Ευλογημένη πνευματική περιήγηση

Παρασκευή 15 Ιανουαρίου 2016

ΙΑΝΟΥΑΡΙΟΥ 15 & 17. ΠΑΥΛΟΥ ΘΗΒΑΙΟΥ & ΑΝΤΩΝΙΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΣΙΣ

ΙΑΝΟΥΑΡΙΟΥ 15 & 17.
ΠΑΥΛΟΥ ΘΗΒΑΙΟΥ & ΑΝΤΩΝΙΟΥ ΜΕΓΑΛΟΥ
ΠΑΡΑΚΛΗΣΙΣ
 (Ὑπὸ Δρ. Χαραλάμπους Μπούσια)

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε Εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος, καὶ τὸ ἑξῆς Τροπάριο. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς ἀπλανεῖς τῆς Θηβαΐδος ἀστέρας, τοὺς ἐν ἀσκήσει ἰσοβίῳ τελείᾳ, χαμαικοιτίᾳ δάκρυσι πολλοῖς στεναγμοῖς, καὶ ἱδρῶσιν ἅπασαν καταυγάσαντας κτίσιν, δεῦτε εὐφημήσωμεν καὶ βοήσωμεν πίστει· ἐξ ἀνηκέστου ῥύσασθε φθορᾶς, ἡμᾶς ὦ Παῦλε σοφὲ καὶ Ἀντώνιε.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...
Εἶτα ὁ Ν΄ ψαλμός, καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: ΜΕΣΙΤΕΙΑΝ ΠΑΥΛΟΥ ΚΑῚ ΑΝΤΩΝΙΟΥ ΑΙΤΟΥΜΑΙ. Χ.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Μὴ παύσητε πρότυπα μοναστῶν, μακάριε Παῦλε, καὶ Ἀντώνιε τοῦ Χριστοῦ, δεόμενοι δοῦναί μοι σοφίαν, τοῦ ἀντιστῆναι τῇ πλάνῃ τοῦ ὄφεως.
Ἐνθέων χαρίτων καὶ ἀρετῶν, φωστῆρες ἐρήμου, πεπλησμένοι μαρμαρυγαῖς, φωτὸς σωτηρίου τῶν τιμωντων, ὑμᾶς πιστῶς τὰς ψυχὰς καταυγάσατε.
Σταυροῦ τῇ δυνάμει πυρσοὶ λαμπροί, τὴν ἔπαρσιν ὄντως, κατεβάλετε τοῦ ἐχθροῦ, καὶ νῦν τῷ Χριστῷ παρεστηκότες, ὑπὲρ ἡμῶν ἀενάως πρεσβεύετε.
Ἰάσασθε πάθη τὰ χαλεπά, ψυχῶν καὶ σωμάτων, Θηβαΐδος καθηγηταί, Ἀντώνιε ἅμα τε καὶ Παῦλε, τῶν τὴν ἡμῶν εὐφημούντων ἐνάσκησιν.
Θεοτοκίον.
Τῇ θείᾳ προσφεύγων σου ἀρωγῇ, κραυγάζω σοι· πύλας, μετανοίας μοι Μαριάμ, πανύμνητε ἄνοιξον καὶ ῥῦσαι, ἐξ ἁμαρτίας τὸν δοῦλόν σου δέομαι.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἐπὶ κλίνης ὀδύνης, καὶ σκοτασμοῦ κείμενοι, σὲ τὸν οἰκιστὴν Θηβαιδος, ἐπικαλούμεθα, ἐξ ἑνεστῶτος κακοῦ, καὶ ἀσθενείας λοιμώδους, ῥῦσαι τοὺς ἱκέτας σου, Παῦλε βοῶμέν σοι.
Ἱκετεύω ἐν πόθῳ, τοὺς τῆς ψυχῆς μώλωπας, ἴασαί μου φοίνιξ ἐρήμου, μάκαρ Ἀντώνιε, ὁ τὰς δαιμόνων ὁρμάς, τὰς βδελυρὰς ἀποκρούσας, χάριτι τοῦ Κτίσαντος, καὶ Παντοκράτορος.
Ἀγωγῆς ἐναρέτου, ὑπογραμμὸς γέγονας, καὶ ἀπαρακλήτου ἐρήμου, θεῖος διάκοσμος, διό σοι Παῦλε σοφέ, τῷ ἀσκητῇ τοῦ Κυρίου, προσιόντες χάριτας, πάντες λαμβάνομεν.
Νοσημάτων παντοίων, τῶν ἀρετῶν ἄγαλμα, καὶ τῶν εὐδρομοῦντων ἀλεῖπτα, θεῖε Ἀντώνιε, τοὺς εὐφημοῦντας πιστῶς, τοὺς σοὺς ἀόκνους καμάτους, ῥῦσαι καὶ διάσωσον, πάντας ἐκ θλίψεων.
Θεοτοκίον.
Προστασίαν καὶ σκέπην, ἐν συμφοραῖς ἔχομεν, σὲ Θεογεννῆτορ Παρθένε, καὶ καταφύγιον, οἱ ἐν τοῖς βίου δεινοῖς, καὶ τρικυμίαις καὶ ζάλαις, στένοντες πανύμνητε, ὅρμε ἀχείμαστε.
Λυτρώσατε, ἀπὸ κινδύνων Ἀντώνιέ τε καὶ Παῦλε, τοὺς ἀπαύστως τῇ κραταιᾷ ὑμῶν σκέπῃ σπεύδοντας, ὡς κόσμου προστᾶται ταχεῖς καὶ ῥῦσται.
Ἐπίβλεψον...
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀζύγων σεπτῶν ἐρήμου ὑφηγήτορες, ἀνδρῶν ζηλωτῶν τῆς πίστεως κειμήλια, εὐλαβῶς ἡμῖν κράζομεν· Θηβαΐδος ῥόδα μυρίπνοα, ἐξ ἁμαρτίας ῥύσασθε δεινῆς, τοὺς πόθῳ ὑμᾶς ἀεὶ γεραίροντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀκηλίδωτον ἔσοπτρον, Παῦλε θεηγόρε τοῦ θείου Πνεύματος, τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, σαῖς λιταῖς τῷ πνεύματι ὑπόταξον.
Ὑπὲρ φύσιν Ἀντώνιε, ἐν τῇ Θηβαΐδι ἀγωνισάμενος, ἰατρεῖον ὤφθης ἄσυλον, τῶν ψυχῶν ἀζύγων ἀκροθίνιον.
Λαμπηδόνες ἀείφωτοι, ἐγκρατείᾳ ἔρημον ἐφωτίσατε, Παῦλε θεῖε καὶ Ἀντώνιε, καὶ πιστῶν τὰς τρίβους κατηυγάσατε.
Θεοτοκίον.
Οὐρανῶν Παναμώμητε, καὶ τῆς γῆς ὀσφράδιον εὐωδέστατον, τὴν ψυχήν μου καταμύρισον, ταπεινοφροσύνῃ καὶ πρᾳότητι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕπουλον ἐχθρόν, τὸν ζητοῦντα ἀφανίσαι με, ἐκδιώξατε οἱ τούτου τὰς ὀρμάς, προσευχῇ τε καὶ νηστείᾳ ἀντικρούσαντες.
Κῆπον τῆς Ἐδέμ, λογιζόμενοι τὴν ἔρημον, ἐντρυφήσατε τὸ μέλι ἐν αὐτῇ, τῆς θεώσεως ὦ Παῦλε καὶ Ἀντώνιε.
Ἄνοσον ζωήν, δότε πᾶσι τοῖς γεραίρουσι, θεῖε Παῦλε καὶ Ἀντώνιε ὑμᾶς, ὡς πασχόντων ἰατροὺς καὶ ἀντιλήπτορας.
Θεοτοκίον.
Ἴασαι ἡμᾶς, Θεοτόκε κοσμοπόθητε, τοὺς προστρέχοντας τῇ σῇ ἐπισκοπῇ, καὶ ψυχῶν τὰς ἀῤῥωστίας ἀποδίωξον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀντώνιε, δένδρον εὐσκιόφυλλον, τῆς ἐρήμου ὁ πληθύϊ ἀγώνων, ἀναδειχθείς, μοναστῶν ὑφηγήτωρ, καὶ πολιστὴς Θηβαΐδος τρισένδοξος, ἱκέτευε διηνεκῶς, τὴν ἐξ ὕψους δοθῆναί μοι λύτρωσιν.
Νουνέχειαν, τοῦ ἀνδρὸς τιμήσωμεν, δι’ ἧς ἔπαυσε λεόντων ἐφόδους, ἐν Θηβαΐδι βοῶντες ἀπαύστως· τοὺς εὐσεβεῖς θεῖε Παῦλε ἐνίσχυσον, καταβαλεῖν τοῦ πονηροῦ, τὰς δολίας ἐφόδους πανόλβιε,
Τὴν κλίμακα, ἀρετῶν ἀνήλθετε, ἐν ἐρήμῳ Θηβαΐδος καὶ χθόνα, αὐτῆς ἀρδεύσαντες ὄμβροις ἱδρώτων, πρὸς τὰ οὐράνια ἤρθητε δώματα, λιτόμενοι ὑπὲρ ἡῶν, Παῦλε μάκαρ καὶ σῶφρον Ἀντώνιε.
Ὡς ἄσαρκοι, ἐπὶ γῆς βιώσαντες, ἀρετῆς καινὴν ὁδὸν ἀγαγόντες, τῆς Θηβαΐδος οἰκήτορες πρῶτοι, ἀνδρῶν ἀζύγων κανόνες ἐδείχθητε, καὶ τρίβον πᾶσι τῷ Θεῷ, τελειότητος δεῖξαι πρεσβεύσατε.
Θεοτοκίον.
Ναρδόσταχυ, μυροβόλε Δέσποινα, ἡ ἀῤῥήτου εὐωδίας πληροῦσα, τὸ χριστεπώνυμον πλῆθος δυσώπει, τὸν σὸν Υἱὸν καὶ τοῦ κόσμου ὀσφράδιον, ῥυσθῆναι πάντας συφορῶν, ἀλγηδόνων δεινῶν καὶ κακώσεων.
Λυτρώσατε, ἀπὸ κινδύνων Ἀντώνιέ τε καὶ Παῦλε, τοὺς ἀπαύστως τῇ κραταιᾷ ὑμῶν σκέπῃ σπεύδοντας, ὡς κόσμου προστᾶται ταχεῖς καὶ ῥῦσται.
Ἄχραντε...
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Θηβαΐδος ξυνωρὶς Κυρίῳ εὐάρεστος, ἐπίσταται ψυχῶν τῶν ἡμῶν ἱερώτατοι, ταῖς ἀπαύστοις, ὑμῶν πρεσβείαις σπεύδομεν ταχύ, οἱ ἐν κλύδωσί τε συμφοραῖς, καὶ ἐφορμήσει τοῦ ἐχθροῦ, χειμαζόμενοι κράζοντες· σπεύσατε βοηθῆσαι, τοὺς πέλοντας καθ’ ἑκάστην, ἐν δυσθυμίᾳ γηγενεῖς, θεῖε Παῦλε καὶ Ἀντώνιε.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον...
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ιβ΄. 8-12): Εἶπεν ὁ Κύριος· Πᾶς ὅς ἄν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων...
Δόξα: Ταῖς τῶν σῶν Ἁγίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Ἦχος πλ. β΄.
Ζεῦγος τὸ θεόφιλον, τὴν ἱερὰν ξυνωρίδα, Παῦλον τὸν μακάριον, καὶ τὸν θεῖον πρύτανιν μακαρίσωμεν, μέγαν Ἀντώνιον, ὄργανος χάριτος, καὶ ἀσκήσεως ἐκτύπωμα, καὶ τούτοις κράξωμεν· ἐρήμου θεόσδοτοι ἔνοικοι, σπεύσατε διασώσασθαι, τοὺς ὑμῶν αἰτοῦντας ἐπιστασίαν, ἵνα εἰς αἰῶνα, δοξάζωσι τὸν Κτίστην τοῦ παντός, καὶ ζωοπάροχον Κύριον, τὸν ὑμᾶς κρατύναντα.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἱλασμὸν ἐγκλημάτων, ἐγκρατείας ὀάσεις καὶ δένδρα ἀειθαλῆ, Ἀντώνιε καὶ Παῦλε, βραβεύσατε τοὺς πίστει, εὐφημοῦντας ἐν ᾄσμασιν, ὑμῶν τοὺς θεορτεπεῖς, ἀγῶνας ἐν ἐρήμῳ.
Οἰ ἐκ νόσων παντοίων, ἀδοκήτων κινδύνων, καὶ πειρασμῶν ζοφερῶν, τρυχόμενοι ταῖς θείαις, ὑμῶν πρὸς τὸν Σωτῆρα, μεσιτείαις προσφεύγομεν, Ἀντώνιε ἱερέ, καὶ Παῦλε θεοφόρε.
Ὑπεράγαν πτωχείαν, ἀγαπήσαντες ὄντως ἐν τῇ ἐρήμῳ μακράν, Ἀντώνιε καὶ Παῦλε, ᾠκήσατε καὶ σκεύη Παρακλήτου γεγόνατε, πρεσβεύετε οὖν Χριστῷ, ὐπὲρ ὑμῶν ἀπαύστως.
Θεοτοκίον.
Ἀγλαόμορφε Κόρη, Παναγία Παρθένε, χαρᾶς ἐμῆς θησαυρέ, ἐφάπλωσον σὴν σκέπην, καὶ πάντας περιφρούρει, τοὺς ἐν πίστει δοξάζοντας, τὰ μεγαλεῖα τὰ σά, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἵνα δοξάζω, ὑμῶν τὰ ἔνδοξα ἆθλα, ἐν ἐρήμῳ ὦ Ἀντώνιε καὶ Παῦλε, δότε μοι ὑγείαν, κατ’ ἄμφω θεοφόροι.
Τὰ τῆς ψυχῆς μου, ἀποκαθάρατε πάθη, οἰ συντόνῳ ἐνασκήσει καθαρθέντες, ἐν τῇ Θηβαΐδι, Ἀντώνιε καὶ Παῦλε.
Ὅσοι ἐν πίστει, εἰλικρινεῖ εὐφημοῦσι, τὰ παλαίσματα ὑμῶν Πατέρες θεῖοι, τῶν ψυχῶν ἀφθόνως, λαμβάνουσι τὴν ῥῶσιν.
Θεοτοκίον.
Ὕπουλον ὄφιν, Παρθένε σύντριψον τάχος, ἵνα μὴ ἀποπλανήσῃ με τὸν τάλαν, τοῦ σοῦ θείου Τόκου, τῇ κραταιᾷ δυνάμει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσητε τὸν Κτίστην, λιτόμενοι ἀπαύστως, Παῦλε σοφὲ καὶ Ἀντώνιε ἔνθεε, ψυχῆς εἰρήνην διδόναι ὑμᾶς τοῖς μέλπουσιν.
Ἀγγέλων συμπολῖται, Ἀντώνιε καὶ Παῦλε, μὴ διαλίπητε κατεποπτεύοντες, τοὺς ἀκλινεῖ διανοίᾳ ὑμᾶς γεραίροντας.
Ἰάσασθε τὰς νόσους, μοναζόντων κλέη, τῶν ἀσιγήτως τιμώντων τὰ σκάμματα, ὑμῶν Πατέρες ἐρήμου θεοειδέστατοι.
Θεοτοκίον.
Χαρίτωσόν με Κόρη, τὸν σὲ ἀνυμνοῦντα, ὡς ἐναρέτου ζωῆς ὑποτύπωσιν, καὶ ἀληθῆ Θεοτόκον ὁμολογοῦντά σε.
Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.
Χαίροις πανυπέρτιμε ξυνωρίς, Παῦλε θεοφόρε, τῆς ἐρήμου ὑφηγητά, καὶ πνευματοφόρε, Ἀντώνιε φωσφόρε, τῆς Θηβαΐδος κρίνα, πανευωδέστατα.
Χαίροις Θηβαΐδος σεπτὴ δυάς, ἡ τὴν μονοτρόπων, ὑποδείξασα βιοτήν, χαίροις μάκαρ Παῦλε, κυάθιον σοφίας, καὶ σκεῦος ἐγκρατείας, θεῖε Ἀντώνιε.
Χαίροις μονοτρόπων ἡ κορυφή, χαίροις τῆς Ἀγγέλων, πολιτείας ὁ μιμητής, χαίροις τῆς ἐρήμου, τὸ μυροβόλον ἄνθος, Ἀντώνιε Ὁσίων τὸ ἀκροθίνιον.
Χαίροις μοναζόντων ἡ κορωνίς, χαίροις ἐγκρατείας, καὶ ἀσκήσεως ἡ κρηπίς, χαίροις Θηβαΐδος, ὁ οἰκιστὴς ὁ πρῶτος, Ἀγγέλων συμπολῖτα, Παῦλε θεσπέσιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖοι πρώταρχοι, τῶν μονοτρόπων, ἐνοικήσαντες ἐν Θηβαΐδι, ἠγλαΐσατε ἐρήμου τὰ πέρατα, Ὅσιε Παῦλε σοφὲ καὶ Ἀντώνιε, πνευματοφόρε ἀσκήσεως ἔσοπτρα, τῷ Παντάνακτι, Χριστῷ ἐκτενῶς πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν: Ἦχος β΄. Πάντων προστατεύεις.
Πάντας, τοὺς τιμῶντας τὴν ὑμῶν, ἄσκησιν ἐν τῇ Θηβαΐδι, ὀάσεις πνευματικαί, Παῦλε ἀξιάγαστε ἀκτημοσύνης κανών, καὶ Ἀντώνιε ὄλβιε, πυθμὴν σωφροσύνης, σκέπετε καὶ ῥύσασθε, ἐξ ἀνηκέστου φθορᾶς, ἵνα ἐσαεὶ ἀνυμνῶσι, Τὸν δι’ ἀγαθότητα ἄκραν, ἐν τῷ Ἰορδάνῃ κάραν κλίναντα.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ εὐχῶν.





                                πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου