ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
Ὑπὸ Ἰακώβου Μοναχοῦ.
.jpg)
Μετὰ τὸν Εὐλογητόν, τὸ Κύριε εἰσάκουσον. Μεθ’ ὅ τὸ Θεὸς Κύριος εἰς ἦχον δ΄ καὶ τὰ παρόντα τροπάρια πρὸς τό· Ὁ ὑψωθείς.
Σίμωνος
θειου τῷ ναῷ νῦν προσδράμωμεν, καὶ τῇ εἰκόνι τῇ αὐτοῦ νῦν προσπέσωμεν,
οἱ καχεκτοῦντες κράζοντες ἐκ βάθους ψυχῆς· Ὅσιε σπλαγχνίσθητι, ἐφ᾿ ἡμῖν
σοῖς ἱκέταις, πρόφθασον καὶ λύτρωσαι, ἀπὸ πάσης ἀνάγκης, μὴ παραβλέψῃς
δέησιν οἰκτράν, τῶν προσφυγόντων τῇ σκέπῃ σου Ἅγιε.
Δόξα. ὅμοιον.
Τὸν
περιλάλητον πιστοὶ Μυροβλύτην, καὶ πανυπέρτιμον Χριστοῦ μαργαρίτην, καὶ
μοναζόντων ἔρεισμα, καὶ θεἶον ἀσκητήν, πάντες εὐφημήσωμεν, πρὸς αὐτὸν
ἐκβοῶντες· Σίμων μάκαρ φύλαττε, ἐξ ἐχθρῶν ἐπηρείας, ἣν ἐδομήσω νέαν
Βηθλεέμ, ὁδηγηθεὶς δι᾿ ἀστέρος τρισόλβιε.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Οὐ
σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ
γὰρ σὺ προΐστασο, πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων,
τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ,
σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ ψαλμός, καὶ ὁ κανών. Ἦχος πλ. δ΄.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Σίμων
Μυροβλῦτα πατὴρ ἡμῶν, δέησιν προσάγων μὴ ἐλλείπης ὑπὲρ ἡμῶν, κινδύνων
παντοίων διασῶσαι, τοὺς ἀδιστάκτῳ τῆ πίστει τιμῶντάς σε.
Νοσοῦσάν
μου ἴασαι τὴν ψυχήν, ὡς τοῦ Ἰωάννου βασιλέως κόρην ποτέ, καὶ βαίνειν
τὰς τρίβους τοῦ Κυρίου, σῇ μεσιτείᾳ ὦ Σίμων ἐνίσχυσον.
Πολλοῖς
συνεχόμενοι πειρασμοῖς, προσφεύγομεν πίστει, πρὸς σὲ Σίμων ἱκετικῶς,
δεόμενοι τῇ σῇ μεσιτείᾳ, τῶν δυσχερῶν καὶ δεινῶν ἡμᾶς λύτρωσαι.
Θεοτοκίον.
Δυσώπει
Παρθένε τὸν σὸν Υἱόν, σὺν τῷ Μυροβλύτῃ, νεκρωθεῖσάν μου τὴν ψυχήν,
ζωῶσαι ὡς πάλαι τὸν τῆς χήρας, υἱὸν ἐζώωσε θείῳ προστάγματι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἔχοντές
σε μεσίτην πρὸς τὸν Θεὸν Ὅσιε, οἱ ἐν τῇ Μονῇ σου τιμῶμεν καὶ
ἱκετεύομεν, Σίμων τρισόλβιε, τοὺς σὲ πιστῶς εὐφημοῦντας, πειρασμῶν
ἀπάλλαξον τῇ μεσιτείᾳ σου.
Ἱκετεύομεν
πάτερ, τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τὰ τραύματα ταύτης τάχος
θεράπευσον, τῶν εὐφημούντων σε, καὶ γεραιρόντων ἐκ πόθου, μοναζόντων
καύχημα Σίμων μακάριε.
Εὑμενῆ
σε προστάτην, πρὸς τὸν Θεὸν Ὅσιε, πάντες προβαλλόμεθα Σίμων
θεομακάριστε, καθικετεύοντες, πειρατηρίων παντοίων, λυτρωθῆναι ἅπαντας
τῇ μεσιτείᾳ σου.
Θεοτοκίον.
Παναγία
Παρθένε, τὸν λυτρωτὴν τέξασα, λύτρωσαι κινδύνων παντοίων, τοὺς σοί
προστρέχοντας, καὶ ἀνυμνοῦντάς σε, Θεοκυῆτορ Μαρία, τῶν πιστῶν βοήθεια
μόνη πανύμνητε,
Διάσωσον,
ἀπὸ κινδύνων τοὺς δούλους σου Ὅσιε Σίμων, τοὺς ἐν πίστει εἰλικρινεῖ
πρὸς σὲ καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις, μεθ᾿ ἣν τὸ κάθισμα, Ἦχος β´. Πρεσβεία θερμή.
Προστάτης
θερμός, ὑπάρχεις καὶ ἀντίληψις, τοῖς πόθῳ ἀεὶ τῇ σκέπῃ σου
προστρέχουσι, καὶ πιστῶς γεραίρουσι, καὶ βοῶσί σοι πανσεβάσμιε, ἐκ τῶν
κινδύνων λύτρωσαι ἡμᾶς, Ὅσιε Σίμων πατὴρ ἡμῶν Ἅγιε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ σὴ Ποίμνη κραυγάζει σοι, μίαν μοι ῥανίδα τοῦ θείου μύρου σου, Σίμων πάτερ ἐναπόσταξον, καὶ παθῶν με ζάλης ἐλευθέρωσον.
Ἱκετεύω σε Ὅσιε, τὴν νενεκρωμένην ψυχὴν μου ζώωσον, καὶ ἀνάστησον πρεσβείαις σου, ἐκ βυθοῦ θανοῦσαν, ἀπογνώσεως.
Ἣν ἐπόθησας Ὅσιε, σάρκα δι’ ὃν ἔτηξας καθικέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Τῆς Μητρός σου δεήσεσι, καὶ τοῦ σοῦ Ὁσίου δώρησαι Κύριε, τοῖς ἱκέταις σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων ὡς φιλάνθρωπος,
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Παρεστὼς
τῇ Τριάδι, πάτερ θεοδόξαστε Σίμων τρισόλβιε, ὑπὲρ τῶν σῶν δούλων,
καθικέτευε ταύτην μακάριε, τοῦ ῥυσθῆναι πάντας, βιωτικῶν πειρατηρίων,
τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.
Σίμωνος
τοῦ Ὁσίου, ταῖς πανευπροσδέκτοις ὁ Θεὸς δεήσεσι, σκότους ἐξωτέρου, καὶ
γεένης τοὺς δούλους σου λύτρωσαι, καὶ τῆς βασιλείας, τῶν οὐρανῶν
ἀξιωθῆναι, καταξίωσον μόνε φιλάνθρωπε.
Μὴ
παρίδῃς με Πάτερ, πίστει σοι προστρέχουσαν, μηδὲ ἀπώσῃ με· γλώσσῃ γὰρ
δολίᾳ, κατ᾿ ἐμοῦ οἱ μισοῦντές με φθέγγονται, μάτην πολεμοῦντες, τοῦ
ἀπωλέσαι με σὴν ποίμνην, ἀλλὰ πρόφθασον σῶσόν με Ἅγιε.
Θεοτοκίον.
Θεοτόκε
Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν πανάμωμε, ἡ Θεογεννήτωρ, καὶ τῆς
κτίσεως πάσης Βασίλισσα, τοὺς ὁμολογοῦντας, τὸν σὸν Υἱὸν λύτρωσαι πάσης,
ἐπηρείας δεινοῦ πολεμήτορος.
ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Νοός
μου, τὰς ἐκτροπὰς θεράπευσον, καὶ καρδίας μου τὰ πάθη θεόφρον,
σωματικῶν, ἀλγηδόνων δὲ ῥῦσαι, καὶ ἐπηρείας ἁπάσης ἐκλύτρωσαι, καὶ
δεῖξόν με ταῖς σαῖς λιταῖς, τῶν παγίδων δολίου ὑπέρτερον.
Συνεῖναί
σοι, τὸν πολλά σε ποθοῦντα, πολυπόθητε εὐδόκησον Πάτερ, σὲ δυσωπῶ, τὸν
καλόν μου προστάτην, καὶ πίστει κράζω σοι· Σίμων μακάριε, γενήθητί μοι
βοηθός, καὶ παντοίας ἀνάγκης με λύτρωσαι.
Ἡγίασέ
σε, ἀσκήσαντα Πάτερ, ὁ πανάγαθος Θεὸς ὃν δυσώπει, ἁγιασμόν, τοῖς σοῖς
δούλοις ἐκπέμφαι, καὶ φωτισμὸν καὶ πταισμάτων τὴν λύτρωσιν, προστάτης
γὰρ παρὰ Θεοῦ, ἐχαρίσθης ἡμῖν ἀνεπαίσχυντος.
Θεοτοκίον.
Ῥανίσι,
τῆς πρὸς Θεὸν πρεσβείας σου, κατασβέσασα παθῶν μου τὴν φλόγα, καὶ τοῦ
νοός, ἐκτροπὰς σαῖς πρεσβείαις, ὑπεραγία Παρθένε θεράπευσον, καὶ κόπασον
τὸ χαλεπόν, τῶν παθῶν μου κλυδώνιον Δέσποινα.
Διάσωσον,
ἀπὸ κινδύνων τοὺς δούλους σου Ὅσιε Σίμων, τοὺς ἐν πίστει εἰλικρινεῖ
πρὸς σὲ καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αίτησις, μεθ᾿ ἣν τὸ κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
ς
ταχὺν ἐν δεινοῖς ἡμῶν ἀντιλήπτορα, καὶ θερμὸν βοηθὸν ἐν ταῖς θλίψεσιν
ἄριστον, σὲ ἱκετεύομεν πιστῶς ὦ Σίμων ἀσκητά, συμπαθείᾳ σου τῆ πρίν, καὶ
νῦν χρησάμενος σοφέ, τῆ ἐνθέρμῳ πρεσβείᾳ σου, πράὔνον τριχυμίας, στῆσον
τὰς καταιγίδας τῶν ἐπερχομένων δεινῶν Ἅγιε κατὰ τῶν δούλων σου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου...
Στίχ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίω..
Και τὸ Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου,
καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις
ἐπιγινώσκει εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι Δεῦτε πρός
με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε
τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷος εἰμὶ καὶ ταπεινὸς
τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου
χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Τροπάριον, ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην
ἀνατέθηκας, τὴν σὴν ζωὴν τῷ Κυρίῳ, καὶ θερμῶς ἐχώρησας, πρὸς τὸν τῆς
ἀσκήσεως, δρόμον Ὅσιε, προσευχὴν ἀθόλωτον, ἀγρυπνίαν πάννυχον, ὑμνῳδίαν
ἀκατάπαυστον, καὶ βίον ἄμεμπτον, καὶ ἀγγελικὸν ἐνδεικνύμενος, ἐντεῦθεν
τὴν ἐνέργειαν, τὴν τῶν θαυμασίων ἐπλούτησας, Σίμων Μυροβλῦτα, τοῦ Ἄθω
σεμνολόγημα τερπνόν, καὶ τῆς Μονῆς σου διάσωσμα, τῆς ἀεὶ τιμώσης σε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τοῦ
Κριτοῦ τὴν δευτέραν, ἐννοῶν παρουσίαν ἀπὸ βλεφάρων ψυχῆς, τὸν ὕπνον
ἀπεβάλου, σοφὲ τῆς ἀμελείας, καὶ ἀγρύπνως ἐκραύγαζες· Ὁ τῶν πατέρων
ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἁπαλῶν
ἐξ ὀνύχων, ἀγαθὴν ἐξελέξω μερίδα πάνσοφε, δουλεύειν τῷ Κυρίῳ, ἐν φόβῳ
τε τὰ τούτου, ἐκτελεῖν δικαιώματα, τοῦ τῶν πατέρων ἡμῶν, Θεοῦ
εὐλογημένου.
Ἀμυθήτους
ἀγῶνας, ἐπὶ γῆς ἠγωνίσω Σίμων μακάριε, καὶ νῦν ταῖς οὐρανίαις, συνὼν
χοροστασίαις, περιφρούρει τοὺς μέλποντας· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
Θεοτοκίον.
Λυτρωθείημεν
πάντες, ἐκ παθῶν καὶ κινδύνων καὶ περιστάσεων, καὶ νόσων πολυτρόπων,
πρεσβείαις σου πανάγνοις, Θεομῆτορ κραυγάζοντες- Εὐλογητὸς ὁ Υἱός, τῆς
Θεοτόκου ἁγνῆς,
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Τοῖς
τῶν δακρύων ῥεύμασι, τῶν παθῶν τὰ σκιρτήματα, καὶ τοὺς ἀκαθέκτους,
λογισμοὺς κατέκλυσας, καὶ πέλαγος γέγονας, μακροθυμίας Ὅσιε, πρὸς
γαλήνην ἄγων, ἱλαρὰν τοὺς βοῶντας· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς
ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὡς
καρτερὸν ἀδάμαντα, τῆς ἀσκήσεως ἔχοντες, τὰς σὰς παραινέσεις, Σίμων
πάτερ Ὅσιε, καρδίαν στομούμεθα, καὶ τῶν παθῶν τὰς φάλαγγας, τρέπομεν ὡς
ἔθνη, καὶ πιστῶς ἐκβοῶμεν· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς
ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας,
Τῶν
ἡδονῶν τοῦ σώματος, τὴν ψυχόλεθρον κάκωσιν, καὶ κολαστικὴν τῆς γεένης
ἔκκαυσιν, εὐτόνως κατέσβεσας, τοῖς τῶν δακρύων ῥεύμασιν, ἀλλὰ καὶ ἡμᾶς
ἐξ ἀμφοτέρων ῥυσθῆναι, δυσώπει Μυροβλῦτα, τὸν Σωτῆρα τοῦ κόσμου, Σίμων
ὃν εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας,
Θεοτοκίον.
Ἱκετικῶς
βοῶμέν σοι, Θεοτόκε πανύμνητε, μετὰ τῶν ἀπείρων, νοερῶν δυνάμεων,
μαρτύρων ὁσίων τε, καὶ ἀποστόλων καὶ προφητῶν, ποίησον πρεσβείαν, ὑπὲρ
πάντων τῶν πίστει, ἐνθέως μελῳδούντων, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε
Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς ῥύστης τῶν ἐν θλίψει, σὲ λιτανευόντων, ῥῦσαι τὴν ποίμνην σου πάτερ κακώσεως, τῶν ὁρωμένων ὦ Σίμων, καὶ ἀοράτων ἐχθρῶν.
Συνὼν ταῖς οὐρανίοις, νῦν χοροστασίαις, παναγιώτατε πάτερ Σίμων σοφέ, τὸν ἀγαθὸν ἐκδυσώπει, σωθῆναι πάντας ἡμᾶς.
Φωτὸς ἀδιαδόχου, πάτερ ἀπολαύων, καὶ τῷ Χριστῷ παρεστὼς Σίμων Ὅσιε, τῶν μεμνημένων σου πόθῳ, ἀεὶ μνημόνευε.
Θεοτοκίον.
Φωτὸς οὖσα δοχεῖον, φώτισον τὸν νοῦν μου, ἐσκοτισμένον Παρθένε τοῖς πάθεσι, καὶ σὺν τῷ Σίμωνι πρέσβευε, τοῦ σωθῆναί με.
Ἄξιόν ἐστιν. Καὶ τὰ μεγαλυνάρια ταῦτα.
Σίμωνα
τὸν μέγαν ἐν ἀσκηταῖς, καὶ τὸν ἐν τῷ Ἄθῳ, μοναζόντων ὑπογραμμόν, τὸν
τὰς πανουργίας ἐχθροῦ καταβαλόντα, τὸν θεῖον μυροβλύτην, πάντες
ὑμνήσωμεν.
Περιβεβλημένος
Σίμων σοφέ, ποικίλων χαρίτων ἀμπεχόνην τὴν ἐκ Θεοῦ, τῶν παθῶν τῆς
ζάλης, ἀπάλαττε παμμάκαρ, τοὺς πίστει ὀρθοδόξῳ, ἀνευφημοῦντάς σε.
Ἔχεις
παῤῥησίαν πρὸς τὸν Θεόν, Σίμων Μυροβλῦτα, ἐπιφάνηθι οὖν σοφέ, καὶ
ἔκτεινον χεῖρα, ἡμῖν τοῖς ἐν ἀνάγκαις, καὶ λύτρωσαι κινδύνων καὶ
περιστάσεων.
Σὲ
τὸν Μυροβλύτην πάτερ ὑμνῶ, Σίμων θεοφόρε, τῶν ὁσίων ὑπογραμμόν, τοῦ
φωτὸς τὸν στύλον, τὸν ἀστέρα τοῦ Ἄθω, τὴν Δέσποιναν τοῦ κόσμου ἔργοις
δοξάσαντα.
Ὕψωσον
τὰς χεῖράς σου πρὸς Θεόν, ὑπὲρ τῆς σῆς ποίμνης, θεοφόρε Σίμων σοφέ, καὶ
τοῦτον δυσώπει πολλῶν ἀμπλακημάτων, ῥυσθῆναι καὶ μελλούσης ὀργῆς τοὺς
δούλους σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Τὸ Τρισάγιον κτλ. ὡς συνήθως.
Εἰς δὲ τὸν ἀσπασμόν, τὸ τροπάριον, ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Ὤ
πῶς ἐπι πέτραν ἑστηκώς, τοὺς ὑπὲρ τὴν φύσιν ἀγῶνας, ἐτέλεις Ὅσιε, ἔνθεν
σε ὡς ἴδιον, ἀπεξεδέχετο, ἡ τρυφὴ ἡ ἀδάπανος, Ἀγγέλων ἡ δόξα, καὶ ἡ
ἀνεκλάλητος τῶν μακαρίων χαρά, ἧς περ γεγονὼς κληρονόμος, μέμνησο ἡμῶν
τῶν τιμώντων, Σίμων ἀξιάγαστε τὴν μνήμην σου.
Ἕτερον, ὀμοιον.
Ὤ
πῶς ἀπεκάθηρας σοφῶς, φωλεὰν δαιμόνων τὴν οὖσαν, τὸ πρίν ἀοίδιμε,
πέτραν καὶ ἀνήγειρας, ναὸν σεπτὸν τοῦ Χριστοῦ, μοναστῶν τε συνήθροισας,
χορείαν ἐν ταύτῃ, αἴνεσιν προσάγοντας, Χριστῷ τῷ πάντων Θεῷ, οὓς
χειραγωγῶν μὴ ἐλλείπης, καὶ πρὸς βασιλείαν εἰσάγων, Σίμων οὐρανῶν
ἀειμακάριστε.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου.
Ἐκ παντοίων κινδύνων...
Τῇ πρεσβείᾳ Κύριε...
Ἀπόλυσις.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου