ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς
κατανύξεως εὐχῆς ἀσιγήτου, σκληραγωγίας τῆς σαρκὸς ἀπαθείας, ἁπλότητος καὶ
νήψεως φανὸν νεαυγῆ, μέλψωμεν Γεώργιον, Ἀναλήψεως Μάνδρας, ἀσκητὴν καὶ κτίτορα
ἐνθεώτατον ὕμνοις, καὶ τὰς αὐτοῦ πρὸς Κύριον λιτάς, οἱ ἐν ἀνάγκαις ταχὺ
αἰτησώμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Γεώργιε Ὅσιε, εὐλόγει
ἡμᾶς οὐρανόθεν. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Γεώργιε ἄστρον νεολαμπές,
Χριστοῦ Ἐκκλησίας, Ἀναλήψεως τῆς Μονῆς, δομῆτορ ἐν Δράμᾳ οὐρανόθεν, τοὺς
εὐλαβῶς σε τιμῶντας ἐπόπτευε.
Εὐλόγει Γεώργιε θαυμαστέ,
τοὺς σὲ ἀνυμνοῦντας, ὡς Ὁσίων νεοφανῶν, φωστῆα τὸν λάμψαντα ἐν κόσμῳ,
σκληραγωγίας ἀκτῖσι καὶ νήψεως.
Ὡράϊσον πλήθει τῶν ἀρετῶν,
ἡμῶν τὰς καρδίας, τῶν σπευδόντων ταῖς σαῖς λιταῖς, ἐν πτώσεσι βίου ψυχοκτόνοις,
καὶ συμφοραῖς καὶ ἀνάγκαις Γεώργιε.
Θεοτοκίον.
Ῥανίδας δακρύων μου τῶν
πολλῶν, ἀπόσμηξον τάχος, μανδηλίῳ Σῶν προσευχῶν, πρὸς Κύριον τὸν μονογενῆ Σου,
Υἱὸν καὶ Λόγον Θεοῦ Μητροπάρθενε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γεωργήσας
πλουσίως τῆς ἀρετῆς ἄσταχυν, συντονίᾳ Πάτερ ἀγώνων, σκληραγωγίᾳ σου, καὶ ἀενάῳ
εὐχῇ, εὗρες Γεώργιε χάριν, τὸν καρπὸν προνοίας σου, πέμπειν σοῖς πρόσφυγξιν.
Ἰαμάτων
χειμάῤῥους ἡ σὴ σορὸς Ὅσιε, ὤφθη τῶν τιμίων λειψάνων, ἣν ἀπεκάλυψαν, ἄρτι
λαγόνες τῆς γῆς, ἐγκρατευτὰ θεοφόρε, ἀσκητὰ Γεώργιε, Πόντου ἐκβλάστημα.
Εἰρηνεύειν
τὸν βίον σῇ δαψιλεῖ χάριτι, τῶν πολεμουμένων τρισμάκαρ, ὁ τὸν εἰρήναρχον,
ὁμολογήσας Χριστόν, καὶ δι’ Αὐτὸν ὑπομείνας, φυλακὴν καὶ βάσανον, Πάτερ Γεώργιε.
Θεοτοκίον.
Οὐρανῶν
ὑπερτέρα Σῶν οἰκετῶν φρόνημα, Κεχαριτωμένη Κυρίου, Μῆτερ οὐράνωσον, τῶν
ἀνυμνούντων λαμπρῶς, τὰς ἀρετὰς Γεωργίοπυ, Δράμας τοῦ κοσμήτορος, καὶ
ἀντιλήπτορος.
Ἁγίασον,
πιστῶν χορείας τιμώσας σε κατὰ χρέος, εὐγεώργητον ὡς ἀγρὸν Γεώργιε νήψεως,
εὐχῆς ἀσιγήτου καὶ ἀπαθείας.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πατέρων σεπτῶν τῆς πίστεως
θησαύρισμα, ψυχῶν ἀπλανὲς οἰακοστρόφε σκήνωμα, εὐπρεπὲς τῆς χάριτος, καὶ
νεόδμητε πύργε συνέσεως, ὑπὲρ ἡμῶν δυσώπει ἐκτενῶς, Χριστὸν τὸν φιλάνθρωπον
Γεώργιε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σωφροσύνης κειμήλιον, καὶ
λαμπρὸν παλάτιον ὁσιότητος, σωφρονεῖν ἡμᾶς ἀξίωσον, ἐπικαλουμένους σε Γεώργιε.
Ἰσχυροὺς τὸν ἀλάστορα,
πολεμῆσαι πάντας ἡμᾶς ἀνάδειξον, ὁ αὐτοῦ τὰ πανουργεύματα, λύσας σαῖς ἀσκήσεσι
Γεώργιε.
Εὐσυμπάθητον Κύριον,
δυσωπεῖν μὴ παύσῃ ἀεὶ Γεώργιε, ὑπὲρ πάντων τῶν ὑμνούντων σε, ὡς Ὁσίων νέον
σεμνολόγημα.
Θεοτοκίον.
Ἐκ τοῦ ὕψους τῆς δόξης Σου,
πάντας περιφρούρει τοὺς ἀνυμνοῦντάς Σε, καὶ περίσκεπε καὶ φύλαττε, πρόσφυγας
τοὺς Σοὺς Θεογεννήτρια.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕμνοις σε φαιδροῖς,
καταστέφοντες λειψάνων σου, προσκυνοῦμεν χαριτόβρυτον σορόν, ἐν Μονῇ τῆς
Ἀναλήψεως Γεώργιε.
Λύπης τὴν ἀχλύν, καὶ σκοτόμαιναν
τῶν θλίψεων, διασκέδασον αὐγαῖς σῶν προσευχῶν, σέλας νέων ἀσκητῶν σεμνὲ
Γεώργιε.
Ὅσιε Χριστοῦ, θαυματόβρυτε
Γεώργιε, καταπράϋνον παθῶν ἡμᾶς ὁρμάς, χαμαιζήλων, τῶν ἐκθύμως μελῳδούντων σε.
Θεοτοκίον.
Γῆθεν πρὸς νομάς, οὐρανοῦ
ἡμᾶς ἀνάγαγε, τοὺς προστρέχοντας τῇ Σῇ ἐπισκοπῇ, καὶ πρεσβείᾳ ἀγλαὴ
Θεογεννήτρια.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπάκουσον, ἱκετῶν Γέωργιε,
τῶν θερμῶν σου καὶ παράσχου σὴν χάριν, ἑνὶ ἑκάστῳ τῶν ἀσπαζομένων, τὴν τῶν
λειψάνων σου θήκην τὴν πάνσεπτον, ἐν Ἀναλήψεως Μονῇ, ἣν ἐκ βάθρων ἀνήγειρας
Ὅσιε.
Ἰάσεων, κρήνη ὤφθης
ἄφθονος, ἐν ζωῇ καὶ μετὰ πότμον θεόφρον, ὁ ἰατρός, τῶν ψυχῶν καὶ σωμάτων, τῶν
Δραμινῶν ἀσθενούντων Γεώργιε, καὶ τῶν σπευδόντων εὐσεβῶν, πανταχόθεν τῇ θείᾳ
σου χάριτι.
Ἡ θήκη σου, τῶν ὀστέων
πέφηνε, μυροθύκη πανευώδης θαυμάτων, καὶ ἁγιάσματος κρήνη τοῖς πόθῳ, καὶ
κατανύξει ψυχῆς προσπελάζουσιν, αὐτῇ Ὁσίων καλλονή, καὶ Ποντίων περίβλεπτον
καύχημα.
Θεοτοκίον.
Μνημόνευε, τῶν
μακαριζόντων, Θεοτόκε εἰς αἰῶνας αἰώνων, καὶ Γεωργίου Ὁσίου τὴν μνήμην,
ἐπιτελούντων τοῦ Δράμας ἀκέστορος, καὶ Ἀναλήψεως Μονῆς, ταχινοῦ ἀρωγοῦ καὶ
συλλήπτορος.
Ἁγίασον,
πιστῶν χορείας τιμώσας σε κατὰ χρέος, εὐγεώργητον ὡς ἀγρὸν Γεώργιε νήψεως,
εὐχῆς ἀσιγήτου καὶ ἀπαθείας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀργυρουπόλεως ἔνθεον
βλάστημα, καὶ Γεωργίας σεπτὸν ἐνδιαίτημα, ὁ ἐν τῇ Δράμᾳ ἀσκήσας ὡς ἄσαρκος, καὶ
ἁγιάσας Μονὴν Ἀναλήψεως, ἡμῶν ταχὺς ἴσθι φύλαξ Γεώργιε.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ
Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ
λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος,
οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ
πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ,
ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς
ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα
ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε.
Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι,
καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς
πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε·
ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν
με ὁ Θεός...
Ὄλβε πολυτίμητε, τοῦ
πανσθενοῦς Παρακλήτου, ἀσκητὰ Γεώργιε, Δράμας φύλαξ ἄγρυπνε ὁ ἐν ἔτεσι, λόγοις
καὶ πράξεσι, λάμψας τοῖς ἐσχάτοις, ὡς ἀστὴρ ἀειλαμπέστατος, καὶ ἀμαρύγμασι, τῶν
ἀσκητικῶν παλαισμάτων σου, φωτίσας τῶν προσφύγων σου, τὰς ψυχὰς παθῶν πόῤῥω
δίωξον, ζόφωσιν φωσφόρε, δομῆτορ Ἀναλήψεως Μονῆς, ὁ πᾶσιν νέμων ἰάματα, τοῖς
ἀνευφημοῦσί σε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀσκητὰ ἐλεῆμον προσφορᾶς
ἐκμαγεῖον πρὸς χρείας ἔχοντας, Γεώργιε ἀγάπης, καὶ συμπαθείας κέρας, σοὺς
ἱκέτας ἀξίωσον, κατανοεῖν ἐνδῶν, ἀνάγκας καὶ πενήτων.
Σωφροσύνης ταμεῖον καὶ
συνέσεως βάθρον σεπτὲ Γεώργιε, ὑπέμεινας βασάνους, πολλὰς ἐν Γεωργίᾳ, δι’
ἀγάπην τοῦ Κτίσαντος, ᾯ καὶ πρεσβεύεις θερμῶς, ὑπὲρ τῶν ἱκετῶν σου.
Ὁδηγὸς πλανωμένων σταθηρὸς
καὶ ἰθύντωρ πιστῶν πρὸς θέωσιν, ὀφθεὶς ἐχειράγωγεις, λαὸν πρὸς σωτηρίαν, ὑπὲρ
οὗ νῦν τὸν Κύριον, ἐκδυσωπεῖς ἐκτενῶς, Γεώργιε παμμάκαρ.
Θεοτοκίον.
Ὑπερόπτας προσύλων τοὺς
οἰκέτας Σου δεῖξον Θεογεννήτρια, καὶ ζηλωτὰς ἀῤῥεύστων, Γεώργιος ὁ θεῖος, ἅπερ
ἄρτι ἐζήλωσεν, ὁ ἀσκητὴς ὁ σοφός, Ταξιαρχῶν τῆς Δράμας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοαῖς ἱδρώτων, καὶ
ἀειῤῥύτων δακρύων, ὁ ἐκπλύνας στολὴν τῆς ψυχῆς σου, πλῦνόν μου καρδίας, Γεώργιε
τὸν ῥύπον.
Ἀσθενειῶν μου, ταχὺ
ἀπέλασον ἄλγος, ταχινὲ ἰατρὲ ἀσθενούντων, σοὶ καταφευγόντων, Γεώργιε ἐν νόσοις.
Ναὲ χαρίτων, τοῦ Παρακλήτου
τὰ βάθη, καρδιῶν ὁ γινώσκων κοπρίας, κάθαρον παθῶν με, Γεώργιε βοῶ σοι.
Θεοτοκίον.
Οὐρανοδρόμον, ὑπόδειξόν μοι
πορείαν, Θεοτόκε τῷ Σὲ ἀνυμνοῦντι, ὡς πιστῶν ἁπάντων, ἰθύντειραν πρὸς πόλον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Θαυμάτων μυροθήκη, πέλει
σῶν λειψάνων, ἡ χαριτόβρυτος θήκη Γεώργιε, ἣν εὐλαβῶς προσκυνοῦντές σε
μακαρίζομεν.
Εὐχαῖς σου ἀσιγήτοις, σκέπε
σοὺς ἱκέτας, οὓς οὐρανόθεν ἀεὶ ἐπισκίαζε, σημειοφόρε Ὁσίων φανὲ Γεώργιε.
Ναὲ ἡγιασμένε, ἀρετῆς
νηστείας, σκληραγωγίας εὐχῆς καὶ χρηστότητος, ὑπὲρ ἡμῶν ἐκδυσώπει Χριστὸν
Γεώργιε.
Θεοτοκίον.
Χαρᾶς ἡμῶν καρδίας, πλῆσον
Θεοτόκε, νῦν Γεωργίου τιμώντων τὰ σκάμματα, καὶ ὁλοθύμως Παρθένε μακαριζόντων
Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ
ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις ταπεινώσεως
λαμπηδών, χαίροις ἐναρέτου, πολιτείας ὁ ἀκρεμών, χαίροις τῶν Ὁσίων, Πατέρων
κοσμιότης, τῶν ἄρτι ἐκλαμψάντων, μάκαρ Γεώργιε.
Κτίτορ Ἀναλήψεως τῆς Μονῆς,
τῆς σεπτῆς ἐν Δράμᾳ, ὁ ἀσκήσει καὶ προσευχῇ, θεωθεὶς ἀρτίως, Γεώργιε ἀξίως,
παντοίων ἰαμάτων, χάριν ἀπείληφας.
Χαίροις Πόντου ἔρνος
νεοθαλές, χαίροις ἴον Δράμας, μυροβόλον καὶ εὐανθές, χαίροις μυροθήκη, Γεώργιε
θαυμάτων, Χριστὸν τῶν ἀγαπώντων, θεῖον κιννάμωμον.
Σκέπε τὰς χορέιας
μοναζουσῶν, τῆς σεπτῆς Μονῆς σου, Ἀναλήψεως τοῦ Χριστοῦ, ἀσκουμένων κλέος,
Γεώργιε τῶν νέων, καὶ ῥύου σοὺς ἱκέτας, πόνων καὶ θλίψεων.
Θήκην προσκυνοῦντες τὴν
ἱεράν, σῶν σεπτῶν λειψάνων, τὴν ὑπάρχουσαν θαυμαστῶς, ἰαμάτων κρήνην, σὲ
ἀνυμνολογοῦμεν, Γεώργιε Ὁσίων, νέων καλλώπισμα.
Πάντας καταξίωσον τῆς σὺν
σοί, χαρμονῆς ἐν πόλῳ, καὶ ἀφθίτου ἐν οὐρανοῖς, εὐφροσύνης μάκαρ, Γεώργιε
Πατέρων, τῶν νευαγῶν ἀκρότης, καὶ γέρας πάντιμον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Φύλαξ, Ἀναλήψεως Μονῆς,
ἄγρυπνε καὶ Δράμας ἀκέστορ, νεοφανὲς ἀσκητά, χάριτος Γεώργιε, λαμπτὴρ φανότατε,
καὶ ἰάσεων χείμαῤῥε, τοὺς σοὶ προσιόντας, ῥῦσαι βλάβης ὄφεως, κινδύνων θλίψεων,
πόνων, καὶ στενώσεων ὄμβρῳ, τῶν δεήσεών σου πρὸς Κτίστην, καὶ Θεὸν ἡμῶν τὸν
εὐσυμπάθητον.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
πηγή: voutsinasilias.blogspot.gr
.jpg)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου