Κατηγορίες αναρτήσεων

Τρίτη 1 Νοεμβρίου 2016

ΝΟΕΜΒΡΙΟΥ 1. ΙΑΚΩΒΟΣ, ΙΑΚΩΒΟΣ & ΔΙΟΝΥΣΙΟΣ ΝΕΟΙ ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΝΟΕΜΒΡΙΟΥ 1.


ΙΑΚΩΒΟΣ, ΙΑΚΩΒΟΣ & ΔΙΟΝΥΣΙΟΣ ΝΕΟΙ ΟΣΙΟΜΑΡΤΥΡΕΣ


ΠΑΡΑΚΛΗΣΙΣ


(Νεκτάριος Μαμαλοῦγκος, www.nektarios.gr)
Άγιοι Ιάκωβος ο νέος Οσιομάρτυρας από την Καστοριά και οι δύο μαθητές του Ιάκωβος ο Διάκονος και Διονύσιος ο Μοναχός


 


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:


Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.


Ὁ χορός: Ἀμήν.


Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.


 


Ψαλμός ρμβ’ (142).


Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.


 


Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:


Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.


Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.


Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


 


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Ἀσκητικῶς προγυμνασθεὶς θεοφόρε, καταβαλὼν τὰς τῦ βελίαρ παγίδας, καὶ ἀκηλίδωτον τοῦ Πνεύματος δοχεῖον ἐποφθεῖς, ἔνθα καὶ εἰσδέδεξαι, τὴν ἀνταύγειαν τούτου, ὥστε στέφος ἄφθαρτον μαρτυρίου ἐκτήσω, καὶ τοῖς ἀμφοῖν ἠρίστευσας σοφέ, Ὁσιομάρτυς θεῖε Ἰάκωβε.


Δόξα. Καὶ νῦν. Θεοτοκίον.


Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ψαλμός ν’ (50).


Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


 


Εἶτα ὁ Κανών.


ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.


Τολμῶντι ὑμνῆσαι σὰ θαυμαστά, Ἰάκωβε Μάρτυς προτερήμτα δυσωπῶ, πτωχείαν τοῦ νοός μου μετατρέψαι, εἰς θείαν αὔραν τοῦ Πνεύματος Ὅσιε.


Ἰδών σου Θεὸς γὰρ τὸ εὐγενές, Ἰάκωβε θεῖε καὶ ἀκέραιον τοῦ νοός, διπλῶν σε γὰρ ἠξίωσεν στεφάνων, Ὁσιομάρτυρα Πάτερ κατέστησεν.


Τηκόμενοι θέρμῃ τῇ τῶν παθῶν, πρὸς σὲ νῦν στραφέντες ἱκετεύομεν ταπεινῶς, τὸν σάλον καταπαῦσαι θεοφόρε, ψυχῆς καὶ σώματος Ἅγιε.


Θεοτοκίον.


Δόλίῳ βυθίσασα χαλεπῷ, δρακόντιον γένος τοκετῷ Σου Μῆτερ ἁγνή, πολλαῖς ἁμαρτίαις συμπνιγέντα, ἐπιστραφεῖσα Παρθένε διάσωσον.


 


ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.


Ἰακώβου τοῦ θείου δεῦτε πιστοὶ ἄσωμεν, τρόπαια καὶ ἄθλα παντοία πᾶσι προτίθεται, πόνοις ἀσκήσεως, καὶ μαρτυρίου τὰ ἄλγη, Πάτερ συζευξάμενος, ὡραῖος ἀποδέδειξαι.


Θεωρίαν καὶ πρᾶξιν Πάτερ σαφῶς σὺ κτησάμενος, πτέρυγες δι’ ὤν τε σὺ Πάτερ πόλον κατέλαβες, τὸν ἐπουράνιον, ἔνθα χορεῖαι Ὁσίων, καὶ Μαρτύρων τάγματα, νῦν συνευφραίνονται.


Χαμαιζήλων ἁπάντων σὺ ἀποπτύσας θεόσοφε, ἔρωτι στεῤῥῷ καὶ γενναίῳ, άτερ φρονήματι, σὺν τοῖς συνάθλοις σου, Διονυσίῳ ἑτέρῳ, Ἰακώβῳ σὺν τεῖς οὖν, τὸν Κτίστην ἱλεώσατε.


Θεοτοκίον.


Ἡ τὸν ἄχρονον λόγον χρόνον καὶ σαρκὶ τέξασα, Μῆτερ ἀειπάρθενε Κόρη πάθη θεράπευσον, τῆς ταλαιπώρου μου, καὶ κατωδύνου ψυχῆς μου, νέφη διασκέδασον, ἵνα θερμῶς δοξάζω Σε.


 


Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῤηκτον τεῖχος καὶ προστασίαν.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


 


Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.


Ἐν πᾶσι καλῶς Κυρίῳ πεπολίτευσαι, ἀσκήσει τὸ πρὶν ψυχήν σου ἀπεκάθηρας, καὶ διδαχῇ σὺ εὐμοίρησας, μαρτυρίου δὲ γέγονας μέτοχος, σὺν τοῖς σεπτοῖς συνάθλοις σου σοφέ, πρεσβείαν ὑπὲρ ἡμῶν ποιήσατε.


 


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.


Τῷ Κυρίῳ παρίστασθε, Μάρτυρες Κυρίου πανσέβαστοι Ἅγιοι, τοῦτον ζέσει ἱκετεύσατε, λυτρωθῆναι ἡμᾶς ἅπαντας.


Ὢ χαρίτων πανσέβαστοι, πόνοις τῆς ἀσκήσεως ὄφιν ἐπνίξατε, καὶ ἀγγίστρῳ μαρτυρίου δέ, τοῦτον ἐγκαρσίως διολέσατε.


Ἐντολαῖς πειθαρχήσαντες, πάσαι τοῦ Δεσπότου Ἰάκωβε Ὅσιε, σὺν ἑτέρῳ Ἰακώβῳ δέ, καὶ Διονυσίῳ νίκας ἤρατε.


Θεοτοκίον.


Γλῶσσα ἀληθῶς, οὐ δεδύνηνται φθέγξασθαι, ὡς θέμις Σὰ τέρατα Δέσποινα, τὸ ἀμήχανον τοῦ κάλλους Σου, πῶς διὰ χειλέων τοῦτο φράσωμεν;


 


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.


Χρόνων χαλεπῶν, τὴν περίοδον ἀνύοντες, ὅτε βαρβάρου μάστιγξ ἀπηνής, σύμπαν γένος δύστηνον, ἀνηλεῶς ἐμάστιζεν.


Ἴθυνον ἡμῶν, νοῦν ψυχὴν καὶ πᾶσαν βούλησιν, γῆθεν ἀνίπτασθαι τῶν τῆδε γεηρῶν, πάντες δυσωποῦμέν σε, Ἰάκωβε θεσπέσιε.


Πόνοις χαλεποῖς, καὶ πικροῖς προσωμιλήσατε, Μάρτυρες θεῖοι καὶ Ὁσίων κοινωνοί, δεῦτε καὶ ἡμῖν ἀλγοῦσι, τέκνοις ἀναψύξατε.


Θεοτοκίον.


Πέπλησται ἁγνή, φύσις βρότειος τοῖς πταίσμασι, δόλοι παγῖδες ἵδρυνται πολλαί, ἄλλην γὰρ οὐκ ἔχομεν, εἰ μὴ Σὲ Κοσμοσώτηρα.


 


ᾨδὴ στ΄. Τὴν δέησιν.


Οὐ φόβητρα, οὐ δεινῶν ἐπίτασις, οὐ κολάσεων πικρὰ τιμωρία, ἤρκεσαν οὖν ψυχῆς ὀτομῶσαι ἀνδρεῖον, ἐρειρισμένοι τῇ πέτρᾳ τῆς πίστεως, πρεσβεύσατε τῷ πάντων Βασιλεῖ, ἀποτρέψαι δαιμόνων τὴν ἔφοδον.


Φιλόϋλον, καὶ φιλοκτήμονα βίον, ἀπετάξαντο οἱ τρεῖς θεοφόροι, Ἄθωνος οὖν, καταλαβόντες τὸ ὄρος, ἀσκητικῶς τὸν ἀγῶνα διήνυσαν, ὑπείκοντες δὲ τῷ λόγῳ διδαχῆς, πολλαχοῦ τῆς Ἑλλάδος ἐκήρυξαν.


Συγγέγηθε, Αἰτωλία σύμπασα, καὶ χορεύει Δερβικίστης Μονῆς σου, ὡς θησαυρόν, ὃν γάρ σε εἶχε τὸ πάλαι, προστάτην μέγαν φρουρόν σε κεκτήμενον, ἀλλ’ εἴδομέν σε καὶ ἡμεῖς, πρὸς Θεὸν πρέσβυν Ὅσιε.


Θεοτοκίον.


Οὐ παύεται, δράκων ὁ δόλιος ἔρπων, τὴν ψυχήν μου Μῆτερ ὅλην συλλῆσαι, λόγοις κενοῖς, καὶ μεθοδείαις παντοίαις, δολερῶς ὑποκρίνεται, βοῶσι ἐκ καρδίας τῆς ἐμῆς· Θεοτόκε προφθάσασα σῶσόν με.


Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῤηκτον τεῖχος καὶ προστασίαν.


Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.


Τὴν τριάδα τῶν Ὁσίων δεῦτε τιμήσωμεν, ἐτησίαις ᾠδαῖς τε γηθοσύνως ὑμνήσωμεν, τὸν Ἰάκωβον ἀδελφοί, ὡς τὸν πρόκριτον αὐτῶν, καὶ σοφῷ παιδοτρίβη ἀληθῶς, ἐκπαιδεύσαντα αὐτοὺς ὡς φοιτηταῖς καὶ συνάθλοις τε, σὺν τρεῖς οὖν παρεστῶτες τῇ πανσέπτῳ Τριάδι, ὑπὲρ ἡμῶν εὔχεσθαι οὖν, ἀρετῇ συμπορεύεσθαι.


 


Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριόν μου, καὶ προσέσχες μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.


Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.


Εὐαγγέλιον Ὁσιομαρτύρων.


Δόξα: Ταῖς τῶν Σῶν Μαρτύρων...


Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...


Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...


Ὄρος γὰρ τοῦ Ἄθωνος, σκιρτᾶ καὶ χαίρει πρεπόντως, ἔσχεν γὰρ τὸ πάλαι σε, κλέος καὶ εὐῶδες κειμήλιον, πλέον δὲ γάνυται, Δερβεκίστης χώρα, ὡς ἀσκήσεως παλαίσματα, ἐν ταύτῃ δέδρασται, σὺν τοῖς φοιτηταῖς καὶ συνάθλοις σου, Μετέωρα κομπάζουσι, σὺν τῇ χώρᾳ τῆς τελειώσεως, ἐν ἄνω πόλει Πάτερ, πλουσίως δι’ ἀπολαύης ἀμοιβάς, διὸ ἡμῶν θεῖοι μέμνησθε, ἔλεος καὶ χάριν εὑρεῖν.


 


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.


Τὰς αἰσθήσεις μου πάσας Μάρτυς τοῖς τοῦ πλάνου ψιθύροις ὑπέταξα, ἀλλὰ νῦν δυσωπῶ σε, ὅλον μὲ ἐκκαθᾶραι καὶ πονηροῖς ἀποτάξασθαι, βοῶσι ἐκ καρδίας γοερῶς, θεῖε Μάρτυς Κυρίου.


Ἐναθλοῦντες νομίμως τοῖς ἀμφοῖν σταδίοις ἐχθρὸν κατησχύνατε, ἀσκητικοῖς καμάτοις, μαρτυρικοῖς τροπαίοις, δυσὶν βραβείοις ἐστέφθητε, προσπίπτοντες Τριάδι τῇ σεπτῇ, γηθοσύνως εὐλογοῦμεν.


Ταῖς τοῦ βίου φροντίσι Πάτερ ἐμπλακέντες σκοποῦ ἠστοχήσαμεν, ματαίοις ἐνδημοῦντες, καὶ γεηροῖς σκοποῦντες, δεόμεθά σου ἐξάρπασον, ὀνύχων δυσειδῶν τοῦ πονηροῦ, Ὁσιομάρτυς Κυρίου.


Θεοτοκίον.


Ἀμορφίαν τοῦ κόσμου Μῆτερ ὡραΐσασα ὡς ἐπιδείξασα, καινοφανῆ καὶ ξένα, ὡς τέξασα τῶν πάντων, Κτίστην Αὐτὸν καὶ δομήτορα, ἀπάλειψον κηλῖδας ψυχικάς, καὶ δεινῶν ἀναγκῶν Σὺ ἐκλύτρωσαι.


 


ᾨδὴ η΄. Τὸν Βασιλέα.


Ἄνω προσβλέπειν, καὶ ἀκλινῶς ἀτενίζειν, καὶ ἀπέχεσθαι τοῦ πλάνου παγίδας, ἀξίωσον Ἰάκωβε, Μάρτυς τοῦ Κυρίου.


Ῥῦσαι παντοίων, πειρατηρίων καὶ πόνων, καὶ στενώσεων τοῦ βίου τρισμάκαρ, ψυχῆς δὲ ἀκηδία, πόῤῥῳ ἀπέλασον.


Σώφρονα βίον, καὶ ἀνεπίληπτον πάντη, δὸς δὴ Πάτερ ἡμᾶς πάντας ἀνῦσαι, κόρας δὲ σαμνὰς γεηρῶν ὑπεραρθῆναι.


Γάννυται Πάτερ, ἡ Δερβεκίστης Μονή σου, καὶ τὰς πέλας συγκαλοῦσα χορεύει, χάριν σοῦ Ἰάκωβε, σχοῦσα εἰς αἰῶνας.


Θεοτοκίον.


Νύμφη Κυρίου, εὐωδεστάτη Παρθένε, τοῦ Σοῦ κάλλους ὡσφρανθεῖσαι ὁπίσω, ἔδραμον χορεῖαι, ἅπασαι παρθένων.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.


Δόλων τοῦ ἀντιθέου, λαλιῶν δὲ τούτου, αἰτούμεθά σε Ἰάκωβε διαφύλαξον, καὶ πόῤῥῳ τούτων σωφρόνως Πάτερ ἀφίστασθαι.


Ὄλβον ἀπλαυόντες, τεθησαυρισμένον, ἐν οὐρανίοις θαλάμοις πανσέβαστοι, τρυγῶντες δόξαν τὴν θείαν μὴ διαπίπτουσαν.


Σύντριψον μηχανίαν, τοῦ δολίου Πάτερ, καὶ τὸν μεγάλαυχον δράκοντα δίωξον, βέλη σῶν προσευχῶν ἀξιάγαστε.


Ποικίλλοις ἐμπεσόντες, πειρασμοῖς τοῦ βίου, ὥσπερ γὰρ ναῦς νυχομένη τοῖς κύμασι, ψυχὴ ἀθλία ἡμῶν δεῦρο πρόστηθι.


Κάλλος λελαμπρυσμένον, νῦν ἀπολαυόντες, τῆς ὑπερθέου Τριάδος καλλίνικοι, αἰτῶσαι δέξασθαι τόδε ἐφύμνιον.


Θεοτοκίον.


Δεδόξασμενη Μῆτερ, τὴν νενεκρωμένην, ἁμαρτίαις ψυχήν μου Σὺ ζωοποίησον, καὶ τῆς καρδίας ἐφέσεις μου πλήρωσον.


 


Μεγαλυνάρια.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.


Δεῦτε τὴν τριάδα τὴν θαυμαστήν, τῶν Νεομαρτύρων καὶ Ὁσίων τὴν καλλονήν, ἐν ἐτησίοις ὕμνοις, προσπίπτοντες ὑμνοῦμεν, τοὺς τρώσαντας γενναίως, τὸν πολυμήχανον.


Χαίροις ὁ τῶν δύο καθηγητής, Ἰάκωβε θεῖε, σὺ γὰρ πέφυκας ἀληθῶς, διδάσκαλος ἐν λόγοις, ἔργοις τε καὶ σημείοις, καὶ βίου κατορθώμασι σὺ γὰρ διέπρεψας.


Ἀβρύνονται Πάτερ θαυματουργέ, πιστῶν καὶ χορεῖαι ὡς θαῤῥοῦσαι σκέπη τῇ σῇ, τῆς Αἰτωλίας πάσης, καὶ πολλαχοῦ τῆς χώρας, τὸ πρὶν καταλαμφθεῖσαι, κάλλει τῶν λόγων σου.


Ὀδύναι ἀνάγκαι καὶ πειρασμοί, κατέλαβον Πάτερ ὕπαρξίν μας τὴν τσεπινήν, σφοδρῶς νυκτομαχοῦσι, ψυχὴν καταβαλέσθαι, διὸ σὲ ἱκετεύομεν, ἵλεως φάνηθι.


Στολὴν ἐρυθρώσασθε τῆς ψυχῆς, αἱμάτων τοῖς ῥείθροις, ὥσπερ σφάγια ἱερᾶς, Κυρίῳ τεθυμένα, ἴχνεσει τοῦ Δεσπότου, πιστῶς ἀκολουθοῦντες δόξη ἐστέφθητε.


Τρισάκτινον κάλλος τοῦ οὐρανοῦ, ψυχῶν εὐωδία θυμηδία πάντων πιστῶν, χαρίτων οὐρανίων, ἡμᾶς καταμπιμπλῶντες, καὶ δόξα πέλοντες Ἅγιοι.


Τριὰς ἡ εὐώδη καὶ θαυμαστή, δυσὶν Ἰακώβων καὶ ἑτέρου συναθλητοῦ, στεῤῥῷ Διονυσίῳ, τοὔνομα κεκληκότα, αἰνέσωμεν συμφώνως ὡς καλλιμάρτυρας.


Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


 


Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.


λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.


Δόξα Πατρί…


Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.


Καί νῦν…


Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


 


Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.


Δεῦτε, εὐσεβούντων στρατιαί, Αἰτωλῶν τε παῖδες προθύμως, καὶ Μετεώρων ὁμοῦ, στέψομεν τοῖς ᾄσμασιν Ὁσιομάρτυρας, καὶ τοῦ Ἄθωνος στίφη δέ, κροτήσωμεν χεῖρας, φωναῖς ὑμνήτωσαν συνασκητάς τε αὐτῶν, πάνυ ἐγκαυχᾶται ὡσαύτως, Ἀνδριανουπόλεως χώρα, ἐπεὶ αἵματα αὐτῷ ὄντως ἐδέξατο.


Θλίψεις, καὶ δεινῶν ἐπιφοραί, εὕροσαν ἡμᾶς θεοφόροι, καὶ τῶν βασάνων πληθύς, βίου τὸ κλυδώνιον ἐπαπειλεῖ χαλεπῶς, δι’ ὃ πίπτωμεν σήμερον, εἰκόνι τῇ θείᾳ, καὶ καθικετεύομεν ῥυσθῆναι πάντας ἡμᾶς, σῶσται, γὰρ ὑμεῖς πεφυκότες, τρίπλοκον φραγγέλιον θεῖοι, πᾶσαν συμφορὰν ἀποδιώκοντες.


Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


 

Δι’ εὐχῶν.



                                           πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου