Ευλογημένη πνευματική περιήγηση

Κυριακή 19 Ιουλίου 2015

19 Ιουλίου: Μνήμη της οσίας μητρός ημών Μακρίνης. Οι Χαιρετισμοί και τα Εγκώμια της Οσίας.

ΕΙ­ΚΟ­ΣΙ­ΤΕΣ­ΣΑ­ΡΕΣ ΧΑΙ­ΡΕ­ΤΙ­ΣΤΗ­ΡΙΟΙ ΟΙ­ΚΟΙ
ΕΙΣ ΤΗΝ Ο­ΣΙΑΝ ΜΗ­ΤΕ­ΡΑ Η­ΜΩΝ ΜΑ­ΚΡΙ­ΝΑΝ
Α­ΔΕΛ­ΦΗΝ ΤΟΥ ΜΕ­ΓΑ­ΛΟΥ ΒΑ­ΣΙ­ΛΕΙ­ΟΥ

 


Ποίημα: Γεωργίου Ἀποστολάκη,  δικαστοῦ.
Κον­τά­κιον. Ἦ­χος πλ. δ΄ Τῇ ὑ­περ­μά­χῳ
Τὸν τοῦ Νυμ­φί­ου σου ζυ­γὸν ἐ­πι­πο­θή­σα­σα
τὴν τῶν ἀ­ζύ­γων βι­ο­τὴν εἵ­λου, πα­νεύ­φη­με,
μο­νο­τρό­πων κα­τα­στᾶ­σα ἡ ὡ­ραι­ό­της·
διὸ πό­θῳ μο­να­ζόν­των τὰ συ­στή­μα­τα
σὲ τι­μῶ­σι ἐ­ξαι­τού­με­να πρε­σβεί­ας σου
καὶ κραυ­γά­ζον­τα χαί­ροις, Μῆ­τερ θε­ό­λη­πτε.
Ἄ­μω­μος, ὥ­σπερ κρί­νον, τῷ Νυμ­φί­ῳ ἐ­δό­θης τρω­θεῖ­σα τῇ ἐν­θέ­ῳ ἀ­γά­πῃ(ἐκ γ)· δι­ό­περ ὡς Κυ­ρί­ου ἀ­μνὰς βι­ο­τεύ­σα­σα παρ­θε­νι­κῶς, σύ­σκη­νος ἀγ­γέ­λοις νῦν πα­ρί­στα­σαι, Μα­κρῖ­να, τι­μω­μέ­νη οὕ­τω·
Χαῖ­ρε, παρ­θέ­νους νυμ­φα­γω­γοῦ­σα·
χαῖ­ρε, ἀ­ζύ­γους κα­θο­δη­γοῦ­σα.
Χαῖ­ρε, σω­φρο­σύ­νης σε­πτὴ ὑ­πο­τύ­πω­σις·
χαῖ­ρε, τῶν χα­ρί­των πη­γὴ καὶ φα­νέ­ρω­σις.
Χαῖ­ρε, δεῖγ­μα παν­τερ­πνό­τα­τον ἐ­να­ρέ­του βι­ο­τῆς·
χαῖ­ρε, θεῖ­ον ἐν­δι­αί­τη­μα κα­θα­ρᾶς ἀ­να­στρο­φῆς.
Χαῖ­ρε, ὅ­τι δι­έ­πρε­ψας τῇ σε­πτῇ πο­λι­τείᾳ·
χαῖ­ρε, ὅ­τι κα­τέ­λυ­σας τῶν πα­θῶν τυ­ραν­νί­αν.
Χαῖ­ρε, τῷ θεί­ῳ κάλ­λει ἐ­κλάμ­που­σα·
χαῖ­ρε, τοῦ κό­σμου τὴν αἴ­γλην μι­σή­σα­σα.
Χαῖ­ρε, δι’ ἧς μο­να­σταὶ κρα­ται­οῦν­ται·
χαῖ­ρε, δι’ ἧς Ἐκ­κλη­σί­α κο­σμεῖ­ται.
Χαί­ροις, Μῆ­τερ θε­ό­λη­πτε!
Βί­ῳ ἡ­γι­α­σμέ­νῳ, μα­κα­ρί­α Μα­κρῖ­να, ἐ­δό­ξα­ζες Ἁ­γί­αν Τριά­δα· τὴν τοῦ κό­σμου πι­κρὰν τα­ρα­χὴν καὶ θο­ρύ­βων πᾶ­σαν ἀ­φορ­μὴν ἔ­φευ­γες, νη­στεί­αις καὶ δε­ή­σε­σιν σχο­λά­ζου­σα καὶ ἐκ­βο­ῶ­σα·
Ἀλ­λη­λού­ϊ­α!
Γό­νος οὖ­σα ἁ­γί­ων, ἑ­πτα­ρίθ­μου ὁ­μά­δος κα­τέ­στης πο­λυ­τί­μη­τον σκεῦ­ος· Βα­σι­λεί­ου γὰρ τέ­κνον σε­μνοῦ Ἐμ­με­λεί­ας τε τῆς εὐ­σε­βοῦς γέ­γο­νας, ὁ­σί­ων δὲ αὐ­τά­δελ­φος· διό σοι με­λῳ­δοῦ­μεν ταῦ­τα·
Χαῖ­ρε, σπο­ρέ­ων κα­λῶν ὁ σπό­ρος·
χαῖ­ρε, σε­πτῆς γε­νε­ᾶς ὁ γό­νος.
Χαῖ­ρε, Βα­σι­λεί­ου ὁ­σί­ου τὸ γέν­νη­μα·
χαῖ­ρε, ἐγ­κρα­τοῦς Ἐμ­με­λεί­ας ἀ­νά­θρεμ­μα.
Χαῖ­ρε, βά­θος δυ­σε­ρεύ­νη­τον νο­ε­ρῶν ἐρ­γα­σι­ῶν·
χαῖ­ρε, καύ­χη­μα γο­νέ­ων σου καὶ πα­νί­ε­ρος βλα­στός.
Χαῖ­ρε, ὅ­τι ἀ­πεί­λη­φας βρα­βεῖ­ον τῆς νί­κης·
χαῖ­ρε, ὅ­τι συ­νέ­τρι­ψας Βε­λί­αρ πα­γί­δας.
Χαῖ­ρε. ἐν κό­σμῳ μό­νη βι­ώ­σα­σα·
χαῖ­ρε, ἀ­ζύ­γων τά­ξεις πυρ­σεύ­ου­σα.
Χαῖ­ρε, Μα­κρί­νης προ­γό­νου σου εὖ­χος·
χαῖ­ρε, πολ­λῶν ὁ­μω­νύ­μων σου αἶ­νος.
Χαί­ροις, Μῆ­τερ θε­ό­λη­πτε!
Δό­ξης τῆς τῶν ὁ­σί­ων κοι­νω­νὸς κα­τε­στά­θης πλη­σθεῖ­σα χα­ρι­σμά­των ἐν­θέ­ων· τῇ ἀ­σκή­σει γὰρ πά­θη ψυ­χῆς τὰ πι­κρὰ ἐ­νέ­κρω­σας, Σε­μνή, τά­χι­στα ὡς ἄγ­γε­λος ἐν σώ­μα­τι βι­οῦ­σα καὶ Θε­όν ὑ­μνοῦ­σα·
Ἀλ­λη­λού­ϊ­α!
Εἰ­ρη­ναί­αν πο­ρεί­αν προ­σευ­χῇ καὶ ἀ­σκή­σει δι­ή­νυ­σας Μα­κρῖ­να ἐν βί­ῳ· ὅ­θεν γέ­γο­νας θεῖ­ος πυρ­σὸς ἀ­ρε­τῆς τε λύ­χνος φα­ει­νὸς ἅ­πα­σι· διὸ καὶ τὰ συ­στή­μα­τα ἀ­ζύ­γων σοι βο­ῶ­σι ταῦ­τα·
Χαῖ­ρε, σε­πτῆς συγ­γε­νεί­ας γό­νος·
χαῖ­ρε, ἁ­γί­ας ἀμ­πέ­λου κλῶ­νος.
Χαῖ­ρε, Βα­σι­λεί­ου Με­γά­λου αὐ­τά­δελ­φος·
χαῖ­ρε, Γρη­γο­ρί­ου τῆς Νύσ­σης ἡ ὅ­μαι­μος.
Χαῖ­ρε, Μή­τηρ ἡ γεν­νή­σα­σα ἀ­πο­γό­νοις ἐν Χρι­στῷ·
χαῖ­ρε, βό­τρυν γε­ωρ­γή­σα­σα τὸν τῆς Χά­ρι­τος ψυ­χῇ.
Χαῖ­ρε, εὔ­χρη­στον σκεῦ­ος ἱ­ε­ρᾶς ἐρ­γα­σί­ας·
χαῖ­ρε, ἄ­σει­στε πῦρ­γε, μο­να­στῶν προ­στα­σί­α.
Χαῖ­ρε, σαρ­κὸς μι­σοῦ­σα εὐ­πά­θειαν·
χαῖ­ρε, Χρι­στοῦ ζη­τοῦ­σα τὴν εὔ­νοι­αν.
Χαῖ­ρε, δι’ ἧς οἱ πι­στοὶ εὐ­λο­γοῦν­ται·
χαῖ­ρε, δι’ ἧς εὐ­σε­βεῖς ὁ­δη­γοῦν­ται.
Χαί­ροις, Μῆ­τερ θε­ό­λη­πτε!
Ζῶ­σα ἐν ἐγ­κρα­τεί­ᾳ μο­νο­τρό­πων ὁ τῦ­πος κα­τέ­στης ἀ­κρι­βέ­στα­τος, Μῆ­τερ· καὶ ὡς ἄ­σαρ­κος οὖ­σα σαρ­κὶ ἀ­ρε­τῆς ἐρ­γά­τις τοῖς πι­στοῖς δέ­δει­ξαι· διὸ καί σοὶ προ­σήρ­χον­το παρ­θέ­νοι τῷ Θε­ῷ βο­ῶ­σαι·
Ἀλ­λη­λού­ϊ­α!
Ἡ­συ­χί­ᾳ ἐν­θέ­ῳ ἀ­σκου­μέ­νη ἐν οἴ­κῳ προ­σείλ­κυ­ες παρ­θέ­νων χο­ρεί­ας· ψυ­χο­σώ­τει­ραν ὅ­θεν μο­νὴν με­τ’ αὐ­τῶν συ­νέ­πη­ξας, Σε­μνή, πάν­τερ­νον ἁ­γί­ων ἐν­δι­αί­τη­μα· διό σοι εὐ­λα­βῶς φω­νοῦ­μεν·
Χαῖ­ρε, ἀ­μνὰς Χρι­στοῦ ἡ ἁ­γί­α·
χαῖ­ρε, παρ­θέ­νων παι­δα­γω­γί­α.
Χαῖ­ρε, τῶν ὁ­σί­ων πλου­τοῦ­σα τὴν σύ­νο­δον·
χαῖ­ρε, μο­νο­τρό­πων ἀ­κρό­της τυγ­χά­νου­σα.
Χαῖ­ρε, σάρ­καν ἡ δου­λώ­σα­σα πό­νοις τοῖς ἀ­σκη­τι­κοῖς·
χαῖ­ρε, φύ­σιν ἡ βι­ά­σα­σα κό­ποις τοῖς δι­η­νε­κοῖς.
Χαῖ­ρε, ὅ­τι συ­νή­γα­γες παρ­θέ­νων χο­ρεί­αν·
χαῖ­ρε, ὅ­τι ἐ­δί­δα­σκες ζω­ὴν οὐρα­νίαν.
Χαῖ­ρε, τα­μεῖ­ον θεί­ων ἐλ­λάμ­ψε­ων·
χαῖ­ρε, σφρα­γὶς ὁ­σί­ας βι­ώ­σε­ως.
Χαῖ­ρε, συ­νοῦ­σα χο­ροῖς τῶν Ἀγ­γέ­λων·
χαῖ­ρε, ὑ­μνοῦ­σα Θε­όν Πα­ρα­δεί­σῳ.
Χαί­ροις, Μῆ­τερ θε­ό­λη­πτε!
Θε­ῷ νύμ­φη ἐ­δό­θης μυ­στι­κῶς συ­να­φθεῖ­σα Νυμ­φί­ῳ ἐν σε­μνό­τη­τι βί­ου· καὶ τῷ κάλ­λει Αὐ­τοῦ σε­αυ­τὴν ὡ­ρα­ΐ­σα­σα πνευ­μα­τι­κῶς, εἴ­λη­φας τὸ δώ­ρη­μα ἰ­ά­σε­ως, βο­ῶ­σα πρὸς τὸν Ζω­ο­δό­την·
Ἀλ­λη­λού­ϊ­α!
Ἰ­ω­γή φε­ρω­νύ­μων ἀ­σκου­μέ­νων τυγ­χά­νεις, Μα­κρῖ­να, θε­ο­δό­ξα­στε Μῆ­τερ· προ­σι­ού­σαις σοι γὰρ εὐ­λα­βῶς ἀ­ρω­γός πα­ρί­στα­σαι θερ­μός τά­χι­στα· διὸ καί σοὶ προ­σά­δω­μεν, θε­ό­φρον, γη­θο­σύ­νως ταῦ­τα·
Χαῖ­ρε, χρη­στῶν ἠ­θῶν ἐ­κμα­γεῖ­ον·
χαῖ­ρε, σε­πτὸν Χρι­στοῦ βρα­βεῖ­ον.
Χαῖ­ρε, ἀ­πα­θεί­ας καὶ νή­ψε­ως κλέ­ϊ­σμα·
χαῖ­ρε, προ­σευ­χῆς καὶ ἀ­σκή­σε­ως βλά­στη­μα.
Χαῖ­ρε, γά­λα­κτι ὁ­σί­ῳ ἡ ἐ­κτρα­φεῖ­σα εὐ­σε­βῶς·
χαῖ­ρε, καύ­χη­μα παν­θαύ­μα­στον αὐ­τα­δέλ­φων εὐ­λα­βῶν.
Χαῖ­ρε, ὅ­τι ἐ­δεί­χθης χο­ϊ­κῶν ὑ­περ­τέ­ρα·
χαῖ­ρε, ὅ­τι συν­τρί­βεις Ἀν­τι­δί­κου τὸ κέ­ρας.
Χαῖ­ρε, ὀ­σμὴ σε­πτῆς ἐ­να­σκή­σε­ως·
χαῖ­ρε, το­μὴ λε­πτὴ συ­νει­δή­σε­ως.
Χαῖ­ρε, δι’ ἧς ἡ Τριὰς ἐ­ξυ­μνεῖ­ται·
χαῖ­ρε, δι’ ἧς Ἐκ­κλη­σί­α τρα­νοῦ­ται.
Χαί­ροις, Μῆ­τερ θε­ό­λη­πτε!
Κα­θυ­μνῶ σε, Μα­κρῖ­να, καὶ τι­μῶ σου τὸ γέ­νος ἁ­γί­ας ἑ­πτα­ρίθ­μου χο­ρεί­ας· σὺν γο­νεῦ­σι αἰ­νῶ ἀ­δελ­φούς, τὸν Βα­σί­λει­ον θαυ­μα­τουρ­γόν, Πάν­σε­μνε, τὸν Πέ­τρον καὶ Γρη­γό­ριον, βο­ῶν­τας σὺν τῷ Ναυ­κρα­τί­ῳ·
Ἀλ­λη­λού­ϊ­α!
Λάμ­ψα­σα τῇ ἀ­σκή­σει, κα­τα­φύ­γιον θεῖ­ον ἐ­γέ­νου ταῖς θε­λού­σαις σω­θῆ­ναι· ἀ­κλι­νῶς γὰρ τὸν λό­γον Θε­οῦ ἐ­κτε­λοῦ­σα πλή­θη γυ­ναι­κῶν ᾔ­ε­σαν φοι­τῆ­σαι πρὸς σε­μνεῖ­ον σου· διό σοι θαυ­μα­σμῷ βο­ῶ­μεν·
Χαῖ­ρε, λαμ­πὰς τῷ Θε­ῷ και­ο­μέ­νη·
χαῖ­ρε, ἀ­γά­πῃ Χρι­στοῦ τη­κο­μέ­νη.
Χαῖ­ρε, πο­νη­ρῶν δαι­μο­νί­ων δι­ώ­κτρια·
χαῖ­ρε, τῶν κα­λούν­των σε πί­στει ἐ­πό­πτρια.
Χαῖ­ρε, ἄ­κου­σμα πα­ρή­γο­ρον τῶν ἐν θλί­ψει μο­να­στῶν·
χαῖ­ρε, ἔ­ρει­σμα ἀ­κλό­νη­τον πάν­των τῶν χρι­στια­νῶν.
Χαῖ­ρε, ὅ­τι σὸς βί­ος ἀ­κη­λί­δω­τος ἔ­στη·
χαῖ­ρε, ὅ­τι ἀν­τέ­στης πρὸς σαρ­κὸς τὰς ὀ­ρέ­ξεις.
Χαῖ­ρε, κα­νὼν νο­μί­μων ἀ­σκή­σε­ων·
χαῖ­ρε, σπιν­θὴρ ἐν­θέ­ων ἐλ­λάμ­ψε­ων.
Χαῖ­ρε, πη­γὴ ἀ­ειρ­ρό­ων να­μά­των·
χαῖ­ρε, αἰ­τί­α ποι­κί­λων θαυ­μά­των.
Χαί­ροις, Μῆ­τερ θε­ό­λη­πτε!
Μα­κα­ρί­α τυγ­χά­νεις, θε­ο­φό­ρε Μα­κρῖ­να, συ­νοῦ­σα τοῖς χο­ροῖς Ἀ­σω­μά­των. Κα­τα­τή­ξα­σα πό­νοις πολ­λοῖς τὸ σαρ­κί­ον χά­ριν ἐκ Θε­οῦ εἴ­λη­φας καὶ δό­ξης κα­τη­ξί­ω­σαι· διὸ καὶ νῦν Θε­ῷ προ­σᾴ­δεις·
Ἀλ­λη­λού­ϊ­α!
Νῆ­ψιν δός μοι, ὦ Μῆ­τερ, καὶ ἐγ­κρά­τειαν πᾶ­σαν, δαι­μό­νων ὅ­πως φεύ­γω τὰς πλά­νας· ἀ­πα­θεί­ας δὲ πλη­σμο­νὴν ὁ­μω­νύ­μοις δώ­ρη­σαι τα­χύ, πάν­τι­με, ταῖς πί­στει προ­σι­ού­σαίς σοι καὶ πό­θῳ ἐκ ψυ­χῆς βο­ῶ­σαι·
Χαῖ­ρε, ἁ­γνὴ τοῦ Κυ­ρί­ου νύμ­φη·
χαῖ­ρε, τερ­πνὸν μο­νο­τρό­πων ἄν­θος.
Χαῖ­ρε, Ἐκ­κλη­σί­ας λαμ­πρὸν ἐγ­καλ­λώ­πι­σμα·
χαῖ­ρε, μο­να­ζόν­των στερ­ρὸν πε­ρι­τεί­χι­σμα.
Χαῖ­ρε, κλέ­ος ἀ­νε­ξάν­τλη­τον ἀ­σκου­μέ­νων εὐ­λα­βῶν·
χαῖ­ρε, δώ­ρη­μα τα­χύ­τα­τον θε­οσ­δό­των ἀ­ρε­τῶν.
Χαῖ­ρε, ὅ­τι πυρ­σεύ­εις τὰς ψυ­χὰς εὐ­σε­βούν­των·
χαῖ­ρε, ὅ­τι φαι­δρύ­νεις τῶν πι­στῶν δι­α­νοί­ας.
Χαῖ­ρε, τῆς ἄ­νω δό­ξης τὸ ἔ­σο­πρτον·
χαῖ­ρε, φω­τός α­ΰ­λου συμ­μέ­το­χος.
Χαῖ­ρε, δι’ ἧς στε­ρε­οῦ­ται ἡ πί­στις·
χαῖ­ρε, δι’ ἧς ἐ­ξυ­μνεῖ­ται ὁ Κτί­στης.
Χαί­ροις, Μῆ­τερ θε­ό­λη­πτε!
Ξε­νω­θεῖ­σα τῆς ὕ­λης γλυ­κα­σμῶν καὶ ἡ­δέ­ων, πρὸς σκάμ­μα­τα ἀ­σκή­σε­ως, Μῆ­τερ, ηὐ­το­μό­λη­σας πό­θῳ Χρι­στοῦ τε­τρω­μέ­νη· ὅ­θεν μο­να­στῶν τάγ­μα­τα τι­μῶ­σι τοὺς ἀ­γῶ­νάς σου καὶ πί­στει τῷ Θε­ῷ βο­ῶ­σι·
Ἀλ­λη­λού­ϊ­α!
Ὄμ­βροις τῶν σῶν δα­κρύ­ων κα­ταρ­δεύ­εις, Μα­κρῖ­να, τὰ στά­δια κα­λῶς ἀ­σκου­μέ­νων καὶ γο­νί­μους ποι­εῖς τὰς εὐ­χάς· εἰ­σα­κού­ῃ γὰρ πα­ρὰ Θε­οῦ, ἔ­χου­σα πρε­σβεί­αν ἀ­κα­τά­βλη­τον ὑ­πὲρ τῶν σέ τι­μών­των οὕ­τω·
Χαῖ­ρε, Μα­κρῖ­να Χρι­στοῦ ὁ οἶ­κος·
χαῖ­ρε, λα­οῦ εὐ­σε­βοῦς τὸ τεῖ­χος.
Χαῖ­ρε, λο­γι­σμῶν τὸ σε­πτὸν ἐρ­γα­στή­ριον·
χαῖ­ρε, ἀ­σκη­τῶν με­λι­χρὸν φρον­τι­στή­ριον.
Χαῖ­ρε, μέ­γα ἐν­δι­αί­τη­μα τῆς τοῦ Πνεύ­μα­τος χα­ρᾶς·
χαῖ­ρε, δεί­κτης ὁ πρὸς Κύ­ριον προ­σορ­μί­ζων τὰς ψυ­χάς.
Χαῖ­ρε, ἡ ἀ­γα­πή­σα­σα καρ­ποὺς ἡ­συ­χί­ας·
χαῖ­ρε, ἡ ἐ­κμι­σή­σα­σα τὴν τοῦ κό­σμου μω­ρί­αν.
Χαῖ­ρε, φυ­τὸν τῆς Χά­ρι­τος γνή­σιον·
χαῖ­ρε, κα­νὼν ἁ­γνεί­ας πο­λύ­τι­μος.
Χαῖ­ρε, τὸ πάλ­λευ­κον κρί­νον ἐ­ρή­μου·
χαῖ­ρε, πλου­τοῦ­σα ἀγ­γέ­λων τὸν δῆ­μον.
Χαί­ροις, Μῆ­τερ θε­ό­λη­πτε!
Πά­θη ἐξ ἁ­μαρ­τί­ας ἐ­ξαι­τοῦ­μαι, Μα­κρῖ­να, κα­θαί­ρειν ῥυ­πτι­καῖς σου πρε­σβεί­αις· καὶ τῇ σῇ ἀ­ρω­γῇ ἀ­π’ ἐ­μοῦ πο­νη­ρὰ δαι­μό­νια μα­κρὰν δί­ω­ξον, ἵ­να τῷ σὲ δο­ξά­σαν­τι Θε­ῷ πα­νευ­λα­βῶς κραυ­γά­ζω·
Ἀλ­λη­λού­ϊ­α!
Ρή­μα­σι θε­ο­φθόγ­γοις μα­θη­τρί­ας σου, Μῆ­τερ, ἐ­δί­δα­σκες σε­πτῷ σου Σε­μνεί­ῳ· καὶ ἡ Χά­ρις σκη­νοῦ­σα ἐν σοὶ οἰ­κο­νό­μον ἄ­ρι­στον ψυ­χῶν σ’ ἔ­δει­ξεν, γλυ­κύ­τη­τι τῶν λό­γων σου ἑλ­κύ­ου­σαν λα­όν, ὅς αἴ­νει·
Χαῖ­ρε, ση­μεῖ­ον τοῦ Πα­ρα­κλή­του·
χαῖ­ρε, πο­λί­τις τοῦ Πα­ρα­δεί­σου.
Χαῖ­ρε, τῶν οἰ­κεί­ων σου θεῖ­ον ὡ­ρά­ϊ­σμα·
χαῖ­ρε, ὁ­μω­νύ­μων σου ἔ­κτα­κτον κλέ­ϊ­σμα.
Χαῖ­ρε, πάν­σε­πτον δι­ά­δη­μα βι­ο­τῆς παρ­θε­νι­κῆς·
χαῖ­ρε, πάμ­φω­τον πα­ρά­δειγ­μα ἀ­γω­γῆς ἀ­σκη­τι­κῆς.
Χαῖ­ρε, ἀ­κτη­μο­σύ­νης καὶ τῆς νή­ψε­ως λύ­χνος·
χαί­ρε, ὀρ­θο­δο­ξί­ας τη­λαυ­γέ­στα­τος πύρ­γος.
Χαῖ­ρε, κα­νὼν εὐ­χῆς ὁ εὐ­θύ­τα­τος·
χαῖ­ρε, πι­στῶν προ­στά­τις ἀ­κοί­μη­τος.
Χαῖ­ρε, ὁ­ρῶ­σα Νυμ­φί­ου σου κάλ­λος·
χαῖ­ρε, πλη­ροῦ­σα εὐ­χάς δε­ο­μέ­νων.
Χαί­ροις, Μῆ­τερ θε­ό­λη­πτε!
Σύ­στη­μα τῶν παρ­θέ­νων σὲ ὑ­μνεῖ καὶ δο­ξά­ζει, Μα­κρῖ­να, ὡς ὑ­πό­δειγ­μα θεῖ­ον· πο­λι­τεί­αν γὰρ ἔ­σχες σε­μνὴν ταῖς ῥο­αῖς δα­κρύ­ων σου, Σε­πτή, σβή­σα­σα ἀρ­χαῖ­ον τὸ χρε­ώ­γρα­φον, ἀ­παύ­στως τῷ Θε­ῷ βο­ῶ­σα·
Ἀλ­λη­λού­ϊ­α!
Τό­μος τῆς σω­φρο­σύ­νης ἐγ­κρα­τεί­ᾳ συν­τό­νῳ ἐν νή­ψει καὶ εὐ­χῇ ἀ­νε­δεί­χθης· καὶ με­τέ­στης εἰς ὄν­τως ζω­ὴν κα­θο­ρῶ­σα φῶς τὸ ἱ­λα­ρόν, ἔν­δο­ξε· διό σου τὰ πα­λαί­σμα­τα γε­ραί­ρον­τες ἀ­να­βο­ῶ­μεν·
Χαῖ­ρε, με­γά­λη ἡ­μῶν προ­στά­τις·
χαῖ­ρε, ἀγ­γέ­λων συμ­πα­ρα­στά­τις.
Χαῖ­ρε, τῶν γο­νέ­ων σου ἔν­δο­ξον βλά­στη­μα·
χαῖ­ρε, ἀ­δελ­φῶν σου ὑ­πέρ­τι­μον καύ­χη­μα.
Χαῖ­ρε, πρέ­σβει­ρα ἡ ἄ­γου­σα τὰς αἰ­τή­σεις πρὸς Θε­όν·
χαῖ­ρε, σκέ­πη καὶ βο­ή­θεια ὁ­μω­νύ­μων ἐκ βρο­τῶν.
Χαῖ­ρε, ὅ­τι ἀ­ΰ­λων δω­ρε­ῶν ἠ­ξι­ώ­θης·
χαῖ­ρε, ὅ­τι προ­στά­τις μο­να­στῶν κα­τε­στά­θης.
Χαῖ­ρε, Χρι­στοῦ ἡ ζή­σα­σα ἔ­ρω­τι·
χαῖ­ρε, Ἁ­γί­ῳ λάμ­ψα­σα Πνεύ­μα­τι.
Χαῖ­ρε, τρυ­φὴ τῶν πι­στῶς σε κα­λούν­των·
χαῖ­ρε, τρο­φὴ τῶν πρός σὲ κραυ­γα­ζόν­των.
Χαί­ροις, Μῆ­τερ θε­ό­λη­πτε!
Ὕ­μνοις καὶ ψαλ­μῳ­δί­αις μο­να­στῶν αἱ χο­ρεῖ­αι ἐ­κή­δευ­σαν σὸν πάν­σε­πτον σκῆ­νος· καὶ θαυ­μά­των αἰ­τί­α πολ­λῶν ἡ σω­ρός σου γέ­γο­νε πι­στοῖς, πάμ­φω­τε, ἰά­σεις τε καὶ χά­ρι­τας πη­γά­ζου­σα τοῖς εὐ­χο­μέ­νοις·
Ἀλ­λη­λού­ϊ­α!
Φύ­λατ­τε ἐκ κιν­δύ­νων ὁ­μω­νύ­μους σου, Μῆ­τερ, διὰ τῶν ἱ­ε­ρῶν πρε­σβει­ῶν σου καὶ χο­ρή­γει καρ­δί­αις αὐ­τῶν κα­θα­ρούς, Μα­κρῖ­να, λο­γι­σμούς· ὅ­θεν νῦν εἰ­κό­νι σου προ­σπί­πτο­μεν καὶ πό­θῳ σοι λα­λοῦ­μεν ταῦ­τα·
Χαῖ­ρε, ὁ τῦ­πος τῆς καρ­τε­ρί­ας·
χαῖ­ρε, ὁ οἶ­κος τῆς ἡ­συ­χί­ας.
Χαῖ­ρε, ἡ ἐν σώ­μα­τι ζῶ­σα ὡς ἄ­ϋ­λος·
χαῖ­ρε, ἐν σαρ­κὶ ἡ ἀ­σκοῦ­σα ὡς ἄ­σαρ­κος.
Χαῖ­ρε, κρή­νη ἡ ἐκ­βρύ­ου­σα ἀ­ρε­τὰς παν­το­ει­δεῖς·
χαῖ­ρε, στή­λη ἡ πα­ρέ­χου­σα δω­ρε­ὰς θε­ο­ει­δεῖς.
Χαῖ­ρε, ἡ κα­θαι­ροῦ­σα ἁ­μαρ­τί­ας τὸν ῥῦ­πον·
χαῖ­ρε, ἡ ἀ­ναι­ροῦ­σα τοῦ Βε­λί­αρ τὰ βέ­λη.
Χαῖ­ρε, ἀμ­μᾶ, μη­τέ­ρων γε­νέ­τει­ρα·
χαῖ­ρε, κα­λὴ πρὸς Κύ­ριον πρέ­σβει­ρα.
Χαῖ­ρε, δι’ ἧς παρ­θε­νί­α τι­μᾶ­ται·
χαῖ­ρε, δι’ ἧς μα­ται­ό­της νι­κᾶ­ται.
Χαί­ροις, Μῆ­τερ θε­ό­λη­πτε!
Χαί­ρεις ἐν Πα­ρα­δεί­σῳ, τρι­σολ­βί­α Μα­κρῖ­να, χα­ρὰν τὴν ἀ­νε­κλά­λη­τον ὄν­τως· γευ­ο­μέ­νη οὖν ξύ­λου ζω­ῆς σὺν ἀγ­γέ­λοις ἵ­στα­σαι Χρι­στῷ, ἄρ­ρη­τον· τὴν δό­ξαν κα­το­πτεύ­ου­σα καὶ ψάλ­λου­σα ἐν κα­τα­νύ­ξει·
Ἀλ­λη­λού­ϊ­α!
Ψάλ­λον­τές σου τὴν μνή­μην, ἐ­ξυ­μνοῦ­μεν σε, Μῆ­τερ, ὡς λύ­χνον καὶ φα­νὸν τῶν παρ­θέ­νων· τὰς γὰρ κέλ­λας ἀ­ό­κνως φρου­ρεῖς καὶ σαρ­κὸς πει­ρα­σμοὺς ἀ­πω­θεῖς, σῴ­ζου­σα ζη­λοῦν­τάς σου τὴν ἄ­σκη­σιν καὶ ᾄ­δον­τας προς σὲ τοια­ῦτα·
Χαῖ­ρε, νη­στεί­ας ἡ πο­δη­γέ­τις·
χαῖ­ρε, κα­κί­ας ἡ ἀ­ναι­ρέ­τις.
Χαῖ­ρε, σαρ­κι­κούς πει­ρα­σμούς ἡ δι­ώ­κου­σα·
χαῖ­ρε, ῥυ­πα­ρούς λο­γι­σμούς ἡ κα­θαί­ρου­σα.
Χαῖ­ρε, τά­χι­στα κου­φί­ζου­σα τὰς καρ­δί­ας μο­να­στῶν·
χαῖ­ρε, πύ­λη ἡ ἐ­λέγ­χου­σα τὰς ἐ­φό­δους τῶν ἐ­χθρῶν.
Χαῖ­ρε, ἡ ὑ­πε­ρό­πτις ἐ­πι­γεί­ων ἡ­δέ­ων·
χαῖ­ρε, ἡ κα­θαι­ρέ­τις ἀ­κα­θάρ­των δαι­μό­νων.
Χαῖ­ρε, ἀ­στὴρ φω­τί­ζων μο­νά­ζον­τας·
χαῖ­ρε, ζω­ῆς ἁ­γί­ας πα­ρά­δειγ­μα.
Χαῖ­ρε, ὑ­μνούν­των σε δό­ξα καὶ ῥύ­στις·
χαῖ­ρε, κἀ­μοῦ προ­στα­σί­α με­γί­στη.
Χαί­ροις, Μῆ­τερ θε­ό­λη­πτε!
Ὦ θε­ό­λη­πτε Μῆ­τερ, μο­να­ζόν­των τὸ κλέ­ος, Μα­κρῖ­να, τοὺς πι­στούς σου εὐ­λό­γει· (ἐκ γ΄) ἔ­γνω­μέν σε πρε­σβεί­αν θερ­μὴν ἀ­λη­θῶς πρὸς Ἅ­γιον Θε­όν, Κύ­ριον, ᾧ πάν­τες ἀ­να­μέλ­πο­μεν φω­νῇ εὐ­λα­βι­κῇ τὸν ὕ­μνον·
Ἀλ­λη­λού­ϊ­α!
Καὶ αὖ­θις τὸ κον­τά­κιον. Ἦ­χος πλ. δ΄. Τῇ ὑ­περ­μά­χῳ.
Τὸν τοῦ Νυμ­φί­ου σου ζυ­γὸν ἐ­πι­πο­θή­σα­σα τὴν τῶν ἀ­ζύ­γων βι­ο­τήν εἵ­λου, πα­νεύ­φη­με, μο­νο­τρό­πων κα­τα­στᾶ­σα ἡ ὡ­ραι­ό­της· διὸ πό­θῳ μο­να­ζόν­των τὰ συ­στή­μα­τα σὲ τι­μῶ­σι ἐ­ξαι­τού­με­να πρε­σβεί­ας σου καὶ κραυ­γά­ζον­τα χαί­ροις, Μῆ­τερ θε­ό­λη­πτε.
Δί­στι­χον.
Μα­κρῖ­να δέ­ξαι Γε­ωρ­γί­ου τὸν αἶ­νον
Μα­κρί­νης χά­ριν μο­να­χῆς Με­τε­ώ­ρων.
Ποί­η­μα: Γε­ωρ­γί­ου Ἀ­πο­στο­λά­κη, δι­κα­στοῦ.
Τρίκ­κῃ, 21ῃ Νο­εμ­βρί­ου 2000
Μνή­μη τῆς ἐν τῷ Να­ῷ εἰ­σό­δου τῆς Θε­ο­μή­το­ρος







ΕΓ­ΚΩ­ΜΙΑ ΕΙΣ ΤΗΝ Ο­ΣΙΑΝ ΜΗ­ΤΕ­ΡΑ Η­ΜΩΝ
ΜΑ­ΚΡΙ­ΝΑΝ
Ποί­η­μα Γε­ωρ­γί­ου Ἀ­πο­στο­λά­κη, δι­κα­στοῦ

Στά­σις α΄

Ἦ­χος πλ. α΄. Ἡ ζω­ή ἐν τά­φῳ.
Μ
α­κα­ρί­ζο­μέν σε,
ὦ Μα­κρῖ­να σε­πτή,
καί τι­μῶ­μέν σου τήν μνή­μην τήν ἔν­δο­ξον·
ἐκ­κλη­σί­ας γάρ ἐ­δεί­χθης θη­σαυ­ρός.
Μ
α­κα­ρί­ζο­μέν σε,
ὦ Μα­κρῖ­να σε­πτή,
ὡς φω­στῆ­ρα τῶν παρ­θέ­νων καί καύ­χη­μα,
ἅς ἑλ­κύ­εις πρός ἀ­ζύ­γων βι­ο­τήν.
Κα­τ’ ἀλ­φά­βη­τον
­σκη­τῶν τόν βί­ον,
ἐκ­ζη­τοῦ­σα θερ­μῶς,
χο­ϊ­κῶν τήν μα­ται­ό­τη­τα ἔ­φευ­γες,
τοῦ Χρι­στοῦ ἐ­ρα­σα­μέ­νη ἐκ παι­δός.
Β
α­σι­λεί­ου θεί­ου,
Γρη­γο­ρί­ου σο­φοῦ,
Ναυ­κρα­τί­ου καί τοῦ Πέ­τρου αὐ­τά­δελ­φον,
σύν αὐ­τοῖς δο­ξά­ζο­μέν σε οἱ πι­στοί.
Γ
ό­νος Βα­σι­λεί­ου,
Ἐμ­με­λεί­ας καρ­πός,
καί Μα­κρί­νης τῆς προ­γό­νου σου βλά­στη­μα,
σύν αὐ­τοῖς ἐν Πα­ρα­δεί­σῳ νῦν τρυ­φᾷς.
Δ
ό­ξης θεί­ας Μῆ­τερ
νε­μο­μέ­νη Χρι­στοῦ,
ἀ­δο­ξί­ας τῶν πα­θῶν ἐ­λευ­θέ­ρω­σαι
τούς τι­μῶν­τάς σου τήν μνή­μην εὐ­λα­βῶς.
ν ἀ­σκή­σει πλή­ρει,
ἐ­να­ρέ­τῳ ζω­ῇ,
προ­σευ­χῇ τε καί νη­στεί­ᾳ ἐ­δού­λω­σας
τῶν πα­θῶν σου τά σκιρ­τή­μα­τα, Σε­μνή.
Ζ
ή­λου θεί­ου πό­θον
δός ἡ­μῖν, Ἀ­γα­θή,
ὡς ἠ­γά­πη­σεν καρ­δί­α σου Κύ­ριον,
ᾧ προ­σή­χθης ὥ­σπερ νύμ­φη νο­ε­ρῶς.
­συ­χί­αν ἄ­κραν
ἐκ­ζη­τοῦ­σα νο­ός,
πρός ἀ­σκή­σε­ως τά σκάμ­μα­τα ἔ­δρα­μες·
διό δῆ­μός σε γε­ραί­ρει μο­να­στῶν.
Θ
η­σαυ­ρός ἐ­δεί­χθης
Ἐκ­κλη­σί­ας Χρι­στοῦ
καί παρ­θέ­νων τό ὡ­ρά­ϊ­σμα ἵ­στα­σαι,
στή­λη ἔμ­ψυ­χος καί λύ­χνος φα­ει­νός.
Ἱ­
λα­σμόν ἐ­ξαί­τει
συμ­πα­θῶς τόν Χρι­στόν
τοῖς προ­στρέ­χου­σι, Μα­κρῖ­να, τῇ σκέ­πῃ σου
καί ἀ­πάλ­λα­ξον πα­θῶν φθο­ρο­ποι­ῶν.
Κ
λῆ­σιν θεί­αν Μῆ­τερ,
στα­θε­ρῷ λο­γι­σμῷ,
εἰ­σα­κού­σα­σα Σε­μνεῖ­ον ἐ­δό­μη­σας,
ἐρ­γα­στή­ριον ἐν­θέ­ων ἀ­ρε­τῶν.
Λ
αμ­πρυν­θεῖ­σα θεί­ῳ
φω­τι­σμῷ μυ­στι­κῶς
συμ­πο­λί­τις τῶν ἀγ­γέ­λων πα­ρί­στα­σαι,
τρι­ση­λί­ου ἀ­πο­λαύ­ου­σα φω­τός.
Μ
ο­να­ζόν­των ἄ­στρον
καί παρ­θέ­νων πυρ­σός
εἶ, Μα­κρῖ­να θε­ο­φό­ρε καί πάν­σο­φε,
με­τι­οῦ­σα βί­ον ἄ­ϋ­λον ἐν γῇ.
Ν
ᾶ­μα, Μῆ­τερ, θεῖ­ον
τοῖς σοῖς τέ­κνοις δω­ρῇ
τάς ψυ­χάς κα­τα­πυρ­σεύ­ου­σα ἄ­νω­θεν
καί ἀ­ζύ­γους κα­τευ­θύ­νεις πρός Θε­όν.
Ξ
ε­νω­θεῖ­σα ὕ­λης
καί πα­θῶν σαρ­κι­κῶν
ἀ­ρε­τῶν ἡ ὑ­πο­τύ­πω­σις γέ­γο­νας
καί φρο­νή­σε­ως κει­μή­λιον σε­πτόν.
­φλη­μά­των λύ­σιν
ὑ­πέρ πάν­των Χρι­στόν
ἐκ­δυ­σώ­πει ὡς με­τέ­χου­σα Χά­ρι­τος,
ἁ­γι­ά­ζου­σα ψυ­χάς τῶν εὐ­σε­βῶν.
Π
ρυ­τα­νεῖ­ον θεῖ­ον
καί τα­μεῖ­ον σε­πτόν
τῶν παρ­θέ­νων τῇ χο­ρεί­ᾳ πα­ρί­στα­σαι
μο­να­ζόν­των τε πο­λύ­φω­τος ἀ­στήρ.
ύ­που τῆς ψυ­χῆς μου,
ἀ­σθε­νεί­ας σαρ­κός,
καί πα­θῶν τοῦ φλο­γι­σμοῦ με ἀ­πάλ­λα­ξον,
τήν προ­στρέ­χου­σαν, Μα­κρῖ­να, σαῖς λι­ταῖς.
Σ
τή­ριγ­μα τυγ­χά­νεις
καί σα­φής ὁ­δη­γός
συ­νω­νύ­μων σου, Μα­κρῖ­να θε­ό­σε­μνε,
ἵ­να τύ­χω­σιν ἐν­θέ­ου φω­τι­σμοῦ.
Τ
ε­τρω­μέ­νη πό­θῳ
γλυ­κυ­τά­του Χρι­στοῦ,
τοῦ ἐ­χθροῦ τάς με­θο­δεί­ας ἠ­μαύ­ρω­σας,
ὥ­σπερ ἄ­σαρ­κος βι­οῦ­σα ἐν σαρ­κί.
­μνω­δί­αν, Μῆ­τερ,
ἐκ χει­λέ­ων ἐ­μῶν
εὐ­α­ρέ­στως νῦν προσ­δέ­χου καί πλή­ρω­σον
τά αἰ­τή­μα­τα τε­κνί­ου σου πι­στοῦ.
  Φ
α­ει­νόν δο­χεῖ­ον
Πα­ρα­κλή­του, Σε­μνή,
καί παρ­θέ­νων τό ἀ­κρά­δαν­τον ἔ­ρει­σμα
κα­τε­δεί­χθης βι­ο­τεύ­σα­σα σε­πτῶς.
Χ
αί­ρει Ἐκ­κλη­σί­α
καί αἰ­νεῖ ἐν ᾠ­δαῖς
τήν ἑ­πτά­ριθ­μον ὁ­μά­δα τοῦ γέ­νους σου,
ὧν Βα­σί­λει­ον ὡς πρώ­ταρ­χον τι­μᾷ.
Δό­ξα. Τρι­α­δι­κόν.
Ψ
άλ­μα­σι καί ὕ­μνοις,
ὦ Τριάς ὁ Θε­ός,
Σέ τι­μῶ­μεν καί βο­ῶ­μεν ἐν πνεύ­μα­τι·
πάν­τας οἴ­κτει­ρον σούς δού­λους, Ἀ­γα­θέ.
Καί νῦν. Θε­ο­το­κί­ον.
ς παρ­θέ­νων τεῖ­χος,
Θε­ο­τό­κε Ἁ­γνή,
ἐ­ξυ­μνοῦ­μέν Σε καί πί­στει αἰ­τού­με­θα·
πάν­τας ῥῦ­σαι μο­να­στάς ἐκ τῆς φθο­ρᾶς.

Στά­σις β΄.

Ἦ­χος πλ. α΄. Ἄ­ξιόν ἐ­στιν.
­ξιόν ἐ­στι
μα­κα­ρί­ζειν σε τῶν μο­να­ζόν­των
τάς χο­ρεί­ας πά­σας ἐν πέ­ρα­σι
ὅ­τι ἵ­στα­σαι αὐ­τοῖς ὥ­σπερ ἀ­στήρ.
­ξιόν ἐ­στι
με­γα­λύ­νειν σε ᾠ­δαῖς καί ὕ­μνοις
ὡς παρ­θε­νευ­όν­των τόν πρό­βο­λον,
ἅς ὁ­δή­γη­σον εἰς βί­ον κα­θα­ρόν.
Κα­τ’ ἀλ­φά­βη­τον.
Ἄ­
ναρ­χον Θε­όν
κα­θι­κέ­τευ­ε σω­θῆ­ναι, Μῆ­τερ,
πάν­τας τούς αἰ­τοῦν­τας πρε­σβεί­ας σου
ὅ­τι ἔ­χεις παρ­ρη­σί­αν πρός Χρι­στόν.
Β
ί­ον ἄ­σαρ­κον,
ὥ­σπερ ἄγ­γε­λος με­τῆλ­θες Μῆ­τερ,
σχοῦ­σα πο­λι­τεί­αν ἀ­κί­βδη­λον,
ἥν­περ τέ­κνοις σου ἐ­δί­δα­ξας σα­φῶς.
Γ
έ­νος μο­να­στῶν
κα­θυ­μνεῖ σε καί δο­ξά­ζει πό­θῳ
ὅ­τι δι­α­κρί­σε­ως κά­το­πτρον
ἀ­νε­δεί­χθης καί ψυ­χῶν μυ­στα­γω­γός.
Δ
έ­δω­κας ἡ­μῖν
πα­νο­σί­αν βι­ο­τήν σου, Μῆ­τερ,
τύ­πον καί κα­νό­να ἀ­λά­θη­τον,
ἵ­να τύ­χω­μεν τοῦ θεί­ου φω­τι­σμοῦ.
μ­πλε­ως φω­τός
καί ἐλ­λάμ­ψε­ως τοῦ Πα­ρα­κλή­του,
Μῆ­τερ, κα­τε­στά­θης ἀ­σκή­σε­σι,
ἰ­σαγ­γέ­λως βι­ο­τεύ­σα­σα ἐν γῇ.
Ζ
ή­λῳ θε­ϊ­κῷ
ἀ­ρε­τῶν τάς ἐ­πι­δό­σεις πά­σας
ὥ­σπερ ἀ­θλη­τής ἐ­ξε­τέ­λε­σας
καί κα­τέ­στης Ἐκ­κλη­σί­ας θη­σαυ­ρός.
­σκη­σας κα­λῶς
καί νο­μί­μως τόν μο­νή­ρη βί­ον
καί τούς πει­ρα­σμούς κα­τε­νί­κη­σας,
τοῦ ἐ­χθροῦ καρ­πο­φο­ροῦ­σα ἐν Χρι­στῷ.
Θ
εί­α σου εἰ­κών
χά­ριν βλύ­ζει καί πα­ρη­γο­ρί­αν
τοῖς σε κα­λου­μέ­νοις, πα­νεύ­φη­με,
καί πα­ρέ­χει εὐ­λα­βέ­σι ἀ­ρω­γήν.
Ἴ­
δε συμ­πα­θῶς
σόν τε­κνί­ον, ὦ Μα­κρῖ­να Μῆ­τερ,
ὄ­νο­μά σου φέ­ρον τό πάν­σε­πτον,
ἵ­να τύ­χῃ τῶν πται­σμά­των ἱ­λα­σμόν.
Κ
ό­σμη­μα λαμ­πρόν
τῆς Ὀρ­θο­δο­ξί­ας ἀ­νε­δεί­χθης
καί τῶν μο­να­ζόν­των ἑ­δραί­ω­μα,
οὕς τά κρείτ­το­να σο­φῶς μυ­στα­γω­γεῖς.
Λ
ό­γον νη­πτι­κόν
δι­ε­κή­ρυτ­τες τῷ σῷ Σε­μνεί­ῳ
καί παρ­θέ­νων δῆ­μον ἐ­δί­δα­σκες
τά ἀ­ρέ­σκον­τα Κυ­ρί­ῳ τῷ Θε­ῷ.
Μ
νή­μην ἱ­ε­ράν
τῆς σε­πτῆς Μα­κρί­νης ἐ­κτε­λοῦν­τα
μο­να­στῶν συ­στή­μα­τα ᾄ­δου­σι
ψαλ­μῳ­δί­ας καί ᾠ­δάς χρε­ω­στι­κῶς.
Ν
ύμ­φη τῷ Χρι­στῷ
ἑ­κου­σί­ως πα­ρε­δό­θης, Μῆ­τερ,
καί πα­θῶν τήν φλό­γα κα­τέ­σβη­σας,
ἀ­πα­θεί­ας κα­τα­στᾶ­σα ὁ κα­νών.
Ξ
ύ­λον τῆς ζω­ῆς
τι­μι­ώ­τα­τον Σταυ­ρόν Κυ­ρί­ου,
Μῆ­τερ, σύ ἐ­βί­ω­σας πνεύ­μα­τι,
τά σκιρ­τή­μα­τα σταυ­ρώ­σα­σα σαρ­κός.
μ­βροις σῶν λι­τῶν
τῶν πα­θῶν μου σβέ­σον φλο­γο­φό­ρους
ἄν­θρα­κας, Μα­κρῖ­να, καί λύ­τρω­σον
τήν σήν δού­λην ἀ­πό πά­σης συμ­φο­ρᾶς.
Π
ῦρ τό νο­η­τόν
ἀ­γα­πή­σε­ως τοῦ σοῦ νυμ­φί­ου,
Μῆ­τερ, ἐκ παι­δός σέ κα­τέ­καυ­σεν
καί ἐ­δό­θης ὁ­λο­ψύ­χως τῷ Χρι­στῷ.
ώ­μῃ ἀν­δρι­κῇ
τά πα­λαί­σμα­τα τῶν γυ­μνα­σμά­των,
Μῆ­τερ, δι­ε­ξῆλ­θες καί γέ­γο­νας
δι­αυ­γέ­στα­τος ἀ­στήρ τῶν μο­να­στῶν.
Σ
τέ­φους νο­η­τοῦ
κα­τη­ξί­ω­σαι πα­ρά Κυ­ρί­ου,
χά­ρις δέ θαυ­μά­των σοί δέ­δο­ται,
ὦ Μα­κρῖ­να τῶν παρ­θέ­νων ὁ­δη­γέ.
Τ
ρέ­φεις μυ­στι­κῶς
τάς ψυ­χάς παρ­θε­νευ­όν­των, Μῆ­τερ,
νο­η­τήν στα­λά­ζου­σα ἅ­πα­σι
εὐ­φρο­σύ­νην καί χα­ράν πνευ­μα­τι­κήν.
Ὕ­
δα­σι ζω­ῆς
κα­ταρ­δεύ­εις, Μῆ­τερ, μο­να­ζόν­των
τάς ψυ­χάς εὐ­φραί­νου­σα πνεύ­μα­τι
καί καρ­δί­ας τῶν κα­λούν­των σε πι­στῶς.
Φ
ώ­τι­σον ἡ­μῶν
τῶν τε­κνί­ων σου τάς τρί­βους, Μῆ­τερ,
ὡς κα­θη­γου­μέ­νη ἀ­λά­θη­τος
καί κα­τεύ­θυ­νον τόν βί­ον πρός Χρι­στόν.
Χ
εί­λε­σι σε­πτοῖς
τῷ Χρι­στῷ ἀ­δι­α­λεί­πτως, Μῆ­τερ,
προ­σευ­χήν ἀ­νέ­πεμ­πες κρά­ζου­σα·
Ἰ­η­σοῦ, ἐ­λέ­η­σόν με τήν οἰ­κτράν.
Δό­ξα. Τρι­α­δι­κόν.
Ψ
άλ­λον­τες Πα­τρί,
τῷ Υἱ­ῷ καί Πνεύ­μα­τι Ἁ­γί­ῳ
πα­νι­έ­ροις, Μῆ­τερ, πρε­σβεί­αις σου
ἐ­ξαι­τού­με­θα τόν θεῖ­ον ἱ­λα­σμόν.
Καί νῦν. Θε­ο­το­κί­ον.
­σπερ κι­βω­τός
Θε­οῦ Λό­γον ἔ­φε­ρες κοι­λί­ᾳ,
Μῆ­τερ τοῦ Ὑ­ψί­στου Πα­νά­χραν­τε,
ὅν ἱ­κέ­τευ­ε ἀ­εί ὑ­πέρ ἡ­μῶν.

Στά­σις γ΄.

Ἦ­χος γ΄. Αἱ γε­νε­αί πᾶ­σαι.
Α
ἱ γε­νε­αί πᾶ­σαι
μα­κα­ρί­ζο­μέν σε,
Μα­κρῖ­να θε­ο­φό­ρε.
Α
ἱ γε­νε­αί πᾶ­σαι
ὑ­μνοῦ­μέν σου τήν χά­ριν,
Μα­κρῖ­να τρι­σολ­βί­α.
Κα­τ’ ἀλ­φά­βη­τον.
Α
ἴ­νους σοί, Μα­κρῖ­να,
προ­σφέ­ρου­σιν ἐν πό­θῳ
τῶν μο­να­στῶν οἱ δῆ­μοι.
Β
ί­ον ἀ­σω­μά­των
ἐ­βί­ω­σας ἐν κό­σμῳ,
ἰ­σάγ­γε­λε Μα­κρῖ­να.
Γ
νώ­μῃ θε­α­ρέ­στῳ
δου­λεύ­σα­σα Κυ­ρί­ῳ
ἐ­ξέ­λαμ­ψας, Ὁ­σί­α.
Δ
ύ­να­μιν χο­ρή­γει
τοῖς μο­να­σταῖς, Μα­κρῖ­να,
δου­λα­γω­γῆ­σαι σάρ­κα.
­χου­σι, Μα­κρῖ­να,
ὑ­πό­δειγ­μα σόν βί­ον
συ­στή­μα­τα ἀ­ζύ­γων.
Ζ
ή­σα­σα, Μα­κρῖ­να,
παρ­θε­νι­κῶς ἐν βί­ῳ
ἐ­νί­σχυ­σον παρ­θέ­νους.
σε­πτή εἰ­κών σου
πα­ρέ­χει τοῖς αἰ­τοῦ­σι
τῶν αἰ­τη­μά­των λύ­σιν.
Θ
αύ­μα­σι ἐκ­φαί­νεις,
Μα­κρῖ­να, τήν σήν χά­ριν
Χρι­στοῦ τῇ ἐ­πι­νεύ­σει.
Ἴ­
θυ­νον παρ­θέ­νων
τόν δῆ­μον τῷ Σω­τῆ­ρι
ἀ­σκή­σε­σι καί πό­νοις.
Κ
ο­σμη­θεῖ­σα κό­ποις
ἀ­σκη­τι­κοῖς ἐ­γέ­νου
τα­μεῖ­ον θεί­ων δώ­ρων.
Λ
ύ­χνος εὐ­σε­βεί­ας
καί μυ­ρο­θή­κη θεί­α,
πι­στῶν τε εἶ τό εὖ­χος.
Μ
ο­να­στῶν ἀ­κρό­της,
ἀ­λεί­πτης εὐ­δρο­μούν­των,
Μα­κρῖ­να, κα­τε­στά­θης.
Ν
ύμ­φη τοῦ Δε­σπό­του
ἐ­γέ­νου ἑ­κου­σί­ως
πρός θεί­ας ἀ­να­βά­σεις.
Ξ
έ­νη ὥ­σπερ, Μῆ­τερ,
καί πά­ροι­κος ἐν κό­σμῳ
σε­μνῶς ἐ­πο­λι­τεύ­σω.
ρ­γα­νον, Μα­κρῖ­να,
τοῦ Πνεύ­μα­τος κα­τέ­στης
καί δεῖγ­μα σω­φρο­σύ­νης.
Π
ύρ­γος ἐγ­κρα­τεί­ας
σφρα­γίς τε ἀ­πα­θεί­ας,
Μα­κρῖ­να, πᾶ­σι ὤ­φθης.
υ­σθῆ­ναι ἐξ ἀ­νάγ­κης
σούς δού­λους ἐκ­δυ­σώ­πει,
Μα­κρῖ­να, τόν Δε­σπό­την.
Σ
κεῦ­ος ἀ­νε­δεί­χθης
τῆς θεί­ας ἐ­πι­πνοί­ας
συ­νό­μι­λος ἀγ­γέ­λων.
Τ
ύ­πος ἀ­κρι­βεί­ας
τυγ­χά­νεις ἀ­σκου­μέ­νοις
δει­κνύ­ου­σα τήν τρί­βον.
­μνους σοί προ­σφέ­ρει
λα­ός, θεί­αν σου μνή­μην
τε­λῶν ἐν κα­τα­νύ­ξει.
Φ
ύ­λατ­τε, Μα­κρῖ­να,
παρ­θέ­νους καί ἀ­ζύ­γους
ἀ­πό παν­τός κιν­δύ­νου.
Χ
αῖ­ρέ σοι βο­ῶ­μεν,
Μα­κρῖ­να τρι­σολ­βί­α,
ὑ­μνο­λο­γοῦν­τες πό­θῳ.
Δό­ξα. Τρι­α­δι­κόν.
Ψ
υ­χῆς μου σω­τη­ρί­αν,
Τριάς ἡ ἐν Μο­νά­δι,
χο­ρή­γει ὡς Οἰ­κτίρ­μων.
Καί νῦν. Θε­ο­το­κί­ον.
Παρ­θε­νο­μῆ­τορ,
Μα­κρί­νης ταῖς πρε­σβεί­αις
σκέ­πε τούς ὀρ­θο­δό­ξους.
Δί­στι­χον.
Ἐγ­κω­μί­ων στί­χους σοί  Ὁ­σι­ω­τά­τῃ
Γε­ώρ­γιος ἔ­πλε­ξεν Μα­κρί­νης χά­ριν.
Ἐν Πύρ­ρᾳ τῇ 18ῃ Ἰ­ου­λί­ου 2004
Αἰ­μι­λια­νοῦ μάρ­τυ­ρος
Ὁ ποι­ή­σας
Γ. Ἀ­πο­στο­λά­κης






                                 πηγή: agathan.wordpress.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου