Κατηγορίες αναρτήσεων

Κυριακή 4 Δεκεμβρίου 2016

ΕΥΧΕΣ ΤΙΣ ΟΠΟΙΕΣ Η ΑΓΙΑ ΕΙΠΕ ΟΔΗΓΟΥΜΕΝΗ ΕΙΣ ΤΟΝ ΤΟΠΟ ΤΟΥ ΜΑΡΤΥΡΙΟΥ

  ΕΥΧΕΣ ΤΙΣ ΟΠΟΙΕΣ Η ΑΓΙΑ ΕΙΠΕ ΟΔΗΓΟΥΜΕΝΗ ΕΙΣ ΤΟΝ ΤΟΠΟ ΤΟΥ ΜΑΡΤΥΡΙΟΥ
 
 
Α)
Ἄναρχε, ἀχειροποίητε, Μαρτύρων στέφανε, Κύριε Ἰησοῦ Χριστέ, ὁ τῶν οὐρανῶν ἐκτείνας, καὶ τὴν γῆν θεμελιώσας, ὁ τας ἀβύσσους συγκλείσας, καὶ τὴν θάλασσαν τειχίσας· ὁ προστάξας τὰς ὀμβροτόκους νεφέλας βρέχειν ἐπὶ πονηρούς, καὶ ἀγαθούς· ὁ ἐπὶ θαλάσσης περιπατήσας ὡς ἐπ’ ἐδάφους καὶ τοὺς πόδας μὴ βρέξας· ὁ ἐπιτημήσας τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ καὶ εἰς γαλήνην μεταβαλών· πάντα γὰρ ὑπακούει, Κύριέ μου Ἰησοῦ Χριστέ, τῷ Σῷ προστάγματι, ὅτι ποιήματά Σου ἐστίν· παράσχου μοι Κύριε, τὴν αἴτησιν ταύτην, καὶ δὸς τῇ δούλῃ Σου χάριν, ἵνα ὅστις μνημονεύῃ μου ἐν τῷ ὀνόματί Σου τῷ Ἀγίῳ καὶ ποιῇ τὴν μνήμην τῶν ἡμερῶν τῆς μαρτυρίας μου Κύριε, μὴ μνησθῇς τῶν αμαρτιῶν αὐτῶν ἐν ἡμέρᾳ κρίσεως, ἀλλ’ ἴλεως γενοῦ αὐτοῖς. Γινώσκεις γὰρ Κύριε, ὅτι σάρξ, καὶ αἷμα ἐσμεν, ποίημα τῶν Ἀχράντων χειρῶν Σου· Ἀμήν.
(Ἐκ τοῦ Ἐγκωμίου τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, εἰς τὴν Ἀγίαν Βαρβάραν)
Β)
Κύριε, ὁ Θεὸς Δυνάμεων, ὁ πάσης πνοῆς καὶ σαρκὸς Δημιουργός, ο ἰασάμενος πᾶσαν νόσον, παράσχου τῇ δούλῃ Σου χάριν, ἵνα Σοι ἄν προσέλθωσι τῷ τόπῳ, ἔνθα τὸ λείψανόν μου ἀπόκειται καὶ εἶσι τὰ ἡγιασμένα ὕδατα, δώρησαι αὐτοῖς ἴασιν ψυχῆς καὶ σώματος, ἵνα καὶ ἐν τούτοις δοξάζηται τὸ πανάγιον ὄνομά Σου, ἅμα τῷ Πατρί, καὶ τῷ Ἁγίῳ Πνεύματι· Αμήν.
(Ἐκ τοῦ Ἐγκωμίου τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, εἰς τὴν Ἀγίαν Βαρβάραν)
Γ)
Ἄναρχε Θεέ, ὁ τὸν οὐρανὸν τείνας ὡσεὶ καμάραν, τὴν δὲ γῆν ἐφ’ ὑδάτων ἑδράσας, ὁ νεφέλαις ὕειν προστάττων, ἥλιόν τε φωταγωγόν, πᾶσι παραστησάμενος καὶ τὰς κοινὰς ταύτας ἀπολαύσεις δικαίοις τε καὶ ἀδίκοις, ἀγαθοῖς ἅμα καὶ πονηροῖς χορηγῶν, Αὐτὸς καὶ νῦν, ἐμοῦ δεομένης, εἰσάκουσον Βασιλεῦ, καὶ ὃς ἄν τοῦ Σοῦ ὀνόματος, καὶ τῆς ἐμῆς ἀθλήσεως τῷ οἴκῳ αὐτοῦ ἐπισκήψειε, μὴ ἄλλο τι μηδὲν τῶν λωβᾶσθαι σώματα καὶ λυπεῖν δυναμένων. Οἶδας γὰρ Κύριε, ὅτι σὰρξ ἡμεῖς καὶ αἷμα, ποίημα τῶν Σῶν Ἀχράντων χειρῶν καὶ Εἰκόνι Σῇ καὶ ὁμοιώσει τετιμημένοι· Ἀμήν.
(Ἐκ τοῦ Βίου τῆς Ἁγίας κατὰ Συμεὼν Μεταφραστήν)



                                     πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου