ΝΟΕΜΒΡΙΟΣ 8.
ΜΙΧΑΗΛ & ΓΑΒΡΙΗΛ ΑΡΧΑΓΓΕΛΟΙ
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν οὐρανίων στρατιῶν οἱ
Ταξίαρχοι, ὁ Μιχαὴλ καὶ Γαβριὴλ οἱ Ἀρχάγγελοι, οἱ τῷ ἀστέκτῳ θρόνῳ
παριστάμενοι, μέσον ἡμῶν πάριτε, παρεμβάλλοντες κύκλῳ, σκέποντες ταῖς πτέρυξι,
τῆς ἀΰλου ἡμῶν δόξης, καὶ τῶν δεινῶν λυτρούμενοι ἡμᾶς, οἱ ἐν κινδύνοις
προστάται θερμότατοι.
Δόξα. Καὶ
νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Ἐπικαλεῖσθε κάμνοντες
τοὺς Ἀγγέλους. Ἀθανασίου Ῥαιδεστοῦ
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἐκ βάθους καρδίας μου
προσελθών, ναῷ τῷ πανσέπτῳ, τῶν ἀΰλων σου λειτουργῶν, Ἁγία Τριὰς τούτους
φρουρούς μοι, ἐκδυσωπῶ σε προστῆσαι ἑκάστοτε.
Πολλαῖς περιπέπτωκα
συμφοραῖς, καὶ νόσοις ποικίλαις, ἐκ πολλῶν μου ἁμαρτιῶν· διὸ Μιχαὴλ ὁ
Ταξιάρχης, καὶ Γαβριήλ με πασῶν τούτων ῥύσασθε.
Ἱστάμενος ἔμπροσθεν
τριλαμποῦς, θεότητος αἴγλης καὶ θεούμενος μετοχῇ, φωτὸς τοῦ ἀῤῥήτου Ταξιάρχα,
τῆς τῶν παθῶν με σκοτώσεως λύτρωσαι.
Κακίας καὶ βλάβης τῶν
δυσμενῶν, Μιχαὴλ ὁ ἄρχων, τῶν Ἀγγέλων με ἐξελοῦ, καὶ πᾶσαν πικρίαν τῆς ψυχῆς
μου, εἰς γλυκασμὸν εὐμενῶς μεταποίησον.
Θεοτοκίον.
Ἀῤῥήτως συνέλαβες Μαριάμ,
Θεὸν τῶν ἁπάντων, ἐν γαστρί Σου παρθενικῇ· διὸ μετὰ πάντων τῶν Ἀγγέλων, ὑπὲρ
ἡμῶν ὡς Υἱόν Σου ἱκέτευσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπορήσας ἐκ πάντων ὀδυνηρῶς
κράζω σοι· πρόφφθασον κἀμοὶ Ταξιάρχα, τῷ ἐκζητοῦντί σε, τὴν σὴν ἀντίληψιν, καὶ
τὴν ταχεῖάν σου σκέπην, ὡς πολλοῖς προέφθασας καὶ ἔσωσας.
Λειτουργοὶ μυστηρίων τῶν
τοῦ Θεοῦ μέγιστοι, οἱ πρὸς σωτηρίαν ἀνθρώπων καταπεμπόμενοι, θεῖοι Ἀρχάγγελοι,
τοὺς σοὺς ἱκέτας φρουρεῖτε, καὶ πρὸς βίον ἔνθεον τούτους προτρέπετε.
Ἐπὶ κλίνης ἀθλίως
κατακλιθεὶς ἔῤῥιμαι, πρὸ πυλῶν ναοῦ σου Ἀγγέλων, ὁ Ἀρχιστράτηγος, σὺ
κατοικτείρσον, τὸν σὸν ἱκέτην καὶ δός μοι, τῆς ψυχῆς τὴν ἴασιν, καὶ τὴν τοῦ
σώματος.
Ἱκεσίαν μου ταύτην τὴν
πενιχρὰν πρόσδεξαι, ἣν ἀπὸ καρδίας ἐν κατανύξει προσάγω σοι, θεῖε Ἀρχάγγελε,
καὶ πρὸς τὸν Κτίστην μου ταύτην, ἀναφέρω αἴτησαι, πταισμάτων ἄφεσιν.
Θεοτοκίον.
Θεολόγων αἱ γλῶσσαι τὸ ἐπὶ
Σοὶ μέγιστον, ἐξειπεῖν τολμῶσαι ἀδυνατοῦσιν ἁγνή, μυστήριον· διὸ τοὺς σιγῇ
τοῦτο καὶ προσκυνοῦντας Παρθένε, καὶ πιστῶς δοξάζοντας, σκέπε καὶ φύλαττε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς
δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον
τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ
πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς
ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται θερμοὶ καὶ τείχη
ἀπροσμάχητα, ἁπάντων ταχεῖς ὑπέρμαχοι Ἀρχάγγελοι, ἐκτενῶς δεόμεθα τὴν ὑμῶν
προστασίαν αἰτούμενοι, ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, οἱ πάντων ταχέως
προϊστάμενοι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συμβουλίᾳ τοῦ ὄφεως,
ὑπακούσας ὅλως Θεοῦ Ἀρχάγγελε, παῤῥσίας σῆς γεγύμνωμαι, μεταγνόντα ἤδη μὴ
παρίδῃς με.
Θεωρίας Ἀρχάγγελε, τῶν
σκοτεινοτάτων δαιμόνων ῥῦσαί με, ἐν καιρῷ ὅτε τοῦ σώματος, ἡ ψυχή μου μέλλει
ἐκχωρίζεσθαι.
Ἐπὶ σοὶ τὰς ἐλπίδας μου,
ὅλας ἀνεθέμην Θεοῦ Ἀρχάγγελε, τὴν ψυχήν μου παραμύθησον, καὶ σαρκὸς τοὺς πόνους
καταπράϋνον.
Καταφύγιον ἅπαντες, καὶ
ὀχυρωμένον πύργον πυρίμορφοι, τὸν ναὸν ὑμῶν Ἀρχάγγελοι, κεκτημένοι νῦν ὑμῖν
προσπεφεύγαμεν.
Θεοτοκίον.
Ἀποστάντα τοῦ Κτίστου μου,
ἀλλ’ ἐν μετανοίᾳ ἐπανερχόμενον, τούτῳ πάλιν με οἰκείωσον, Σὺ Παρθενομῆτορ
μεσιτείαις Σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅπαντα φλογμόν, ἀθυμίας
ἀποσβέσατε, τῆς ταπεινῆς μου ψυχῆς οἱ πυρσολαμπεῖς, καὶ τῆς χαρᾶς ὑμῶν δρόσον
ταύτῃ ἐκπέμψατε.
Μέτρῳ τῶν κακῶν, ὑπερέβην
πάντα ἄνθρωπον· διὸ ὀδόντων δράκοντος φοβεροῦ, καταπιεῖν με ζητοῦντος, Ἄγγελοι
σώσατε.
Νίκην κατ’ ἐχθρῶν, τῶν
ἀΰλων ἄϋλοι Ἀρχάγγελοι, τῶν κινουμένων πάντοθεν καθ’ ἡμῶν, συμπολεμοῦντες
ἀοράτως μοι παρέχετε.
Ὅλον μου τὸν νοῦν,
ἀστραπαῖς ταῖς ἐκ προσώπου, καταλάμπρυνας κάθαρον Μιχαήλ, ἵνα τρανῶς καθορῶ Σου
κάλλος τὸ ἄῤῥητον.
Θεοτοκίον.
Νέαν καὶ δεινήν, ἐφιστᾶσάν
μοι τὴν ἔφοδον, ἐκ ληστρικῶν τοῦ πονηροῦ προσβολῶν, Σῇ Θεοτόκε δυνάμει ἄρδην
ἀπώλεσον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νεότητος, τῆς ἐμῆς
Ἀρχάγγελε, ἁμαρτίας καὶ ἀγνοίας μου πάσας, τὸν Ποιητήν, καὶ Θεόν μου δυσώπει,
ἐπιλησθῆναι ἐν ὥρᾳ τῆς κρίσεως, καὶ μοίρας Αὐτοῦ τῆς δεξιᾶς, δωρεάν με ποιῆσαι
συμμέτοχον.
Τοὺς μώλωπας, καὶ τὰ
τραύματα οἶδας, τῆς ἀθλίας μου σαρκὸς Ταξιάρχα, καὶ τὴν πικράν, καὶ ὀλέθριον
ταύτης, τῆς ταλαιπώρου καρδίας μου κάκωσιν· διὸ τῇ δεήσει μου προσχών,
θεραπείαν τὴν τούτων μοι βράβευσον.
Εἰσάκουσον, Μιχαὴλ
Ταξιάρχα, τῆς φωνῆς τῶν ἐν τῷ θείῳ ναῷ σου, καὶ πρὸ τῆς σῆς, θειοτάτης εἰκόνος,
γονυπετούντων θερμαῖς παρακλήσεσι, καὶ δὸς τῶν εὐχῶν ἐπιτυχεῖν, καὶ χαρᾷ
ἀπελθεῖν εἰς τὰ ἴδια.
Συνέκδημον, ἐν ἐξόδῳ ψυχῆς
μου, πρὸς πορείαν τὴν οὐράνιον ἔχειν, σὲ δυσωπῶ, Μιχαὴλ Ταξιάρχα, καὶ τῆς ζωῆς
μου ἐνταῦθα συλλήπτορα, πρὸς πᾶσαν παράταξιν ἐχθρῶν, καὶ φρουράν μου σκέπην καὶ
φύλακα.
Θεοτοκίον.
Ἀνείκαστον, τοῦ ἐκ Σοῦ
γεννηθέντος, Θεοτόκε ἀειπάρθενε οἶδα, τὴν διά Σου, σωτηρίαν τῷ κόσμῳ, καὶ
εὐσπλαγχνίαν καὶ οἶκτον καὶ ἔλεος· διὸ ὑπὲρ πάντων τῶν πιστῶν, πρὸς Αὐτὸν Σὲ
μεσίτην προβάλλομαι.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς
δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον
τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀρχιστράτηγοι Θεοῦ
λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον
ἡμῖν πρεσβεύσατε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.
Οἱ Ἀναβαθμοί·
τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὁ ποιῶν τοὺς
Ἀγγέλους Αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα.
Στ.: Εὐλογεῖτε τὸν
Κύριον πάντες οἱ Ἄγγελοι Αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον Αὐτοῦ, τοῦ
ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων Αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ
Λουκᾶν (ι΄, 16-21):
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
μαθηταῖς· ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ
ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς
λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ
αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι
ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμη
τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα
ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν
αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι,
Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν
καὶ ἀπεκάλυψας αὐτοῖς νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία
ἔμπροσθέν σου.
Δόξα: Ταῖς τῶν πυριμόρφων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ταξιάρχαι μέγιστοι, καὶ
ἀρχηγοὶ τῶν Ἀγγέλων, προστάται θερμότατοι, Μιχαὴλ καὶ Γαβριὴλ πάσης κτίσεως, οἱ
περὶ τὴν ἄκτιστον, τῆς Τριάδος δόξαν, ἐν ὑψίστοις διϊπτάμενοι, καὶ ἐπινίκιον,
ὕμνον τὸν τρισάγιον μέλποντες, Θεὸν τὸν τρισυπόστατον, Κτίστην τῶν ἁπάντων καὶ
εὔσπλαγχνον, θείαις προστασίαις, ὑμῶν ἐκδυσωπεῖτε ἐκτενῶς, ἐπιτυχεῖν ἡμᾶς
ἅπαντας, τῆς αὐτοῦ ἐλλάμψεως.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῇ δυνάμει σου πάσης
λοιμικῆς ἀσθενείας καὶ πυρετοῦ χαλεποῦ, τοὺς σὲ προσκαλουμένους, ἀπάλλαξον ἐν
τάχει, Μιχαὴλ Ἀρχιστράτηγε, καὶ ὀφθαλμίας δεινῆς, καὶ πάσης μαλακίας.
Οἱ τὸν θρόνον κυκλοῦντες
τῆς τρισυποστάτου Θεότητος, Ἄγγελοι καὶ λάμψεως, ἐκείνης μετέχοντες ἀῤῥήτως,
τοῖς ἐν σκότει καθεύδουσιν, ἀντιπαρέχοντες, φῶς νυκτὸς ἀπολυτροῦσθε.
Ὑπομάζια βρέφη ἀγκαλῶν τῶν
μητρώων καταθερίζονται, θανάτῳ πικροτάτῳ· διὸ συγκοπτομένας, Ταξιάρχα
οἰκτείρσον, τὴν κατ’ αὐτοῦ τοῦ Θεοῦ, ὀργὴν ἐξιλεώσας.
Σωτηρίαν παράσχου τοῖς
μακρόθεν ἅπασι ἐπιφοιτήσασι, συνάμα τοῖς πλησίον, ναῷ σου τῷ ἁγίῳ, Μιχαὴλ
Ἀρχιστράτηγε, τῶν ὁρατῶν τε αὐτῶν, ἐχθρῶν καὶ ἀοράτων.
Θεοτοκίον.
Σὲ τὴν μόνην Παρθένον καὶ
Μητέρα ἁπάντων τοῦ Βασιλέως Χριστοῦ, Θεοῦ τοῦ ζωοδότου, ὑμνοῦμεν προσκυνοῦμεν,
Μαριὰμ χαριτώνυμε, καὶ εὐλογοῦμεν πιστῶς, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀποτεφρώσαντες, τὰ ὑλώδη
μου πάθη, τῷ πυρὶ τῆς ἡμῶν ἀπαθείας, ζῆν με ἐν ἁγνείᾳ, Ἀρχάγγελοι φρουρεῖτε.
Γενναιοφρόνως μοι, καὶ
στεῤῥᾷ διανοίᾳ, προσβολὰς τοῦ διαβόλου τροποῦσθαι, θεῖε Ταξιάρχα, τῇ σῇ δυνάμει
δίδου.
Γαλήνην ἄνωθεν, τοῖς
ἱκέταις σου δίδου, Μιχαὴλ ὁ ἄρχων, τῶν Ἀγγέλων, περιφερομένοις, τοῖς κύμασι τοῦ
βίου.
Ἐπὶ τὰ πάλαι σου, κατιδόντες
σημεῖα, παρεγένοντο τὰ πλήθη τῶν ᾧδε, δεῖξον οὖν κἂν τούτοις, τὴν σὴν
θαυματουργίαν.
Θεοτοκίον.
Ἴθυνον Δέσποινα, τὸν ἐμὸν
βίον πάντα, πρὸς τὸν θεῖον νόμον τοῦ Χριστοῦ μου, πέμπουσά μοι χάριν, τὴν Σὴν
εἰς σωτηρίαν .
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λιμένι τοῦ Σωτῆρος, τὴν
οἰκτρὰν ψυχήν μου, χωριζομένην τοῦ σώματος Ἄγγελοι, τῆς μετανοίας ἱστίῳ
ἐγκαθορμίσατε.
Ὁ ῥύστης καὶ φρουρός μου,
καὶ παραμυθία, τῆς τελευταίας πνοῆς μου Ἀρχάγγελε, μὴ ἀπ’ ἐμοῦ χωρισθείης, καὶ
τότε δέομαι.
Ὑπόπτεροι τελοῦντες, τάχει
λειτουργεῖτε, καὶ φοβεροὶ τοῖς πολλοῖς ἐπιδείκνυσθε· διὸ ἐμοὶ ἐπελθόντες,
φαιδροὶ ὀφθείητε.
Σὺν πάσαις οὐρανίων, ταῖς
χοροστασίαις, ὑπὲρ ἡμῶν τὸν Θεὸν ἱκετεύετε, οἱ ἀρχηγοὶ τῶν Ἀγγέλων καὶ
ὑπερεύχεσθε.
Θεοτοκίον.
Ὡς Μήτηρ τοῦ Θεοῦ, Κόρη
Παναγία, τοῖς οἰκτιρμοῖς Σου ἡμέρᾳ τῆς κρίσεως, τοῦ Σοῦ Υἱοῦ ἡμᾶς ῥῦσαι, τῆς
κατακρίσεως.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Δεῦτε εὐφημήσωμεν οἱ
πιστοί, τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ φωταυγεῖς, Μιχαὴλ τὸν μέγαν καὶ
Γαβριὴλ τὸν θεῖον, τοὺς δύο ταξιάρχας τοῦ Παντοκράτορος.
Μιχαὴλ ἰσχύϊ τὸν δυνατόν,
τῆς φωνῆς τῶν λόγων τοῦ Κυρίου ἀκουτιστήν, τῶν πρώτων ἀρχόντων τὸν ἕνα δι’ ὧν
νόμος, ὁ πάλαι ἐλαλήθη ᾄσμασι μέλψωμεν.
Γαβριὴλ τὸν μύστην καὶ
λειτουργόν, Θεοῦ πρὸς ἀνθρώπους εὐδοκίας τῆς ἐν σαρκί, τὸν τῆς παγκοσμίου χαρᾶς
προαγγελέα, τὸν θεῖον νυμφόστολον ὕμνοις τιμήσωμεν.
Τοὺς δύο φωστῆρας τῆς
τριλαμποῦς, μιᾶς θεαρχίας τῶν Ἀγγέλων τοὺς ἀρχηγούς, τοὺς Ἀρχιστρατήγους
δυνάμεως Κυρίου, τοὺς τῶν πιστῶν προστάτας ἀνευφημήσωμεν.
Μιχαὴλ Ἀρχάγγελε τοῦ
Χριστοῦ, μὴ ἔλθῃς ὡς λέων ἀγριώτατος ἐπ’ ἐμέ, μηδὲ τὴν ψυχήν μου ἁρπάσῃς ὡς
στρουθίον, ἐν ὥρᾳ τοῦ θανάτου σύ μοι βοήθησον.
Ἔχω σε προστάτην καὶ
βοηθόν, φύλακα καὶ σκέπη τῆς ψυχῆς μου τῆς ταπεινῆς, Μιχαὴλ πρωτάρχα καὶ μέγα
ταξιάρχα, ἐν ὥρᾳ τοῦ θανάτου σύ μοι βοήθησον.
Χαίροις ἱερώτατε Γαβριήλ,
χαίροις πρωτοστάτα τῶν Ἀγγέλων προμηνητά, χαίροις ὁ τὸ Χαῖρε μηνύσας τῇ
Παρθένῳ, ἐν Ναζαρὲτ τῇ πόλει σὲ μεγαλύνομεν.
Τοὺς ὑμνολογοῦντας
διηνεκῶς, ὑμᾶς θεῖοι νόες ἐν τῷ θείῳ ὑμῶν ναῷ, ἐξ ἁπάσης βλάβης καὶ σκότους
αἰωνίου, Ἀρχάγγελοι Κυρίου πάντας λυτρώσασθε.
Νόων θείων πάντων τὴν καλλονήν,
σκέπην ὀρθοδόξων μοναζόντων προασπιστάς, Μιχαὴλ τὸν μέγαν καὶ Γαβριὴλ τὸν
θεῖον, τοὺς θείους ταξιάρχας ἀνευφημήσωμεν.
Πηγὴ ἁγιάσματος τῆς Μονῆς,
Ἀρχάγγελοι θεῖοι ὑπὲρ κολυμβήθραν τοῦ Σιλωάμ, καὶ τοῦ ἐν ταῖς Χώναις κοινῶς
πᾶσι παρέχει, τοῖς πίστει προσιοῦσιν ἀεὶ ἰάματα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, πρωτοστάται τῶν
σεπτῶν, καὶ ὑπερκοσμίων ταγμάτων καὶ νοερῶν οὐσιῶν, Μιχαὴλ πρωτάγγελε καὶ
φαεινὲ Γαβριήλ, τοὺς τῷ θείῳ ναῷ ὑμῶν ἐμμένοντας πίστει, καὶ πόθῳ γεραίροντας
ὑμᾶς ἑκάστοτε, ῥύσασθε ἐκ βλάβης παντοίας, καὶ ἐκ πολυτρόπου κακίας, καὶ τῆς
βασιλείας ἀξιώσατε.
Πάντων, Ἀσωμάτων ἀρχηγοί,
θεῖοι Ταξιάρχαι τῶν ἄνω θείων Δυνάμεων, μέγιστοι Ἀρχάγγελοι θεῖοι ἀσώματοι,
τοὺς θερμῶς προσεδρεύοντας ὑμῶν τῷ τεμένει, καὶ ζέοντι πνεύματι ὑμᾶς
γεραίροντας, πάντας ἐκ δεινῶν πολυτρόπων, καὶ ἀνυπερβλήτων σκανδάλων, καὶ
δεινῶν παντοίων ἐκλυτρώσασθαι.
Πάντων, Ἀσωμάτων οἱ χοροί,
πάντων οὐρανίων ταγμάτων οἱ νοεροὶ θεωροί, πάντας ἡμᾶς ῥύσασθε ἐκ πάσης
θλίψεως, καὶ ἐκ πάσης κακώσεως καὶ πάσης ἀνάγκης, μελλούσης τε θλίψεως καὶ
ἐνεστώσης ὀργῆς, πόθῳ τοὺς ὑμᾶς εὐφημοῦντας, καὶ προσκαρτεροῦντας ἐν πίστει, τῷ
ναῷ ὑμῶν θεοειδέστατοι.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου