ΠΑΡΑΚΛΗΣΙΣ
Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε Εἰσάκουσον. Θεὸς Κύριος καὶ τὸ ἑξῆς. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν
Ἀθλοφόρων τῷ ναῷ νῦν ἐν πίστει, οἱ τὸ Βραχώριον οἰκοῦντες καὶ πάντες,
ἐν μετανοίᾳ σπεύσωμεν βοῶντες πρὸς αὐτούς, Μάρτυρες πανένδοξοι, τῆς
Τριάδος ὁπλῖται, Λάμπρε σὺν Ἑτέρῳ τε καὶ κλεινῷ Θεοδώρῳ, ὑπὲρ ἡμῶν
πρεσβεύσατε Αὐτήν, ἵνα πταισμάτων, ῥυσθῶμεν καὶ θλίψεων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε..
Ὁ Ν΄ ψαλμός.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σοὺς δυσωπῶ Μάρτυρας Σῶτερ. Ἀποστόλου.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Σὲ
πίστει Ὑπέρθεε δυσωπῶ, Τριὰς ὁ Θεός μου τῶν Μαρτύρων Σου ταῖς εὐχαῖς,
παθῶν ἐκ ποικίλων καὶ κινδύνων, ὡς Ἀγαθὸς καὶ φιλάνθρωπος ῥῦσαί με.
Ὁ
θεῖος Θεόδωρος καὶ κλεινός, ὁ ἔνδοξος Λάμπρος σὺν Ἑτέρῳ τῷ θαυμαστῷ,
Τριάδα ἀπαύστως δυσωποῦσιν, ῥυσθῆναι πάντας κινδύνων τοῦ ὄφεως.
Ὑμνῆσαι
προσέλθωμεν ἐν χαρᾷ, Χριστοῦ τοὺς ὁπλίτας, οἱ Βραχώριον τὸ κλεινόν,
οἰκοῦντες καὶ πάντες καὶ γὰρ οὗτοι, ἡμῶν προστάται καὶ φύλακες πέλουσιν.
Θεοτοκίον.
Σωτῆρα
τεκοῦσα ὑπερφυῶς, Παρθένε Μαρία τὸν Συνάναρχον τῷ Πατρί, καὶ Πνεύματι
ὄντα Θεὸν Λόγον, Αὐτὸν δυσώπει ῥυσθῆναι τοὺς δούλους Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Δελεάζει
με ἔνδοξοι ὁ ἐχθρὸς πάντοτε, καὶ τῆς ἁμαρτίας εἰς βάραθρα καταῤῥίπτει
με, ἀλλὰ προφθάσατε, καὶ ἐξ αὐτοῦ ῥύσατέ με, τῶν χειρῶν οἱ δύναμιν
τούτου πατήσαντες.
Ὑπὸ
πλήθους πταισμάτων καὶ συμφορῶν Ἅγιοι, καὶ ταῖς τῶν παθῶν τρικυμίαις
καταποντούμενον, οἱ διανύσαντες, τοῦ μαρτυρίου τὸν δρόμον, καὶ Χριστῷ
συνόντες με, σώσατε δέομαι.
Συνελθόντες
τοὺς ἄθλους τοὺς ἱεροὺς μέλψωμεν, Λάμπρου Θεοδώρου σὺν Ἄλλῳ καὶ τὰ
παλαίσματα, καὶ τὴν ἀγχόνην τε, διὰ Χριστοῦ ἥνπερ πίστει, καὶ χαρᾷ
ὑπέμειναν οὕς μακαρίσωμεν.
Θεοτοκίον.
Ὡς
Θεοῦ Σε Μητέρα ἐκδυσωπῶ Ἄχραντε, ἐξ ἀσθενειῶν μου τοῦ πλήθους καὶ τῶν
κακώσεων, καὶ πάσης θλίψεως, καὶ ἐξ ἐχθρῶν πολυπλόκων, τῶν πολεμουμένων
με ῥῦσαι καὶ σῶσόν με.
Λυτρώσασθε, ἡμᾶς κινδύνων ὦ Ἀθλοφόροι, ὅτι ἅπαντες πρὸς ὑμᾶς ἀεὶ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον…
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάται
θερμοὶ τῆς πόλεως ἐδείχθητε, σοφοὶ Βραχωρίου ἐκ πάσης περιστάσεως, καὶ
δεινῶν αἱρέσεων, καὶ πολέμων ταύτην φυλάττοντες, ἥτις τιμῶσα ἡμῶν, τὰ
λείψανα χαίρει καὶ ἀγάλλλεται.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πάσης βλάβης τοῦ δράκοντος, Μάρτυρες ἀήττητοι ἡμῶν ῥύσασθε, τὰς ψυχάς τε καὶ τὰ σώματα, οἱ αὐτοῦ ὀλέσαντες τὴν δύναμιν.
Ὡς προστάτας καὶ φύλακας, πίστεως ἡμῶν τῆς ἀμώμου Ἅγιοι, δυσωποῦμεν ἐκλυτρώσασθε, πάσης ἡμᾶς πλάνης καὶ αἱρέσεως.
Μαρτυρίου εὐώδηιτε, ἄνθη σὺν Ἑτέρῳ Λάμπρε Θεόδωρε, Παραδείσου τῶν ἀνθέων τε, καὶ ἡμᾶς τρυφᾶν καταξιώσατε.
Θεοτοκίον.
Ἀρετῶν τὸ κεφάλαιον, Παναγία Δέσποινα Σύ με κάλλυνον, ἀρεταῖς Σῇ θείᾳ χάριτι, τὸν ῥερυπωμένον ἐν τοῖς πταίσμασιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥώμην κραταιάν, μοὶ δωρήσατε πανεύφημοι, ἐξ ἀῤῥωστίας καὶ παθῶν τῆς σαρκός, καὶ ἀνιάτων με ἐκ νόσων ἐκλυτρούμενοι.
Τίς ἡμᾶς θερμῶς, Αθληταὶ ἐπεκαλέσατο, καὶ οὐκ ἠκούσθη ἀφ’ ἡμῶν ταχύ, καὶ δωρημάτων τῶν σῶν χαίρων ἀπέλαβε.
Ὕμνοις τὰς ὑμῶν, κάρας στέφοντες πανόλβιοι, σὺν Ἄλλῳ Λάμπρε καὶ Θεόδωρε, ἡμᾶς αἰτοῦμεν χάριν πᾶσι καταπέμψατε.
Θεοτοκίον.
Ῥῦσαί με Ἁγνή, ἡδονῶν ἐξ ἀκαθάρτων τε, τὸ καθαρὸν Χριστοῦ παλάτιον, καὶ καθορᾶν με τῆς μορφῆς Αὐτοῦ ἀξίωσον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἁπάντων
τε, τῶν βροτῶν ὑπάρχοντες, ἰατροὶ ὦ Ἀθλοφόροι Κυρίου, ἐκ γὰρ ψυχῆς
ἀθυμίαν καὶ ζάλην, καὶ ἐκ τῆς βλάβης φρενῶν πάντας σώζετε, μαγείας
ῥύεσθε πικρᾶς, δαιμονῶντάς τε πνεύματος χάριτι.
Συνόντες
οὖν, τῷ Χριστῷ μακάριοι, μὴ φειδόμενοι πληθὺν τῶν βασάνων, τὰς φυλακάς,
πεῖναν δίψαν κακώσεις, καὶ δι’ ἀγχόνης τὸν ἄδικον θάνατον, διόπερ καὶ
παρὰ Χριστοῦ, χάριν σχόντες ἰᾶσθαι τοὺς πάσχοντας.
Συνδράμετε,
τῷ ναῷ οἱ ἄῤῥωστοι, ταν Ἁγίων Βραχωρίου ἐν πόλει, οἱ χαλεποῖς, ἀνιάτοις
ἐν νόσοις, καὶ πολυχρόνια πάθη οἱ φέροντες, βραβεύουσιν καὶ γὰρ ὑμῖν,
τὴν ὑγείαν οἱ Ἅγιοι Μάρτυρες.
Θεοτοκίον.
Ὡς
πάντων, ἁμαρτωλῶν διόρθωσιν, τὴν Ἁγνὴν ἐκδυσωπήσωμεν πάντες, οἱ ἐν
αἰσχροῖς, βυθισμένοι τοῖς ἔργοις, οἱ ψευδορκίᾳ κλοπῇ τε καὶ βλάσφημοι,
προπάντων δὲ οἱ βδελυρᾷ, φιλαργύρῳ τε νόσῳ τοῦ σῶσαι ἡμᾶς.
Λυτρώσασθε, ἡμᾶς κινδύνων ὦ Ἀθλοφόροι, ὅτι ἅπαντες πρὸς ὑμᾶς ἀεὶ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε…
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία
τῶν ἐν Βραχωρίῳ ὑπάρχοντες, καὶ ἁπάντων τῶν πιστῶν ἀεὶ ἡ ἀντίληψις,
Λάμπρε μάκαρ σὺν Θεοδώρῳ καὶ Ἑτέρῳ οἱ σοφοί, διὸ ῥύσασθε δεινῶν ἡμᾶς,
πολέμων ἅμα πειρασμῶν, καὶ παθῶν καὶ αἱρέσεων, σεισμοῦ καὶ λοιμοῦ πυρός
τε, λιμοῦ καὶ αἰχμαλωσίας, τοὺς καταφεύγοντας ἀεί, ἐν τῇ σκέπῃ τῶν
ἀμάχων ὑμῶν.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν. (κα΄, 12-16)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’
ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ
φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου.
Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ
προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ
δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν.
Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν
ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὐπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ
τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς
ἡμῶν.
Δόξα: Ταῖς τῶν Αθλοφόρων…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Μὴ
ἐγκαταλείπετε, ὦ Ἀθλοφόροι Κυρίου, ἡμᾶς τοὺς προσπίπτοντας, πίστει τῇ
Εἰκόνι ὑμῶν καὶ κράζοντας, ἐκ δεινῶν ῥύσασθε, χαλεπῶν τε νόσων,
πειρασμῶν παθῶν μαγείας τε, καὶ ἐκ δαιμόνων τε, τοὺς ἐνοχλουμένους καὶ
ἅπαντας, ἡμᾶς τοὺς ἁμαρτάνοντας, καὶ πεσεῖν εἰς κόλασιν μέλλοντας. Φίλοι
τοῦ Κυρίου, οἱ δόξης ἐντρυφῶντες τῆς Αὐτοῦ, σωθῆναι πάντας πρεσβεύσατε,
ὑμᾶς τοὺς μακαρίζοντας.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τοὺς
Χριστοῦ Αθλοφόρους οἱ ἐν γῇ Βραχωρίου δεῦτε νῦν τιμήσωμεν νῦν,
φρουροῦσι γὰρ τὴν πόλιν, ἡμῶν ἐχθρῶν ἐκ πάντων, καὶ Χριστῷ ἐκβοήσωμεν· Ὁ
τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐν
νυκτὶ ἐν ἡμέρᾳ ἐν θαλάσσῃ ἀέρι οἱ ἐν ἐρήμῳ σοφοί, ἐν πόλει οἱ ἐν τόπῳ,
παντὶ φρουρεῖτε πάντας, τοὺς Χριστῷ ἀνακράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.
Ῥωμαλέοι
ὁπλῖται νικηταὶ ἁμαρτίας ἀναδειχθέντες σοφοί, πλανώμενόν με πλάνῃ ἀεὶ
ὑπὸ τοῦ πλάνου, θεραπεύσατε ψάλλοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον.
Ἀειπάρθενε
Κόρη ἡ διπλοῦν ἐν ταῖς φύσεσι ὑποστάσει μιᾷ, τεκοῦσα τὸν Σωτῆρα, διό Σε
Θεοτόκον, καταγγέλομεν ψάλλοντες· Εὐλογημένη Σὺ εἶ, Ἁγνὴ εἰς τοὺς
αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Παραμυθία, ἀπηλπισμένων φανέντας, γηραλέων ἰσχύς, ὦ Ἀθλοφόροι, ὅθεν κατὰ χρέος, ὑμᾶς ἀεὶ τιμῶμεν.
Οἱ νεογνῶν τε, καὶ νηπίων προστᾶται, ὀρφανῶν οἱ προασπισταί, χηρῶν τε Μάρτυρες Κυρίου, ὑμνεῖσθε εἰς αἰῶνας.
Σὺν τῷ Ἑτέρῳ, Θεόδωρόν τε καὶ Λάμπρον, τοὺς ἡμῶν πρεσβευτὰς πρὸς τὸν Δεσπότην, ὕμνοις κατὰ χρέος γεραίρωμεν ἀπαύστως.
Θεοτοκίον.
Τίς ἀριθμήσει, τὰ Σὰ ἐλέη Παρθένε, ὅτι πάντας σώζεις ἐκ κινδύνων, ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁλόφωτοι νῦν ὄντες, φωτίζετε τοὺς πίστει, ὑμῶν αἰνοῦντας τοὺς πόνους καὶ θαύματα, φωτὶ Τριάδος τῆς θείας, ὦ πανσεβάσμιοι.
Λαὸς τοῦ Βραχωρίου, ἅμα Αἰτωλίας, καὶ τῆς Ἑλλάδος φρουροὺς ὑμᾶς κέκτηται, σὺν Ἄλλῳ Λάμπρε θεόφρον, θεῖε Θεόδωρε.
Οἱ δῆμοι τῶν Ἁγίων, πάντων καὶ Ἀγγέλων, ὑμᾶς συνεχοῦσιν ἔνδοξοι Μάρτυρες, ἡμῶν τε ὅθεν αἰτοῦμεν μὴ ἐπιλάλησθε.
Θεοτοκίον.
Ὑπέρτιμε Παρθένε, Ἁγία Θεοτόκε, ἡ τὸν Θεὸν Σὺ ἀσπόρως κυήσασα, Αὐτὸν δυσώπει σωθῆναι, πάντας τοὺς δούλους Σου.
Τὸ Ἄξιόν ἐστί, καὶ τὰ Μεγαλυνάρια.
Δεῦτε
τῆς Τριάδος τοὺς λατρευτάς, καὶ πασῶν τῶν νόσων καὶ δαιμόνων
φυγαδευτάς, φρουρούς τε Ορθοδόξων, Θεόδωρον σὺν Ἄλλῳ, καὶ Λάμπρον κατὰ
χρέος, πάντες τιμήσωμεν.
Δεῦτε
τὴν Εἰκόνα τὴν ἱεράν, τῶν σεπτῶν Μαρτύρων, ἀσπασόμεθα εὐλαβῶς, βρύουσιν
γὰρ χάριν, μαραίνουσιν τὰ πάθη, ψυχὰς φωταγωγοῦσιν, χάριτι Πνεύματος.
Τίς ἐν τῷ ναῷ ἡμῶν ὦ σοφοί, εἰσελθὼν ἐν πίστει, καὶ οὐκ ἔλαβεν τὸ αὐτοῦ, δῶρον μεγαλύνων, ὑμῶν τὴν προστασίαν, Θεόδωρε σὺν Ἄλλῳ, Λάμπρε πανεύφημοι.
Οἱ
ἐν νόσοις ἅπαντες ἀδελφοί, ἀνιάτοις ὄντες, τῶν σωμάτων καὶ τῶν ψυχῶν,
ἐκ πικρᾶς μαγείας, δαιμόνων ἐπηρείας, ποσὶ τῶν Ἀθλοφόρων, δεῦτε
προσπέσωμεν.
Θήκην
τῶν Λειψάνων τῶν Ἀθλητῶν, δεῦτε προσκυνοῦντες, ἐκβοήσωμεν πρὸς αυτούς,
φυλάξατε τὴν πίστιν, ἡμῶν τῶν Ὀρθοδόξων, αἱρέσεων ἐκ πάντων, Ἅγιοι
ἄτρωτοι.
Μάρτυρες
πανένδοξοι τοῦ Χριστοῦ, οἱ τοῦ διαβόλου καταργήσαντες τὴν ἰσχύν,
ῥύσασθε πολέμων, ἡμᾶς ἐπερχομένων, εἰρήνην οἰκουμένῃ, πᾶσι βραβεύοντες.
Μάρτυρες
πανθαύμαστοι τοῦ Χριστοῦ, ῥύσασθε κινδύνων, καὶ ὀργῆς τὸν λαὸν ὑμῶν,
εὐκράτους τοὺς ἀέρας, γῆ τὴν καρποφορίαν, διδόντες καὶ ὑγείαν πᾶσι τοῖς
κτήνεσι.
Σὺν
τοῖς Ἀσωμάτοις ὦ Ἀθληταί, καὶ τοῖς Ἀποστόλοις καὶ Προδρόμῳ τῷ Βαπτιστῇ,
πᾶσι τοῖς Ἁγίοις, σὺν τῇ Ἀειπαρθένῳ, Χριστὸν ἐκδυσωπεῖτε, σώζεσθαι
ἅπαντας.
Τρισάγιον. Τὰ συνήθη τροπάρια, καὶ Ἀπόλυσις, μεθ’ ἥν τὰ ἑξῆς. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντες,
μετὰ φόβου ἀδελφοί, καὶ ἐν κατανύξει καρδίας, καὶ συντριβῇ τῆς ψυχῆς,
δεῦτε καὶ προσπέσωμεν, τοῖς Ἀθλοφόροις Χριστοῦ, ἐκβοῶντες πανόλβιοι,
ἡμῶν οἱ προστάται, Λάμπρε σὺν Ἑτέρῳ τε, καὶ Θεοδώρῳ σοφοί, σχόντες
παῤῥησίαν τῷ Κτίστῃ, ἵλεων ἡμῖν καθ’ ἑκάστην, τοῦτον ἀπεργάζεσθαι.
Πάντων,
θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάται, καὶ ἀσθενῶν ἰατροί, σκέπη
ὀρφανῶν χηρῶν, καὶ πενομένων τροφή, αἰχμαλώτων βοήθεια, καὶ φῶς
πλανωμένων, πάντων ὁδευόντων τε οἱ ἀσφαλεῖς συνοδοί, Μάρτυρες ἀήττητοι
ὄντες, ὅθεν τὸν Θεὸν δυσωπεῖτε, καὶ ἡμεῖς τῆς θείας δόξης τύχωμεν.
Δέσποινα πρόσδεξαι…
Τὴν πᾶσαν ἐλπίδα μου…
Δι’ εὐχῶν...
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου