ΕΓΚΩΜΙΑ. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Ἀπόστολε Ἀνδρέα.
Αἱ γενεαὶ πᾶσαι, μεγαλύνομέν σε, Ἀπόστολε Ἀνδρέα.
Ἀπόστολε Ἀνδρέα, τῶν ἀποῤῤήτων μύστα, ὕμνοις σὲ εὐφημοῦμεν.
Ἀπόστολε Κυρίου, Ἀνδρέα σαῖς πρεσβείαις, ῥῦσαι ἡμᾶς γεέννης.
Ἀνδρέα θεοφόρε, Ἀπόστολε Κυρίου, φρούρει τοὺς σὲ τιμῶντας.
Ἀνδρέα τοὺς τιμῶντας, τὴν ἑορτήν σου σκέπε, καὶ φρούρει σαῖς πρεσβείαις.
Βουληθεὶς παμμάκαρ, Ἀπόστολος Κυρίου, γενέσθαι ἠξιώθης.
Γεραίρωμεν σὴν μνήμην, οἱ φωτισθέντες λόγους, θείου κηρύγματός σου.
Δοχὴν τῇ σῇ οἰκίᾳ, Χριστῷ τῷ Διδασκάλῳ, ἐποίησας Ἀνδρέα.
Εὐαγγελίου Λόγοις, ἐφώτισας τὸν κόσμον, Ἀνδρέα θεηγόρε.
Ζωγρεῖται σοῖς δικτύοις, Ἀνδρέά θεοπλόκοις, πλήθη λαῶν ἀπίστων.
Ἡ γλῶσσά σου Ἀνδρέα, τοῦ Παρακλήτου ὤφθη, κάλαμος ὀξυγράφου.
Θεότευκτον Ἀνδρέα, ὄργανον ἀνεδείχθης, τοῦ θείου Παρακλήτου.
Ἴδε ὦ Ἀνδρέα, τῆς κρίσεως τὴν ὥραν, γενοῦ ἡμῖν προστάτης.
Κάλλιστος ἀνεδείχθης, ὑφηγητὴς Ἀνδρέα, σεπτοῦ Εὐαγγελίου.
Λαοὺς ἐῤῥύσω σκότους, φωτίσας τούτους μάκαρ, Εὐαγγελίου λόγους.
Μνημόνευε Ἀνδρέα, ἐν πόθῳ τοὺς τιμῶντας, τὴν θείαν ἑορτήν σου.
Νεῦσον πρὸς ὕμνους μάκαρ, τῆς θείας ἑορτῆς σου, καὶ φρούρει σαῖς πρεσβείαις.
Ξένησον καὶ φρούρει, πάντας ἀσπαζομένους, τὴν θείαν σου εἰκόνα.
Ὅλος ἀνεδείχθης, Εὐαγγελίου θείου, ὑφηγητὴς Ἀνδρέα.
Πρωτόκλητος τυγχάνεις, θερμότατος προστάτης, καὶ πρεσβευτὴς τοῦ κόσμου.
Ῥῦσαι τοὺς προσκυνοῦντας, Ἀνδρέα σὴν εἰκόνα, εἰς τύπον τῆς μορφῆς σου.
Σάλπιγξ θεολόγου, καὶ εὔηχος ἐδείχθεις, σεπτοῦ Εὐαγγελίου.
Τὸν σὸν ναὸν πλουτοῦμεν, σοφώτατε Ἀνδρέα, ψυχῶν μας ἰατρεῖον.
Ὕμνους ἐξοδίους, προσφέρομεν Ἀνδρέα, μνήμην ἀθανασίας.
Φωστὴρ ἐδείχθης μέγας, φωτίσας οἰκουμένην, Ἀπόστολε Ἀνδρέα.
Χριστῷ καθυπετάγης, ὡς Μαθητὴς Προδρόμου, Ἀπόστολε Ἀνδρέα.
Ψάλλομέν σοι πάντες, τὴν πόλιν ταύτην σκέπε, ἐκ πάσης ἐπηρείας.
Ὡς ὡραῖοι πόδες, εὐαγελιζομένου, εἰρήνην οἰκουμένῃ.
Δόξα. Τριαδικόν.
Πάτερ Υἱὲ καὶ Πνεῦμα, σῶσον ἡμᾶς πρεσβείαις, Ἀνδρέου Ἀποστόλου.
Καὶ νῦν. Θεοτοκίον.
Ἀμόλυντε Παρθένε, μετὰ τοῦ Σοῦ Ἀνδρέου, δυσώπει τὸν Υἱόν Σου.
ΜΕΓΑΛΥΝΑΡΙΑ
Την εύηχον σάλπιγγα του Χριστού, Ανδρέαν
τον θείον,
ευφημήσωμεν εν ωδαίς, και στέψομεν τούτον, στεφάνοις εγκωμίων, υπέρ ημών Κυρίω, πρεσβεύει πάντοτε.
Χαίροις ο Πρωτόκλητος Μαθητής, και του κορυφαίου ο
ομαίμων συμφοιτητής,
χαίροις της ανδρείας, και σωφροσύνης στήλη, Ανδρέα θεομάκαρ, υπέρ
ημών πρέσβευε.
πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου