Ευλογημένη πνευματική περιήγηση

Σάββατο 4 Ιουλίου 2015

ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ ΕΓΚΩΜΙΑ

ΕΓΚΩΜΙΑ ΤΟΥ ΑΓΙΟΥ. [Κατὰ τὸ Αἱ γενεαὶ πᾶσαι].
 
Αἱ γενεαὶ πᾶσαι, μεγαλύνομέν σε, Χριστοῦ τὸν Ἱεράρχην.
Τῆς Κρήτης ποιμενάρχης, ὑπὸ Θεοῦ ἐχρίσθης, Ἀνδρέα θεοῤῥῆμον.
ώρταζε ἡ Κρήτη, τὴν μνήμην σοῦ ποιμένος, Ἀνδρέου τοῦ πανσόφου.
ρχιερεὺς τῆς Κρήτης, φρουρός τε ταύτης, Πάτερ, ὑπὸ Θεοῦ ἐδόθης.
Μνήμην σου τοὺς τελοῦντας, καὶ σὲ τιμῶντας πόθῳ, φύλαττε ἐκ κινδύνων.
Ἀνδρέα Θεομήτωρ, ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν σὲ τιμώντων.
Τὴν ποίμνην σου Ἀνδρέα, περίσῳζε λιταῖς σου, ἐκ πάσης ἐπηρείας.
Κατέλιπες Ἀνδρέα, μέλη πολλὰ καὶ λόγους, Χριστοῦ τῇ Ἐκκλησίᾳ.
νύμνησον Παρθένον, Ἁγίων τε τοὺς πλείστους, οἷς νῦν συνεπαγάλλει.
Τὴν Κρήτην περιφρούρει, ὡς ποιμενάρχης ταύτης, Ἀνδρέα, σαῖς πρεσβείαις.
βρύνεται ἡ Κρήτη, σὲ σχοῦσα Ποιμενάρχην, Ἀνδρέα καὶ προστάτην.
Τῶν διδασκάλων Πάτερ, ἐκλόγιον ἐδείχθης, καὶ κλέος ὦ Ἀνδρέα.
Τῆς Ἐκκλησίας Πάτερ, μέγας φωστὴρ ἐφάνης, Ἀνδρέα θεοκῆρυξ.
Μὴ παύσῃς ἱκετεύων, τὸν Λυτρωτὴν τοῦ κόσμου, ὑπὲρ ἡμῶν Ἀνδρέα.
Δόξα. Τριαδικόν.
Τριὰς Ἁγία, πρεσβείαις τοῦ Ἀνδρέου, σῶσον ἡμᾶς πάντας.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένε Θεοτόκε, μετὰ τοῦ Ἱεράρχου, ὑπὲρ ἡμῶν δυσώπει.



                                πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου