Κατηγορίες αναρτήσεων

Κυριακή 8 Ιανουαρίου 2017

ΙΑΝΟΥΑΡΙΟΥ 8 & ΦΕΒΡΟΥΑΡΙΟΥ 28. ΚΥΡΑΝΝΑ ΝΕΟΜΑΡΤΥΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΙΑΝΟΥΑΡΙΟΥ 8 & ΦΕΒΡΟΥΑΡΙΟΥ 28.
ΚΥΡΑΝΝΑ ΝΕΟΜΑΡΤΥΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
ΠΑΡΑΚΛΗΣΙΣ
 
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς. Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἐναθλήσασα πολλῇ καρτερίᾳ, Παρθενομάρτυς Ἀθληφόρε Κυράννα, τὴν τῶν θαυμάτων ἔλαβες ἐνέργειαν, ὅθεν τοὺς προστρέχοντας, τῷ ἁγίῳ ναῷ σου, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, καὶ νοσημάτων ῥῦσαι χαλεπῶν, τοὺς τὴν θερμήν σου, αἰτοῦντας ἀντίληψιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...
Ὁ Ν΄ ψαλμός, καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς: Σοῖς βοήθει ἱκέταις Κυράννα. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνοῦσα Μαρτύρων θείοις χοροῖς, ὡς Μάρτυς Κυρίου, καὶ παρθένος πανευκλεής, δυσώπει Κυράννα μακαρία, ὑπὲρ τῶν πίστει θερμῇ προσιόντων σοι.
Ὁ νύμφην οἰκείαν σε ἐκλεκτήν, Χριστὸς ἀναδείξας, προστασίαν σε ἀσφαλῆ, παρέσχεν ἡμῖν Μάρτυς Κυράννα, διὸ θερμῶς τῇ πρεσβείᾳ σου σπεύδομεν.
Ἰάματα βλύζει παντοδαπά, ὁ θεῖος ναός σου, χορηγίᾳ τῇ θεϊκῇ, καὶ λύει Κυράννα Ἀθληφόρε, πολυειδῶν νοσημάτων ἐπήρειαν.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι ὁ Σωτήρ, ἐκ Σοῦ ὤφθη κόσμῳ, καὶ ἀνέπλασε τὸν Ἀδάμ, διὸ τῆς σαρκός μου Θεοτόκε, καὶ τῆς ψυχῆς τὰς ὀδύνας θεράπευσον.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Βασιλέως θυγάτηρ, τῶν οὐρανῶν πέφηνας, τοῖς μαρτυρικοῖς σου ἀγῶσι, Κυράννα πάνσεμνε, Ὃν καθικέτευε, των τοῦ Βελίαρ παγίδων, ῥύεσθαι ἑκάστοτε, τοὺς σὲ γεραίροντας.
Ὀδυνώμενοι σφόδρα, ταῖς πολλαπλαῖς θλίψεσι, τῇ σῇ καταφεύγομεν σκέπῃ, καὶ πίστει κράζομεν· τῆς συνεχούσης ἡμᾶς, ῥῦσαι ἀνάγκης Κυράννα, ἴασιν καὶ λύτρωσιν, ἡμῖν βραβεύουσα.
Ἡ θερμή σου πρεσβεία, τεῖχος ἡμῖν γένοιτο, πᾶσαν ἀποτρέπουσα βλάβην, τοῦ πολεμήτορος, Κυράννα ἔνδοξε, ὅτι τῇ σῇ προστασίᾳ, χαρμονῆς πληρούμεθα, καὶ παρακλήσεως.
Θεοτοκίον.
Θεὸν Λόγον τεκοῦσα, σωματικῶς Ἄχραντε, ἔλυσας Ἀδὰμ τὴν κατάραν, καὶ πάντας ἔσωσας, τοὺς Θεοτόκον Σε, ὁμολογοῦντας Παρθένε, διὸ κἀμὲ Δέσποινα, σῶσον τὸν δείλαιον.
Διάσωσον, Παρθενομάρτυς Κυράννα ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἐπίβλεπον, ἐν εὐμενείᾳ...
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ, προστρέχουσα ἑκάστοτε, Κυράννα σεμνή, λαμβάνει τὰ αἰτήματα, Ὄσσα ἡ σὲ βλαστήσασα, καὶ βοᾷ σοι ἀεὶ μετὰ πίστεως· ἐκ συμφορῶν με ἐν βίῳ πικρῶν, ἀπήμαντον Μάρτυς διαφύλαττε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπιβλέψασα ἄνωθεν, ἐπὶ τῶν Μητέρων Μάρτυς τὰ δάκρυα, πᾶσαν βλάβην ἐξαφάνισον, ἐκ τῶν τέκνων τούτων τῇ σῇ χάριτι.
Ἰατρεύουσα πάνσεμνε, πᾶσαν καχεξίαν τῶν προσιόντων σοι, ἀθυμίας καὶ κακώσεως, λῦσον ὦ Κυράννα τὴν κατήφειαν.
Ἰησοῦν τὸν Νυμφίον σου, ἐκτενῶς δυσώπει Κυράννα ἔνδοξε, ἱλασμὸν ἡμῖν δωρήσασθαι, καὶ πλημμελημάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Καθαρὸν οἰκητήριον, Κόρη ἐπιπνοίας τοῦ θείου Πνεύματος, τὴν καρδίαν μου ἀνάδειξον, ἀρετῶν Παρθένε τῇ λαμπρότητι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔφερες στεῤῥῶς, μαστιγώσεις ὥσπερ ἄσαρκος, διὰ τοῦτο τῶν ἀσάκρων δυσμενῶν, καθ’ ἡμῶν Μάρτυς ἐκνεύρισον τὴν δύναμιν.
Τίς σου τῷ ναῷ, προσφυγὼν Μάρτυς οὐκ ἔτυχε, τῶν πολλῶν σου ὦ Κυράννα δωρεῶν; Σὺ γὰρ πᾶσι βοηθεῖς τοῖς πικρῶς πάσχουσι.
Ἄλυπον ζωήν, καὶ εἰρήνην ἀστασίαστον, εὐκαρπίαν καὶ πᾶν ἄλλον ἀγαθόν, τῇ πατρίδι σου τῇ Ὄσσῃ δίδου πάνσεμνε.
Θεοτοκίον.
Ἴνα τὴν πολλήν, μεγαλύνω Σου χρηστότητα, δυναστείας τῆς πικρᾶς με τοῦ ἐχθροῦ, Θεοτόκε ὡς φιλάγαθος ἀπάλλαξον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σαρκός σου, τάς ἀφορήτους ὀδύνας, ὡς ὑπέμεινας ἀθλοῦσα Κυράννα, οὕτως ἡμῶν, τοὺς τοῦ σώματος πόνους, καὶ τῆς καρδίας τὴν θλῖψιν θεράπευσον, καὶ λύπην πᾶσαν ἀφ’ ἡμῶν, τῇ σῇ χάριτι Μάρτυς διάλυσον.
Κυρίῳ, τῷ Βασιλεῖ τῶν αἰώνων, νυμφευθεῖσα Ἀθληφόρε Κυράννα, ταῖς πρὸς Αὐτόν, ἱκεσίαις σου Μάρτυς, τοῦ οὐρανίου νυμφῶνος ἀξίωσον, τους μεγαλύνοντας σεμνή, τοὺς στεῤροὺς καὶ ἁγίους ἀγῶνάς σου.
Ὑψόθεν, μὴ διαλίπῃς Κυράννα, ἐποπτεύουσα τοὺς πίστει τελείᾳ, τῷ σῷ ἁγίῳ ναῷ προσιόντας, καὶ πλήρου τούτων ἀεὶ τὰ συστήματα, ὡς δεδεγμένη εκ Θεοῦ, τῶν θαυμάτων τὴν χάριν τὴν ἄφθονον.
Θεοτοκίον.
Ῥυσθῆναι, τῶν πονηρῶν βουλευμάτων, καὶ ποικίλων συστροφῶν τοῦ Βελίαρ, ενίσχυσόν με τῇ Σῇ δυναστείᾳ, Θεογεννῆτορ Παρθένε Πανάμωμε, καὶ δίδου μοι ἰσχὺν πατεῖν, τῆς αὐτοῦ πανουργίας τὰ ἔνεδρα.
Διάσωσον, Παρθενομάρτυς Κυράννα ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἄχραντε...
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Παρθενομάρτυς Κυράννα πανάθλιε, νύμφη Χριστοῦ ἀληθῶς καλλιπάρθενε, τοὺς τῇ θερμῇ σου πρεσβείᾳ προστρέχοντας, παντοίων νόσων καὶ θλίψεων λύτρωσαι, καὶ δίδου ἡμῖν χαρὰν ἄληκτον.
Προκείμενον: Ὑπομένω ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Εὐαγγέλιον. Κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν δέκα παρθένοι, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί· αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, ουκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον. Αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτός, κραυγὴ γέγονε· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε, ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραί, ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ υμῖν, πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ, εἰς τους γάμους καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ αποκριθείς, εἶπεν· Ἀμὴν λέγω υμῖν, ουκ οἶδας ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἥνυσας στεῤρότατα, τὸ τῆς ἀθλήσεως σκάμμα, καὶ ὡς θῦμα ἄμωμον, προσηνέχθης πάνσεμνε τῷ νυμφίῳ σου, ᾧ ἀεὶ πρέσβευε, Κυράννα θεόφρον, τῶν ἐν βίῳ περιστάσεων, ἀτρώτους σώζεσθαι, τοὺς εἰλικρινῶς σὲ γεραίροντας, ὑγείαν τε καὶ ἴασιν, πᾶσι τοῖς παισὶ καὶ νηπίοις τε, ἅμα καὶ ἐφήβοις, διδόναι καὶ μητράσι ταῖς αὐτῶν, χαρὰν ὁρᾷν τῇ σῇ χάριτι, ταυτα ἀναθάλλοντα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Αἰωρήσεις ὑπέστης, καὶ πικρὰς ἀλγηδόνας Χριστοῦ τῷ ἔρωτι, διὸ ἡμῶν τὰς θλίψεις, καὶ τὰς πικρὰς ὀδύνας, εἰς χαρὰν ἀναφαίρετον, Κυράννα θαυματουργέ, μετάβαλε λιταῖς σου.
Ναὸν θεῖον ἡ Ὄσσα, ἡ πατρίς σου Ἁγία σοὶ ἐδομήσατο, ἐν ᾧ ὡς ἐν λιμένι, ἀκλύστῳ προσιόντες, τῆς γαλήνης τῆς κρείττονος, ἐπισκιάσει τῇ σῇ, πληρούμεθα Κυράννα.
Νέους παῖδας Ἁγία, πάσης βλάβης λυτροῦσαι ἅμα καὶ νήπια, καὶ νέμεις εὐρωστίαν, εἰς πᾶσαν ἡλικίαν, καὶ ζωῆς ἀνθηρότητα, διὸ τὴν χάριν τὴν σήν, κηρύττομεν εὐσήμως.
Θεοτοκίον.
Ἀειπάρθενε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, θεράπευσον τὸ ἄλγος, ψυχῆς μου τῆς ἀθλίας, καὶ φωτί με καταύγασον, τοῦ προελθόντος ἐκ σοῦ, βροτῶν εἰς σωτηρίαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γαλήνην δίδου, καὶ ἀληθῆ εὐπραγίαν, τῇ πατρίδι σου Κυράννα μακαρία, τῇ σὲ κτησαμένη, θεόθεν πολιοῦχον.
Ἔχοντες Μάρτυς, τὴν σὴν ἁγίαν Εἰκόνα, ἀναβλύζουσαν τὴν θεϊκήν σου χάριν, ταύτῃ πάσῃ θλίψει, προσφεύγομεν Κυράννα.
Ῥείθροις ἀΰλοις, τῶν πρεσβειῶν σου Ἁγία, τῶν παθῶν ἡμῶν τὴν πικρὰν σβέσον φλόγα, εὐφροσύνης δρόσον, παρέχουσα τῆς θείας.
Θεοτοκίον.
Ἀγγέλων δόξα, καὶ σωτηρία ἀνθρώπων, Ἀειπάρθενε δεδοξασμένη Κόρη, ῥῦσαι τὴν ψυχήν μου, παθῶν τῆς ἀδοξίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀφθαρσίας, καθωραϊσμένη, φθοροποιῶν παθημάτων ἀπάλλαξον, τοὺς σὲ τιμῶντας Κυράννα καὶ μεγαλύνοντας.
Ἰάτρευσον Ἁγία, τοὺς ἀλγυνομένους, ἐν ἀλγηδόσι καὶ πόνοις καὶ πάθεσιν, ὡς ἐκ Θεοῦ δεδεγμένη χάριν ἐξαίρετον.
Μαρτύρων τῇ εὐκλείᾳ, ἀγλαϊζομένη, τὰς καθ’ ἡμῶν ἐπιθέσεις του δράκοντος, μαρτυρικῇ σου πρεσβείᾳ Μάρτυς ἀπότρεπε.
Ὁλόφωτον παστάδα, Μάρτυς κατοικοῦσα, φωτιστικαῖς σου πρεσβείαις διάλυσον, τὴν ἐπελθοῦσαν ὀμίχλην ἐν τῇ καρδίᾳ μου.
Θεοτοκίον.
Ὑψίστου ὤφθης θρόνος, Κεχαριτωμένη, τοῦτον κρατοῦσα ἀγκάλαις ὡς νήπιον, ω τὴν ζωήν μου κατεύθυνον ἱκετεύω Σε.
Ἄξιόν ἐστι... καὶ τὰ μεγαλυνάρια.
Χαίροις Ὄσσης βλάστημα ἱερόν, Κυράννα θεόφρον, νύμφη ἄμωμε τοῦ Χριστοῦ, ᾧ καὶ προσαχθεῖσα, ἀγῶσι μαρτυρίου, μαρτυρικῆς εὐκλείας ὤφθης συμμέτοχος.
Ἔχουσα ἁγνείας τὸν θησαυρόν, ἐν τῇ σῇ καρδίᾳ, τοῦτον ἄσυλον τῷ Χριστῷ, ἤγαγες Ἁγία, καὶ ἤσχυνας εἰς τέλος, ἐχθροῦ τοῦ παλαιμναίου δεινὰ βουλεύματα.
Ἔστης ἐν τῇ πέτρᾳ τῇ ἀῤῥαγεῖ, ἀκλόνητος Μάρτυς, ἐν τῇ πνεύσει τῶν δυσχερῶν, τῆς ὁμολογίας, Χριστοῦ τῆς παναγίας, καὶ ἤθλησας Κυράννα στεῤῥῷ φρονήματι.
Ἤνεγκας ῥαβδίσματα χαλεπά, εἱρκτῆς τὰς κακώσεις, αἰωρήσεις τε τὰς πικράς, καὶ Χριστὸν ἐν ἄθλοις, δοξάσασα αγίοις, λαμπρῶς ἐμεγαλύνθης, Κυράννα ἔνδοξε.
Φέγγει οὐρανίῳ καταλαμφέν, τὸ σῶμά σου Μάρτυς, μετὰ τελος τὸ ἱερόν, θείᾳ εὐωδίᾳ, ἐξεπληξε Κυράννα, πιστούς τε καὶ ἀπίστους, τοὺς ταῦτα βλέποντας.
Σκέπε τὴν πατρίδα σου ὦ σεμνή, ἐκ πάσης ἀνάγκης, τῇ πρεσβείᾳ σου πρὸς Χριστόν, καὶ τοῖς σὲ τιμῶσι, δίδου ἀεὶ Κυράννα, τας δωρεὰς τῆς θείας σου Μάρτυς χάριτος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μάρτυς, καλλιπάρθενε Χριστοῦ, Παρθενομαρτύρων τὸ κλέος, Κυράννα ἔνδοξε, πάῤῥησίαν ἔχουσα, πρὸς τὸν Νυμφίον σου, ἐκτενῶς καθικέτευε, ῥυσθῆναι κινδύνων, καὶ παντοίων θλίψεων, καὶ πειρασμῶν χαλεπῶν, πάντας, τοὺς πιστῶς προσιόντας, τῷ σεπτῷ καὶ θείῳ ναῷ σου, καὶ τὴν ἄθλησίν σου μακαρίζοντας.
Τὴν πᾶσαν ἐλπίδα μου...
Δέσποινα πρόσδεξαι...
Δι’ εὐχῶν.
Δίστιχον.
Παθῶν με κύριον ἔργασαι Κυράννα,
Γεράσιμον σπεύδοντα τῇ ἀρωγῇ σου.



                                           πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου