Κατηγορίες αναρτήσεων

Πέμπτη 24 Νοεμβρίου 2016

ΝΟΕΜΒΡΙΟΣ 21!! ΠΑΝΑΓΙΑ ΧΟΖΟΒΙΩΤΙΣΣΑ ΑΜΟΡΓΟΥ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ
 
 
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Χοζοβιωτίσσης θεία μάνδρα προστρέξωμεν, ἵνα Εἰκόνα τῆς Πανάγνου τὴν ἔνθρονον, πιστῶς κατασπασώμεθα βοῶντες ψυχῇ, σπεῦσον ὦ πανύμνητε, παντευλόγητε Μῆτερ, καὶ σατᾶν ἀφάνισον, δολοπλόκους παγίδας, καὶ τῶν κινδύνων λύτρωσαι ταχύ, σώζουσα πάντας, πρεσβείαις πρὸς Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀχειροποίητον ἐν χάριτι θείᾳ, τὴν Σὴν ἁγίαν Θεοτόκε Εἰκόνα, τῷ θεοφόρῳ Γερμανῷ δεδώρησαι· ᾗ πιστῶς προσπίπτοντες, ἰαμάτων δυνάμεις, ἐξ αὐτῆς λαμβάνομεν, καὶ λυτρούμεθα πάσης, ἐπιφορᾶς ἐν βίῳ χαλεπῆς, τὰ μεγαλεῖά Σου Κόρη κηρύττοντες.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Πόθῳ τῇ Χοζοβιωτίσσῃ ἀνυμνῶ. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν με ἀπάλλαξον Μαριάμ, καὶ δός μοι Σὴν χάριν, ἀνυμνῆσαί Σε εὐσεβῶς, τὴν χοροῖς Ἀγγέλων ὑμνουμένην, καὶ ἀθυμίας τὰ νέφη διάλυσον.
Ὀδῦναι τοῦ σώματος καὶ ψυχῆς, παθῶν ψυχοφθόρων, καὶ χρονίων νόσων δεινῶν, κυκλοῦσί με ἄχραντε Παρθένε, ἀλλὰ προστρέχοντα Μάνδρᾳ Σου σῶσόν με.
Θεράπευσον τάχυ ἡμᾶς ἁγνή, ἐξ ἀῤῥωστημάτων, πειρασμῶν τε δαιμονικῶν, καὶ ῥῦσαι ἐκ πάσης ἁμαρτίας, τοὺς Σὴν Εἰκόνα φιλοῦντας ἐκ πίστεως.
Γεώργησον σπόρον τῶν ἀρετῶν, ψυχῇ καὶ καρδίᾳ, Χοζοβιώτισσα Μαριάμ, καὶ κάθαρον πάντας μετανοίᾳ, τὸν λογισμὸν πρὸς ἐγκράτειαν σώματος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡραιότητος οἶκον ἐμὴν ψυχὴν ποίησον, πρὸς ὑποδοχὴν τοῦ Δεσπότου, ὦ Χοζοβιώτισσα, ἁμαρτημάτων παθῶν, φθοροποιῶν ἀλγηδόνων, ἐξομολογούμενον, κάθαρον Δέσποινα.
Τῇ Μονῇ Σου προστρέχω περιχαρῶς πάναγνε, καὶ τὴν Σὴν Εἰκόνα ἐν πίστει, νῦν κατασπάζομαι, καὶ πόθῳ δέομαι, ὦ Χοζοβιώτισσα Κόρη, τῶν δεινῶν ἐκλύτρωσαι, καὶ τῆς κολάσεως.
Ἡ Εἰκών Σου ἐκβλύζει ὡς Σιλωὰμ νάματα, τοῖς Σὲ ἀνυμνοῦσιν ἀπαύστως, ὦ Χοζοβιώτισσα· ὅθεν τὰ σκάνδαλα, καὶ πειρασμοῖς κακοδόξων, καὶ ἀθέων δόγματα, τάχυ ἀφάνισον.
Εὐλογία ὑπάρχεις τῶν ἀγαθῶν πρόξενος, ἡ ἐλπὶς ἁπάντων καὶ σκέπη Μῆτερ ἡ βλύζουσα, μῦρα χαρίτων σου, τοῖς εὐλαβῶς τῇ Μονῇ Σου, μετὰ πόθου σπεύδουσιν, ἄνθη κομίζοντες.
Διάσωσον, ὦ Χοζοβιώτισσα Μῆτερ ἀπὸ κινδύνων, τοὺς τῇ πανσέπτῳ Μονῇ Σου ἐν πίστει προστρέχοντας, καὶ θείαν Εἰκόνα ἀσπαζομένους.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Εἰκόνα σεπτήν, Παρθένου ἀσπασώμεθα, Μονῆς Ἀμοργοῦ, προστάτιν τε καὶ ἔφορον, οἱ πιστοὶ καὶ εἴπωμεν· Παναγία πρόφθασον σκέπουσα, τοὺς ἀσκουμένους χάριτι τῇ Σῇ, καὶ ῥῦσαι κινδύνων Χοζοβιώτισσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Χοζοβιώτισσα Δέσποινα, Μῆτερ τοῦ Σωτῆρος Αὐτὸν δυσώπησον, τῆς γεέννης πάντας ῥύσασθαι, καὶ πυρὸς ἀσβέστου τοὺς ὑμνοῦντάς Σε.
Ὁλοφύρομαι ἄφθορε, καὶ θρηνῶν στενάζω ὅ,τι ἡμάρτηκα, καὶ τὸν εὔσπλαγχνον ἐλύπησα, ἀλλὰ πρέσβυς πάρεσο λυτρούμενον.
Ζήλου θείου με ἔμπλησον, πόθου καὶ ἀγάπης ὦ Χοζοβιώτισσα, ἵνα ὕμνοις τε καὶ ᾄσμασι, κατανύνξει ᾄδω Σε πανύμνητε.
Ὦ Εἰκὼν πανσεβάσμιε, πάντων Ἀμοργίνων τὸ καταφύγιον, τοὺς πιστῶς ἀσπαζομένους Σε, θλίψεων καὶ νόσων ἐλευθέρωσον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅπλισον ἁγνή, καὶ Σταυροῦ περιχαράκωσον, ἡμᾶς ἰσχύϊ ἀηττήτῳ Αὐτοῦ, τῇ τοῦ Υἱοῦ Σου, τὸν τροπούμενον τοὺς δαίμονας.
Βλῦσον Μαριάμ, τὴν Σὴν χάριν τοῖς κραυγάζουσι, χαῖρε Χριστὸν ἡ ἀσπόρως τέξασα, παντὸς τοῦ κόσμου, τὸν Σωτῆρα καὶ παντάνακτα.
Ἴασαι ταχύ, ἀλγηδόνων τοὺς ἱκέτας Σου, ὦ Χοζοβιώτισσα Παρθένε ἁγνή, καὶ τὴν ὑγείαν τοῖς νοσοῦσιν ἄμφω δώρησαι.
Ῥᾶνον δωρεῶν, καὶ χαρίτων Σου Θεόνυμφε, τοὺς Σὴν Εἰκόνα ῥαίνοντας τοῖς ἄνθεσι, καὶ μελιῤῥύτοις, ᾠδαῖς Σε νῦν μεγαλύνοντας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς πρόμαχον, καὶ φρουρὸν κεκτήμεθα, Χοζοβιώτισσα Σὴν θείαν Εἰκόνα, τῆς Ἀμοργοῦ προστασίαν καὶ σκέπην, καὶ Σῆς Μονῆς θησαυρὸν πολυτίμητον, ἡμῶν δὲ πάντων τῶν πιστῶν, σωτηρίαν καὶ πρέσβυν θερμότατον.
Τὴν ἴασιν, ἀσθενοῦσιν Σὺ δίδως, θαυμαστῇ ἀντιλήψει Σου Παρθένε, καὶ πᾶσι τάχυ δωρεῖ τὰ ἰάματα, τοῖς αἰτουμένοις πιστῶς Χοζοβιώτισσα· διὸ βοῶμεν ἐκ ψυχῆς· ῥῦσαι πάντας κινδύνων καὶ θλίψεων.
Ἰσχὺν τὴν Σήν, ὀλιγοψύχοις παράσχου, καὶ τοῦ σώματος ῥῶσιν νοσούντων Κόρη, τῶν πειρασμῶν, λογισμῶν τε κινήσεις, καὶ τῶν παθῶν τὰς ὁρμὰς καταπράϋνον, καῖὶ ῥῶμην χάρισον ψυχῆς, καὶ νοὸς ὀλισθήματα στήριξον.
Γλυκύτητος, πλημμυροῖ τὴν ψυχήν μου, τῆς Εἰκόνος Σου ἡ θέα καὶ μόνον, ὁ ἀσπασμός, ἀγαλλίασιν θείαν, καὶ εὐφροσύνην καρδίᾳ χαρίζεται, καὶ ταῖς αἰσθήσεσι χαρά, νῦν δωρεῖ τοῖς πιστοῖς Χοζοβιώτισσα.
Διάσωσον, ὦ Χοζοβιώτισσα Μῆτερ ἀπὸ κινδύνων, τοὺς τῇ πανσέπτῳ Μονῇ Σου ἐν πίστει προστρέχοντας, καὶ θείαν Εἰκόνα ἀσπαζομένους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Προστασία νήσου Ἀμοργοῦ Χοζοβιώτισσα, καὶ Σῆς μάνδρας πέλεις ἡ φρουρὸς καὶ ὑπέρμαχος, πάντας σκέπεις τοὺς ἀνυμνοῦντάς Σε βάθει ψυχῆς, Εἰκόνα φιλοῦντας δὲ πιστῶς, τὴν θαυματόβρυτον ἁγνή, καὶ Σὲ ὕμνοις γεραίροντας· χαῖρε θερμὴ πρεσβεία, τῶν ἀνθρώπων σωτηρία· χαῖρε τοῖς πλέουσι λιμήν, Θεοτόκε ὁ ἀκύμαντος.
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (α´ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα: Ταῖς τῆς Χοζοβιωτίσσης...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἅπαντες προσέλθωμεν, Χοζοβιωτίσσης τῇ μάνδρᾳ, καὶ Εἰκόνα ἔνθρονον, πιστῶς ἀσπασώμεθα χαριτόβρυτον, βρύει γὰρ θαύματα, νόσους διώκουσα, ἀφανίζουσα τοὺς δαίμονας, σκέπει τοὺς πλέοντας, διψῶντας δροσίζει τοῖς ὕδασι, νάματα καταρδεύουσα, τῆς θεογνωσίας τοῖς εὐσεβέσιν, ἐν ᾠδαῖς ὑμνοῦντες, καὶ πόθῳ ἐκζητοῦντες ἐν χαρᾷ, τῆς σωτηρίας αἰτήματα, καὶ πταισμάτων ἄφεσιν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σκέπε πιστοὺς Παρθένε καὶ θεόφρονας πόθῳ τοὺς ἀνυμνοῦντας πιστῶς, Εἰκόνα Σου τὴν θείαν, καὶ Σὲ ὁμολογοῦντας, Θεοτόκον καὶ λέγοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωτηρίας τὸ νάμα Χοζοβιώτισσα Κόρη δίδου πλουσίως ἡμῖν, Σὸν Τόκον προσκυνοῦντας, καὶ Σὲ ᾠδαῖς ὑμνοῦντας, παναμώμητε ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἠλιοὺ τοῦ Προφήτου θείῳ ὄρῃ οἰκήσασα Χοζοβιώτισσα, πελάγει ἐπιβλέπεις, καὶ σώζεις ἐκ κινδύνων, ἐν θαλάσσῃ τοὺς πλέοντας, τοὺς Σοὶ βοῶντας πιστῶς· σῶσον ἡμᾶς Παρθένε.
Ἱλασμὸς πρὸς Δεσπότην Ὃν ἐγέννησας Μῆτερ γενοῦ πρεσβεύουσα, ἁμαρτιῶν ῥυσθῆναι, τοὺς Σὲ παρακαλοῦντας, ἐκ ψυχῆς καὶ κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀμπλακημάτων, καὶ πάσης θλίψεως ῥῦσαι, τοὺς πιστῶς τιμῶντας Σὴν Εἰκόνα, καὶ ἀσπαζομένους, αὐτὴν πόθῳ Παρθένε.
Νενοσηκότας, Σῇ θαυμαστῇ ἐνεργείᾳ, πᾶσιν ἴασιν παράσχου Κόρη, καὶ ὑγείαν ἄμφω, δώρησαι Σοῖς ἱκέταις.
Ὑπερυψοῦμεν, τὸν Βασιλέα τῆς δόξης, σὺν Ἀγγέλων χοροῖς Θεοτόκε, Σὲ παρακαλοῦντες, κινδύνων λυτρωθῆναι.
Ὄλισθον πάντα, νοὸς ψυχῆς ὦ Παρθένε, εὐθυγράμμισον χάρισι θείοις, καὶ ἀνόρθωσόν με, ἐκ φαύλης συνηθείας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μητέρων καὶ παρθένων, καύχημα καὶ δόξα, εἶ μοναχῶν τὸ ἐντρύφημα ἄχραντε, πιστῶν ἐλπὶς χαρὰ σκέπη, ὦ Χοζοβιώτισσα.
Νοσοῦντας θεραπεύεις, πλέοντάς τε σώζεις, πεινῶντας Μάνα ἐκτρέφεις οὐράνιον, τῆς σωτηρίας τὸ νέκταρ, κιρνῶσα Ἄνασσα.
Ὦ Χοζοβιωτίσσης, μάνδρα κεκτημένη, σεπτὴν Εἰκόνα Παρθένου συγχόρευε, πιστοῖς καὶ νόοις, αὐτὴν μεγαλύνοντας.
Ὑμνοῦμεν Θεοτόκε, χάριν τῶν θαυμάτων, ἣν ἡ Εἰκών Σου παρέχει ἀδάπανον, καὶ μακαρίζομεν πόθῳ, Σὲ Χοζοβιώτισσα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τὴν οἰκοῦσαν ὕψη ἐν τῷ κρημνῷ, ὄρους τοῦ Προφήτου, Ἠλιοὺ ἐν τῇ Ἀμοργῷ, Χοζοβιωτίσσης, τὴν πάνσεπτον Εἰκόνα, προσέλθωμεν καὶ ὕμνοις, ταύτην ὑμνήσωμεν.
Μάνδρα σου καὶ νῆσον περιφανῆ, σκέπε ὦ Παρθένε, Χοζοβιώτισσα Μαριάμ, ἐκ πειρατηρίων, κινδύνων καὶ ἐφόδων, δαιμόνων ἐπηρείας, νόσων καὶ θλίψεων.
Ἥλιος ἀνέτειλε νοητός, ἐκ Σοῦ Θεοτόκε, ὁ τῆς δόξης παμβασιλεύς, καὶ δικαιοσύνης, Χριστὸς ὁ παντεπόπτης, Αὐτὸν οὖν προσκυνοῦμεν, Σὲ μεγαλύνοντες.
Τοὺς ἀσπαζομένους τὴν Σὴν μορφήν, ἐν τῇ σεβασμίᾳ, παλαιφάτῳ θείᾳ Μονῇ, τῆς σεπτῆς Εἰκόνος, δίδου ψυχῆς τὰ κρείττῳ, καὶ ἀγαθῶν τοὺς οἴκους, ἔμπλησον Δέσποινα.
Ῥῦσαι τοὺς ὑμνοῦντάς Σε Μαριάμ, λοιμικῶν κινδύνων, καὶ παράσχου Σὴν δαψιλῆ, χάριν σωτηρίας, τοῖς πίστει αἰτουμένοις, ἄμαχον προστασίαν, θερμὴν τ’ ἀντίληψιν.
Ἴασαι νοσοῦντας Μῆτερ ταχύ, σῶσον ἐκ κινδύνων, τοὺς προστρέχοντας εὐλαβῶς, τῇ ἱερωτάτῃ, Μονῇ Σου Θεοτόκε, ἐν Ἀμοργῷ Εἰκόναν, ἀσπαζομένους Σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δέξαι, Χοζοβιώτισσα ἁγνή, ὕμνον σὺν ψαλμοῖς καὶ ᾠδαῖς τε, πρὸς Σὲ νῦν περιχαρῶς, ῥόδα τε καὶ δάκρυα, ἐν μετανοίᾳ θερμῇ, κατανύξει καὶ πόθῳ τε, πιστῶς Σὴν Εἰκόνα, κατασπαζομένων Σου, βοῶντες Σοὶ ἐκ ψυχῆς· Μῆτερ, σκέπε πάντας καὶ φρούρει, ῥῦσαι ἐκ κινδύνων καὶ νόσων, σώζουσα ἡμᾶς ἐκ πάσης θλίψεως.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.




                                                    πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου