Παρακλητικός Κανών Αγίου Αναστασίου Πέρση
(τιμάται 22 Ιανουρίου) (Χ. Μπούσιας)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ τοῦ Σταυροῦ τοῦ ζωηφόρου δυνάμει, τὴν μαγικὴν ἀποταξάμενος πλάνην, Περσίδος Ἀναστάσιε βλαστὲ εὐθαλές, καὶ Χριστοῦ τῆς πίστεως ἐποφθεὶς στρατιώτης, εὐσθενὴς ἀνάστησον ἐκ βυθοῦ ἀγνωσίας, καὶ χαμαιζήλων ἅπαντας παθῶν, τοὺς ἀνυμνοῦντας τὴν πάνσεπτον ἄθλησιν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀναστασίου Πέρσου εὐχαῖς προσφεύγω. Χ.
Ωδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἀνάστησον πάντας σοὺς ὑμνητάς, ἐκ τῆς ἀγνωσίας, τοῦ βοθύνου πρὸς παμφαεῖς, ἐπάλξεις τῆς γνώσεως Κυρίου, Ὁσιομάρτυς στεῤῥὲ Ἀναστάσιε.
Νικήσας ἀπάτην τὴν πατρικήν, Σταυροῦ τῇ δυνάμει, Ἀναστάσιε κραταιέ, ἀπείληφας χάριν οὐρανόθεν, ὑπὲρ ἡμῶν μεσιτεύειν ἀείποτε.
Αἱμάτων τιμίων σου ταῖς ῥοαῖς, ἐπέχρωσας Μάρτυς, Ἀναστάσιε τὴν στολήν, ψυχῆς σου καὶ εἴληφας τὴν χάριν, ὑπὲρ ἡμῶν δυσωπεῖν τὸν παντάνακτα.
Θεοτοκίον.
Σεμνὴ Θεομῆτορ τὴν Σὴν νηδύν, ὁ καθαγιάσας, πολυεύσπλαγχνος Ἰησοῦς, Σὲ ἔδειξε ἄοκνον προστάτιν, καὶ ἀρωγὸν Χριστωνύμου πληρώματος.
Ωδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῆς Περσίδος τὸν γόνον τὸν εὐθαλῆ μέλψωμεν, τοῦ Σταυροῦ δυνάμει τῇ θείᾳ, ἀπαρνησάμενον, ἀπάτην τὴν μαγικήν, ὡς εὐσεβείας φωστῆρα, καὶ ἡμῶν πρὸς Κύριον, πρέσβυν θερμότατον.
Ἀναστάσιε μάκαρ ὁ τῆς ψυχῆς πλοῦτόν σου, καὶ τῶν σῶν αἱμάτων ῥανίδας, δῶρον ὡς πάντιμον, προσενεγκὼν τῷ Χριστῷ, Αὐτὸν δυσώπει ἀπαύστως, πέμψαι τοῖς τιμῶσί σε, ἄμετρον ἔλεος.
Στεφηφόρος εἰσῆλθες εἰς οὐρανῶν δώματα, Μάρτυς Ἀναστάσιε Πέρσα, ὡς ὁσιόαθλος, ὁ εὐθαρσῶς τὸν Χριστόν, ὁμολογήσας τὸν πᾶσι, σὲ τιμῶσι νέμοντα, χάριν καὶ ἔλεος.
Θεοτοκίον.
Ἱλαστήριον κόσμου Μῆτερ Θεοῦ ἄχραντε, τοῦ Ἀναστασίου πρεσβείαις, Ὁσιομάρτυρος, σεπτοῦ ἡμῖν Σὸν Υἱόν, καὶ Λυτρωτὴν τῶν ἁπάντων, τάχος καθιλέωσαι, Σὲ μεγαλύνουσι.
Ανάστησον, τοὺς σὲ τιμῶντας στεῤῥόφρον Ὁσιομάρτυς, Ἀναστάσιε ἐκ φθορᾶς βοθύνου καὶ θλίψεων, παθῶν χαμαιζήλων καὶ ἀγνωσίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Περσίδος βλαστὲ στεῤῥόφρον Ἀναστάσιε, Μονῆς εὐαγοῦς τοῦ Σάββα τοῦ παμμάκαρος, ἱερὲ διάκοσμε, ὁ ἀθλήσας λαμπρῶς ὑπὲρ πίστεως, μὴ διαλλίπῃς Κτίστην δυσωπῶν, ὑπὲρ τῶν προσφύγων τῆς σῆς χάριτος.
Ωδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ στεφάνους δεξάμενος, μαρτυρίου ἔνδοξε Ἀναστάσιε, δός μοι στέφος ἱκεσίαις σου, πρὸς τὸν Στεφοδότην ἀφθαρτότητος.
Ὑπερεύχου καλλίνικε, Μάρτυς Ἀναστάσιε τῶν τιμώντων σε, καὶ σπευδόντων τῇ σῇ χάριτι, ἐν δειναῖς τοῦ βίου περιστάσεσι.
Προσδραμόντα τοῦ Κτίσαντος, πίστει Ἀναστάσιον μεγαλύνομεν, ὡς κλεινὸν Ὁσιομάρτυρα, καὶ πιστῶν φρουρὸν καὶ ἀντιλήπτορα.
Θεοτοκίον.
Εὐσυμπάθητε Δέσποινα, Κεχαριτωμένη Θεογεννήτρια, ῥύου βλάβης τοῦ ἀλάστορος, τοὺς εἰλικρινῶς Σε μακαρίζοντας.
Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥύου πειρασμῶν, σοὺς ἱκέτας Ἀναστάσιε, ὁ ῥυσάμενος ἀπάτης μαγικῆς, ἑαυτὸν Σταυροῦ δυνάμει Ὁσιόαθλε.
Σπεύδοντες ταῖς σαῖς, προσευχαῖς οὐκ αἰσχυνόμεθα, ἀλλὰ χάριτι ῥωννύμεθα τῇ σῇ, οἱ ἐκ νόσων Ἀναστάσιε τρυχόμενοι.
Ὅλῃ σε ψυχῇ, Ἀναστάσιε γεραίρομεν, ἀκλινῶς τὸν ὑπομείναντα δεινά, κολαστήρια καὶ κάρας σου ἀπότμησιν.
Θεοτοκίον.
Ὕψωσον ἡμῶν, νοῦν πρὸς Τόκον Σου τὸν Ἅγιον, Θεοτόκε καὶ τὰ πάθη τῆς σαρκός, ἀπονέκρωσον τῶν πίστει προσιόντων Σοι.
Ωδὴ στ΄. Τὴν δέησιν.
Ἐπάκουσον, πάντων δεομένων σου, Ἀναστάσιε καὶ πέμψον σὴν χάριν, τοῖς σοῖς ἱκέταις ἀφθόνως ἣν ἔχεις, ὡς ταπεινὸς ἀσκητὴς καὶ πανάριστος, σταδίου Μάρτυς ἀριστεύς, Ἀναστάσιε πίστεως σέμνωμα.
Ὑπέρτερον, τῶν φθαρτῶν ἀνάδειξον, καὶ ῥεόντων Ἀναστάσιε Μάρτυς, Περσίδος γόνε τοὺς σπεύδοντας πόθῳ, ἀνευφημῆσαι σὴν πάνσεπτον ἄθλησιν, καὶ ἐκζητῆσαι σὰς εὐχάς, πρὸς Θεὸν τὸν εὐΐλατον Κύριον.
Χαρίτωσον, πάντας ὑμνηπόλους σου, Ἀναστάσιε τῆς χάριτος ῥεῖθρον, καὶ ἐπιβράβευσον πᾶσιν εὐχάς σου, πρὸς τὸν οἰκτίρμονα Λόγον τοῦ Κτίσαντος, Ὅνπερ ἱλέωσαι ἡμῖν, τοῖς τιμῶσι σὴν πάντιμον ἄθλησιν.
Θεοτοκίον.
Ἀπέλασον, ἐχθρικὴν ἐπηρείαν, ἐξ ἡμῶν μεγαλυνόντων σε πόθῳ, ὡς καταφύγιον ἐμπεριστάτων, καὶ παραμύθιον τῶν ἐν ταῖς θλίψεσι, Θεογεννήτρια σεμνή, τῇ δυνάμει θερμῆς προστασίας Σου.
Ἀνάστησον, τοὺς σὲ τιμῶντας στεῤῥόφρον Ὁσιομάρτυς, Ἀναστάσιε ἐκ φθορᾶς βοθύνου καὶ θλίψεων, παθῶν χαμαιζήλων καὶ ἀγνωσίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Περσίδος γόνε λαμπρὲ Ἀναστάσιε, ὑπακοῇ καὶ ἀνδρείᾳ κοσμούμενος, Ὁσίων καὶ Ἀθλητῶν ὤφθης κλέϊσμα, καὶ πρεσβευτὴς πρὸς Θεὸν ἐνθερμότατος, ἡμῶν τῶν ὕμνοις τιμώντων τὴν μνήμην σου.
προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐαθυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ. ιε΄, 17-27, ιστ΄ 1-2). Ζήτει εἰς τὴν Λειτουργίαν τοῦ Ἁγίου Γεωργίου τοῦ Τροπαιοφόρου.
Δόξα: Ταῖς τῶν Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μάρτυς Ἀναστάσιε, ὁ τοῦ Σταυροῦ τῇ δυνάμει, πλάνην ἀρνησάμενος, μαγικὴν πατρώαν σου, καὶ τὸ ὄνομα, τοῦ Χριστοῦ ἔνδοξε, χεῖρας παναχράντους, ξύλῳ ἐν αὐτοῦ ἐκτείνατος, δι’ ἀγαθότητα, καὶ τὴν σωτηρίαν φυράματος, βροτείου μεγαλύναντος, πόνοις σου ἀρίστοις ἀθλήσεως, πέμψον τὴν σὴν χάριν, τοῖς μέλπουσι σῆς κάρας ἐκτομήν, καὶ μελιῤῥύτοις ἐν ᾄσμασι, στέφουσι τὴν μνήμην σου.
Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἴθυνόν μου τὰς τρίβους πρὸς σκηνὰς ἀΐδίου ἀγαλλιάσεως, τὸν μέλποντα σοὺς ἄθλους, στεῤῥὲ Ὁσιομάρτυς, γεραρὲ Ἀναστάσιε, πρὸς ἄθλους μαρτυρικούς, ὁ πόδας σου ἰθύνας.
Σκοτασμὸν ἁμαρτίας ἀστραπαῖς πρεσβειῶν σου θερμῶν πρὸς Κύριον, ἐκδίωξον τῶν πίστει, σὲ ἀνυμνολογούντων, θεαυγὲς Ἀναστάσιε, Ὁσίων καὶ Ἀθλητῶν, ἀγλάϊσμα τὸ μέγα.
Πειρασμῶν καὶ κινδύνων τοὺς ἱκέτας σου ῥύου καὶ πάσης θλίψεως, τοὺς μεγαλύνοντάς σε, ὡς Ὁσιομαρτύρων, εὐκλεῶν Ἀναστάσιε, Περσίδος γόνε σεπτέ, φωτολαμπῆ ἀστέρα.
Θεοτοκίον.
Ῥαντισμῷ προσευχῶν Σου πρὸς τὸν μονογενῆ Σου Θεὸν καὶ Κύριον, ἁγίασον τὰ ἔργα, καὶ βιον Σῶν προσφύγων, Θεοκῦμον πανάχραντε, χαρίτων φρέαρ πολλῶν, καὶ θαυμασίων κρήνη.
Ωδὴ η΄. Τὸν Βασιλέα.
Ὁσίου Σάββα, Μονῆς θεόφρον οἰτῆτορ, Ἀναστάσιε δεῖξον πολίτας, οὐρανῶν τοὺς πίστει, σὲ ἀνυμνολογοῦντας.
Σὲ δυσωποῦμεν, τὸν ὑπομείναντα κάρας, Ἀναστάσιε τμῆσιν ἀσμένως, δι’ ἀγάπην Κτίστου, εὐλόγει σοὺς ἱκέτας.
Φωτὸς ἀδύτου, τὸν ἀπολαύοντα πόθῳ, Ἀναστάσιον μέλψωμεν πάντες, ὡς ἡμῶν διώκτου, τῆς ἀγνωσίας σκότους.
Θεοτοκίον.
Εὐλογημένη, τοῦ πανοικτίρμονος Λόγου, τοῦ Θεοῦ Μῆτερ σκέπε Σοὺς δούλους, τοὺς ὑμνολογοῦντας, Ἀναστασίου ἄθλους.
Ωδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑπέρλαμπρον Μαρτύρων, εὖχος καὶ Ὁσίων περιφανὲς Ἀναστάσιε σέμνωμα, ταῖς σαῖς θερμαῖς ἱκεσίαις ἀεὶ προσφεύγομεν.
Γηθόμενοι βῶμεν, ὡς Ὁσιομάρτυς, Χριστὸν δυσώπει στεῤῥὲ Ἀναστάσιε, ὑπὲρ τῶν πίστει τιμώντων τὴν σὴν ἐνάθλησιν.
Ὡς Ὁσιομαρτύρων, θεῖον μαργαρίτην, σὲ Ἀναστάσιε ὕμνοις γεραίροντες, τὴν πρὸς Θεὸν ἐκδεχόμεθα μεσιτείαν σου.
Θεοτοκίον.
Χαρᾶς ἡμῶν καρδίας, πλῆσον Θεοτόκε, Ἀναστασίου μελπόντων τὰ σκάμματα, τοῦ εὐσταλοῦς καὶ γενναίου Ὁσιομάρτυρος.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Σκότος δυσσεβούντων ταῖς σαῖς ῥοαῖς, τῶν αἱμάτων Μάρτυς, Ἀναστάσιε κραταιέ, ἔλυσας καὶ πάντας, αὐγαῖς τῆς ἀληθείας, ἐφώτισας Περσίδος, λύχνε ἀείφωτε.
Χαίροις τῆς Περσίδος γόνος λαμπρός, Λαύρας θείου Σάββα, Ἀναστάσιε ἀσκητά, θεαυγὲς καὶ κλέος, στεῤῥῶν Ὁσιοάθλων, Χριστοῦ τῆς Ἐκκλησίας, πάνσεπτον κλέϊσμα.
Χαίροις ὁ βασάνους παντοδαπάς, καὶ αὐχένος τμῆσιν, ὑπομείνας ὑπὲρ Χριστοῦ, Ὅσιε στεῤῥόφρον, καὶ Μάρτυς τροπαιοῦχε, ἡδὺ Περσίδος ἴον, ὦ Ἀναστάσιε.
Χαίροις ὁ στεφάνους λαβὼν διπλοῦς, ἐν ἀφθίτῳ δόξῃ, Ἀναστάσιε κραταιέ, ὡς Μαρτύρων κλέος, καὶ ἀσκητῶν φαιδρότης, Μονῆς Ὁσίου Σάββα, πάμφωτον πύρσευμα.
Ῥῦσαι ἀλγηδόνων καὶ πειρασμῶν, σὲ τοὺς ἀνυμνοῦντας, Ἀναστάσιε ὡς φανόν, τηλαυγῆ Ὁσίων, καὶ Ἀθλητῶν ὡς ἔχων, πολλὴν τὴν παῤῥησίαν, πρὸς τὸν Φιλάνθρωπον.
Ὁ λιπὼν ἀπάτην τὴν πατρικήν, τοῦ Σταυροῦ δυνάμει, Ἀναστάσιε καὶ Χριστοῦ, συνταχθεὶς τοῖς φίλοις, ἀνάστησόν με λάκκου, παθῶν χαμαιζηλίας, τὸν ἀνυμνοῦντά σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια:
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, ἀσκητὰ περιφανές, ὁ λιπὼν Περσίδος τὴν χόνα, καὶ πόθῳ καταλαβών, Σάββα τοῦ θεόφρονος, Μονὴν τὴν πάνσεπτον, ἱερὲ Ἀναστάσιε, τοὺς σὲ ἀνυμνοῦντας, ἐκ βυθοῦ ἀνάστησον, δεινῶν καὶ θλίψεων, ἄχθους καὶ παθῶν ψυχοκτόνων, ἵνα σὴν πολλὴν παῤῥησίαν, πρὸς τὸν Ζωοδότην μεγαλύνωμεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν
πηγή: xristianos.gr

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου