ΜΑΪΟΥ 27.
ΙΩΑΝΝΗΣ ΡΩΣΣΟΣ
ΕΓΚΩΜΙΑ
(Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης)
ΣΤΑΣΙΣ Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ. Ἀκροστιχίς: Χαίροις Ῥώσσων τὸ καύχημα.
Χαρισμάτων θείων, ὡς ὑπάρχων κρουνούς, θείαν χάριν
οὐρανόθεν παράσχου μοι, Ἰωάννη Ῥώσσων πάντιμε βλαστέ.
Ἀριστεύσας μάκαρ, ἐν ἀγῶσι καλοῖς, Ἰωάννη ἀριστεύειν
ἀξίωσον, καὶ ἡμᾶς ἐν θείοις σκάμμασιν ἀεί.
Ἱλαρᾷ καρδίᾳ, τῷ Δεσπότῃ Χριστῷ, Ἰωάννη ἐφεπόμενος
εἴληφας, θείου Πνεύματος ἀφθάρτους δωρεάς.
Ῥώσσων ἔθνος ἅπαν, ἐγκαυχᾶται ἐν σοί, ἐκ γὰρ τούτων
ὡς ἀστὴρ ἀνατέταλκας, Ἰωάννη καταυγάζων πᾶσαν γῆν.
Οὐρανῶν δυνάμεις, καὶ χορεῖαι βροτῶν, πολιτείαν σου
τὴν θείαν γεραίρουσιν, Ἰωάννη Ἐκκλησίας θησαυρέ.
Ἱσταμένῳ οἴκῳ, Ἰωάννη Θεοῦ, τῆς ψυχῆς σου τὴν
λαμπάδα ἐτήρησας, ἀνημμένην ἐν ἐλαίῳ ἀρετῶν.
Στρατευθεὶς παμμάκαρ, ἐπιγείῳ στρατῷ, ἐκ Ῥωσσίας ὡς
αἰχμάλωτος ἔφθασας, ἐν Ἀσίᾳ Ἰωάννη τῇ Μικρᾷ.
Ῥήσεσιν ἐνθέοις, Ἰωάννην Χριστόν, ὡμολόγεις τοῦ
αὐθέντου σου ἔμπροσθεν, τὸν κρατοῦντα πᾶσν κτίσιν τῇ χειρί.
Ὡραΐσας Πάτερ, σὴν ψυχὴν ἀρεταῖς, Ἰωάννη Ἐκκλησίαν
ἐφαίδρυνας, ταῖς ἀφθάρτοις καὶ τιμίαις καλλοναῖς.
Σφραγισθεὶς τῷ τύπῳ, τοῦ Τιμίου Σταυροῦ, Ἰωάννη τὸν
πολέμιον ᾔσχυνας, ὡς στρουθίον ὑποτάξας σοῖς ποσίν.
Ὡς ναὸν τὸν σταῦλον, ἐνεποίεις Θεοῦ, καὶ ἐν τούτῳ
Ἰωάννη ἀνέμελπες, τὴν χρηστότητα Αὐτοῦ διηνεκῶς.
Νυσταγμὸν βλεφάροις, οὐκ ἐδίδως τοῖς σοῖς, ἕως οὗ
τὸν Παντεπόπτην ἱλέωσας, Ἰωάννη Ὃν ἐπόθεις ἐκ παιδός.
Τὰς πικρίας πάσας, διελθὼν ἐν χαρᾷ, εὐφροσύνης τῆς
ἀῤῥήτου ἠξίωσαι, Ἰωάννη σὺν Ὀσίων τοῖς χοροῖς.
Ὄλβον ἐλογίζου, πᾶσαν χλεύην σκληράν, διὸ πλοῦτον
τὸν πολύτιμον εὕρηκας, Ἰωάννη ἐν ταμείοις τ’ οὐρανοῦ.
Κρίμασιν οἷς οἶδεν, Ἰωάννη Χριστός, τῆς δουλείας τὸν
ζυγὸν καθυπέμεινας, ἐλευθέραν δὲ ἐκέκτησο ψυχήν.
Ἄνωθεν τὸ ὄμμα, ἀνατείνων Θεῷ, Ἰωάννη τοῖς Ἀγγέλοις
συνόμιλος, σὺ ἐγένου καὶ ἐδόξαζες Αὐτόν.
Ὑετῷ τῶν θείων, καὶ σεπτῶν σου εὐχῶν, καταρδεύεις
Ἰωάννη πανεύφημε, τας καρδίας τῶν τιμώντων σε πιστῶς.
Χεῖρας ἐκπετάσας, Ἰωάννη Θεῷ, τοῦ ἐλέους δωρεὰς
ἐναπείληφας, διανέμεις ὅθεν ταύτας τοῖς πιστοῖς.
Ἡ φαιδρά σου μνήμη, συγκαλεῖ τῶν πιστῶν, τὰς χορείας
Ἰωάννη ἀοίδιμε, ἀνυμνεῖν τὸν σὲ δοξάσαντα Αὐτόν.
Δόξα. Τριαδικόν.
Μίαν προσκυνοῦμεν, ἐν προσώποις τρισί, τὴν Θεότητα
Πατέρα τὸν Ἄναρχον, σὺν Υἱῷ τε Πνεῦμα Ἅγιον πιστῶς.
Καὶ νῦν. Θεοτοκίον.
Ἀπειράνδρως μόνη, τὸν Θεὸν ἐν σαρκί, ἀπεκύησας Μαρία
Πανάχραντε, καὶ ἐβάστασας χερσί σου Μητρικαῖς.
ΣΤΑΣΙΣ Β΄. Ἀκροστιχίς: Τῆς
Ἑλλάδος πλοῦτε ἀδιάφθορε.
Τάξεις λειτουργῶν, Ἀσωμάτων καθορῶσαι Πάτερ, τρόπαια
τὰ σὰ ἐν θάμβει ἐξέστησαν, Ἰωάννη ἃ ἐπέγραψας ἐν γῇ.
Ἥλιον Χριστόν, τὸν ἀνέσπερον πᾶσι μηνύεις, σοῦ τοῖς
θαυμαστοῖς καὶ θείοις πυρσεύμασιν, Ἰωάννη τῆς Ῥωσσίας ὁ φωστήρ.
Σὲ ὁμολογῶ, τὸν οἰκτίρμονα Θεὸν τῶν ὅλων, καὶ τῶν
δυσμενῶν ἀρνοῦμαι τὸ ἄθεον, Ἰωάννη ἀνεβόας εὐθαρσῶς.
Ἔδωκας ἡμῖν, ταπεινώσεως τελείας τύπον, ὅτι
θαυμαστῶς τὰς θλίψεις ὑπέμεινας, Ἰωάννη δυναμοῦντός σε Χριστοῦ.
Λάμπεις τηλαυγῶς, τῶν θαυμάτων σου φαιδραῖς ἀκτῖσι,
καὶ τῶν πειρασμῶν σκεδάζεις σκοτόμαιναν, Ἰωάννη ὑπηρέτα τοῦ Φωτός.
Λύμην τοῦ ἐχθροῦ, ἀπεβάλου καρτεροῖς σου πόνοις, καὶ
τὰς ἐντολὰς Κυρίου σου ἔστερξας, Ἰωάννη οἷα δοῦλος ἀγαθός.
Αὔρα ὡς λεπτή, ἐκ σοροῦ σου τῆς ἁγίας πνέει, Πάτερ ἡ
ὀσμὴ χαρίτων τοῦ Πνεύματος, Ἰωάννη κατατέρπουσα ἡμᾶς.
Δάκρυσι τὴν γην, καταρδεύσας Ἰωάννη θείοις, ἤνεγκας
καρπὸν πολύχουν καὶ πάντιμον, τῆς στεῤῥᾶς ὁμολογίας τοῦ Χριστοῦ.
Ὅπλον ἱερόν, τὴν νηστείαν κεκτημένος Πάτερ, θέλημα
σαρκὸς τελείως ἐνέκρωσας, Ἰωάννη καὶ ἐζώωσας ψυχήν.
Σκίρτα ἱερῶς, καὶ ἀγάλλου της Εὐβοίας γαῖα, ὅτι
θησαυρὸν ἀτίμητον ἔσχηκας, Ἰωάννου θαυματόβρυτον σορόν.
Πέτρα τῆς ζωῆς, Ἰωάννη ὡς ἐρείσας πόδας, λύπαις καὶ
ποιναῖς ἀσάλευτος ἔμεινας, τῶν πιστῶν ἐπιστηρίζεις δὲ ψυχάς.
Λάρνακα τὴν σήν, κατασπάζομαι ὦ Ἰωάννη, θείου
γλυκασμοῦ ἐκβλύζουσαν νάματα, καὶ μηνύουσαν τὴν μόνην χαρμονήν.
Ὄμμασι ψυχῆς, τὸ ἀμήχανον ἑώρας κάλλος, ὅθεν ἡδονὰς
προσκαίρους ἐμίσησας, Ἰωάννη τοῦ Κυρίου ἐραστά.
Ὕδωρ τῆς ζωῆς, Ἰωάννη τὸ καινόν τε πόμα, χείλεσιν
ἁγνοῖς ἀξίως ἐξέπιες, καὶ κατέσβεσας τὴν δίψαν σῆς ψυχῆς.
Τέτρωται ἐχθρός, Ἰωάννη ταῖς πληγαῖς σαρκός σου, καὶ
σῆς προσευχῆς ῥοπῇ τὰ νοσήματα, θεραπεύεις τῶν σωμάτων καὶ ψυχῶν.
Ἔστειλας τροφήν, τῷ αὐθέντῃ σου μακρὰν ἑστῶτι, τὴν
πρὸς τὸν Θεὸν πολλὴν παῤῥησίαν σου, Ἰωάννη προδηλοῦσαν ἐμφανῶς.
Ἄνακτα Χριστόν, τὸν συντρίψαντα θανάτου κράτος, πᾶσί
τε βροτοῖς ζωὴν δωρησάμενον, Ἰωάννη διαγγέλεις τοῖς λαοῖς.
Δράκοντα δεινόν, ἐναπέκτεινας ὦ Ἰωάννη, τὸν ἐκ τῆς
Ἐδὲμ Ἀδαμ ἐξωρίσαντα, ζωηφόρους δὲ κατώκησας αὐλάς.
Ἵππων ἐν σμικρῷ, σκοτεινῷ τε κατοικήσας σταύλῳ,
τοῦτον ὡς φωτὸς ἐποίησας θάλαμον, Ἰωάννη σαῖς ἀπαύστοις προσευχαῖς.
Ἄχραντα Θεοῦ, καὶ ἀμώμητα ζητήσας Δῶρα, μήλῳ ἐν
μικρῷ μετέσχες πρὸ τέλους σου, Ἰωάννη ἱερέως ταῖς χερσίν.
Φόβον τὸν ἁγνόν, ἐν γαστρί σου συλλαβὼν καρδίας,
ἔτεκες Θεοῦ τὸ φίλτρον τὸ ἅγιον, Ἰωάννη ως υἱὸς ἀγαπητός.
Θάρσει ἱερῷ, ὡμολόγεις τῷ Θεῷ τῶν ὅλων, Ὃν καὶ νῦν
ἡμῖν εὐΐλατον ποίησον, Ἰωάννη παῤῥησίᾳ σου πολλῇ.
Ὅλη σου ψυχῇ, Ἰωάννη τὸν Θεὸν ποθήσας, ἔλαβες καλῶς
μυρίων ἀπόλαυσιν, καθορῶν Αὐτοῦ τὸ φῶς τὸ τριλαμπές.
Δόξα. Τριαδικόν.
Ῥήματι τῷ Σῷ, ἐκ μὴ ὄντων συνεστήσω πάντα, Ἄναρχε
Τριὰς Πατὴρ ὁ ἀγέννητος, ὁ Υἱός τε καὶ τὸ Πνεῦμα τὸ εὐθές.
Καὶ νῦν. Θεοτοκίον.
Ἔτεκες σαρκί, ἀπειράνδρως τὸν Θεὸν Μαρία, γάλακτι τῷ
Σῷ Ἁγνὴ δὲ ἐξέθρεψας, τὸν τῷ μάννα διαθρέψαντα λαόν.
ΣΤΑΣΙΣ Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι. Ἀκροστιχίς: Ἰωάννη νέε Ὀμολογητά. Ἰσιδώρας.
Ἵλαθι Οἰκτίρμον, πρεσβείαις Ἰωάννου, τοῦ Ὁμολογητοῦ
Σου.
Ὥραν Ἰωάννη, νεότητος παρεῖδες, Θεῷ ἀκολουθήσας.
Ἄνακτι τῶν ὅλων, πειθήσας Ἰωάννη, τερπνὰ τῆς γῆς
ἠρνήσω.
Ναίων Ἰωάννη, ἐν τῷ ναῷ Κυρίου, τὴν χάριν ἐκομίζου.
Νεύσει ὁλοτρόπῳ, τὰς ἐντολὰς τὰς θείας, ἐτήρεις
Ἰωάννη.
Ἥλιος καθάπερ, ἐκλάμπεις Ἰωάννη, φωτώνυμε ἐργάτα.
Νύκταν καὶ ἡμέραν, Θεὸν ἐδοξολόγεις, παμμάκαρ
Ἰωάννη.
Ἔσχες Ἰωάννη, ψυχῇ σου ἐν ἁγίᾳ, ἁγνὸν Κυρίου φόβον.
Ἔλεγες εὐτόλμως, Θεὸν τὸν ἐν Τριάδι, πιστεύων
Ἰωάννη.
Ὄμμασι καρδίας, Σταυρὸν Χριστοῦ τὸ θείον, ἑώρας Ἰωάννη.
Μέλεσι σαρκός σου, ἐδέχθης Ἰωάννη, παντοδαπὰς
κακώσεις.
Ὄψις σου ἡ θεία, σιδήρῳ πυρωθέντι, ἐστέφθη Ἰωάννη.
Λύμην τῆς κακίας, ἀπώσω Ἰωάννη, ἀγαθωσύνης τρόποις.
Ὄλβιον νυν σκῆνος, τοῦ Ῥώσσου Ἰωάννου, ἀσπάζομαι ἐκ
πόθου.
Γῆ ἡ τῆς Εὐβοίας, τῇ λάρνακί σου μάκαρ, καυχᾶται
Ἰωάννη.
Ἧρας ἀφθαρσίας, τὸ στέφος Ἰωάννη, χειρὸς ἐκ
ζωηφόρου.
Τρόπαιά σου θεῖα, ἀπαύστως μεγαλύνω, θεόφρον Ἰωάννη.
Ἄγγελος καθάπερ, σαρκὶ ἐπολιτεύσω, ἐν γῇ ὦ Ἰωάννη.
Ἴδον Ἰωάννη, φωτὸς πυρίνην στήλην, τῷ τάφῳ σου τῷ
θείῳ.
Σὰρξ ἡ ἄφθορός σου, φλεχθεῖσα οὐκ ἐκάη, χαρίες
Ἰωάννη.
Ἴαμα καὶ χάριν, ἐκβλύζεις Ἰωάννη, ποτάμιον ὡς
ῥεῖθρον.
Δέχου Ἐλεῆμον, ἀεὶ Σὲ δυσωποῦντα, τὸν Ῥῶσον Ἰωάννην.
Ὡς χρυσὸν πλουτοῦμεν, σορόν σου Ἰωάννη, καὶ εὐωδίας
κρήνην.
Ῥᾶνον Ἰωάννη, τῶν σῶν εὐχῶν τῷ ὄμβρῳ, τὴν χάριν σοῖς
ἱκέταις.
Δόξα. Τριαδικόν.
Ἄναρχον Πατέρα, συνάναρχον Υἱόν τε, καὶ Πνεῦμα σέβω
θεῖον.
Καὶ νῦν. Θεοτοκίον.
Σύσκιόν Σε ὄρος, δασύ τε Θεοτόκε, προφήτης Σὲ
ἐκάλει.
ΕΥΛΟΓΗΤΑΡΙΑ. Ἦχος πλ. α΄.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὸν Ὅσιόν Σου μέλψαι.
Τὴν ἁγίαν σου μνήμην, μετὰ δέους τιμῶσιν, Ἰωάννη
παμμάκαρ, αἱτῶν Ῥώσσων πατριαί, καὶ Ἑλλήνων τὸ γένος, τρόπαια λαμπρὰ τῶν σεπτῶν
ἀγώνων σου, μετὰ δέους ἅμα ἐγκωμιάζοντες.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὸν Ὅσιόν Σου μέλψαι.
Ὡς αἰχμάλωτος ἤχθης, ἀδουλώτῳ ψυχῇ σου, ἱερὲ Ἰωάννη,
ἐκ Ῥωσσίας τῆς κλεινῆς, εἰς τὴν γῆν τῆς Ἀσίας, ἥνπερ θαυμαστῶς δαδουχίαις ἄθλων
σου, ὡς λαμπὰς Κυρίου ἐφωταγώγησας.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὸν Ὅσιόν Σου μέλψαι.
Ἐν τῷ στάβλῳ διῆλθες, ὑπομένων τὰς θλίψεις, καρτερῶς
Ἰωάννη, τὰς νηστείας τὰς μακράς, προσευχὰς τὰς ἀγρύπνους, ὕβρεις τε πικρὰς καὶ
σαρκός σου κάκωσιν, τὴν ψυχήν σου θείως ὅθεν ἐλάμπρυνας.
Εὐλογητὸς εἶ Κύριε, δόξῃ στέψας τὸν Ὁμολογητήν Σου.
Τῆς ἀφθόρου σαρκός σου, τὸ πανίερον σκῆνος, εὐλαβῶς
Ἰωάννη, προσκυνοῦμέν οἱ πιστοί, ἐξ αὐτῆς ἀπαντλοῦντες, ῥῶσιν τῶν ψυχῶν καὶ
σωμάτων ἴασιν, ὡς θαυμάτων κρήνη ἡ ἀδαπάνητος.
Εὐλογητὸς εἶ Κύριε, μεγαλύνας τὸν Ὁμολογητήν Σου.
Μεγαλόνησος χαίρει, ἐπὶ σοὶ καὶ καυχᾶται, τῆς
Εὐβοίας ἀξίως, ὡσεὶ πλοῦτος γάρ, αὐτῇ Ἰωάννη ἐδόθης, πάντας εὐλογῶν τοὺς εἰς σὲ
προστρέχοντας, θησαυρίζων χάριν τὴν πολυχεύμονα.
Δόξα. Τριαδικόν.
Σὺν Πατρὶ προσκυνοῦμεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα,
ὁμοδύναμον κράτος, τὴν Τριάδα τὴν ἁπλῆν, καὶ ἀμέριστον φύσιν, σὺν ταῖς
στρατιαῖς τῶν Ἀγγέλων ψάλλοντες, ὁμοφώνως πάντες ὕμνον Τρισάγιον.
Καὶ νῦν. Θεοτοκίον.
Παρθενίας Σου κλεῖθρα, ἀσφαλῆ ἐπαφῆκε, ὁ Δεσπότης
τῶν ὅλων, ἐν τῇ μήτρᾳ Σου Ἁγνή, κατοικήσας ἀφράστως, καὶ σωματωθεὶς ὑπὲρ νοῦν
καὶ ἔννοιαν, Θεοτόκον μόνην Σε ἀπειργάσατο.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα Σοι ὁ Θεός (γ΄).
ΕΓΚΩΜΙΑ ΕΤΕΡΑ. Ἦχος γ΄. Ἀκατάληπτόν ἐστι. Ἀκροστιχίς: Σκῆνός σου τὸ ἄφθαρτον σέβω Ἰωάννη.
Ἰσιδώρας.
Σελασφόροις σου εὐχαῖς, θεῖε Ὁμολογητά, Ἰωάννη τὸ
βαθύ, σκότος λῦσόν μου ψυχῆς.
Κράτυνόν μου τὴν φωνήν, Ἰωάννη τοῦ ὑμνεῖν, ἀριστείας
σου πολλάς, θεῖε Ὁμολογητα.
Ἡδυνθεὶς ταῖς καλλοναῖς, τοῦ Δεσπότου σου Χριστοῦ,
Ἰωάννη τας ἐν γῇ, ἐβδελύξω καλλονάς.
Νέος ὤφθης ὡς ἀστήρ, ἐκ Ῥωσσίας τῆς κλεινῆς,
Ἀσιάτιδα δὲ γῆν, Ἰωάννη φρυκτωρεῖς.
Οὐδαμῶς τὴν τοῦ Θεοῦ, καταλείπω στρατειάν, τοῖς
ἀθέοις εὐθαρσῶς, Ἰωάννη ἐκβοᾷς.
Σάλου ῥύου με παθῶν, ἀσαλεύτοις σου εὐχαῖς, Ἰωάννη
τῷ Χριστῷ, ὁ ἐρείσας πόδας σούς.
Σάκκον Πάτερ καὶ σποδόν, ἐνεδύσω ἐπὶ γῆς,
λαμπροτάτην οὖν στολήν, Ἰωάννη εὗρες νῦν.
Ὅπλον ἔσχες ἰσχυρόν, Ἰωάννη τὴν εὐχήν, δάκρυα
ὑπομονήν, καὶ ταπείνωσιν πολλήν.
Ὕβρεις καὶ μυκτηρισμόν, ἔπιες περιχαρῶς, Ἰωάννη τοῦ
Χριστοῦ, πάθος θεῖον ἐνορῶν.
Τῶν ἀλόγων σκοτεινόν, ἔχων στάβλον ὡς στρωμνήν,
Ἰωάννη τοῦ Ἰώβ, ἐμιμήσω ἀνδρικῶς.
Ὄρους θέμενον ζωῆς, Ἰωάννη καὶ καιρούς, ἐν τῷ βίῳ
σου παντί, ἐνστερνήσω ἀληθῶς.
Ἄλλος Λάζαρος πτωχός, ἕζης ἐν ὑπομονῇ, εὐχαρίστῳ τε
ψυχῇ, Ἰωάννη θαυμαστέ.
Φύλαξ θείων ἐντολῶν, καὶ ἐργάτης ὢν πιστός, Ἰωάννη
δυσωπεῖς, Νομοδότην ἐκτενῶς.
Θέλημα τὸ τῆς σαρκός, Ἰωάννη παντελῶς, ὡς νεκρώσας
τὴν ζωήν, εὗρες τὴν ἀληθινήν.
Ἄρτον τὸν ζωοποιόν, ἀγαπήσας τὸν Χριστόν, εἰστιάθης
τὴν ψυχήν, Ἰωάννη ἐσαεί.
Ῥώσσων γένος σὲ τιμᾷ, καὶ Ἑλλὰς ἐν σοὶ σκιρτᾷ, ως
πλουτοῦσα θησαυρόν, Ἰωάννη σὴν σορόν.
Τῶν Ὁσίων στρατιαί, Ὁμολογητῶν χοροί, ἐπαγάλλονται
ἐν σοί, Ἰωάννη ἱερέ.
Ὄμβροις θείων σου εὐχων, καταρδεύεις μυστικῶς,
Ἰωάννη τὰς ψυχάς, τῶν φωνούντων σε πιστῶς.
Νουνεχῶς ἐμμελετῶν, Ἰωάννη τὰς γραφάς, ὤφθης γνώσεως
κρατήρ, τῆς σοφίας τε πηγή.
Σκῆνός σου τὸ ἱερόν, Ἰωάννη προσκυνῶ, τὸν Δεσπότην
σου ὑμνῶν, τὸν ἀλλότριον φθορᾶς.
Ἐν ναῷ σου ἱερῷ, ὡς ἐν ἄλλῃ Σιλωάμ, ῥῶσις βλύζει τῶν
παθῶν, Ἰωάννη δαψιλῶς.
Βαπτιστοῦ τὴν ἱεράν, κλῆσιν μάκαρ ὡς πλουτῶν, Ἰωάννη
τὴν ὁδόν, μετανοίας μαρτυρεῖς.
Ὡς θησαύρισμα σεπτόν, χάριτός τε κιβωτός, λάρναξ
δέδοται ἡ σή, Ἰωάννη τῆς πιστοῖς.
Ἴθυνόν με πρὸς ζωῆς, Ἰωάννη τὰς ὁδούς, ὁ θανάτου τῆς
σαρκός, ἀρνησάμενος φθοράν.
Ὤφθης βέλος κατ’ ἐχθροῦ, θεῖε Ὁμολογητά, Ἰωάννη τῇ
πολλῇ, ἄκρᾳ τε ὑπομονῇ.
Ἀσκηθεὶς ἐν δουλικῷ, Ἰωάννη τῷ ζυγῷ, ἐλευθέρα σου
φωνῇ, καθωμίλεις τῷ Θεῷ.
Νίκης στέφος τὸ λαμπρόν, σῇ ἐτέθη κορυφῇ, ἀντὶ πόνων
σου μακρῶν, Ἰωάννη Ἀθλητά.
Νεῦσον Πάτερ συμπαθῶς, παρακλήσεσιν ἡμῶν, Ἰωάννη ὁ
Χριστῷ, ἀνανεύων ἀκλινῶς.
Ἥλιον τὸν μυστικόν, καταγγέλεις τοῖς λαοῖς, Ἰωάννη
τοῦ φωτός, ὡς ἀκτὶς θεολαμπής.
Ἱλαρᾷ σου τῇ ψυχῇ, Ἰωάννη ἐντολάς, ἐξετέλεις τοῦ
Χριστοῦ, οἷα δοῦλος ἀγαθός.
Στίγματα ἐν τῇ σαρκί, μαρτυρίου τοῦ σεπτοῦ,
ἐπεβάστασας καλῶς, Ἰωάννη ἱερέ.
Ἵλαθι τοῖς στεναγμοῖς, Ἰωάννη τῶν πιστῶν, ὁ βοήσας
τῷ Θεῷ, ἀλαλήτοις στεναγμοῖς.
Δίψαν παῦσον τῶν ψυχῶν, ὀμβροτόκοις σου εὐχαῖς,
Ἰωάννη ὡς πιών, τὸν χειμάῤῥουν τῆς τρυφῆς.
Ὡραιότητος πηγή, ὡς ἐγγίσας τῷ Χριστῷ, Ἰωάννη
καλλονῆς, ὤφθης τύπος θεϊκῆς.
Ῥώμην δίδου τοῖς πιστοῖς, τὸν ἐχθρον καταπατεῖν,
Ἰωάννη ὁ ἐχθρῷ, ῥωμαλέως συμπλακείς.
Δόξα. Τριαδικόν.
Ἀγεννήτου ἐκ Πατρός, γεννηθέντα τὸν Υἱόν, διὰ
Πνεύματος ἡμῖν, Ἰωάννη μαρτυρεῖς.
Καὶ νυν. Θεοτοκίον.
Σαρκοφόρος ὁ Θεός, καθωράθη Μαριάμ, ἐν γαστρί Σου
τῆς ἁγνῆς, ἐθεώθη τε Ἀδάμ.
πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου