Ακολουθία του Μεγάλου Κανόνος
ΤΗΝ ΠΕΜΠΤΗ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ
ΨΑΛΛΟΜΕΝ ΤΗΝ ΚΑΤΑΝΥΚΤΙΚΗΝ ΑΚΟΛΟΥΘΙΑΝ
ΤΟΥ ΜΕΓΑΛΟΥ ΚΑΝΟΝΟΣ
Ψάλλεται μετά τοῦ στίχου: Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
ΚΑΝΩΝ Ο ΜΕΓΑΣ
ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ.
Ὠδὴ α´. Ἦχος πλ. β'. Ὁ Εἱρμὸς.
«Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός,
καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν,
ἐνδόξως γὰρ δεδόξασται». (Δίς)
Πόθεν ἄρξομαι θρηνεῖν, τὰς τοῦ ἀθλίου μου βίου πράξεις;
ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τῇ νῦν θρηνωδίᾳ;
ἀλλ᾽ ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν.
Δεῦρο τάλαινα ψυχή, σὺν τῇ σαρκί σου τῷ πάντων Κτίστῃ,
ἐξομολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας,
καὶ προσάγαγε Θεῷ, ἐν μετανοίᾳ δάκρυα.
Τὸν πρωτόπλαστον Ἀδάμ, τῇ παραβάσει παραζηλώσας,
ἔγνων ἐμαυτόν, γυμνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου,
Βασιλείας καὶ τρυφῆς, διὰ τὰς ἁμαρτίας μου.
Οἴμοι τάλαινα ψυχή! τὶ ὡμοιώθης τῇ πρώτῃ Εὔᾳ;
εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου,
καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως.
Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητὴ μοὶ κατέστη Εὔα,
ὁ ἐν τῇ σαρκί, ἐμπαθὴς λογισμός, δεικνὺς τὰ ἡδέα,
καὶ χορτάζων με ἀεί, τῆς ἰοβόλου βρώσεως.
Ἐπαξίως τῆς Ἐδέμ, προεξεῤῥίφη ὡς μὴ φυλάξας,
μίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάμ, ἐγὼ δὲ τὶ πάθω,
ἀθετῶν διαπαντὸς τὰ ζωηρά σου λόγια;
Τὴν τοῦ Κάϊν ὑπελθῶν, μιαιφονίαν τῇ προαιρέσει,
γέγονα φονεύς, συνειδότι ψυχῆς, ζωώσας τὴν σάρκα,
καὶ στρατεύσας κατ' αὐτῆς, ταις πονηραῖς μου πράξεσι.
Τήν τοῦ Ἄβελ Ἰησοῦ, οὐχ ὡμοιώθην δικαιοσύνη,
δῶρά σοὶ δεκτά, οὐ προσῆξα ποτέ, οὐ πράξεις ἐνθέους,
οὐ θυσίαν καθαράν, οὐ βίον ἀνεπίληπτον.
Ὡς ὁ Κάϊν καὶ ἡμεῖς, ψυχὴ ἀθλία τῷ πάντων Κτίστῃ,
πράξεις ῥυπαράς, καὶ θυσίαν ψεκτήν, καὶ ἄχρηστον βίον,
προσηγάγομεν ὁμοῦ, διὸ καὶ κατεκρίθημεν.
Τὸν πηλὸν ὁ κεραμεύς, ζωοπλαστήσας ἐνέθηκάς μοι,
σάρκα καὶ ὀστᾶ, καὶ πνοὴν καὶ ζωήν.
Ἀλλ᾽ ὦ Ποιητά μου, Λυτρωτά μου καὶ Κριτὰ μετανοοῦντα δέξαι με.
Ἐξαγγέλλω σοὶ Σωτήρ, τὰς ἁμαρτίας ἃς εἰργασάμην,
καὶ τὰς τῆς ψυχῆς, καὶ σαρκός μου πληγάς, ἃς μοὶ ἔνδον ἐχθροί,
μιαιφόνοις λογισμοῖς, λῃστρικῶς ἐναπέθηκαν.
Εἰ καὶ ἥμαρτον Σωτήρ, ἀλλ᾽ οἶδα ὅτι φιλάνθρωπος εἶ,
πλήττεις συμπαθῶς, καὶ σπλαγχνίζῃ θερμῶς, δακρύοντα βλέπεις,
καὶ προστρέχεις ὡς Πατήρ, ἀνακαλῶν τόν Ἄσωτον.
Ἐῤῥιμμένον μὲ Σωτήρ, πρὸ τῶν θυρῶν σου κἄν ἐν τῷ γήρει,
μὴ μὲ ἀποῤῥίψῃς εἰς Ἅδου κενόν, ἀλλὰ πρὸ τοῦ τέλους,
ὡς φιλάνθρωπός μοι δός, παραπτωμάτων ἄφεσιν.
Τὴν οὐσίαν μου Σωτήρ, καταναλώσας ἐν ἀσωτίᾳ, ἔρημός εἰμι,
ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω.
Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, προφθάσας σὺ με οἴκτειρον.
Ὁ λησταῖς περιπεσῶν, ἐγὼ ὑπάρχων τοῖς λογισμοῖς μου,
ὅλως ὑπ᾽ αὐτῶν τετραυμάτισμαι νῦν, ἐπλήσθην μωλώπων,
ἀλλ᾽ αὐτὸς μοὶ ἐπιστάς, Χριστὲ Σωτὴρ ἰάτρευσον.
Ἱερεύς με προϊδῶν, ἀντιπαρῆλθε, καὶ ὁ Λευϊτης,
βλέπων ἐν δεινοῖς, ὑπερεῖδε γυμνόν, ἀλλ᾽ ὁ ἐκ Μαρίας,
ἀνατείλας Ἰησοῦς, σὺ ἐπιστὰς μὲ οἴκτειρον.
Ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων πάντων τὰς ἁμαρτίας,
ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,
καὶ ὡς εὔσπλαγχνός μοὶ δός, δάκρυα κατανύξεως.
Μετανοίας ὁ καιρός, προσέρχομαί σοὶ τῷ Πλαστουργῷ μου,
Ἆρον τὸν κλοιὸν ἀπ᾽ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,
καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.
Μὴ βδελύξῃ με Σωτήρ, μὴ ἀποῤῥίψῃς τοῦ σοῦ προσώπου,
ἆρον τὸν κλοιόν, ἀπ᾽ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,
καὶ ὡς εὔσπλαγχνός μοὶ δός, παραπτωμάτων ἄφεσιν.
Τὰ ἑκούσια Σωτήρ, καὶ τὰ ἀκούσια πταίσματά μου,
καὶ τὰ φανερά, καὶ κρυπτὰ καὶ γνωστά, καὶ ἄγνωστα πάντα,
συγχωρήσας ὡς Θεός, ἱλάσθητι, καὶ σῶσόν με.
Ἐκ νεότητος Σωτὴρ τὰς ἐντολάς σου παρωθησάμην,
ὅλον ἐμπαθῶς, ἀμελῶν ῥᾳθυμῶν, παρῆλθον τὸν βίον,
διὸ κράζω σοὶ Σωτήρ, κἄν ἐν τῷ τέλει, σῶσόν με.
Τὴν οὐσίαν τῆς ψυχῆς, καταναλώσας τῇ ἁμαρτίᾳ,
ἔρημός εἰμι ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω,
ὁ ἐλέους χορηγός, προφθάσας σὺ με οἴκτειρον.
Σοὶ προσπίπτω Ἰησοῦ, ἡμάρτηκά σοὶ, ἱλάσθητί μοί,
ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,
καὶ ὡς εὔσπλαγχνος Θεός, μετανοοῦντα δέξαι με.
Μὴ εἰσέλθης μέτ' ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα,
λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμῶν, ἄλλ᾽ ἐν οἰκτιρμοῖς σου,
παρορῶν μου τὰ δεινά, σῶσόν με Παντοδύναμε.
Ἕτερος Κανών
τῆς Ὁσίας Μαρίας τῆς Αἰγυπτίας,
εἰς τόν αὐτόν Ἦχον καί Εἱρμόν, οὗ ἡ Ἀκροστιχίς.
Σύ ἡ ὁσία Μαρία βήθει.
Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὴν μοὶ δίδου φωταυγῆ, ἐκ θείας ἄνωθεν προμηθείας,
χάριν ἐκφυγεῖν, τῶν παθῶν σκοτασμόν, καὶ ᾆσαι προθύμως,
τοῦ σοῦ βίου τὰ τερπνά, Μαρία διηγήματα.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑποκύψασα Χριστοῦ, τοὶς θείοις νόμοις, τούτω προσῆλθες,
τὰς τῶν ἡδονῶν ἀκαθέκτους ὁρμᾷς, λιποῦσα καὶ πᾶσαν,
ἀρετὴν πανευλαβῶς, ὡς μίαν ἑκατώρθωσας.
Τοῦ Ἁγίου Ἀνδρέου
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱκεσίαις σου ἡμᾶς, Ἀνδρέα ῥῦσαι παθῶν ἀτίμων,
καὶ τῆς βασιλείας, νῦν Χριστοῦ κοινωνούς, τοὺς πίστει καὶ πόθῳ,
ἀνυμνούντάς σε κλεινέ, ἀνάδειξον δεόμεθα.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι
Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ἆρον τὸν κλοιόν,
ἀπ᾽ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,
καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων,
ᾆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας,
καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.
Ὠδὴ β'. Ὁ Εἱρμὸς.
«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν,
τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημησαντα». (Δίς)
Τροπάρια
Πρόσεχε, οὐρανέ, καὶ λαλήσω. γῆ ἐνωτίζου φωνῆς,
μετανοούσης Θεῷ, καὶ ὑμνούσης αὐτόν.
Πρόσχες μοι, ὁ Θεὸς ὡς οἱκτίρμων, ἱλέῳ ὄμματί σου,
καὶ δέξαι μου, τὴν θερμὴν ἐξομολόγησιν.
Ἡμάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους, μόνος ἡμάρτηκά σοι.
ἀλλ' οἴκτειρον ὡς Θεός, Σωτὴρ τὸ ποίημά σου.
Ζάλη με, τῶν κακῶν περιέχει, ἀλλὰ εὐσπλάγχνῳ ῥοπῇ
καθὼς τῷ Πέτρῳ κᾀμοί, τὴν χεῖρα ἔκτεινον.
Δάκρυα, ὡς ἡ Πόρνη Οἰκτίρμον, προβάλλομαί σοι Χριστέ.
Ἱλάσθητί μοι Σωτήρ, τῇ εὐσπλαγχνίᾳ σου.
Ἠμαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταὶς τῶν παθῶν ἡδοναίς,
καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα.
Διέῤῥηξα, τὴν στολήν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοι,
ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός.
Ἐνδέδυμαι, διεῤῥηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοί,
ὁ ὄφις τῇ συμβουλῇ, καὶ καταισχύνομαι.
Προσέβλεψα, τοῦ φυτοῦ τὸ ὡραῖον, καὶ ἡπατήθην τὸν νοῦν,
καὶ ἔνθεν κεῖμαι γυμνός, καὶ καταισχύνομαι.
Ἐτέκταινον, ἐπὶ τὸν νῶτόν μου πάντες, οἱ ἀρχηγοὶ τῶν παθῶν,
μακρύνοντες κατ' ἐμοῦ τὴν ἀνομίαν αὐτῶν.
Ἀπώλεσα, τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν μου,
καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.
Κατέῤῥαψε, τοὺς δερματίνους χιτῶνας, ἡ ἁμαρτία κᾀμοί,
γυμνώσασά με τῆς πρίν, θεοϋφάντου στολῆς.
Περίκειμαι, τὸν στολισμὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς,
εἰς ἔλεγχον τῶν ἐμῶν, αὐτεξουσίων παθῶν.
Ἐστόλισμαι, κατεστιγμένον χιτῶνα, καὶ ᾑμαγμένον αἰσχρῶς,
τῇ ῥύσει τῆς ἐμπαθοῦς, καὶ φιληδόνου ζωῆς.
Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατεῤῥύπωσα,
τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν.
Ὑπέπεσα, τῇ τῶν παθῶν ἀλγηδόνι, καὶ τῇ ἐνύλῳ φθορᾶ.
καὶ ἔνθεν νῦν ὁ ἐχθρός, καταπιέζει με.
Φιλόϋλον, καὶ φιλοκτήμονα βίον, τῆς ἀκτησίας Σωτήρ,
προκρίνας νῦν τὸν βαρύν, κλοιὸν περίκειμαι.
Ἐκόσμησα, τὸν τῆς σαρκὸς ἀνδριάντα, τη τῶν αἰσχρῶν λογισμῶν,
ποικίλῃ περιβολή, καὶ κατακρίνομαι.
Τῆς ἔξωθεν, ἐπιμελῶς εὐκοσμίας, μόνης ἐφρόντισα,
τῆς ἔνδον ὑπεριδῶν, θεοτυπώτου σκηνῆς.
Μορφώσας μου, τὴν τῶν παθῶν ἀμορφίαν,
ταῖς φιληδόνοις ὁρμαῖς, ἐλυμῃνάμην τοῦ νοῦ τὴν ὡραιότητα.
Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοῖς πάθεσιν.
ἀλλ' ὡς ποτὲ τὴν δραχμήν, ἀναζητήσας εὑρέ.
Ἡμάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοι, μόνος ἡμάρτηκά σοι.
ὡς μύρον δέχου Σωτὴρ κᾀμοῦ τὰ δάκρυα.
Ὠλίσθησα, ὡς ὁ Δαυΐδ ἀκολάστως, καὶ βεβορβόρωμαι,
ἀλλ' ἀποπλύναις κᾀμέ, Σωτὴρ τοῖς δάκρυσι.
Ἱλάσθητι, ὡς ὁ Τελώνης βοῶ σοί, Σῶτερ ἱλάσθητί μοι.
οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάμ, ὡς ἐγὼ ἥμαρτέ σοι.
Οὐ δάκρυα, οὐδὲ μετάνοιαν ἔχω, οὐδὲ κατάνυξιν.
αὐτὸς μοι ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.
Τὴν θύραν σου, μὴ ἀποκλείσῃς μοι τότε, Κύριε, Κύριε.
ἀλλ' ἄνοιξόν μοι αὐτὴν μετανοοῦντί σοι.
Φιλάνθρωπε, ὁ πάντας θέλων σωθῆναι, σὺ ἀνακαλέσαί με,
καὶ δέξαι ὡς ἀγαθός, μετανοοῦντά με.
Ἐνώτισαι, τοὺς στεναγμοὺς τῆς ψυχῆς μου,
καὶ τῶν ἐμῶν ὀφθαλμῶν, προσδέχου τοὺς σταλαγμούς. Σωτὴρ καὶ σῶσόν με.
Θεοτοκίον.
Ἄχραντε, Θεοτόκε Παρθένε, μόνη πανύμνητε,
ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἱρμὸς ἄλλος.
«Ἴδετε ἴδετε, ὅτι ἐγὼ εἰμι Θεός, ὁ μάννα ἑπομβρήσας,
καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου,
τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐμῇ».
Ἴδετε ἴδετε, ὅτι ἐγὼ εἰμι Θεός. ἐνωτίζου ψυχή μου,
τοῦ Κυρίου βοῶντος. καὶ ἀποσπάσθητι τῆς πρώτης ἁμαρτίας,
καὶ φοβοῦ ὡς δικαστήν, καὶ ὡς κριτὴν καὶ Θεόν.
Τίνι ὡμοιώθης, πολυαμάρτητε ψυχή; εἴ μὴ τῷ πρώτῳ Κάϊν,
καὶ τῶ Λάμεχ ἐκείνῳ, λιθοκτονήσασα τὸ σῶμα κακουργίαις,
καὶ κτείνασα τὸν νοῦν, ταις παραλόγοις ὁρμαις.
Πάντας τοὺς πρὸ νόμου, παραδραμοῦσα ὦ ψυχή, τῷ Σὴθ οὐχ ὡμοιώθης,
οὐ τὸ Ἐνὼς ἐμιμήσω,οὐ τὸν Ἐνὼχ τῇ μεταθέσει, οὐ τὸν Νῶε.
ἀλλ' ὤφθης πενιχρά, τῆς τῶν δικαίων ζωῆς.
Μόνη ἐξήνοιξας, τοὺς κατάῤῥάκτας τῆς ὀργῆς, τοῦ Θεοῦ σου ψυχή μου,
καὶ κατέκλυσας πᾶσαν, ὡς γῆν τὴν σάρκα, καὶ τὰς πράξεις, καὶ τὸν βίον.
καὶ ἔμεινας ἐκτός, τῆς σωστικῆς Κιβωτοῦ.
Ἄνδρα ἀπέκτεινα, φησίν, εἰς μώλωπα ἐμοί, καὶ νεανίσκον εἰς τραῦμα,
Λάμεχ θρηνῶν ἐβόα. σὺ δὲ οὐ τρέμεις ὦ ψυχή μου,
ῥυπωθεῖσα, τὴν σάρκα καὶ τὸν νοῦν, κατασπιλώσασα.
Ὧ πῶς ἐζήλωσα, Λάμεχ τὸν πρώην φονευτήν, τὴν ψυχὴν ὥσπερ ἄνδρα,
τὸν νοῦν ὡς νεανίσκον, ὡς ἀδελφόν μου δέ μου τὸ σῶμα ἀποκτείνας,
ὡς Κάϊν ὁ φονεύς, ταῖς φιληδόνοις ὁρμαῖς!
Πύργον ἐσοφίσω, οἰκοδομῆσαι, ὦ ψυχή, καὶ ὀχύρωμα πῆξαι,
ταῖς σαῖς ἐπιθυμίαις, εἰ μὴ συνέχεεν ὁ Κτίστης τὰς βουλάς σου,
καὶ κατέαξεν εἰς γῆν, τὰ μηχανήματά σου.
Τέτρωμαι, πέπληγμαι. ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ, τὰ καταστίξαντά μου,
τὴν ψυχὴν καὶ τὸ σῶμα. ἰδοὺ τὰ τραύματα, τὰ ἕλκη, αἱ πυρώσεις,
δηλοῦσι τὰς πληγάς, τῶν αὐθαιρέτων μου παθῶν.
Έβρεξε Κύριος, παρὰ Κυρίου πῦρ ποτέ, ἀνομίαν ὀργῶσαν,
πυρπολήσας Σοδόμων. σὺ δὲ τὸ πῦρ ἐξέκαυσας τὸ τῆς γεέννης,
ἐν ᾧ μέλλεις ψυχή, συγκατακαίεσθαι πικρῶς.
Γνῶτε καὶ ἴδετε, ὅτι ἐγὼ εἰμι Θεός, ὁ ἐρευνῶν καρδίας,
καὶ κολάζων ἐννοίας, ἐλέγχων πράξεις, καὶ φλογίζων ἁμαρτίας,
καὶ κρίνων ὀρφανόν, καὶ ταπεινὸν καὶ πτωχόν.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἥπλωσας χεῖράς σου, πρὸς τὸν οἰκτίρμονα Θεόν, Μαρία ἐν ἀβύσσῳ,
κακῶν βυθιζομένη. καὶ ὡς τῶ Πέτρῳ φιλανθρώπως χεῖρα βοηθείας,
ἐξέτεινε τὴν σήν, ἐπιστροφὴν πάντων ζητῶν.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅλῃ προθυμίᾳ, πόθῳ προσέδραμες Χριστῶ, τὴν πρὶν τῆς ἁμαρτίας,
ὁδὸν ἀποστραφεῖσα, καὶ ἐν ἐρήμοις ταῖς ἀβάτοις τρεφομένη,
καὶ τούτου καθαρῶς, τελοῦσα θείας ἐντολάς.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἴδωμεν ἴδωμεν, φιλανθρωπίαν ὦ ψυχή, τοῦ Θεοῦ καὶ Δεσπότου.
διὰ τοῦτο πρὸ τέλους, αὐτῷ σὺν δάκρυσι, προσπέσωμεν βοῶντες.
Ἀνδρέου ταῖς λιταῖς, Σῶτερ ἐλέησον ἡμᾶς.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ἄναρχε ἄκτιστε, Τριὰς ἀμέριστε Μονάς, μετανοοῦντά με δέξαι,
ἡμαρτηκότα σῶσον. σὸν εἰμι πλάσμα, μὴ παρίδῃς,
ἀλλὰ φεῖσαι καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης με.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων,
καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα καὶ Κτίστην καὶ Υἱόν σου,
ἰλέωσαι κᾀμοί, ταὶς ἱκεσίαις ταῖς σαῖς.
Ὠδὴ γ'. Ὁ Εἱρμὸς.
«Ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου,
τὴν Ἐκκλησίαν σου στερέωσον».
Τροπάρια.
Πῦρ παρὰ Κυρίου ψυχή, Κύριος ἐπιβρέξας,
τὴν γῆν Σοδόμων πρὶν κατέφλεξεν.
Εἰς τὸ ὄρος σώζου ψυχή, ὥσπερ ὁ Λὼτ ἐκεῖνος,
καὶ εἰς Σηγὼρ προανασώθητι.
Φεῦγε ἐμπρησμὸν ὦ ψυχή, φεῦγε Σοδόμων καῦσιν,
φεῦγε φθορὰν θείας φλογώσεως.
Ἐξομολογοῦμαί σοὶ Σωτήρ. Ἥμαρτὸν ἥμαρτον σοὶ.
ἄνες ἄφες μοι, ὡς εὔσπλαγχνος.
Ἡμαρτὸν σοι μόνος ἐγώ, ἥμαρτον ὑπὲρ πάντας,
Χριστὲ Σωτὴρ μὴ ὑπερίδῃς με.
Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός. ζήτησόν με τὸν ἄρνα,
καὶ πλανηθέντα μὴ παρίδῃς με.
Σὺ εἶ ὁ γλυκὺς Ἰησοῦς, σὺ εἶ ὁ Πλαστουργός μου.
ἐν σοὶ Σωτὴρ δικαιωθήσομαι.
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ὤ Τριὰς Μονὰς ὁ Θεός, σῶσον ἡμᾶς ἐκ πλάνης,
καὶ πειρασμῶν καὶ περιστάσεων.
Θεοτοκίον.
Χαῖρε θεοδόχε Γαστήρ, χαῖρε θρόνε Κυρίου,
χαῖρε ἡ Μήτηρ τῆς ζωῆς ἡμῶν.
Ἄλλος Εἱρμὸς.
«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου,
σαλευθεῖσαν τὴν καρδίαν μου. ὅτι μόνος,
Ἅγιος ὑπάρχεις καὶ Κύριος». (Δίς)
Πηγὴν ζωῆς κέκτημαι, σὲ τοῦ θανάτου τὸν καθαιρέτην,
καὶ βοῶ σοι ἐκ καρδίας μου, πρὸ τοῦ τέλους.
Ἥμαρτον ἱλάσθητι σωσόν με.
Τοὺς ἐπὶ Νῶε Σωτήρ, ἠσελγηκότας ἐμιμησάμην,
τὴν ἐκείνων κληρωσάμενος, καταδίκην,
ἐν κατακλυσμῷ καταδύσεως.
Ἡμάρτηκα Κύριε, ἡμάρτηκά σοι ἱλάσθητί μοι,
οὐ γὰρ ἔστιν ὃς τις ἥμαρτεν, ἐν ἀνθρώποις,
ὃν οὐχ ὑπερέβην τοις πταίσμασι.
Τὸν Χὰμ ἐκεῖνον ψυχή, τὸν πατραλοίαν μιμησαμένη,
τὴν αἰσχύνην οὐκ ἐκάλυψας, τοῦ πλησίον,
ὀπισθοφανῶς ἀνακάμψασα.
Τὴν εὐλογίαν τοῦ Σήμ, οὐκ ἐκληρώσω ψυχὴ ἀθλία.
οὐ πλατεῖαν τὴν κατάσχεσιν, ὡς Ἰάφεθ,
ἔσχες ἐν τῇ γῇ τῆς ἀφέσεως.
Ἐκ γῆς Χαῤῥὰν ἔξελθε, τῆς ἁμαρτίας ψυχή μου,
δεῦρο εἰς γην ῥέουσαν ἀείζωον, ἀφθαρσίαν,
ἣν ὁ Ἀβραὰμ ἐκληρώσατο.
Τὸν Ἀβραὰμ ἤκουσας, πάλαι ψυχή μου καταλιπόντα,
γῆν πατρώαν, καὶ γενόμενον, μετανάστην,
τούτου τὴν προαίρεσιν μίμησαι.
Ἐν τῇ δρυΐ τη Μαμβρῇ, φιλοξενήσας ὁ Πατριάρχης,
τοὺς Ἀγγέλους ἐκληρώσατο, μετὰ γῆρας,
τῆς ἐπαγγελίας τὸ θήραμα.
Τὸν Ἰσαὰκ τάλαινα, γνοῦσα ψυχή μου καινὴν θυσίαν,
μυστικῶς ὁλοκαρπούμενον, τῶ Κυρίῳ,
μίμησαι αὐτοῦ τὴν προαίρεσιν.
Τὸν Ἰσμαὴλ ἤκουσας, νῆφε ψυχή μου ἐκδιωχθέντα,
ὡς παιδίσκης ἀποκύημα. βλέπε μήπως,
ὅμοιόν τι πάθῃς λαγνεύουσα.
Τῇ Ἄγαρ πάλαι ψυχή, τῇ Αἰγυπτίᾳ παρωμοιώθης,
δουλωθεῖσα τὴν προαίρεσιν, καὶ τεκοῦσα, νέον Ἰσμαήλ,
τὴν αὐθάδειαν.
Τὴν Ἰακὼβ κλίμακα, ἔγνως ψυχή μου δεικνυομένην.
ἀπὸ γῆς πρὸς τὰ οὐράνια. τὶ μὴ ἔσχες,
βάσιν ἀσφαλῆ, τὴν εὐσέβειαν;
Τὸν Ἱερέα Θεοῦ, καὶ βασιλέα μεμονωμένον,
τοῦ Χριστοῦ τὸ ἀφομοίωμα, τοῦ ἐν κόσμῳ,
βίου ἐν ἀνθρώποις μιμήθητι.
Μὴ γένῃ στήλη ἁλός, ψυχὴ στραφεῖσα εἰς τὰ ὀπίσω,
τὸ ὑπόδειγμα φοβείτω σε, τῶν Σοδόμων.
ἄνω εἰς Σηγὼρ διασώθητι.
Τὸν ἐμπρησμόν, ὥσπερ Λώτ, φεῦγε ψυχή μου τῆς ἁμαρτίας.
φεῦγε Σόδομα καὶ Γόμοῤῥα.
φεῦγε φλόγα, πάσης παραλόγου ὀρέξεως.
Ἐλέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοι,
ὅτε ἥξεις μέτ' Ἀγγέλων σου, ἀποδοῦναι,
πᾶσι κατ' ἀξίαν τῶν πράξεων.
Τὴν δέησιν Δέσποτα, τῶν σὲ ὑμνούντων μὴ ἀποῤῥίψης.
ἀλλ' οἰκτείρησον Φιλάνθρωπε, καὶ παράσχου,
πίστει αἰτουμένοις τὴν ἄφεσιν.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Συνέχομαι κλύδωνι, καὶ τρικυμίᾳ Μῆτερ πταισμάτων,
ἀλλ' αὐτὴ μὲ νυν διάσωσον, καὶ πρὸς ὅρμον,
θείας μετανοίας εἰσάγαγε.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰκέσιον δέησιν, νυνὶ Ὁσία προσαγαγοῦσα,
πρὸς τὴν εὔσπλαγχνον πρεσβείᾳ σου, Θεοτόκον,
ἄνοιξόν μοι θείας εἰσόδους σου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ταις σαις λιταις δώρησαι, καμοὶ τὴν λύσιν τῶν ὀφλημάτων,
ὧ Ἀνδρέα Κρήτης Πρόεδρε, μετανοίας,
σὺ μυσταγωγὸς γὰρ πανάριστος.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Μονὰς ἁπλῆ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι,
ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον,
πίστει προσκυνοῦντας τὸ κράτος σου.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεοκυῆτορ,
ἀπειράνδρως ἀπεκύησας. ξένον θαῦμα,
μείνασα Παρθένος θηλάζουσα.
Και πάλιν τὸν Εἱρμόν.
«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου,
σαλευθεῖσαν τὴν καρδίαν μου. ὅτι μόνος,
Ἅγιος ὑπάρχεις καὶ Κύριος».
Κάθισμα Ποίημα Ἰωσὴφ. Ἦχος πλ. δ' . Ἀνέστης ἐκ νεκρῶν.
Φωστῆρες θεαυγεῖς, τοῦ Σωτῆρος αὐτόπται, φωτίσατε ἡμᾶς,
τοὺς ἐν σκότει τοῦ βίου, ὅπως ὡς ἐν ἡμέρα,
νυν εὐσχημόνως περιπατήσωμεν, φέγγει τῆς ἐγκρατείας,
νυκτώδη πάθη ἀποδιώκοντες, καὶ τὰ λαμπρὰ κατίδωμεν
Χριστοῦ Παθήματα χαίροντες.
Ἕτερον, Ποίημα Θεοδώρου. Δόξα... Τὸ προσταχθὲν. Ὁ αὐτός
Τῶν Ἀποστόλων δωδεκὰς ἡ θεόλεκτος, ἱκετηρίαν τῷ Χριστῷ νῦν προσάγαγε,
τὸ Νηστείας στάδιον πάντας διανύσαι,
τελοῦντας ἐν κατανύξει τὰς προσευχάς, ποιοῦντας ἐν προθυμίᾳ τὰς ἀρετάς,
ὅπως οὕτω προφθάσωμεν, ἰδεῖν Χριστοῦ τοῦ Θεοῦ τὴν ἔνδοξον Ἀνάστασιν,
δόξαν αἶνον, προσάγοντες.
Καὶ νυν... Θεοτοκίον. Ὅμοιον
Τὸν ἀπερίληπτον Θεοῦ Υἱὸν καὶ Λόγον, ἀνερμηνεύτως ὑπὲρ νοῦν
ἐκ σοῦ τεχθέντα, Θεοτόκε ἱκέτευε σὺν τοις Ἀποστόλοις,
εἰρήνην τῇ Οἰκουμένῃ εἰλικρινῆ, βραβεύσαι, καὶ τῶν πταισμάτων δοῦναι ἡμῖν,
πρὸ τοῦ τέλους συγχώρησιν, καὶ Βασιλείας Οὐρανῶν,
δι' ἄκραν ἀγαθότητα, ἀξιῶσαι τοὺς δούλους σου.
Μετά ταῦτα ψάλλομεν τὰ ἐφεξῆς Τριώδια ἄνευ μετανοιῶν,
ἐν οἷς στιχολογοῦμεν καὶ τὴν δ’ Ὠδήν.
Τριώδιον Ποίημα Ἰωσὴφ. Ὠδὴ δ' Ἦχος πλ. δ'. Εἰσακήκοα Κύριε.
Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐγκρατείᾳ συζήσαντες, οἱ πεφωτισμένοι Χριστοῦ Ἀπόστολοι,
ἐγκρατείας τὸν καιρὸν ἡμῖν, μεσιτείαις θείαις εὐμαρίζουσι.
Δωδεκάχορδον ὄργανον, μέλος ἐκελάδησε τὸ σωτήριον,
Μαθητῶν χορὸς ὁ ἔνθεος, πονηρὰ συγχέων μελῳδήματα.
Ἑπομβρίαις τοῦ Πνεύματος, πᾶσαν τὴν ὑφήλιον κατηρδεύσατε,
τὸν αὐχμὸν ἀποδιώξαντες, τῆς πολυθεΐας Παμμακάριστοι.
Θεοτοκίον.
Ταπεινώσασα σῶσόν με, τὸν ὑψηλοφρόνως πολιτευσάμενον,
ὡς τεκοῦσα τὸν ὑψώσαντα, τὴν ταπεινωθεῖσαν φύσιν Πάναγνε.
Ἕτερον Τριώδιον. Ποίημα Θεοδώρου. Εἱρμὸς ἄλλος. Ἦχος ὁ αὐτὸς.
«Εἰσακήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην,
κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασα τὸ κράτος σου Δέσποτα».
Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀποστόλων ἡ πάνσεπτος, χοροστασία τῷ πάντων Κτίστῃ,
δυσωποῦσα παρακλήθητι, ἐλεῆσαι ἡμᾶς τοὺς ἀνευφημοῦντάς σε.
Ὡς ἐργάται ὑπάρχοντες, Χριστοῦ Ἀπόστολοι πάντα Κόσμον
θείῳ λόγῳ γεωργήσαντες, προσηγάγετε καρποὺς αὐτῷ πάντοτε.
Ἀμπελὼν ἐγενήθητε, Χριστῷ τῷ ὄντως ἠγαπημένω.
τὸν γὰρ οἶνον τὸν τοῦ Πνεύματος, ἐξεβλύσατε τῷ Κόσμῳ Ἀπόστολοι.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ὑπεράρχιε σύμμορφε, πανσθενεστάτη Τριὰς ἁγία, Πάτερ Λόγε Πνεῦμα Ἅγιον,
Θεὲ φῶς καὶ ζωή, φύλαττε τὴν ποίμνην σου.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε, χαῖρε λυχνία λαμπαδηφόρε.
χαῖρε ὄρος ἁγιάσματος. κιβωτὲ τῆς ζωῆς, Ἁγίων ἁγία σκηνή.
Τὰ τοῦ Μεγάλου Κανόνος.
Ὠδὴ δ'. Ὁ Εἱρμὸς.
«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη,
ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι
καὶ ἔλεγεν. Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην.
δόξα τῇ δυνάμει σου Κύριε». (Δίς)
Τροπάρια.
Τὰ ἔργα σου μὴ παρίδῃς, τὸ πλάσμα σου μὴ παρόψη Δικαιοκρῖτα.
εἰ καὶ μόνος ἥμαρτον ὡς ἄνθρωπος, ὑπὲρ πάντα ἄνθρωπον Φιλάνθρωπε,
ἀλλ' ἔχεις ὡς Κύριος πάντων τὴν ἐξουσίαν, ἀφιέναι ἁμαρτήματα.
Ἐγγίζει ψυχὴ τὸ τέλος, ἐγγίζει καὶ οὐ φροντίζεις, οὐχ ἑτοιμάζη.
ὁ καιρὸς συντέμνει, διανάστηθι. ἐγγὺς ἐπὶ θύραις ὁ Κριτὴς ἐστιν,
ὡς ὄναρ, ὡς ἄνθος ὁ χρόνος τοῦ βίου τρέχει. τὶ μάτην ταραττόμεθα;
Ἀνάνηψον ὦ ψυχή μου, τὰς πράξεις σου ἃς εἰργάσω ἀναλογίζου,
καὶ ταύταις ἐπ' ὄψεσι προσάγαγε, καὶ σταγόνας στάλαξον δακρύων σου.
εἰπὲ παῤῥησία τὰς πράξεις, τὰς ἐνθυμήσεις, Χριστῷ, καὶ δικαιώθητι.
Οὐ γέγονεν ἐν τῷ βίῳ, ἁμάρτημα οὐδὲ πρᾶξις, οὐδὲ κακίᾳ,
ἣν ἐγὼ Σωτὴρ οὐκ ἐπλημμέλησα, κατὰ νοῦν καὶ λόγον,
καὶ προαίρεσιν, καὶ θέσει, καὶ γνώμη, καὶ πράξει ἐξαμαρτήσας, ὡς ἄλλος οὐδεὶς πώποτε.
Ἐντεῦθεν καὶ κατεκρίθην, ἐντεῦθεν κατεδικάσθην ἐγὼ ὁ τάλας,
ὑπὸ τῆς οἰκείας συνειδήσεως, ἢς οὐδὲν ἐν κόσμῳ βιαιότερον.
Κριτὰ Λυτρωτά μου καὶ γνῶστα, φεῖσαι καὶ ῥῦσαι, καὶ σῶσόν με τὸν δοῦλόν σου.
Ἡ κλῖμαξ ἣν εἶδε πάλαι, ὁ μέγας ἐν Πατριάρχαις, δεῖγμα ψυχή μου,
πρακτικῆς ὑπάρχει ἐπιβάσεως, γνωστικῆς τυγχάνει ἀναβάσεως.
εἰ θέλεις οὖν πράξει, καὶ γνώσει καὶ θεωρίᾳ, βιοῦν ἀνακαινίσθητι.
Τὸν καύσωνα τῆς ἡμέρας, ὑπέμεινε δι' ἔνδειαν ὁ Πατριάρχης
καὶ τὸν παγετὸν τῆς νυκτὸς ἤνεγκε, καθ' ἡμέραν κλέμματα ποιούμενος, ποιμαίνων,
πυκτεύων, δουλεύων, ἵνα τὰς δύω, γυναῖκας εἰσαγάγηται.
Γυναῖκάς μοι δύω νόει, τὴν πρᾶξίν τε καὶ τὴν γνῶσιν ἐν θεωρίᾳ.
τὴν μὲν Λείαν, πρᾶξιν ὡς πολύτεκνον, τὴν Ῥαχὴλ δέ, γνῶσιν ὡς πολύπονον.
καὶ γὰρ ἄνευ πόνων, οὐ πρᾶξις, οὐ θεωρία, ψυχὴ κατορθωθήσεται.
Γρηγόρησον ὦ ψυχή μου, ἀρίστευσον ὡς ὁ μέγας ἐν Πατριάρχαις,
ἵνα κτήσῃ πρᾶξιν μετὰ γνώσεως, ἵνα χρηματίσῃς νοῦς ὁρῶν τὸν Θεόν,
καὶ φθάσῃς τὸν ἄδυτον γνόφον ἐν θεωρίᾳ, καὶ γένῃ μεγαλέμπορος.
Τοὺς δώδεκα Πατριάρχας, ὁ μέγας ἐν Πατριάρχαις παιδοποιήσας,
μυστικῶς ἐστήριξέ σοι κλίμακα, πρακτικῆς ψυχή μου ἀναβάσεως,
τοὺς παῖδας, ὡς βάθρα, τὰς βάσεις, ὡς ἀναβάσεις, πανσόφως ὑποθέμενος.
Ἡσαῦ τὸν μεμισημένον, ζηλοῦσα ψυχή, ἀπέδου τῷ πτερνιστῇ σου,
τὰ τοῦ πρώτου κάλλους πρωτοτόκια, καὶ τῆς πατρικῆς
εὐχῆς ἐξέπεσας, καὶ δὶς ἑπτερνίσθης ἀθλία, πράξει καί γνώσει. διὸ νῦν μετανόησον.
Ἐδὼμ ὁ Ἡσαῦ ἐκλήθη, δι' ἄκραν θηλυμανίας ἐπιμιξίαν.
ἀκρασίᾳ γὰρ ἀεὶ πυρούμενος, καὶ ταις ἡδοναις κατασπιλούμενος.
Ἐδὼμ ὠνομάσθη, ὃ λέγεται θερμασία, ψυχῆς φιλαμαρτήμονος.
Ἰὼβ τὸν ἐπὶ κοπρίας, ἀκούσασα ὦ ψυχή μου δικαιωθέντα,
τὴν αὐτοῦ ἀνδρείαν οὐκ ἐζήλωσας, τὸ στεῤῥὸν οὐκ ἔσχες τῆς προθέσεως,
ἐν πᾶσιν οἷς ἔγνως, οἷς οἶδας, οἷς ἐπειράσθης, ἀλλ' ὤφθης ἀκαρτέρητος.
Ὁ πρότερον ἐπὶ θρόνου, γυμνὸς νῦν ἐπὶ κοπρίας καθηλκωμένος.
ὁ πολὺς ἐν τέκνοις καὶ περίβλεπτος, ἄπαις καὶ ἀφερέοικος αἰφνίδιον.
παλάτιον γὰρ τὴν κοπρίαν, καὶ μαργαρίτας, τὰ ἕλκη ἐλογίζετο.
Βασίλειον τὴν ἀξίαν, διάδημα καὶ πορφύραν ἠμφιεσμένος,
πολυκτήμων ἄνθρωπος καὶ δίκαιος, πλούτῳ ἐπιβρίθων καὶ βοσκήμασιν,
ἐξαίφνης τὸν πλοῦτον, τὴν δόξαν, τὴν βασιλείαν, πτωχεύσας ἀπεκείρατο.
Εἰ δίκαιος ἦν ἐκεῖνος, καὶ ἄμεμπτος παρὰ πάντας, καὶ οὐκ ἀπέδρα,
τὰ τοῦ πλάνου ἔνεδρα καὶ σκάμματα, σὺ φιλαμαρτήμων οὖσα τάλαινα,
ψυχὴ τὶ ποιήσεις, ἐάν τὶ τῶν ἀδοκήτων, συμβῇ ἐπενεχθῆναί σοι;
Τὸ σῶμα κατεῤῥυπώθην, τὸ πνεῦμα κατεσπιλώθην, ὅλως ἠλκώθην.
ἀλλ' ὡς ἰατρὸς Χριστὲ ἀμφότερα, διὰ μετανοίας μοι θεράπευσον,
ἀπόλουσον, κάθαρον, πλῦνον, δεῖξον χιόνος, Σωτήρ μου, καθαρώτερον.
Τὸ Σῶμά σου καὶ τὸ Αἷμα, σταυρούμενος ὑπὲρ παντων, ἔθηκας Λόγε.
τὸ μὲν Σῶμα, ἵνα ἀναπλάσῃς με. τὸ δὲ Αἷμα, ἵνα ἀποπλύνης με,
τὸ πνεῦμα παρέδωκας, ἵνα ἐμὲ προσάξῃς, Χριστὲ τῷ σῶ Γεννήτορι.
Εἰργάσω τὴν σωτηρίαν, ἐν μέσῳ τῆς γῆς ὁ Κτίστης, ἵνα σωθῶμεν.
ἑκουσίως ξύλῳ ἀνεσταύρωσαι, ἡ Ἐδὲμ κλεισθεῖσα ἀνεώγνυτο.
τὰ ἄνω, τὰ κάτω, ἡ κτίσις, τὰ ἔθνη πάντα, σωθέντα προσκυνουσί σε.
Γενέσθω μοὶ κολυμβήθρα, τὸ Αἷμα τὸ ἐκ πλευρᾶς σου, ἅμα καὶ πόμα,
τὸ πηγάσαν ὕδωρ τῆς ἀφέσεως, ἵνα ἑκατέρωθεν καθαίρωμαι,
χριόμενος, πίνων, ὡς χρῖσμα καὶ πόμα Λόγε, τὰ ζωηρά σου λόγια.
Γυμνὸς εἰμι τοῦ Νυμφῶνος, γυμνὸς εἰμι καὶ τοῦ γάμου, ἅμα καὶ δείπνου.
ἡ λαμπὰς ἐσβέσθη ὡς ἀνέλαιος, ἡ παστὰς ἐκλείσθη μοι καθεύδοντι.
τὸ δεῖπνον ἑβρώθη. ἐγὼ δὲ χεῖρας καὶ πόδας, δεθεὶς ἔξω ἀπέῤῥιμμαι.
Κρατήρα ἡ Ἐκκλησία, ἐκτήσατο τὴν Πλευράν σου τὴν ζωηφόρον,
ἐξ ἧς ὁ διπλοῦς ἡμῖν ἐξέβλυσε, κρουνὸς τῆς ἀφέσεως καὶ γνώσεως,
εἰς τύπον τῆς πάλαι, τῆς νέας, τῶν δύο ἅμα, Διαθηκῶν Σωτὴρ ἡμῶν.
Ὁ χρόνος ὁ τῆς ζωῆς μου, ὀλίγος καὶ πλήρης πόνων καὶ πονηρίας.
ἀλλ' ἐν μετανοίᾳ μὲ παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι.
μὴ γένωμαι κτῆμα, μὴ βρώμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτὸς μὲ οἴκτειρον.
Ὑψήγορος νῦν ὑπάρχω, θρασὺς δὲ καὶ τὴν καρδίαν, εἴκῇ καὶ μάτην.
μὴ τῷ Φαρισαίῳ συγκαταδικάσῃς με, μᾶλλον τοῦ Τελώνου τὴν ταπείνωσιν,
παράσχου μοὶ μόνε οἰκτίρμον, δικαιοκρῖτα, καὶ τούτῳ συναρίθμησον.
Ἐξήμαρτον ἐνυβρίσας, τὸ σκεῦος τὸ τῆς σαρκός μου, οἶδα Oἰκτίρμον.
ἀλλ' ἐν μετανοίᾳ μὲ παράλαβε, καὶ εν ἐπιγνώσει ἀνακάλεσαι. μὴ
γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός μοι οἴκτειρον.
Αὐτείδωλον ἐγενόμην, τοῖς πάθεσι τὴν ψυχήν μου, βλάπτων Οἰκτίρμον.
ἀλλ' ἐν μετανοίᾳ μὲ παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι. μὴ γένωμαι κτῆμα,
μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτὸς μὲ οἴκτειρον.
Οὐκ ἤκουσα τῆς φωνῆς σου, παρήκουσα τῆς γραφῆς σου, τοῦ Νομοθέτου.
ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι.
μὴ γένωμαι κτῆμα, μὴ βρώμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτὸς μὲ οἴκτειρον.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀσώματον πολιτείαν, ἐν σώματι μετελθοῦσα, χάριν Ὁσία,
πρὸς Θεοῦ μεγίστην ὄντως εἴληφας, τῶν πιστῶς τιμώντων σὲ προΐστασο.
διὸ δυσωποῦμεν, παντοίων πειρατηρίων, ἡμᾶς εὐχαῖς σου λύτρωσαι.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Μεγάλων ἀτοπημάτων, εἰς βάθος κατενεχθεῖσα, οὐ κατεσχέθης.
ἀλλ' ἀνέδραμες λογισμῶ κρείττονι, πρὸς τὴν ἀκροτάτην διαπράξεως,
σαφῶς ἀρετὴν παραδόξως, Ἀγγέλων φύσιν, Μαρία καταπλήξασα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀνδρέα Πατέρων κλέος, εὐχαις σου μὴ ἐπιλάθῃ καθικετεύων,
παρεστὼς Τριάδα τὴν ὑπέρθεον, ὅπως λυτρωθῶμεν τῆς κολάσεως,
οἱ πόθῳ προστάτην σὲ θεῖον, ἐπικαλοῦντες, τὸ Κρήτης ἐγκαλλώπισμα.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε,
τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς ὁμοβασίλειον καὶ σύνθρονον.
βοῶ σοι τὸ Ἆσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑμνολογούμενον.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις δι' ἀμφοτέρων, φύσει Παρθένος.
ὁ τεχθεὶς καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα.
Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις. ποιεῖ γὰρ ὅσα βούλεται.
Ὠδὴ ε'. Ὁ Εἱρμὸς.
«Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι,
καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου,
καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου». (Δίς)
Ἐν νυκτὶ τὸν βίον μου διῆλθον ἀεί. σκότος γὰρ γέγονε,
καὶ βαθεῖά μοι ἀχλύς, ἡ νὺξ τῆς ἁμαρτίας.
ἀλλ' ὡς ἡμέρας υἱόν, Σωτὴρ ἀνάδειξόν με.
Τὸν Ῥουβὶμ μιμούμενος ὁ τάλας ἐγώ, ἔπραξα ἄθεσμον,
καὶ παράνομον βουλήν, κατὰ Θεοῦ Ὑψίστου,
μιάνας κοίτην ἐμήν, ὡς τοῦ πατρὸς ἐκεῖνος.
Ἐξομολογοῦμαί σοὶ Χριστὲ Βασιλεῦ. Ἥμαρτον ἥμαρτον,
ὡς οἱ πρὶν τῶ Ἰωσήφ, ἀδελφοὶ πεπρακότες,
τὸν τῆς ἁγνείας καρπόν, καὶ τὸν τῆς σωφροσύνης.
Ὑπὸ τῶν συγγόνων ἡ δικαία ψυχή, δέδοτο πέπρατο,
εἰς δουλείαν ὁ γλυκύς, εἰς τύπον τοῦ Κυρίου.
αὐτὴ δὲ ὅλη ψυχή, ἐπράθης τοῖς κακοῖς σου.
Ἰωσὴφ τὸν δίκαιον, καὶ σώφρονα νοῦν, μίμησαι τάλαινα,
καὶ ἀδόκιμε ψυχή, καὶ μὴ ἀκολασταὶνου,
ταῖς παραλόγοις ὁρμαις, ἀεὶ παρανομοῦσα.
Εἰ καὶ λάκκῳ ᾤκησε ποτὲ Ἰωσήφ, Δέσποτα Κύριε,
ἀλλ' εἰς τύπον τῆς Ταφῆς, καὶ τῆς Ἐγέρσεώς σου.
ἐγὼ δὲ τὶ σοὶ ποτέ, τοιοῦτο προσενέγκω;
Τοῦ Μωσέως ἤκουσας τὴν θίβην ψυχή, ὕδασι,
κύμασι φερομένην ποταμοῦ, ὡς ἐν θαλάμῳ πάλαι,
φυγοῦσαν δρᾶμα πικρόν, βουλῆς Φαραωνίτου.
Εἰ τὰς μαίας ἤκουσας κτεινούσας ποτέ, ἄνηβον τάλαινα,
τὴν ἀῤῥενωπὸν ψυχή. τῆς σωφροσύνης πρᾶξιν,
νῦν ὡς ὁ μέγας Μωςῆς, τιθηνοῦ τὴν σοφίαν.
Ὡς Μωσὴς ὁ μέγας τὸν Αἰγύπτιον νοῦν, πλήξασα τάλαινα,
οὐκ ἀπέκτεινας ψυχή. καὶ πῶς οἰκήσεις λέγε,
τὴν ἔρημον τῶν παθῶν, διὰ τῆς μετανοίας;
Τὰς ἐρήμους ᾤκησεν ὁ μέγας Μωςῆς. δεῦρο δὴ μίμησαι,
τὴν αὐτοῦ διαγωγήν, ἵνα καὶ τῆς ἐν βάτῳ,
θεοφανείας ψυχή, ἐν θεωρίᾳ γένῃ.
Τὴν Μωσέως ῥάβδον εἰκονίζου ψυχή, πλήττουσαν θάλασσαν,
καὶ πηγνύουσαν βυθόν, τύπῳ Σταυροῦ τοῦ θείου.
δι' οὗ δυνήσῃ καὶ σύ, μεγάλα ἐκτελέσαι.
Ἀαρῶν προσέφερε τὸ πῦρ τῷ Θεῷ, ἄμωμον ἄδολον,
ἀλλ' Ὀφνεὶ, καὶ Φινεές, ὡς σὺ ψυχὴ προσῆγον,
ἀλλότριον τῷ Θεῷ, ῥερυπωμένον βίον.
Ὡς βαρὺς τῇ γνώμῃ Φαραὼ τῷ πικρῷ, γέγονα Δέσποτα,
Ἰαννὴς καὶ Ἰαμβρὴς τὴν ψυχὴν καὶ τὸ σῶμα,
καὶ ὑποβρύχιος νοῦς. ἀλλὰ βοήθησόν μοι.
Τῷ πηλῷ συμπέφυρμαι ὁ τάλας τὸν νοῦν. πλῦνόν με Δέσποτα,
τῷ λουτῆρι τῶν ἐμῶν, δακρύων δέομαί σου,
τὴν τῆς σαρκός μου στολήν, λευκάνας ὡς χιόνα.
Ἐὰν ἐρευνήσω μου τὰ ἔργα Σωτήρ, ἅπαντα ἄνθρωπον,
ὑπερβάντα ἐμαυτόν, ὁρῶ ταῖς ἁμαρτίαις,
ὅτι ἐν γνώσει φρενῶν, ἥμαρτον, οὐκ ἀγνοίᾳ.
Φεῖσαι φεῖσαι Κύριε, τοῦ πλάσματός σου. ἥμαρτον ἄνες μοι,
ὁ τῇ φύσει καθαρός, αὐτὸς ὑπάρχεις μόνος,
καὶ ἄλλος πλήν σου οὐδείς, ὑπάρχει ἔξω ῥύπου.
Δι' ἐμὲ Θεὸς ὤν ἐμορφώθης ἐμοί, ἔδειξας θαύματα,
ἰασάμενος λεπρούς, καὶ παραλύτους σφίγξας,
Αἱμόῤῥου στήσας Σωτήρ, ἁφῇ κρασπέδου ῥύσιν.
Τὴν Αἱμόῤῥουν μίμησαι ἀθλία ψυχὴ. πρόσδραμε κράτησον,
τοῦ κρασπέδου τοῦ Χριστοῦ, ἵνα ῥυσθῇς μαστίγων,
ἀκούσῃς δὲ παρ' αὐτοῦ. Ἡ πίστις σου σέσωκέ σε.
Τὴν χαμαὶ συγκύπτουσαν μιμοῦ ὦ ψυχή, πρόσελθε,
πρόσπεσον, τοῖς ποσὶ τοῦ Ἰησοῦ, ἵνα σὲ ἀνορθώσῃ,
καὶ βηματίσῃς ὀρθῶς, τὰς τρίβους τοῦ Κυρίου.
Εἰ καὶ φρέαρ Δέσποτα ὑπάρχεις βαθύ, βλῦσόν μοι νάματα,
ἐξ ἀχράντων σου φλεβῶν, ἵν' ὡς ἡ Σαμαρεῖτις,
μηκέτι πίνων διψῶ. ζωῆς γὰρ ῥεῖθρα βλύζεις.
Σιλωὰμ γενέσθω μοι τὰ δάκρυά μου, Δέσποτα Κύριε,
ἵνα νίψωμαι κᾀγώ, τὰς κόρας τῆς ψυχῆς μου,
καὶ ἴδω σὲ νοερῶς, τὸ φῶς τὸ πρὸ αἰώνων.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀσυγκρίτῳ ἔρωτι πανόλβιε, Ξύλον ποθήσασα,
προσκυνῆσαι τῆς ζωῆς, ἠξίωσαι τοῦ πόθου.
ἀξίωσον οὖν καμέ, τυχεῖν τῆς ἄνω δόξης.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥεῖθρον Ἰορδάνειον περάσασα, εὗρες ἀνάπαυσιν,
τὴν ἀνώδυνον σαρκός, ἡδονὴν ἐκφυγοῦσα.
ἢς καὶ ἡμᾶς ἐξελοῦ, σαῖς προσευχαῖς Ὁσία.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς ποιμένων ἄριστον Ἀνδρέα σόφε, πρόκριτον ὄντα σε,
πόθῳ δέομαι πολλῷ, καὶ φόβῳ σαις πρεσβείαις,
τῆς σωτηρίας τυχεῖν, καὶ ζωῆς αἰωνίου.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν. Ἅγιος, Ἅγιος,
Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα,
ἁπλῆ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε,
Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας.
καὶ ἥνωσεν ἑαυτῷ, τὴν τῶν ἀνθρώπων φύσιν.
Ὠδὴ ς'. Ὁ Εἱρμὸς.
«Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν,
καὶ ἐπήκουσέ μου ἐξ Ἅδου κατωτάτου,
καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου». (Δίς)
Τὰ δάκρυα Σωτὴρ τῶν ὀμμάτων μου, καὶ τοὺς ἐκ βάθους στεναγμούς,
καθαρῶς προσφέρω, βοώσης τῆς καρδίας.
ὁ Θεὸς ἡμάρτηκά σοι, ἱλάσθητί μοι.
Ἐξένευσας ψυχὴ τοῦ Κυρίου σου, ὥσπερ Δαθὰν καὶ Ἀβειρών.
ἀλλὰ φεῖσαι κράξον, ἐξ ὅλης τῆς καρδίας.
ἵνα μὴ τὸ χάσμα, τῆς γῆς σὲ συγκαλύψῃ.
Ὡς δάμαλις, ψυχὴ παροιστρήσασα, ἐξωμοιώθης τῶ Ἐφραίμ.
ὡς δορκὰς ἐκ βρόχων, ἀνάσωσον τὸν βίον,
πτερωθεῖσα πράξει, καὶ νῷ καὶ θεωρίᾳ.
Ἡ χεὶρ ἡμᾶς, Μωσέως πιστώσεται, ψυχὴ πῶς δύναται Θεός,
λεπρωθέντα βίον, λευκάναι καὶ καθάραι.
καὶ μὴ ἀπογνῷς σεαυτήν, κἄν ἐλεπρώθης.
Τὰ κύματα, Σωτὴρ τῶν πταισμάτων μου, ὡς ἐν θαλάσσῃ Ἐρυθρά,
ἐπαναστραφέντα, ἐκάλυψέ με ἄφνω,
ὡς τοὺς Αἰγυπτίους, ποτὲ καὶ τοὺς τριστάτας.
Ἀγνώμονα, ψυχὴ τὴν προαίρεσιν, ἔσχες ὡς πρὶν ὁ Ἰσραήλ.
τοῦ γὰρ θείου μάννα, προέκρινας ἀλόγως,
τὴν φιλήδονον, τῶν παθῶν ἀδηφαγίαν.
Τὰ ὕεια, κρέα καὶ τοὺς λέβητας, καὶ τὴν Αἰγύπτιον τροφήν,
τῆς ἐπουρανίου, προέκρινας ψυχή μου,
ὡς ὁ πρὶν ἀγνώμων, λαὸς ἐν τῇ ἐρήμω.
Τὰ φρέατα, ψυχὴ προετίμησας, τῶν Χαναναίων ἐννοιῶν,
τῆς φλεβὸς τὴν πέτραν, ἐξ ἦς ὁ τῆς σοφίας,
ὡς κρατὴρ προχέει, κρουνοὺς θεολογίας.
Ὡς ἔπληξε, Μωσης ὁ θεράπων σου, ῥάβδω τὴν πέτραν τυπικῶς,
τὴν ζωοποιόν σου, Πλευρὰν προδιετύπου.
ἐξ ἦς πάντες πόμα, ζωῆς Σωτὴρ ἀντλοῦμεν.
Ἐρεύνησον, ψυχὴ κατασκόπευσον, ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ,
τῆς κληροδοσίας, τὴν γὴν ὁποία ἐστί,
καὶ κατοίκησον, ἐν αὐτῇ δι' εὐνομίας.
Ἀνάστηθι, καὶ καταπολέμησον, ὡς Ἰησοῦς τὸν Ἀμαλήκ,
τῆς σαρκὸς τὰ πάθη, καὶ τοὺς Γαβαωνίτας,
τοὺς ἀπατηλοὺς λογισμούς, ἀεὶ νικῶσα.
Διάβηθι, τοῦ χρόνου τὴν ῥέουσαν, φύσιν ὡς πρὶν ἡ Κιβωτός,
καὶ τῆς γῆς ἐκείνης, γενοῦ ἐν κατασχέσει,
τῆς ἐπαγγελίας ψυχή. Θεὸς κελεύει.
Ὡς ἔσωσας, τὸν Πέτρον βοήσαντα, σῶσον προφθάσας μὲ Σωτήρ,
τοῦ θηρὸς μὲ ῥῦσαι, ἐκτεῖνας σου τὴν χεῖρα,
καὶ ἀνάγαγε τοῦ βυθοῦ τῆς ἁμαρτίας.
Λιμένα σε, γινώσκω γαλήνιον, Δέσποτα Δέσποτα Χριστέ.
ἀλλ' ἐκ τῶν ἀδύτων, βυθῶν τῆς ἁμαρτίας,
καὶ τῆς ἀπογνώσεώς με, προφθάσας ῥῦσαι.
Ἐγὼ εἰμι, Σωτὴρ ἣν ἀπώλεσας, πάλαι βασίλειον δραχμήν.
ἀλλ' ἀνάψας λύχνον, τὸν Πρόδρομόν σου Λόγε,
ἀναζήτησον, καὶ εὑρὲ τὴν σὴν εἰκόνα.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἴνα παθῶν, φλογμὸν κατασβέσειας, δακρύων ἔβλυζες ἀεί,
ὀχετοὺς Μαρία, ψυχὴν πυρπολουμένη.
ὧν τὴν χάριν νέμοις, κᾀμοὶ τῷ σῷ οἰκέτῃ.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπάθειαν, ἐκτήσω οὐράνιον, δι' ἀκροτάτης ἐπὶ γῆς,
πολιτείας, Μῆτερ. διὸ τοὺς σὲ ὑμνοῦντας,
ἐκ παθῶν ῥυσθῆναι, προσλήψεως δυσώπει.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς Κρήτης σε, Ποιμένα καὶ πρόεδρον, καὶ Οἰκουμένης πρεσβευτήν,
ἐγνωκῶς προστρέχω, Ἀνδρέα καὶ βοῶ σοί.
Ἐξελοῦ μὲ Πάτερ, βυθοῦ τῆς ἁμαρτίας.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Τριὰς εἰμί, ἁπλὴ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς,
καὶ Μονὰς ὑπάρχω, τὴ φύσει ἡνωμένη.
Ὁ Πατὴρ φησιν, ὁ Υἱὸς καὶ θεῖον Πνεῦμα.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Ἡ μήτρα σου, Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθ' ἡμᾶς,
ἀλλ' ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε,
ἵνα ταὶς πρεσβείαις, ταῖς σαῖς δικαιωθῶμεν.
Ὁ Εἱρμὸς.
«Ἐβόησα ἐν ὅλη καρδία μου, πρὸς τὸν οἰκτίρμονα Θεόν,
καὶ ἐπήκουσέ μου ἐξ Ἄδου κατωτάτου,
καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου».
Κοντάκιον αὐτόμελον. Ἦχος πλ. β'.
Ψυχή μου ψυχή μου, ἀνάστα, τὶ καθεύδεις; τὸ τέλος ἐγγίζει,
καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς
ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.
Ὁ Οἶκος.
Τὸ τοῦ Χριστοῦ ἰατρεῖον βλέπων ἀνεωγμένον, καὶ τὴν ἐκ τούτου τῷ Ἀδὰμ πηγάζουσαν ὑγείαν, ἔπαθεν, ἐπλήγη ὁ διάβολος, καὶ ὡς
κινδυνεύων ὠδύρετο, καὶ τοῖς αὐτοῦ φίλοις ἀνεβόησε. τὶ ποιήσω τῷ Υἱῶ τῆς Μαρίας; κτείνει μὲ ὁ Βηθλεεμίτης, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.
Συναξάριον.
τοῦ Μηναίου, εἶτα τὸ παρόν
Τῇ Πέμπτῃ τῆς πέμπτης Ἑβδομάδος τῶν Νηστειῶν,
κατὰ τὴν ἀρχαίαν παράδοσιν, ψάλλομεν τὴν Ἀκολουθίαν
τοῦ Μεγάλου καὶ κατανυκτικοῦ Κανόνος.
Στίχοι. Τρόπους, Ἰησοῦ, κατανύξεως δίδου. Ἄδουσι νυνὶ Κανόνα σοὶ τὸν Μέγαν.
Ταις τοῦ Ἁγίου Ἀνδρέου πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.
Εἶτα ψάλλομεν τους Μακαρισμούς καὶ τὰ Τροπάρια, ὡς ἕπεται, μετὰ τῶν μετανοιῶν ἀνὰ ἑκάστῳ.
Ἦχος πλ. β'.
Ἐν τῇ Βασιλεία σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθης ἐν τῇ βασιλεία σου.
Λῃστὴν τοῦ Παραδείσου Χριστὲ πολίτην, ἐπὶ Σταυροῦ σοὶ βοήσαντα,
τὸ Μνήσθητί μου προαπειργάσω.
αὐτοῦ τῆς μετανοίας ἀξίωσον κᾀμὲ τὸν ἀνάξιον.
Μακάριοι οἱ πτωχοὶ τῶ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν.
Τὸν Μανωὲ ἀκούεις πάλαι ψυχή μου, Θεοῦ ἐν φαντασίᾳ γενόμενον,
καὶ τὸν ἐκ στεῖρας τότε λαβόντα, καρπὸν ἐπαγγελίας.
αὐτοῦ τὸ εὐσεβὲς μιμησώμεθα.
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Τὴν τοῦ Σαμψῶν ζηλώσασα ῥᾳθυμίαν,
τὴν δόξαν ἀπεκείρω τῶν ἔργων σου,
ψυχὴ προδοῦσα τοῖς ἀλλοφύλοις,
διὰ φιληδονίας, τὴν σώφρονα ζωὴν καὶ μακάριον.
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γην.
Ὁ πρὶν ἐν σιαγόνι ὄνου νικήσας, τοὺς ἀλλοφύλους νυν παρανάλωμα,
τῆς ἐμπαθοῦς λαγνείας εὑρέθη, ἀλλ' ἔκφυγε ψυχή μου,
τὴν μίμησιν, τὴν πρᾶξιν, τὴν χαύνωσιν.
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Βαρὰκ καὶ Ἰεφθάε οἱ στρατιάρχαι, κριταὶ τοῦ Ἰσραὴλ προεκρίθησαν,
μεθ' ὧν Δεβόρρα ἡ ἀρρενόφρων, αὐτῶν ταις ἀριστείαις,
ψυχὴ ἀρρενωθεῖσα κρατύνθητι.
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Τὴν Ἰαὴλ ἀνδρείαν ἔγνως ψυχή μου, τὴν τὸν Σισάρα πρὶν
σκολοπίσασαν, καὶ σωτηρίαν ἐργασαμένην,
τὸν πάσσαλον ἀκούεις, δι' οὗ σοὶ ὁ Σταυρὸς εἰκονίζεται.
Μακάριοι οἱ καθαροὶ τὴ καρδία, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Θύσον ψυχὴ θυσίαν ἐπαινουμένην, πρᾶξιν ὡς θυγατέρα προσάγαγε,
τῆς Ἰεφθάε καθαρωτέραν, καὶ σφάξον ὥσπερ θῦμα,
τὰ πάθη τῆς σαρκὸς τῷ Κυρίῳ σου.
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται.
Τοῦ Γεδεῶν τὸν πόκον νόει ψυχή μου, ἐξ οὐρανοῦ τὴν δρόσον
ὑπόδεξαι, καὶ κύψον ὥσπερ κύων καὶ πίε,
τὸ νᾶμα τὸ ἐκ νόμου, ῥυὲν τῇ ἀποθλίψει τοῦ γράμματος.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.
Ἠλεὶ τοῦ Ἱερέως τὴν καταδίκην, ψυχή μου ἐπεσπάσω δι' ἔνδειαν,
φρενῶν ἀνασχομένη τὰ πάθη, ἐν σοὶ ὥσπερ ἐκεῖνος,
τὰ τέκνα ἐνεργεῖν τὰ παράνομα.
Μακάριοι ἐστέ, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα, καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ.
Ἐν τοῖς κριταῖς Λευΐτης δι' ἐμμελείας, τὴν ἑαυτοῦ γυναίκα ταῖς
δώδεκα, φυλαῖς διεῖλε ψυχή μου, ἵνα τὸ μῖσος θριαμβεύση,
τὸ ἐκ Βενιαμὶν τὸ παράνομον.
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς Οὐρανοῖς.
Ἡ φιλοσώφρων Ἄννα προσευχομένη, τὰ χείλη μὲν ἐκίνει πρὸς αἴνεσιν,
φωνὴ δὲ ταύτης οὐκ ἐξηχεῖτο. ἀλλ' ὅμως στεῖρα οὖσα,
Υἱὸν τῆς προσευχῆς τίκτει ἄξιον.
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Ἐν τοῖς κριταῖς ὁ Ἄννης ἐκρίθη γόνος, ὁ μέγας Σαμουήλ,
ὃν ἐθρέψατο, ἡ Ἀρμαθὲμ ἐν οἴκῳ Κυρίου, αὐτὸν ζήλου ψυχή μου,
καὶ κρίναι πρὸς τῶν ἄλλων τὰ ἔργα σου.
Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου.
Δαυϊδ εἰς Βασιλέα ἐκλελεγμένος, βασιλικῶς ἐχρίσθη τῶ κέρατι,
τοῦ θείου μύρου. σὺ οὖν ψυχή μου, τὴν ἄνω Βασιλείαν εἰ θέλεις,
μύρω χρῖσαι τοῖς δάκρυσιν.
Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου.
Ἐλέησον τὸ πλάσμα σου Ἐλεῆμον, οἴκτειρον τῶν χειρῶν σου
τὸ ποίημα, καὶ φεῖσαι πάντων ἡμαρτηκότων,
κᾀμοῦ τοῦ ὑπὲρ πάντας, τοῖς σοῖς ὑπεριδόντος προστάγμασι.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ἀνάρχω καὶ γεννήσει τε καὶ προόδω, Πατέρα προσκυνῶ τὸν γεννήσαντα,
Υἱὸν δοξάζω τὸν γεννηθέντα, ὑμνῶ τὸ συνεκλάμπον Πατρί τε, κ
αὶ Υἱῶ, Πνεῦμα Ἅγιον.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Τὸν ὑπερ φύσιν Τόκον σου προσκυνοῦμεν, τὴν κατὰ φύσιν δόξαν τοῦ
βρέφους σου, μὴ διαιροῦντες Θεογεννῆτορ. ὁ εἷς γὰρ τῶ προσώπω,
διττὸς ὁμολογεῖται ταῖς φύσεσιν.
Εἶθ οὕτω ταὰς λοιπὰς Ὠδας τοῦ Κανόνος.
Ὠδὴ ζ'. Ὁ Εἱρμὸς.
«Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου,
οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν. καθὼς ἐνετείλω ἡμῖν.
Ἀλλὰ μὴ παραδῷης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός». (Δίς)
Ἡμάρτηκα, ἐπλημμέλησα, καὶ ἠθέτησα τὴν ἐντολήν σου.
ὅτι ἐν ἁμαρτίαις προήχθην, καὶ προσέθηκα τοις μώλωψι τραῦμα ἐμοί,
ἀλλ' αὐτὸς μὲ ἐλέησον ὡς εὔσπλαγχνος, ὁ τῶν Πατέρων Θεός.
Τὰ κρύφια τῆς καρδίας μου, ἐξηγόρευσά σοὶ τῶ Κριτῇ μου. ἴδε μου τὴν ταπείνωσιν,
ἴδε καὶ τὴν θλῖψίν μου, καὶ πρόσχες τῇ κρίσει μου νῦν. καὶ αὐτὸς μὲ ἐλέησον
ὡς εὔσπλαγχνος ὁ τῶν Πατέρων Θεός.
Σαοὺλ ποτέ, ὡς ἀπώλεσε, τοῦ πατρὸς αὐτοῦ ψυχὴ τὰς ὄνους,
πάρεργον τὸ βασίλειον εὗρε, πρὸς ἀνάῤῥησιν.
Ἀλλ' ὅρα μὴ λάθῃς σαυτήν, τὰς κτηνώδεις ὀρέξεις σου, προκρίνουσα τῆς βασιλείας Χριστοῦ.
Δαυϊδ ποτέ, ὁ πατρόθεος, εἰ καὶ ἥμαρτε διττῶς ψυχή μου,
βέλει μὲν τοξευθεὶς τῆς μοιχείας, τῷ δὲ δόρατι ἀλοὺς
τῆς τοῦ φόνου ποινῆς. Ἀλλ' αὐτὴ τὰ βαρύτερα τῶν ἔργων νοσεῖς, ταῖς κατὰ γνώμην ὁρμαῖς.
Συνῆψε μέν, ὁ Δαυΐδ ποτέ, ἀνομήματι τὴν ἀνομίαν,
φόνῳ γὰρ τὴν μοιχείαν ἐκίρνα, τὴν μετάνοιαν εὐθὺς παραδείξας διπλῆν.
Ἀλλ' αὐτὴ πονηρότερα εἰργάσω ψυχή, μὴ μεταγνοῦσα Θεῷ.
Δαυΐδ ποτὲ ἀνεστήλωσε, συγγραψάμενος ὡς ἐν εἰκόνι,
ὕμνον, δι' οὗ τὴν πρᾶξιν ἐλέγχει, ἣν εἰργάσατο κραυγάζων.
Ἐλέησόν με, σοὶ γὰρ μόνῳ ἐξήμαρτον, τῷ πάντων Θεῷ. αὐτὸς καθάρισόν με.
Ἡ Κιβωτός, ὡς ἐφέρετο, ἐπιδίφριος ὁ Ζᾶν ἐκεῖνος,
ὅτε ἀνατραπέντος τοῦ μόσχου, μόνον ἥψατο, Θεοῦ ἐπειράθη ὀργῆς.
Ἀλλ' αὐτοῦ τὴν αὐθάδειαν φυγοῦσα ψυχή, σέβου τὰ Θεῖα καλῶς.
Ἀκήκοας, τοῦ Ἀβεσσαλώμ, πῶς τῆς φύσεως ἀντεξανέστη.
ἔγνως τὰς ἐναγεῖς αὐτοῦ πράξεις, αἷς ἐξύβρισε, τὴν κοίτην Δαυΐδ τοῦ πατρός.
Ἀλλ' αὐτὴ ἐμιμήσω, τὰς αὐτοῦ ἐμπαθεῖς, καὶ φιληδόνους ὁρμάς.
Ὑπέταξας, τὸ ἀδούλωτον, σοῦ ἀξίωμα τῷ σώματί σου.
ἄλλον γάρ Ἀχιτόφελ εὑροῦσα τὸν ἐχθρὸν ψυχή, συνῆλθες ταις τούτου βουλαῖς.
ἀλλ' αὐτὰς διεσκέδασεν, αὐτὸς ὁ Χριστός, ἵνα σὺ πάντων σωθῆς.
Ὁ Σολομῶν, ὁ θαυμάσιος, ὁ καὶ χάριτος σοφίας πλήρης,
οὗτος τὸ πονηρὸν ἐναντίον, τοῦ Θεοῦ ποτέ, ποιήσας ἀπέστη αὐτοῦ.
ὧ αὐτὴ τὸν ἐπάρατόν σου βίον, ψυχὴ προσαφωμοίωσας.
Ταις ἡδοναῖς, ἐξελκόμενος, τῶν παθῶν αὐτοῦ κατεῤῥυποῦτο, οἴμοι!
ὁ ἐραστὴς τῆς σοφίας, ἐραστὴς πορνῶν γυναικῶν, καὶ ξένος Θεοῦ.
ὃν αὐτὴ ἐμιμήσω, κατὰ νοῦν ὦ ψυχή, ἡδυπαθείαις αἰσχραῖς.
Τὸν Ῥοβοάμ, παρεζήλωσας, ἀλογήσαντα βουλῆς πατρώας,
ἅμα δὲ καὶ τὸν κάκιστον δοῦλον, Ἱεροβοάμ, τὸν πρὶν ἀποστάτην ψυχή.
Ἄλλά φεῦγε τὴν μίμησιν, καὶ κράζε Θεῷ. Ἥμαρτον οἴκτειρόν με.
Τὸν Ἀχαὰβ παρεζήλωσας, τοῖς μιάσμασι ψυχή μου, οἴμοι!
γέγονας σαρκικῶν μολυσμάτων, καταγώγιον καὶ σκεῦος αἰσχρὸν τῶν παθῶν.
Ἀλλ' ἐκ βάθους σου στέναξον, καὶ λέγε Θεῷ, τὰς ἁμαρτίας σου.
Ἐκλείσθη σοί, Οὐρανὸς ψυχή, καὶ λιμὸς Θεοῦ κατέλαβέ σε,
ὅτε τοῖς Ἡλιού τοῦ Θεσβίστου, ὡς ὁ Ἀχαάβ, ἠπείθησας λόγοις ποτέ.
Ἀλλὰ τὴ Σαραφθίαν μιμουμένη, θρέψον Προφήτου ψυχήν.
Τοῦ Μανασσῆ, ἐπεσώρευσας, τὰ ἐγκλήματα τῇ προαιρέσει,
στήσασα ὡς βδελύγματα πάθη, καὶ πληθύνουσα ψυχή, προσωχθίσματα.
Ἀλλ' αὐτοῦ τὴν μετάνοιαν, ζηλοῦσα θερμῶς, κτῆσαι κατάνυξιν.
Προσπίπτω σοί, καὶ προσάγω σοι, ὥσπερ δάκρυα τὰ ῥήματά μου.
Ἥμαρτον, ὡς ἥμαρτε Πόρνη, καὶ ἠνόμησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς.
Ἀλλ' οἰκτείρησον Δέσποτα τὸ ποίημά σου, καὶ ἀνακάλεσαί με.
Κατέχρωσα, τὴν εἰκόνα σου, καὶ παρέφθειρα τὴν ἐντολήν σου.
ὅλον ἀπημαυρώθη τὸ κάλλος, καὶ τοῖς πάθεσιν ἐσβέσθη Σωτὴρ ἡ λαμπάς.
Ἀλλ' οἰκτείρας ἀπόδος μοι, ὡς ψάλλει Δαυΐδ τὴν ἀγαλλίασιν.
Ἐπίστρεψον, μετανόησον, ἀνακάλυψον τὰ κεκρυμμένα.
λέγε Θεῷ τῷ τὰ πάντα εἰδότι. Σὺ γινώσκεις μου τὰ κρύφια μόνε Σωτήρ.
καὶ αὐτὸς μὲ ἐλέησον, ὡς ψάλλει Δαυΐδ, κατὰ τὸ ἔλεός σου.
Ἐξέλιπον, αἱ ἡμέραι μου, ὡς ἐνύπνιον ἐγειρομένου.
ὅθεν ὡς Ἐζεκίας δακρύω, ἐπὶ κλίνης μου προσθῆναί μοι χρόνους ζωῆς.
Ἀλλὰ τὶς Ἡσαΐας, παραστήσεταί μοι ψυχή, εἰμὴ ὁ πάντων Θεός;
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Βοήσασα, πρὸς τὴν ἄχραντον, Θεομήτορα πρὶν ἀπεκρούσω, λύσσαν παθῶν βιαίων ὀχλούντων,
καὶ κατήσχυνας, ἐχθρὸν τὸν πτερνίσαντα.
Ἀλλὰ δὸς νῦν βοήθειαν ἐκ θλίψεως, κᾀμοὶ τῷ δούλῳ σου.
Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὃν ἔστερξας, ὃν ἐπόθησας, οὗτινος κατ’ ἴχνος ἧκες,
οὗτος τὴν μετάνοιαν εὗρε, και δεδώρηται, ὡς μόνος Θεὸς συμπαθής.
ὅν ἀπαύστως ἱκέτευε, παθῶν λυτρωθῆναι ἡμᾶς, καὶ περιστάσεων.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς πίστεως ἐν τῇ πέτρα με, ταις πρεσβείαις σου στήριξον Πάτερ,
φόβῳ μὲ τῶ ἐνθέῳ τειχίζων, καὶ μετάνοιαν, Ἀνδρέα παράσχου μοι νυν,
δυσωπῶ σε καὶ ῥῦσαί με, παγίδος ἐχθρῶν, τῶν ἐκζητούντων με.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Τριὰς ἁπλῆ, ἀδιαίρετε, ὁμοούσιε καὶ φύσις μία, φῶτα καὶ φῶς,
καὶ ἅγια τρία, καὶ ἐν ἅγιον, ὑμνεῖται Θεὸς ἡ Τριάς.
Ἀλλ' ἀνύμνησον, δόξασον, ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε Θεογεννῆτορ,
ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν.
καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τᾷ ἐπουράνια.
Τὰ Τριώδια.
Ὠδὴ η' Ἦχος πλ. δ'. Ὁ Εἱρμὸς.
Τὸν ἄναρχον Βασιλέα τῆς δόξης, ὃν φρίττουσιν οὐρανῶν αἱ Δυνάμεις,
καὶ τρέμουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡς ἄνθρακες τοῦ πυρὸς τοῦ ἀΰλου, συμφλέξατε τὰ ὑλώδη μου πάθη,
ἀνάπτοντές μοι νυν, τὸν ἔρωτα τῆς θείας, Ἀπόστολοι ἀγάπης.
Τὰς σάλπιγγας τὰς εὐήχους τοῦ Λόγου, τιμήσωμεν, δι' ὧν πέπτωκε
τείχη, ἀνίδρυτα ἐχθροῦ, καὶ τῆς θεογνωσίας, ἑδράσθησαν ἐπάλξεις.
Ἰνδάλματα ἐμπαθῆ τῆς ψυχῆς μου, συντρίψατε οἱ ναούς τε καὶ στήλας,
συντρίψαντες ἐχθροῦ, Ἀπόστολοι Κυρίου, ναοὶ ἡγιασμένοι.
Θεοτοκίον.
Ἐχώρησας τὸν ἀχώρητον φύσει, ἐβάστασας τὸν βαστάζοντα πάντα,
ἐθήλασας Ἁγνή, τὸν τρέφοντα τὴν Κτίσιν, Χριστὸν τὸν ζωοδότην.
Εἱρμὸς, και Ἦχος ὁ αὐτὸς.
«Τοῦ Πνεύματος τη ἀρχιτεκτονίᾳ, δειμάμενοι πᾶσαν τὴν Ἐκκλησίαν,
Ἀπόστολοι Χριστοῦ, ἐν ταύτῃ εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας».
Σαλπίσαντες σάλπιγξι τῶν δογμάτων, κατέστρεψαν οἱ Ἀπόστολοι πᾶσαν,
πλάνην εἰδωλικήν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Ἀπόστολοι ἡ καλὴ μετοικία, οἱ ἔφοροι Κόσμου, καὶ τῶν Οὐρανῶν πολῖται,
τοὺς ὑμᾶς ἀεὶ ἀνευφημοῦντας, λυτρώσατε κινδύνων.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Τρισήλιε παμφαὴς θεαρχία, ὁμόδοξε καὶ ὁμόθρονε φύσις,
Πατὴρ ὁ παντουργός, Υἱὲ καὶ θεῖον Πνεῦμα, ὑμνῶ σε εἰς αἰῶνας.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Ὡς ἔντιμον καὶ ὑπέρτατον θρόνον, ὑμνήσωμεν τοῦ Θεοῦ τὴν Μητέρα,
ἀπαύστως οἱ λαοί, τὴν μόνην μετὰ τόκον, Μητέρα καὶ Παρθένον.
Τοῦ Μεγάλου Κανόνος.
Ἦχος πλ.β’. Ὁ Εἱρμὸς.
«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ,
καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». (Δίς)
Τροπάρια.
Ἡμαρτηκότα, Σωτὴρ ἐλέησον, διέγειρόν μου τὸν νοῦν,
πρὸς ἐπιστροφήν, δέξαι μετανοοῦντα, οἰκτείρησον βοῶντα.
Ἥμαρτὸν σοι μόνῳ, ἠνόμησα, ἐλέησόν με.
Ὁ διφρηλάτης, Ἠλίας, ἅρματι, ταῖς ἀρεταῖς ἐπιβάς, ὡς εἰς οὐρανόν,
ἥγετο ὑπεράνω, ποτὲ τῶν ἐπιγείων.
τούτου οὖν ψυχή μου, τὴν ἄνοδον ἀναλογίζου.
Τοῦ Ἰορδάνου, τὸ ῥεῖθρον πρότερον, τη μηλωτῇ Ἡλιοῦ, δι' Ἐλισσαιέ,
ἔστη ἔνθα καὶ ἔνθα. αὐτὴ δὲ ὦ ψυχή μου,
ταύτης οὐ μετέσχες, τῆς χάριτος δι' ἀκρασίαν.
Ὁ Ἐλισσαῖος, ποτὲ δεξάμενος, τὴν μηλωτὴν Ἡλιοῦ,
ἔλαβε διπλῆν, χάριν παρὰ Κυρίου, αὐτὴ δὲ ὧ ψυχή μου,
ταύτης οὐ μετέσχες, τῆς χάριτος δι' ἀκρασίαν.
Ἡ Σωμανῖτις, ποτὲ τὸν δίκαιον, ἐξένισεν ὦ ψυχή, γνώμη ἀγαθῆ.
σὺ δὲ οὐκ εἰσῳκίσω, οὐ ξένον, οὐχ ὁδίτην,
ὅθεν τοῦ Νυμφῶνος, ῥιφήσῃ ἔξω θρηνῳδοῦσα.
Τοῦ Γιεζῆ, ἐμιμήσω τάλαινα, τὴν γνώμην τὴν ῥυπαράν, πάντοτε ψυχή.
οὗ τὴν φιλαργυρίαν, ἀπώθου κἄν ἐν γήρει.
φεῦγε τῆς γεέννης, τὸ πῦρ ἐκστᾶσα τῶν κακῶν σου.
Σὺ τὸν Ὀζίαν, ψυχὴ ζηλώσασα, τὴν τούτου λέπραν ἐν σοί,
ἔσχες ἐν διπλῷ. ἄτοπα γὰρ λογίζῃ, παράνομα δὲ πράττεις.
ἄφες ἃ κατέχεις, καὶ πρόσδραμε τῇ μετανοίᾳ.
Τοὺς Νινευΐτας, ψυχὴ ἀκήκοας, μετανοοῦντας Θεῷ, σάκκῳ καὶ σποδῷ.
τούτους οὐκ ἐμιμήσω, ἀλλ' ὤφθης σκαιοτέρα,
πάντων τῶν πρὸ νόμου, καὶ μετὰ νόμον ἐπταικότων.
Τὸν ἐν τῷ λάκκῳ, βορβόρου ἤκουσας, Ἱερεμίαν ψυχή, πόλιν τὴν Σιών,
θρήνοις καταβοῶντα, καὶ δάκρυα ζητοῦντα,
μίμησαι τὸν τούτου, θρηνώδη βίον καὶ σωθήσῃ.
Ὁ Ἰωνάς, εἰς Θαρσεῖς ἀπέδραμε, προγνοὺς τὴν ἐπιστροφήν,
τῶν Νινευϊτῶν. ἔγνω γὰρ ὡς προφήτης, Θεοῦ τὴν εὐσπλαγχνίαν,
ὅθεν παρεζήλου, τὴν προφητείαν μὴ ψευσθῆναι.
Τὸν Δανιήλ, ἐν τῷ λάκκῳ ἤκουσας, πῶς ἔφραξεν ὦ ψυχή,
στόματα θηρῶν, ἔγνωκας πῶς οἱ Παῖδες, οἱ περὶ Ἀζαρίαν,
ἔσβεσαν τῇ πίστει, καμίνου φλόγα καιομένης.
Τῆς παλαιᾶς, Διαθήκης ἅπαντας, παρήγαγόν σοι ψυχή,
πρὸς ὑπογραμμόν. μίμησαι τῶν δικαίων, τὰς φιλοθέους πράξεις.
ἔκφυγε δὲ πάλιν, τῶν πονηρῶν τὰς ἁμαρτίας.
Δικαιοκρῖτα, Σωτὴρ ἐλέησον, καὶ ῥῦσαί με τοῦ πυρός, καὶ τῆς ἀπειλῆς,
ἧς μέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι.
ἄνες μοὶ πρὸ τέλους, δι' ἀρετῆς καὶ μετανοίας.
Ὡς ὁ Λῃστὴς ἐκβοῶ σοι τὸ Μνήσθητι. ὡς Πέτρος κλαίω πικρῶς.
Ἄνες μοι, Σωτήρ, κράζω ὡς ὁ Τελώνης. δακρύω ὡς ἡ Πόρνη.
δέξαι μου τὸν θρῆνον, καθώς ποτὲ τῆς Χαναναίας.
Τὴν σηπεδόνα, Σωτήρ, θεράπευσον τῆς ταπεινῆς μου ψυχῆς,
μόνε ἰατρέ. μάλαγμά μοι ἐπίθες καὶ ἔλαιον καὶ οἶνον,
ἔργα μετανοίας, κατάνυξιν μετὰ δακρύων.
Τὴν Χαναναίαν κἀγὼ μιμούμενος, Ἐλέησόν με, βοῶ, τῷ Υἱῷ Δαυΐδ.
ἅπτομαι τοῦ κρασπέδου ὡς ἡ Αἱμορροοῦσα.
κλαίω ὡς ἡ Μάρθα καὶ Μαρία ἐπὶ Λαζάρου.
Τὸ τῶν δακρύων, Σωτήρ, ἀλάβαστρον ὡς μύρον κατακενῶν
ἐπὶ κεφαλῆς κράζω σοι ὡς ἡ Πόρνη τὸν ἔλεον ζητοῦσα.
δέησιν προσάγω καὶ ἄφεσιν αἰτῶ λαβεῖν με.
Εἰ καὶ μηδεὶς ὡς ἐγώ σοι ἥμαρτεν, ἀλλ᾿ ὅμως δέξαι κἀμέ, εὔσπλαγχνε
Σωτήρ, φόβῳ μετανοοῦντα καὶ πόθῳ κεκραγότα.
Ἥμαρτόν σοι μόνῳ, ἠνόμησα, ἐλέησόν με.
Φεῖσαι, Σωτήρ, τοῦ ἰδίου πλάσματος καὶ ζήτησον ὡς ποιμὴν
τὸ ἀπολωλὸς πρόβατον. πλανηθέντα ἐξάρπασον τοῦ λύκου,
ποίησόν με θρέμμα ἐν τῇ νομῇ τῶν σῶν προβάτων.
Ὅταν Κριτὴς καθίσῃς ὡς εὔσπλαγχνος καὶ δείξῃς τὴν φοβερὰν δόξαν
σου Χριστέ, ὢ ποῖος φόβος τότε! καμίνου καιομένης,
πάντων δειλιώντων τὸ ἄστεκτον τοῦ βήματός σου.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ τοῦ Φωτός, τοῦ ἀδύτου Μήτηρ σε, φωτίσασα σκοτασμοῦ,
ἔλυσε παθῶν. ὅθεν εἰσδεδεγμένη, τοῦ Πνεύματος τὴν χάριν,
φώτισον Μαρία, τοὺς σὲ πιστῶς ἀνευφημοῦντας.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Θαῦμα καινόν, κατιδῶν ἐξίστατο, ὁ θεῖος ὄντως ἐν σοί, Μῆτερ Ζωσιμας,
Ἄγγελον γὰρ ἑώρα, ἐν σώματι καὶ θάμβους.
ὅλος ἐπληροῦτο, Χριστὸν ὑμνῶν εἰς τοὺς αἰῶνας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς παῤῥησίαν, ἔχων πρὸς Κύριον, Ἀνδρέα Κρήτης σεπτόν,
κλέος δυσωπῶ, πρέσβευε τοῦ δεσμοῦ με, τῆς ἀνομίας λύσιν,
νῦν εὐρεῖν εὐχαῖς σου, Διδάσκαλε, Ὁσίων δόξα.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα.
Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές,
Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε,
Πνεῦμα ζῶν καὶ κτίζον, Τριὰς Μονὰς ἐλέησόν με.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Ὡς ἐκ βαφῆς, ἁλουργίδος, Ἄχραντε, ἡ νοητὴ πορφυρὶς τοῦ Ἐμμανουὴλ,
ἔνδον ἐν τῇ γαστρί σου ἡ σὰρξ συνεξυφάνθη·
ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σὲ τιμῶμεν.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ὁ Εἱρμὸς.
«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ,
καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».
Τὰ Τριώδια. Ὠδη θ' Ἦχος πλ. δ'. Κυρίως Θεοτόκον.
Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πηγαὶ τοῦ σωτηρίου, νάματος δειχθέντες, τὴν ἐκτακεῖσαν ψυχήν μου,
Ἀπόστολοι, τῆς ἁμαρτίας τῇ δίψῃ, καταδροσίσατε.
Νηχόμενον πελάγει, τῷ τῆς ἀπωλείας, καὶ ὑποβρύχιον ἤδη γενόμενον,
σὴ δεξιᾷ, ὡς τὸν Πέτρον, Κύριε σῶσόν με.
Ὡς ἅλας τῶν νοστίμων, ὄντες διδαγμάτων, τὴν σηπεδόνα νοός μου
ξηράνατε, καὶ τῆς ἀγνοίας τὸ σκότος, ἀποδιώξατε.
Θεοτοκίον.
Χαρὰν ὡς τετοκυῖα, πένθος μοὶ παράσχου, δι' οὗ τὴν θείαν παράκλησιν Δέσποινα,
ἐν τῇ μελλούσῃ ἡμέρα εὐρεῖν δυνήσομαι.
Εἱρμὸς ἄλλος. Ἦχος ὁ αὐτός.
«Σὲ τὴν οὐρανοῦ καὶ γῆς μεσῖτιν, πᾶσαι γενεαὶ μεγαλύνομεν.
σωματικῶς γὰρ ἐσκήνωσεν ἐν σοί, τὸ πλήρωμα Παρθένε τῆς θεότητος».
Σὲ τὸ εὐκλεὲς τῶν Ἀποστόλων, σύστημα ᾠδαὶς μεγαλύνομεν. τῆς
οἰκουμένης φωστῆρες γὰρ φαιδροῖ, ἐδείχθητε τὴν πλάνην ἐκδιώκοντες.
Εὐαγγελικὴ ὑμῶν σαγήνῃ, λογικοὺς ἰχθύας ἀγρεύοντες,
αὐτοὺς προσφέρετε πάντοτε Χριστῷ, ὀψώνιον Ἀπόστολοι μακάριοι.
Ἐν τῇ πρὸς Θεὸν ὑμῶν αἰτήσει, μέμνησθε ἡμῶν Ἀπόστολοι,
ἀπὸ παντὸς λυτρωθῆναι πειρασμοῦ, δεόμεθα, τοὺς πόθω ἀνυμνοῦντας ὑμᾶς.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Σὲ τὴν τρισυπόστατον Μονάδα, Πάτερ, καὶ Υἱὲ σὺν τῶ Πνεύματι,
ἕνα Θεὸν ὁμοούσιον ὑμνῶ, Τριάδα ὁμοδύναμον καὶ ἄναρχον.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Σὲ τὴν παιδοτόκον καὶ Παρθένον, πᾶσαι γενεαὶ μακαρίζομεν,
ὡς διὰ σοῦ λυτρωθέντες τῆς ἀρᾶς. χαρὰν γὰρ ἡμῖν ἔτεκες τὸν Κύριον.
Καὶ τὰ λοιπά τοῦ Μεγάλου Κανόνος.
Ὠδὴ θ'. Ὁ Εἱρμὸς.
«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου,
ἄφθορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις. διὸ σὲ
πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.» (Δίς)
Ὁ νοῦς τετραυμάτισται, τὸ σῶμα μεμαλάκισται, νοσεῖ τὸ πνεῦμα,
ὁ λόγος ἠσθένησεν, ὁ βίος νενέκρωται, τὸ τέλος ἐπὶ θύραις. διὸ μοὶ
τάλαινα ψυχή, τὶ ποιήσεις ὅταν ἔλθῃ, ὁ Κριτὴς ἀνερευνῆσαι τὰ σά;
Μωσέως παρήγαγον, ψυχή, τὴν κοσμογένεσιν, καὶ ἐξ ἐκείνου,
πᾶσαν ἐνδιάθετον, γραφὴν ἱστοροῦσάν σοι, δικαίους καὶ ἀδίκους.
ὧν τοὺς δευτέρους, ὦ ψυχή, ἐμιμήσω,οὐ τοὺς πρώτους, εἰς Θεὸν ἐξαμαρτήσασα.
Ὁ Νόμος ἠσθένησεν, ἀργεῖ τὸ Εὐαγγέλιον, Γραφὴ δὲ πᾶσα,
ἐν σοὶ παρημέληται, Προφῆται ἠτόνησαν, καὶ πᾶς δικαίου λόγος.
αἱ τραυματίαι σου, ὦ ψυχή, ἐπληθύνθησαν, οὐκ ὄντος, ἰατροῦ τοῦ ὑγιοῦντός σε.
Τῆς Νέας παράγω σοι Γραφῆς τὰ ὑποδείγματα, ἐνάγοντά σε, ψυχή,
πρὸς κατάνυξιν. δικαίους οὖν ζήλωσον, ἁμαρτωλοὺς ἐκτρέπου,
καὶ ἐξιλέωσαι Χριστὸν, προσευχαῖς τε καὶ νηστείαις, καὶ ἁγνείᾳ καὶ σεμνότητι.
Χριστὸς ἐνηνθρώπησε, σαρκὶ προσομιλήσας μοι, καὶ πάντα ὅσα,
ὑπάρχει τῆς φύσεως, βουλήσει ἐπλήρωσε, τῆς ἁμαρτίας δίχα.
ὑπογραμμόν σοι, ὦ ψυχή, καὶ εἰκόνα προδεικνύων, τῆς αὐτοῦ συγκαταβάσεως.
Χριστὸς ἐνηνθρώπησε, καλέσας πρὸς μετάνοιαν, λῃστὰς καὶ πόρνας.
ψυχὴ μετανόησον, ἡ θύρα ἠνέῳκται τῆς Βασιλείας ἤδη.
καὶ προαρπάζουσιν αὐτὴν Φαρισαῖοι καὶ Τελῶναι καὶ μοιχοὶ μεταποιούμενοι.
Χριστὸς Μάγους ἔσωσε, Ποιμένας συνεκάλεσε, Νηπίων δήμους,
ἀπέδειξε Μάρτυρας, Πρεσβύτην ἐδόξασε, καὶ γηραλέαν Χήραν.
ὧν οὐκ ἐζήλωσας, ψυχή,οὐ τὰς πράξεις, οὐ τὸν βίον. ἀλλ᾿ οὐαί σοι ἐν τῷ κρίνεσθαι!
Νηστεύσας ὁ Κύριος, ἡμέρας τεσσαράκοντα, ἐν τῇ ἐρήμῳ,
ὕστερον ἐπείνασε, δεικνὺς τὸ ἀνθρώπινον. Ψυχή, μὴ ἀθυμήσῃς.
ἄν σοι προσβάλῃ ὁ ἐχθρός, προσευχαῖς τε καὶ νηστείαις,ἐκ ποδῶν ἀποκρουσθήτω σοι.
Χριστὸς ἐπειράζετο, Διάβολος ἐπείραζε. δεικνὺς τοὺς λίθους,
ἵνα ἄρτοι γένωνται. εἰς ὄρος ἀνήγαγεν ἰδεῖν τὰς βασιλείας τοῦ κόσμου πάσας ἐν ριπῇ.
Φοβοῦ, ὦ ψυχή, τὸ δρᾶμα. νῆφε, εὔχου, πᾶσαν ὥραν Θεῷ.
Τρυγὼν ἡ φιλέρημος, φωνὴ βοῶντος ἤχησε, Χριστοῦ ὁ λύχνος,
κηρύττων μετάνοιαν. Ἡρῴδης ἠνόμησε, σὺν τῇ Ἡρωδιάδι.
Βλέπε, ψυχή μου, μὴ παγῇς, τῶν ἀνόμων ταῖς παγίσιν, ἀλλ᾿ ἀσπάζου τὴν μετάνοιαν.
Τὴν ἔρημον ᾤκησεν, ὁ Πρόδρομος τῆς χάριτος.
καὶ Ἰουδαία πᾶσα καὶ Σαμάρεια ἀκούοντες ἔτρεχον
καὶ ἐξωμολογοῦντο τὰς ἁμαρτίας ἑαυτῶν, βαπτιζόμενοι προθύμως. οὓς αὐτὴ οὐκ ἐμιμήσω, ψυχή.
Ὁ γάμος μὲν τίμιος, ἡ κοίτη δὲ ἀμίαντος.
ἀμφότερα γὰρ, Χριστὸς προευλόγησε, σαρκὶ ἑστιώμενος,
ἐν τῆς Κανᾶ τῷ γάμῳ, τὸ ὕδωρ οἶνον ἐκτελῶν, καὶ δεικνύων πρῶτον θαῦμα, ἵνα σὺ μετατεθῇς, ὦ ψυχή.
Παράλυτον ἔσφιγξε, Χριστὸς τὴν κλίνην ἄραντα, καὶ νεανίσκον,
θανόντα ἐξήγειρε, τῆς χήρας τὸ κύημα, καὶ τοῦ Ἑκατοντάρχου, καὶ Σαμαρείτιδι φανεὶς,
τὴν ἐν πνεύματι λατρείαν, σοί, ψυχή, προεζωγράφησεν.
Αἱμόρρουν ἰάσατο, ἁφῇ κρασπέδου Κύριος. λεπροὺς καθῆρε, τυφλοὺς καὶ χωλεύοντας,
φωτίσας ἀνώρθωσε, κωφούς τε καὶ ἀλάλους, καὶ τὴν συγκύπτουσαν χαμαὶ,
ἐθεράπευσε τῷ λόγῳ, ἵνα σὺ σωθῇς, ἀθλία ψυχή.
Τὰς νόσους ἰώμενος, πτωχοῖς εὐηγγελίζετο, Χριστὸς ὁ Λόγος.
κυλλοὺς ἐθεράπευσε, τελώναις συνήσθιεν, ἁμαρτωλοῖς ὡμίλει.
τῆς Ἰαείρου θυγατρὸς, τὴν ψυχὴν προμεταστᾶσαν, ἐπανήγαγεν ἁφῇ τῆς χειρός.
Τελώνης ἐσῴζετο, καὶ Πόρνη ἐσωφρόνιζε, καὶ Φαρισαῖος,
αὐχῶν κατεκρίνετο· ὁ μὲν γάρ, Ἱλάσθητι, ἡ δέ, Ἐλέησόν με.
ὁ δὲ ἐκόμπαζε βοῶν. Ὁ Θεὸς εὐχαριστῶ σοι. καὶ ἑξῆς τὰ τῆς ἀνοίας ρητά.
Ζακχαῖος Τελώνης ἦν, ἀλλ᾿ ὅμως διεσῴζετο, καὶ Φαρισαῖος,
ὁ Σίμων ἐσφάλλετο, καὶ Πόρνη ἐλάμβανε, τὰς ἀφεσίμους λύσεις,
παρὰ τοῦ ἔχοντος ἰσχὺν, ἀφιέναι ἁμαρτίας· ὅν, ψυχή, σαυτῇ ἱλέωσαι.
Τὴν Πόρνην, ὦ τάλαινα, ψυχή μου, οὐκ ἐζήλωσας, ἥτις λαβοῦσα,
μύρου τὸ ἀλάβαστρον,σὺν δάκρυσιν ἤλειψε, τοὺς πόδας τοῦ Κυρίου.
ἐξέμαξε δὲ ταῖς θριξί, τῶν ἀρχαίων ἐγκλημάτων, τὸ χειρόγραφον ῥηγνύοντος αὐτῇ.
Τὰς πόλεις, αἷς ἔδωκε, Χριστὸς τὸ Εὐαγγέλιον,ψυχή μου ἔγνως,
ὅπως κατηράθησαν. φοβοῦ τὸ ὑπόδειγμα, μὴ γένῃ ὡς ἐκεῖναι.
ταῖς ἐν Σοδόμοις γὰρ αὐτὰς, ὁ Δεσπότης παρεικάσας, ἕως Ἅδου κατεδίκασε.
Μὴ χείρων, ὦ ψυχή μου, φανῇς δι᾿ ἀπογνώσεως, τῆς Χαναναίας,
τὴν πίστιν ἀκούσασα. δι᾿ ἧς τὸ θυγάτριον, λόγῳ Θεοῦ ἰάθη.
Υἱὲ Δαυΐδ, σῶσον κἀμέ, ἀναβόησον ἐκ βάθους, τῆς καρδίας, ὡς ἐκείνη, Χριστῷ.
Σπλαγχνίσθητι, σῶσόν με. Υἱὲ Δαυΐδ, ἐλέησον, ὁ δαιμονῶντας,
λόγῳ ἰασάμενος. φωνὴν δὲ τὴν εὔσπλαγχνον, ὡς τῷ Λῃστῇ,
μοι φράσον. Ἀμήν σοι λέγω, μετ᾿ ἐμοῦ, ἔσῃ ἐν τῷ Παραδείσῳ, ὅταν ἔλθω ἐν τῇ δόξῃ μου.
Λῃστὴς κατηγόρει σοι, Λῃστὴς ἐθεολόγει σοι. ἀμφότεροι γὰρ, σταυρῷ συνεκρέμαντο.
Ἀλλ᾿ ὦ Πολυεύσπλαγχνε, ὡς τῷ πιστῷ Λῃστῇ σου, τῷ ἐπιγνόντι σε
Θεόν, κἀμοὶ ἄνοιξον τὴν θύραν, τῆς ἐνδόξου βασιλείας σου.
Ἡ Κτίσις συνείχετο, σταυρούμενόν σε βλέπουσα. ὄρη καὶ πέτραι,
φόβῳ διερρήγνυντο. καὶ γῆ συνεσείετο, καὶ ᾍδης ἐγυμνοῦτο·
καὶ συνεσκότασε τὸ φῶς, ἐν ἡμέρᾳ, καθορῶν σε,Ἰησοῦ προσηλωμένον σαρκί.
Ἀξίους μετανοίας, καρποὺς μὴ ἀπαιτήσῃς με. ἡ γὰρ ἰσχύς μου,
ἐν ἐμοὶ ἐξέλιπε. καρδίαν μοι δώρησαι, ἀεὶ συντετριμμένην·
πτωχείαν δὲ πνευματικήν, ἵνα ταῦτά σοι προσοίσω, ὡς δεκτὴν θυσίαν, μόνε Σωτήρ.
Κριτά μου καὶ γνῶστά μου, ὁ μέλλων πάλιν ἔρχεσθαι, σὺν τοῖς Ἀγγέλοις,
κρῖναι Κόσμον ἅπαντα,ἱλέῳ σου ὄμματι, τότε ἰδών με φεῖσαι.
καὶ οἴκτειρόν με, Ἰησοῦ, τὸν ὑπὲρ τὴν πᾶσαν φύσιν, τῶν ἀνθρώπων ἁμαρτήσαντα.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπάσας ἐξέστησας, τῇ ξένῃ πολιτείᾳ σου, Ἀγγέλων τάξεις,
βροτῶν τὰ συστήματα, ἀΰλως βιώσασα, καὶ φύσιν ὑπερβασα, ἀνθ' ὧν ὡς ἄϋλος τοις ποσίν,
ἐπιβαίνουσα Μαρία, Ἰορδάνην διεπέρασας.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸν Κτίστην ἰλέωσαι, ὑπὲρ τῶν εὐφημούντων σε, ὁσία Μῆτερ,
ῥυσθῆναι κακώσεων, καὶ θλίψεων τῶν κύκλῳ, συνεπιτιθεμένων,
ἵνα ῥυσθέντες τῶν πειρασμῶν, μεγαλύνωμεν ἀπαύστως, τὸν δοξάσαντά σε Κύριον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀνδρέα σεβάσμιε, καὶ Πάτερ τρισμακάριστε, Ποιμήν τῆς Κρήτης,
μὴ παύσῃ δεόμενος, ὑπερ ταῶν σὲ ὑμνούντων. ἵνα ῥυσθῶμεν πάσης,
ὀργῆς καὶ θλίψεως καὶ φθορᾶς, καὶ πταισμάτων ἀνεικάστων, οἱ τιμῶντες σου ταὴν μνήμην πιστῶς.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Τριὰς ὁμοούσιε, Μονὰς ἡ τρισυπόστατος, σὲ ἀνυμνοῦμεν,
Πατέρα δοξάζοντες, Υἱὸν μεγαλύνοντες, καὶ Πνεῦμα προσκυνοῦντες,
τὸν ἕνα φύσει ἀληθῶς, Θεόν, ζωήν τε καὶ ζωάς, βασιλείαν ἀτελεύτητον.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ ἄχραντε, ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα,
ἐν σοὶ καὶ κρατύνεται, καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν,
καὶ σκυλεύει πολεμίους καὶ διέπει τὸ ὑπήκοον.
Ὁ Εἱρμὸς.
Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου,
ἄφθορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις. διὸ σὲ
πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.
Εἷτα τὰ Ἀπόστιχα ταῶν Αἴνων.
Τὸ παρὸν Ἰδιόμελον. Ἦχος πλ. δ'.
Ταις ληστρικαὶς ἐφόδοις, περιπεσοῦσα ψυχή μου,δεινῶς τετραυμάτισαι,
ἐξ οἰκείων πταισμάτων, παραδοθεῖσα ἀνοήτοις ἐχθροῖς.
ἀλλ' ὡς ἔχουσα καιρόν, ἐν κατανύξει βόησον.
Ἐλπὶς ἀπηλπισμένων, ζωὴ ἀπεγνωσμένων, Σωτὴρ ἀνάστησον, καὶ σῶσόν με.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν. Ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς. έτῶν ὧν εἴδομεν κακά. καὶ ἴδε ἐπί τοὺς δούλους σου, καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, καὶ ταὰ ἔργα ταῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ’ ἡμᾶς. καὶ ταὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν.
Τὸν θώρακα τῆς Πίστεως, ἐνδυσάμενοι καλῶς,
καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, καθοπλίσαντες ἑαυτούς,
στρατιῶται εὐσθενεῖς ἀνεδείχθητε,
τοις τυράννοις ἀνδρείως ἀντικατέστητε,
καὶ διαβόλου τὴν πλάνην κατηδαφίσατε.
νικηταὶ γενόμενοι, τῶν στεφάνων ἠξιώθητε.
πρεσβεύσατε ἀεὶ ὑπὲρ ἡμῶν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Δέχου τὰς φωνὰς τῶν οἰκετῶν σου, πάναγνε Παρθένε Θεοτόκε,
καὶ πρέσβευε ἀπαύστως, πλημμελημάτων λύσιν,
καὶ εἰρήνην δωρηθῆναι ἡμῖν.
Συνάπτεται δὲ καὶ ἡ Α΄ Ὥρα, ἄνευ Στιχολογίας καὶ μετ’ αὐτὴν γίνεται ἡ Ἀπόλυσις.
πηγή: saint.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου