέστησας, καὶ αἵματι διδάξας οὕτω τοῖς πιστοῖς, φωνεῖν ἀπαύστως·
Χαῖρε, ὁ λύχνος τῆς εὐσεβείας·
χαῖρε, ὁ φάρος τῆς εὐσπλαγχνίας.
Χαῖρε, Μυτιλήνη ἀρδεύσας σῷ αἵματι·
χαῖρε, ὁ οἰκήσας ἐν πόλῳ τῷ πνεύματι.
Χαῖρε, σὺ γὰρ ἐπανόρθωσας, τῇ μετανοίᾳ τὴν ψυχήν·
χαῖρε, σὺ ὅτι οὐκ ἔπαυσας, τὴν ἀδιάλειπτον εὐχήν.
Χαῖρε, εὐσεβοφρόνων φωτεινὸς ὁδοδείκτης·
χαῖρε, ἐπουρανίων νῦν θεόλεκτος μύστης.
Χαῖρε, κλεινὸν τῆς Λέσβου ἀγλάϊσμα·
χαῖρε, σεπτῶν Πατέρων ἀνάστημα.
Χαῖρε, ἡμῶν ἀντιλήπτωρ καὶ ῥύστης·
χαῖρε, θερμὸς πρὸς Σωτῆρα μεσίτης.
Χαίροις, Μάρτυς Θεόδωρε.
Ὕμνους πρόσδεξαι θείους, ἀριστεῦ μελιῤῥύτους, οὓς πέμπομεν πιστῶς ἐκζητοῦντες, ἵνα ῥύσῃς νοσημάτων ἡμᾶς, πειρασμῶν ποικίλων, συμφορῶν θλίψεων παθῶν πυρὸς κολάσεως, πρὸς Κύριον λιταῖς σου, τοὺς βοῶντας·
Ἀλληλούϊα.
Φωτοδότην Δεσπότην, ἐξευμένισας ὄντως, Αὐτῷ καρτερικῶς ἐναθλήσας· ἐν σοὶ γὰρ χάριτος ᾤκησε Φῶς, ὁδηγοῦν πρὸς αἶνον τοῦ Θεοῦ πάντιμε· διὸ κἀμεῖς τὰ λείψανα τιμῶντές σου, ἐν οἴκῳ Θεοῦ, ᾄδομέν σοι·
Χαῖρε, ἡ ὀσμὴ μυριπνόων λειψάνων· χαῖρε, ἀκοὴ νικηφόρων παιάνων.
Χαῖρε, τὸν βελίαρ ὁ πλήξας ἐν τραύμασι·
χαῖρε, Ὀρθοδόξους πληρώσας ἐν θαύμασι.
Χαῖρε, ὅτι σὺ νοσήματα θεραπεύεις ἀληθῶς·
χαῖρε, ὅτι ψυχοτραύματα ἐπουλώνεις θαυμαστῶς.
Χαῖρε, προσευχομένων βοηθὸς καὶ προστάτης·
χαῖρε, τῶν ἀθυμούντων χαρωπὸς παραστάτης.
Χαῖρε, λαμπτὴρ φωτίζων τὰ πέρατα·
χαῖρε, πολλῶν εὐφραίνων νοήματα.
Χαῖρε, φωτὸς τοῦ Χριστοῦ θεῖος φάρος·
χαῖρε, πιστῶν ἀκατάβλητον θάῤῥος.
Χαίροις, Μάρτυς Θεόδωρε.
Χάριν δίδου τοῖς πίστει, Ἀθλοφόρε Κυρίου, ἐν ὕμνοις σοῖς λειψάνοις τιμῶσι· πόθον δώρησαι ἅγιον, καρποὺς πνευματικοὺς ἀρετῶν ζῆλον ἔνθεον, μετάνοιαν δακρύῤῥοον καὶ ἔμπρακτον, καλὴν τ’ ἀπολογίαν, Θεῷ ψάλλειν·
Ἀλληλούϊα.
Ψάλλοντες θεῖα μέλη, σοῦ τελοῦμεν ἐν Λέσβῳ, πανήγυριν σοφὲ εὐχαρίστως· διὸ τὴν σὴν ὑμνοῦμεν μνήμην, νήφοντες εὐχόμενοι, αἰτήματα προσφέροντες, ἃ πρόσδεξαι καὶ δὸς Θεόδωρε, τὰ κρείττω τοῖς βοῶσι·
Χαῖρε, στολὴ τῆς θεοσεβείας·
χαῖρε, στοργὴ τῆς φιλανθρωπίας.
Χαῖρε, κιβωτὲ καὶ ναὲ ἁγιάσματος·
χαῖρε, θησαυρὲ καὶ κρουνὲ θείας χάριτος.
Χαῖρε, ἄρχουσι κραταίωμα, σωτηρία εὐσεβῶν·
χαῖρε, καύχημα σεβάσμιον, ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας τὸ ἀσύλητον γέρας·
χαῖρε, τῶν Ὀρθοδόξων κοσμοπόθητον κέρας.
Χαῖρε, δι’ οὗ ἡ Λέσβος εὐφραίνεται·
χαῖρε, δι’ οὗ καὶ Ἄθως ἀγάλλεται.
Χαῖρε, πιστῶν ταπεινῶς ζώντων φύλαξ·
χαῖρε, ψυχῶν ἡ σωτήριος σάλπιγξ.
Χαίροις, Μάρτυς Θεόδωρε.
Ὦ σεβάσμιε Μάρτυς, Ἀθλητῶν προεξάρχων, τῆς Λέσβου τὸ ἀμάραντον ἄνθος (γ΄)· τοῖς μέλπουσι τήνδε τὴν ᾠδήν, ἀνταπόδος τὰ ψυχοσωτήρια, Ἀθωνίτας τε, κἀμᾶς δὲ ῥῦσαι τῆς φρικτῆς κολάσεως, τοὺς συμβοῶντας·
Ἀλληλούϊα.




                               πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου