Ευλογημένη πνευματική περιήγηση

Δευτέρα 13 Ιουλίου 2015

Σύναξις Ἀρχαγγέλου Γαβριήλ

Νά, σὺν τοὶς ἄλλοις, πὼς ἡ Ἐκκλησία ὑμνεῖ τὸν ἀρχάγγελο Γαβριὴλ σ’ αὐτὴ τὴ γιορτή του: «Θρόνω παριστάμενος τῆς τρισηλίου Θεότητας καὶ πλουσίως λαμπόμενος, ταὶς θείαις λαμπρότησι, ταὶς ἐκπεμπομέναις, ἀπαύστως ἐκεῖθεν, τοὺς ἐπὶ γῆς χαρμονικῶς, χοροστατοῦντας καὶ εὐφημούντας σε, παθῶν ἀχλύος λύτρωσαι, καὶ φωτισμῷ καταλάμπρυνον, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἠμῶν. Τῶν ἀσωμάτων λειτουργῶν ὡς πρωτεύων, τὸ πρὸ αἰώνων ὁρισθὲν ὄντως μέγα, σὺ Γαβριὴλ πεπίστευσαι μυστήριον, τόκον τὸν ἀπόρρητον, τῆς ἁγίας Παρθένου, Χαῖρε, προσφωνῶν αὕτη, ἡ κεχαριτωμένη. Χρεωστικῶς σε ὅθεν οἱ πιστοί, ἐν εὐφροσύνῃ ἀεὶ μακαρίζαμεν».

 


Ἀπολυτίκιο. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος Ἀρχάγγελος, τῶν νοερῶν στρατιῶν, Τριάδος τὴν ἔλλαμψιν, καθυποδέχῃ λαμπρῶς, Γαβριὴλ Ἀρχιστράτηγε· ὅθεν ἐκ πάσης βλάβης, καὶ παντοίας ἀνάγκης, σῶζε ἀπαρατρώτους, τοὺς πιστῶς σε τιμῶντας, καὶ πόθῳ ἀνευφημοῦντας, τὰ σὰ θαυμάσια.

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἀσωμάτων λειτουργῶν ὡς πρωτεύων.τὸ πρὸ αἰώνων ὁρισθὲν ὄντως μέγα, σὺ Γαβριὴλ πεπίστευσαι μυστήριον, τόκον τὸν ἀπόρρητον, τῆς Ἁγίας Παρθένου, χαῖρε προσφωνῶν αὐτῇ, ἡ Κεχαριτωμένη. Χρεωστικῶς σε ὅθεν οἱ πιστοί, ἐν εὐφροσύνῃ, ἀεὶ μακαρίζομεν.

Μεγαλυνάριον.
Τὶς ἀπαριθμήσει τὰς πρὸς ἡμᾶς, σοῦ εὐεργεσίας, Ἀρχιστράτηγε Γαβριήλ; σὺ γὰρ καθ’ ἑκάστην, ἐπιφοιτῶν τῷ κόσμῳ, τὰ κρείττω πᾶσι νέμεις· διὸ ὑμνοῦμέν σε.




                           πηγή: synaxarion.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου