ΔΕΚΕΜΒΡΙΟΥ 27.
ΣΤΕΦΑΝΟΥ ΠΡΩΤΟΜΑΡΤΥΡΟΣ
ΕΓΚΩΜΙΑ
(Ἐκ τοῦ βιβλίου:
Ἀκολουθίαι
τῶν Ἁγίων Τεσσάρων Νέων τοῦ Χριστοῦ Μαρτύρων Ἀγγελή, Μανουήλ, Γεωργίου
καὶ Νικολάου, τῶν ἐν Ῥεθύμνῃ τῆς Κρήτης μαρτυρησάντων· καὶ τοῦ Ὁσίου καὶ
θεοφόρου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παμφλαγόνος. Πρὸς δὲ καὶ
Μακαριστήρια· ψαλλόμενα εἰς Θεομητορικὰς Ἑορτὰς καὶ ἑορταζομένους
Ἁγίους.
Ἐκδοθέντα
νῦν πρώτον ὑπὸ Σπ. Εὐθυμιάδου, τοῦ ἐκ Βλάτσης τῆς Μακεδονίας. Ἐν
Ἐρμουπόλει Σύρου. Τύποις Γ. Μελισταγοῦς, Μακεδόνος. 1865)

Ἐγκώμια: Ψαλλόμενα ἀντὶ τοῦ Κοινωνικοῦ
Στάσις γ΄. Αἱ γενεαὶ πᾶσαι
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, ὦ Πρωτομάρτυς θεῖε.
Ἄγγελος καθωράθης, ἐπίγειος ἐφάνης, ἐκλάμψας τῷ προσώπῳ.
Ἀρχὴ Μαρτύρων μάκαρ, ἀρχὴ καὶ διακόνων, σὺ Στέφανος ἐγένου.
Τοὺς οὐρανοὺς σὺ εἶδες, ἠνεωγμένους μάκαρ, καὶ τοῦ Θεοῦ τὴν δόξαν.
Ἐστὼς ἐν τῷ σταδίῳ, ἐκ δεξιῶν σὺ εἶδας, Πατρὸς Υἱὸν ἐστῶτα.
Πρῶτον ἐκομίσω, στέφανον μαρτυρίου, Στέφανε θεηγόρε.
Τῶν λίθων τὰς νιφάδας, ὑπέφερες γενναίως, ὑπὲρ Χριστοῦ ἀγάπης.
Ὑπὲρ τῶν λιθαζόντων, προσηύχου Πρωτομάρτυς, μιμούμενος Δεσπότην.
Στέφανε θεόπτα, ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Ἀπόστολος καὶ Μάρτυς, διάκονος καὶ πρῶτος, ὦ Στέφανε ἐγένου.
Τὴν μνήμην σου τελοῦμεν, Στέφανε ἐν ὕμνοις, Χριστὸν δοξολογοῦντες.
Ἐξέχεας τὸ αἷμα, πρῶτον διὰ ἀγάπην, Χριστοῦ ὦ πρωτομάρτυς.
Τὴν ἑορτὴν τελοῦντας, φύλαττε ἐν ειρήνῃ, Στέφανε πρωτομάρτυς.
Συνῆψαι τὴν σὴν μνήμην, Χριστὸς τοῖς γενεθλίοις, Αὐτοῦ ὦ πρωτομάρτυς.
Ὥσπερ ἀδάμας Μάρτυς, ὦ Στέφανε ὑπέστης, βαλλόμενος τοῖς λίθοις.
Ὤ πρωτομάρτυς σκέπε, ἡμᾶς τοῦς σὲ τιμῶντας, παντοίας ἐπηρείας.
Δόξα. Τριαδικόν.
Τρισήλιε Θεέ μου, λιταῖς τοῦ σοῦ στεφάνου, ῥῦσαι πάντας γεένης.
Καὶ νῦν. Θεοτοκίον.
Παρθενομήτωρ Κόρη, μετὰ τοῦ Σοῦ στεφάνου, πρέσβευε τῷ Ὑιῷ Σου.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου