Ευλογημένη πνευματική περιήγηση

Τρίτη 29 Δεκεμβρίου 2015

ΔΕΚΕΜΒΡΙΟΥ 29!! ΤΩΝ ΑΓΙΩΝ ΝΗΠΙΩΝ ΠΑΡΑΚΛΗΣΙΣ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ


https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEivxNil5mnlvmskc1DzDH9Hs2jqtmX9A9vNXKnC_oCAwyg_yHgV6m3PkANKYyvsd6XkeY3CSI3S9BBgPiKZ1d2ru26EWX2KZaR-6MRYyyUPI6SMdkTiIP6KrNjb9HKnHuvkSC6mwjWIGRiY/s1600/normal_%CE%B1%CE%B3%CE%B9%CE%B1_%CE%BD%CE%B7%CF%80%CE%B9%CE%B1.jpg

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε. Ὁ Ἀναγνώστης· Ἀμήν.

Ψαλμὸς ρμβ΄ (142): Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου,

Εὐθὺς ψάλλομεν. Ἦχος δ΄. Θεὸς Κύριος, Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὰς τῶν Ἁγίων σοῦ Νηπίων πρεσβείαις, τῶν ὡς θυσίαν λογικὴν προσαχθέντων, τῷ ἐκ Παρθένου τόκῳ σου φιλάνθρωπε, λύτρωσαι τοὺς δούλους σου, πολυτρόπων κινδύνων, δίδου δὲ Σωτὴρ ἡμῶν, ὀφλημάτων τὴν λύσιν, καὶ βασιλείας τῆς τῶν οὐρανῶν, ἡμᾶς ἀξίωσον, Δέσποτα Κύριε.

Θεοτοκίον.

Οὐ σιωπήσομεν πότε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἷ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ψαλμὸς ν· (50)


ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Λαμπόμενος φέγγει τῷ νοητῷ, Χριστοῦ τοῦ Σωτῆρος, τῶν Νηπίων θεῖος χορός, λύσατε παθῶν ἡμῶν τὸν ζόφον, ταῖς φωτοφόροις ὑμῶν παρακλήσεσιν.

Ἰσχύϊ νευρούμενοι θεϊκῇ, οἱ ἄκακοι Παῖδες, τοῦ Ἡρώδου τὴν χαλεπήν, ᾔσχυναν κακίαν καὶ αἰτοῦνται, παρὰ Κυρίου ἡμῖν θεῖον ἔλεος.

Τὴν ἄκακον φύσιν τῶν νεογνῶν, ἐδέξω Οἰκτιρμόν, ὥσπερ ἄμωμον προσφοράν, ἀδίκως σφαγέντων παρ᾿ Ἡρώδου, δι᾿ ὧν γενοῦ καὶ ἡμῖν Σῶτερ ἵλεως.

Θεοτοκίον.

Ἁγία Παρθένε Μῆτερ Θεοῦ, Ἀγγέλων ἡ δόξα, καὶ ἀνθρώπων καταφυγή, δίδου μετανοίας ἀφορμάς μοι, ἵνα ῥυσθῶ τῶν παγίδων τοῦ ὄφεως.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.

Ἱερώτατος δῆμος, νεοσφαγῆ θύματα, οἷα νεομάρτυρες θεῖοι, σοὶ προσηνέχθησαν, Σῶτερ φιλάνθρωπε, ὧν ταῖς λιταῖς ἡμῖν πᾶσι, δίδου τὰ ἐλέη σου, τοῖς σοὶ λατρεύουσι.

Συντριβεὶς τῇ ἀπάτῃ, τοῦ δυσμενοῦς δράκοντος, Νήπια ἁγνὰ καταφεύγω ὑμῶν τῇ χάριτι, ὡς ἂν ῥυσθῶ τῆς φθορᾶς, ὑμῶν θερμαῖς ἱκεσίαις, πρὸς τὸν προσδεξάμενον, ὑμῶν τὰ αἵματα.

Νηπιόφρονα γνώμην, νοΐ σαθρῷ ἔσχηκα, καὶ ἀπεμακρύνθην Κυρίου, πράττων τὰ ἄτοπα· Νήπια ἄμωμα, δότε μοι φρόνησιν θείαν, ὡς ἂν τῷ θελήματι, Θεοῦ πορεύσωμαι.

Θεοτοκίον.

Ἡ τετοκυῖα δίχα φθορᾶς Ἄχραντε, καὶ μετὰ τὸν ἄσπορον τόκον, παρθένος μείνασα, ῥῦσαί με Δέσποινα, φθοροποιῶν νοημάτων, καὶ τὸν νοῦν μου πλήρωσον, θείας φρονήσεως.

Διάσωσον ,ταῖς τῶν ἀκάκων Νηπίων λιταῖς Οἰκτιρμόν, τῆς κακίας τοῦ παλαιοῦ πολεμήτορος, τοὺς ἐκζητοῦντας, τὸ ἄμετρον ἔλεός σου.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν , χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.

Νηπίων πληθύς, Ἁγίων πολυάριθμε, Χριστὸν τὸν Θεόν, τὸν ἐν ἐλέει πλούσιον, διὰ παντὸς πρεσβεύετε, διδόναι ἡμῖν παθῶν λύτρωσιν, καὶ βασιλείας τῆς τῶν οὐρανῶν, τυχεῖν τοὺς ὑμᾶς θερμῶς γεραίροντας.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.

Πληθὺς θεία, προσήχθη σοι, τῶν ἀπειροκάκων Νηπίων Κύριε, ὧν τὰ αἵματα δεξάμενος, καθαρὸν ἡμᾶς πάσης μολύνσεως.

Ἰσχὺν θείαν λαμβάνομεν μέλποντες ἐν πίστει ὑμῶν τὴν ἄθλησιν, ἡλικία νηπιάζουσα, ἢν ὑπὲρ Κυρίου ὑπεμείνατε.

Ὥσπερ ῥόδα νεόδρεπτα, Νήπια ἁγνὰ ἡμῖν διαπνέετε, τὴν ὀσμὴν τῆς θείας χάριτος, δυσωδίαν πᾶσαν ἀπελαύνουσαν.

Θεοτοκίον.

Νεκρωθέντα με πάθεσιν, ἐγεῖρον Παρθένε τῇ σῇ χρηστότητι, καὶ μετάνοιαν μοι δώρησαι, κἂν ἐν γήρᾳ Δέσποινα καὶ σῶσόν με.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.

Σθένωσον ἡμῶν, τὴν διάνοιαν Φιλάνθρωπε, τῶν Ἁγίων σοῦ Νηπίων ταῖς λιταῖς, τῶν σφαγέντων παρ᾿ Ἡρώδου τοῦ παράφρονος.

Ὥσπερ προσφοραί, τῷ τεχθέντι οἷα νήπιον, προσηνέχθητε ὦ Νήπια ἁγνά, ἐξαιτοῦντα ἡμῖν πᾶσι τὰ σωτήρια.

Τίμιος ὑμῶν, ἀληθῶς ὤφθη ὁ θάνατος, ἐναντίον τοῦ Παντάνακτος Χριστοῦ, ἀπειρόκακε χορεία νηπιάζουσα.

Θεοτοκίον.

Ηὔγασας ἡμῖν, φῶς ἀνέσπερον τῷ τόκῳ σου, Θεοτόκε· διὸ σκέδασον κἀμοῦ, τὴν ὁμίχλην τῶν παθῶν τῇ φωταυγείᾳ σου.


ᾨδὴ ς´.Τὴν δέησιν, ἐκχεῶ.

Ῥευμάτων, ὑμῶν αἱμάτων, τοῖς ῥείθροις, ἀπειρόκακοι καὶ Ἅγιοι Παῖδες, ἡ τοῦ πανώλους Ἡρώδου μανία, κατεποντίσθη εἰς τέλος καὶ ὤφθησαν, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, δροσισμὸς ἀφθαρσίας καὶ χάριτος.

Μαρτύρων, ὡς συνημμένοι τοῖς δήμοις, ἀπειρόκακοι καὶ Ἅγιοι Παῖδες, διὰ παντὸς σὺν αὐτοῖς δυσωπεῖτε, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον Κύριον, ὡς ἂν πταισμάτων ἱλασμόν, καὶ παθῶν ἀπολύτρωσιν εὕρωμεν.

Ἐν κόλποις, τοῦ Ἀβραὰμ αἰωνίως, ἀγαλλόμενοι μακάριοι Παῖδες, καὶ φωτισμοῦ ἐντρυφῶντες ἀΰλου, ἐκ σκοτασμοῦ παθημάτων λυτρώσασθε, τοὺς μακαρίζοντας ὑμᾶς, ὡς Κυρίου νεόθυτα θύματα.

Θεοτοκίον.

Σωτῆρα, καὶ λυτρωτὴν τετοκυῖα, τῶν ἀνθρώπων Ἀειπάρθενε Κόρη, τὸν Ποιητὴν τῶν ἁπάντων καὶ κτίστην, τῆς κακουργίας τοῦ ὄφεως ῥῦσαί με, καὶ σῶσόν με ὡς συμπαθής, τῆς δεινῶς τυραννούσης μὲ ἕξεως.

Διάσωσον ,ταῖς τῶν ἀκάκων Νηπίων λιταῖς Οἰκτιρμόν, τῆς κακίας τοῦ παλαιοῦ πολεμήτορος, τοὺς ἐκζητοῦντας, τὸ ἄμετρον ἔλεός σου.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Ταῖς τῶν αἱμάτων σου.

Ὥσπερ νεόθυτοι ἄρνες ἐτύθητε, τῷ ἐκ Παρθένου τεχθέντι νεάνιδες, κτανθέντες ἀδίκως μακάριοι, καὶ τοῖς Ἀγγέλοις ὢ Παῖδες συνήφθητε, ἡμῖν τὸν Χριστὸν ἱλεούμενοι.


Προκ.: Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.

Στίχ.: Εὐφρανθήσονται δίκαιοι ἐν Κυρίῳ...

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον β᾿ 13-23: Ἀναχωρησάντων τῶν μάγων, ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων...

Δόξα: Ταῖς τῶν σῶν Νηπίων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ.: Ἐλεῆμον, ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἦχος λ. β´. Ὅλην ἀποθέμενοι.

Σφάγια ὡς ἄμωμα, τῷ ἐκ Παρθένου τεχθέντι, ἀληθῶς προσήχθητε, τῶν Νηπίων ὅμιλος ὁ μακάριος, καὶ ζωῆς κρείττονος, καὶ ὑπερκοσμίου, σὺν Ἀγγέλοις ἠξιώθητε, μεθ᾿ ὧν πρεσβεύσατε, τῷ παμβασιλεῖ καὶ Θεῷ ἡμῶν, πταισμάτων δοῦναι ἄφεσιν, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν, τοῖς ὑμνολογοῦσιν, τὴν ἄθλησιν ὑμῶν τὴν ἱεράν, δι᾿ ἧς Ἡρώδου καθείλετε, μένος τὸ ὀλέθριον.

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεός...


ᾨδὴ ζ´. Οἷ ἐκ τῆς Ἰουδαίας.

Ὥσπερ θὴρ ὁ Ἡρώδης, ἐφορμήσας τοὺς Παῖδας πικρῶς ἐθέρισεν, ἀλλ᾿ οὗτοι ἐν τοῖς κόλποις, τοῦ Ἀβραὰμ σκιρτῶσι, καὶ χορεύουσι ψάλλοντες· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Στέφει θείων Μαρτύρων, ὦ πανάγιοι Παῖδες κατακοσμούμενοι, ἀπαύστως δυσωπεῖτε, ῥύεσθαι πάσης βλάβης καὶ ἀνάγκης τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ μακάριος δῆμος, ὁ τῶν Ἁγίων Νηπίων πικρῶς σφαττόμενος, συνήφθη τοῖς Ἀγγέλοις, καὶ ἱλασμὸν αἰτεῖται, τοῖς βοῶσιν ἑκάστοτε· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Νεκρωθεὶς τῇ κακίᾳ, ἁμαρτίας τῇ κλίνῃ ἤδη κατάκειμαι· ἀλλ᾿ ὦ Θεογεννῆτορ, ὡς τὴν ζωὴν τεκοῦσα, ἑξανάστησον ψάλλοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η´. Τὸν Βασιλέα.

Γέλως ὁρᾶται, ἐχθρὸς ποσὶ τῶν Νηπίων, οὓς κατέσφαξεν ὁ ἄνομος Ἡρώδης· οὗτοι γὰρ συζῶσιν, ἀεὶ σὺν τῷ Δεσπότῃ.

Ἐν τοῖς ὑψίστοις, ὦ ἀπειρόκακοι Παῖδες, ἀγαλλόμενοι ἀεὶ , σὺν τοῖς Ἁγίοις, ἅπασιν αἰτεῖσθε, ἡμῖν πταισμάτων λύσιν.

Ῥείθροις αἱμάτων, τὴν τοῦ Ἡρώδου μανίαν, ἀπεπνίξατε Νηπίων ἡ χορεία, ἡμᾶς δὲ τῇ θείᾳ, εὐφραίνετε νῦν δρόσῳ.

Θεοτοκίον.

Ἁγνὴ Παρθένε, τὴν ἄναγνόν μου καρδίαν, ἀποκάθαρον ἐλέους σου, τοῖς ῥείθροις, καὶ τῆς ψυχοφθόρου, ῥῦσαι μὲ ἀθυμίας.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.

Συνόντες τοῖς Ἀγγέλοις, καὶ Ἁγίων δήμοις, ἡ τῶν Ἁγίων Νηπίων ὁμήγυρις, ὑπὲρ ἡμῶν δυσωπεῖτε Χριστὸν τὸν Κύριον.

Ἰσχὺν ἡμῖν αἰτεῖσθε, κατὰ τῶν δαιμόνων, ὦ καθαρώτατα Ἅγια Νήπια, ὡς ἄν ὁσίως Κυρίῳ εὐαρεστήσωμεν.

Οἱ πᾶσαν τοῦ Ἡρώδου, λύσαντες κακίαν, ὡς τοῦ Σωτῆρος νεόστεπτοι μάρτυρες, ὑπὲρ ἡμῶν δυσωπεῖτε Ἅγια Νήπια.

Θεοτοκίον.

Ὑψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη· χαῖρε Παρθένε τοῦ κόσμου βοήθεια· χαῖρε ἡμῶν σωτηρία καὶ καταφύγιον.


Ἄξιόν ἐστι ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.

Δῆμος ἀπειρόκακος καὶ σεπτός, Ἁγίων Νηπίων, προσηνέχθη μαρτυρικῶς, τῇ μετὰ σαρκός σου, γεννήσει Ζωοδότα· ὧν τᾶις λιταῖς παράσχου, ἡμῖν τὴν χάριν.

Ἡρώδης λυπήσας ὁ δυσμενής, κατὰ σοῦ Οἰκτίρμον, χεῖρα ὥπλισε φονικήν, καὶ χορὸν Νηπίων, ἀπέκτεινεν ἀκάκων, οὓς δόξης οὐρανίου, Σῶτερ ἠξίωσας.

Ἐκ χειρῶν μητρῴων καὶ ἀγκαλῶν, ὡς θὴρ ἀφαρπάσας, ὁ παράνομος βασιλεύς, ἀνεύθυνα βρέφη, ἀπέκτεινε τῷ ξίφει, ἀλλ᾿ ὁ Δεσπότης πάντων, ταῦτα ἐδόξασε.

Αἵμασι Νηπίων ἡ Βηθλεέμ, ἀκάκων ἐβάφη, Ἐκκλησία δὲ τοῦ Χριστοῦ, ὡς μάρτυρας τούτους, νεοσφαγεῖς γεραίρει, τὸν ἀθλοθέτην πάντων, Χριστὸν δοξάζουσα.

Χαίροις τῶν Νηπίων θεῖος χορός, ἄμωμοι θυσίαι, καὶ καρπώματα λογικά, οἱ τῷ Ζωοδότῃ, Χριστῷ προσενεχθέντες, καὶ πᾶσιν ἐξαιτοῦντες, τὸ θεῖον ἔλεος.

Δέξαι ἐπουράνιε βασιλεῦ, τῶν ἁγνῶν Νηπίων, τὰς δεήσεις ὑπὲρ ἡμῶν, καὶ παράσχου πᾶσι, τοὺς οἰκτιρμούς σου Σῶτερ, καὶ τῆς ἀλήκτου δόξης, ἡμᾶς ἀξίωσον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον.


Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Τῶν Ἁγίων Νηπίων τὸν θεῖον ὅμιλον, ὧν ὁ Ἡρώδης φονίᾳ χειρὶ ἀπέκτεινεν, ἀνυμνήσωμεν πιστοὶ ὡς θείους Μάρτυρας· ὅτι προσήχθησαν Χριστῷ, Νηπιάσαντι σαρκί, ὡς ἄμωμα ἱέρειᾳ, ἐκδυσωποῦντα ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.


Ἐκτενὴς καὶ Ἀπόλυσις μεθ᾿ ἢν ·ψάλλομεν τὸ ἑξῆς: Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Σῶτερ ὁ τεχθεὶς ἐκ τῆς Ἁγνῆς, καὶ Ἀειπαρθένου Μαρίας, δι᾿ ἀγαθότητα, καὶ ἡμᾶς ῥυσάμενος, ἐκ τῆς ἀρχαίας ἄρας, τῶν Ἁγίων Νηπίων σου δέχου τὰς δεήσεις, ἂς σοι ἀναφέρουσιν, ὑπὲρ ἡμῶν συμπαθῶς· σὺ γὰρ ἐμεγάλυνας ταῦτα, καὶ τοῖς τούτων αἵμασι Λόγε, τὴν σὴν Ἐκκλησίαν ἐπορφύρωσας.



                              πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου