Κατηγορίες αναρτήσεων

Πέμπτη 27 Οκτωβρίου 2016

ΟΚΤΩΒΡΙΟΥ 27!! ΑΓΙΟΥ ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ ΕΓΚΩΜΙΑ

ΕΓΚΩΜΙΑ.
(Ποίημα Ἀρχιμ. Νικοδήμου Ἀεράκη)


 





ΣΤΑΣΙΣ Α΄. Ἦχος πλ. α´. Ἡ ζωὴ ἐν τάφῳ. (Ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον).
Ἀριστεὺς ἐδείχθης, τοῦ Χριστοῦ ἀθλητά, τῇ εὐχῇ τοῦ Δημητρίου πανένδοξε, ταπεινώσας τὸν Λυαῖον θαυμαστῶς.
Βίου θείου Νέστορ, ἐρασθεὶς τοῦ Χριστοῦ, τὸν Δημήτριον ἐνθέως ἠγάπησας, καὶ ἐδέξω τὰ διδάγματα αὐτοῦ.
Γεωργήσας Νέστορ, σὴν ψυχὴν ἐν Χριστῷ, βασιλείαν οὐρανῶν ἐπεπόθησας, καὶ ζωὴν σαββατισμοῦ ἐν οὐρανοῖς.
Διδαχθεὶς ὦ Νέστορ, ἀληθείας Χριστοῦ, ἐπολέμεις εὐθαρσῶς τὴν δυσσέβειαν, καὶ πολύθεον θρησκείαν τὴν ψευδῆ.
Ἐπεζήτεις Νέστορ, τοῦ Θεοῦ ἀθλητά, τὸν Χριστὸν ὁμολογήσαι ἐν ἔθνεσι, καὶ κηρύξαι τῆς Τριάδος τὴν ἀρχήν.
Ζηλωτὴς ὑπάρχων, τῶν μαρτύρων Χριστοῦ, πρὸς Δημήτριον ἐν πόθῳ προσέδραμες, ἐκζητήσας τὴν τοῦ Μάρτυρος εὐχήν.
Ἡ θυσία Νέστορ, ἐπικηροῦ ζωῆς, συνεκλόνει ἐν Χριστῷ τὴν καρδίαν σου, διὸ ἔσπευσας πρὸς πάθος ἐν χαρά.
Θεῖον ζῆλον ἔχων, ἐν χαρᾷ ἀθλητά, πρὸς τὸ στάδιον ἀθλῆσαι κατέσπευδες, τοῦ νικήσαι τὸν Λυαῖον ἐν Χριστῷ.
Ἰσχυρὸς ἐδείχθης, τῇ δυνάμει Χριστοῦ, ἐν ἀγῶνι καὶ παλαίσματι ἔνδοξε, ταπεινώσας βασιλέως τὴν ὀφρύν.
Κραταιῶς ὁ Νέστωρ, τῇ ἰσχύϊ Χριστοῦ, τὸν ἀήττητον Λυαῖον ἐνίκησε, καταισχύνας βασιλέα δυσσεβῆ.
Λαμπρυνθεὶς ὁ Νέστωρ, τῷ φωτὶ τοῦ Χριστοῦ, τοὺς πιστοὺς τῆς Ἐκκλησίας ἐστήριξε, καὶ Δημήτριον ἐδόξασε λαμπρῶς.
Μεγαλύνεις Λόγον, ἐν σταδίῳ κλεινέ, ἐκζητήσας Δημητρίου βοήθειαν, ὃν ἐτίμησας ὡς τέκνον ἐν Χριστῷ.
Νευρωθεὶς δυνάμει, τῆς εὐχῆς τοῦ Δουκός, νικηφόρως πρὸς Λυαῖον ἐπάλαισας, θεῖε Νέστορ τῶν μαρτύρων κοινωνέ.
Ξενωθεὶς ματαίων, καὶ τοῦ κόσμου τερπνῶν, ὑπὲρ Λόγου τὴν ζωὴν μάρτυς ἔθηκας, θεῖε Νέστορ Δημητρίου μαθητά.
Ὁλοψύχως Νέστορ, τὸν Χριστὸν ὡς Θεόν, ὡμολόγεις ἐν σταδίῳ τρισόλβιε, ἐνισχύων τοὺς λατρεύοντας Αὐτῷ.
Πεποιθὼς Κυρίῳ, εἰς ἀγῶνα σκληρόν, ὡς Δαυΐδ πρὸς Γολιὰθ Νέστορ ἔσπευδες, ἐκνικῆσαι τὸν Λυαῖον τὸν δεινόν.
Ῥώμην ἔχων Νέστορ, ψυχικὴν ὡς πιστός, μετ᾿ ἀνδρείας τὸν Λυαῖον κατέβαλες, ἀποδείξας τῆς Τριάδος τὴν ἰσχύν.
Σὺ μαρτύρων κλέος, ἀνεδείχθης εὐθύς, μαρτυρήσας μετὰ νίκην ἐξαίσιον, βασιλέως θεῖε Νέστορ ἐντολή.
Ταπεινοῖς ὦ Νέστορ, βασιλέως ὀφρύν, παρανόμως εἰς μαρτύριον ἤχθης δέ, ὁ νομίμως ἐκνικήσας ἀθλητήν.
Ὑπακούσας Νέστορ, συνειδήσει τῇ σῇ, ἀπεδέχθης ἐν χαρᾷ τὸ μαρτύριον, ἀνελθὼν εἰς οὐρανοὺς στεφανωθείς.
Φωτισθεὶς ὦ Νέστορ, τῷ ἀκτίστῳ φωτί, καταυγάζεις τῶν πιστῶν τὴν διάνοιαν, καὶ ἐμπνέεις τῶν μαρτύρων τοὺς χορούς.
Χάριν ἔχων Νέστορ, ἱκετεύεις Χριστόν, ὑπὲρ πάντων τῶν τιμώντων τὴν μνήμην σου, τοῦ σωθῆναι ἐκ βελῶν τοῦ πονηροῦ.
Δόξα. Τριαδικόν.
Ψαλμικῶς Τριάδα, ἀνυμνοῦμεν πιστῶς, τὸν Πατέρα σὺν Υἱῷ καὶ τῷ Πνεύματι, τὴν Μονάδα κατ᾿ οὐσίαν καὶ ἀρχήν.
Καὶ νῦν. Θεοτοκίον.
Ὢ Θεοκυῆτορ, τοὺς πιστοὺς ὑμνητάς, τοῦ Υἱού σου τῇ σῇ σκέπῃ διάσωσον, καὶ ἀξίωσον βιῶσαι ἐν Χριστῷ.
Καὶ πάλιν τὸ πρῶτον Τροπάριον.
Ἀριστεὺς ἐδείχθης, τοῦ Χριστοῦ ἀθλητά, τῇ εὐχῇ τοῦ Δημητρίου πανένδοξε, ταπεινώσας τὸν Λυαῖον θαυμαστῶς.



ΣΤΑΣΙΣ Β᾿. Ἦχος πλ. α´. Ἄξιόν ἐστι. (Ἡ ἀκροστιχὶς κατ᾿ ἀλφάβητον).
Ἄξιόν ἐστιν, μακαρίζειν σε τὸν ἀθλοφόρον, Νέστορ Δημητρίου τέκνον ὑπήκοον, τῶν μαρτύρων ἐγκαλλώπισμα σεπτόν.
Βίον ἐν Χριστῷ, ἠκολούθησας Νέστορ θεόφρον, ἐν Θεσσαλονίκη Μάρτυς μιμούμενος, Δημητρίου τὴν θυσίαν καὶ ζωήν.
Γνώμην ἀγαθήν, καὶ καρδίαν καθαρὰν ὦ Νέστορ, ἔχων προσεκύνεις Λόγον ἐν Πνεύματι, καὶ ἐπόθεις μαρτυρίου τὴν τιμήν.
Δόξαν ἀληθῆ, καὶ ζωὴν ἐν παραδείσῳ Νέστορ, σὺ ἐπιζητῶν ἐν ζήλῳ τρισόλβιε, μαρτυρίου ἐγεγόνεις ἐραστής.
Ἔσπευσας κλεινέ, πρὸς Δημήτριον τὸν θεοφόρον, τοῦ λαβεῖν αὐτοῦ εὐχὴν καὶ συναίνεσιν, πρὸς ἀγῶνα ὑπὲρ πίστεως Χριστοῦ.
Ζήλῳ θεϊκῷ, ἐν σταδίῳ παρὰ βασιλέως, ᾔτησας παλαῖσαι Μάρτυς πρὸς γίγαντα, ὡς Δαυΐδ ποτὲ πρὸς μέγαν Γολιάθ.
Ἥλιον Χριστόν, καταυγάζοντα καρδίας Νέστορ, μετὰ παῤῥησίας Κύριον ἔδειξας, τῇ σεπτὴ ὁμολογίᾳ σου ἐχθροῖς.
Θέλων ἀθλητά, ταπεινῶσαι τὸν εἰδωλολάτρην, ἀνακτᾷ πιστοὺς δεινῶς προκαλέσαντα, Δημητρίου τὸν Θεὸν πιστῶς καλεῖς.
Ἴσχυσας κλεινέ, τὸν Λυαῖον ἐν Χριστῷ νικῆσαι, καὶ ὀφρῦν ἀνάκτου πλῆξαι τρισόλβιε, καὶ ἀθέων καταῤῥίψαι τοὺς θεούς.
Κύριον Χριστόν, ἐν σταδίῳ ἀποδείξας Νέστορ, μῆνιν βασιλέως ἔσχες παράνομον, δι’ ἧς γέγονας μαρτύρων κοινωνός.
Λύσας τοὺς δεσμούς, πρὸς ζωὴν ἐπίκηρον τοῦ κόσμου, μάρτυς ἐγεγόνεις Νέστορ τῆς πίστεως, εἰσελθὼν εἰς βασιλείαν οὐρανῶν.
Μέγας ἀληθῶς, ἀνεδείχθης Νέστορ χριστομάρτυς, καὶ τοῦ Δημητρίου Ὄντως τὸ καύχημα, ὡς συντρίψας τοῦ Λυαίου τὴν ὀφρύν.
Νέων ἀθλητῶν, τὸ ὑπόδειγμα Νέστορ ὑπάρχεις, καὶ ὁμολογούντων Λόγον Θεάνθρωπον, ἐνισχύεις τὰς ψυχὰς ταῖς σαῖς λιταῖς.
Ξένον ἀληθῶς, καὶ παράδοξον τὸ τόλμημά σου, Νέστορ ἐκζητὼν παλαῖσαι Λυαίῳ τε, καὶ δοξάσαι τὸν Τρισάγιον Θεόν.
Ὅλον σεαυτόν, προσενήνοχας ὡς ἱερεῖον, τῷ κοινῷ Δεσπότῃ Νέστορ πανένδοξε, καταπλήξας ἐν σταδίῳ τοὺς ἐχθρούς.
Παῦσον τῆς σαρκός, τὰ σκιρτήματα τῶν εὐφημούντων, τὴν σεπτήν σου μνήμην Νέστορ τρισόλβιε, καὶ αἰτούντων σὰς πρεσβείας πρὸς Θεόν.
Ῥήματα ζωῆς, Δημητρίου ἀπεδέχθης Νέστορ, καὶ Χριστὸν ἠγάπησας ἔνδοξε, ὑπὲρ Οὗ ἐτύθης μάρτυς ἱερῶς.
Στήριξον ἡμᾶς, τοὺς τὴν μνήμην σου ἐπιτελοῦντας, ἐν ᾠδαῖς καὶ ὕμνοις Νέστορ πολύαθλε, ἐν ἀγῶσι πρὸς ζωὴν πνευματικήν.
Τήρησον πιστούς, ἀνυμνοῦντας τὴν σὴν μνήμην Νέστορ, ἀσφαλεῖς, ἐν βίῳ μάρτυς τῆς χάριτος, καὶ ἐν πίστει ὀρθοδόξῳ ἀκραιφνεῖς.
Ὕμνους ταπεινούς, σοι προσφέρομεν τῷ ἀθλοφόρῳ, τῷ ὑπὲρ Χριστοῦ ζωὴν καταθύσαντι, καὶ νικήσαντι Λυαῖον τὸν δεινόν.
Φύλαξον ἡμᾶς, ἐκ παγίδων τοῦ ἀντικειμένου, Νέστορ Δημητρίου καύχημα ἔνθεον, καὶ ἁπάντων τῶν πιστῶν καταφυγή.
Χαῖρε ἀθλητά, ἐστεμμένε ἐκ Τριάδος Νέστορ, ὅτι ἠξιώθης ψάλλειν σὺν ἅπασι, τοῖς ἀθλήσασιν ἐν γῆ ὑπὲρ Χριστοῦ.
Δόξα. Τριαδικόν.
Ψάλωμεν πιστοί, τῇ Τριάδι Μονοκρατορίᾳ, ὕμνους σὺν Ἀγγέλοις πᾶσι καὶ μάρτυσι, Δημητρίῳ τε καὶ Νέστορι ὁμοῦ.
Καὶ νῦν. Θεοτοκίον.
Ὤφθης ἀληθῶς, ἐν ἀγκάλαις φέρουσα τὸν Κτίστην, Ὃν ἀγεωργήτως Πνεύματι ἔτεκες, τὸν δωρήσαντα τὴν λύτρωσιν βροτοῖς.
Καὶ πάλιν τὸ πρῶτον Τροπάριον.
Ἄξιόν ἐστιν, μακαρίζειν σε τὸν ἀθλοφόρον, Νέστορ Δημητρίου τέκνον ὑπήκοον, τῶν μαρτύρων ἐγκαλλώπισμα σεπτόν.



ΣΤΑΣΙΣ Γ. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι. (Ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον).
Αἱ γενεαὶ πᾶσαι μακαρίζομέν σε, ὦ Νέστορ Χριστομάρτυς.
Βήματι τυράννου μάρτυς Νέστορ ἔστης, κηρύττων τὸν Σωτῆρα.
Γόνος Δημητρίου, ἐν Πνεύματι ἐγένου, ὦ Νέστορ θεοφόρε.
Δύναμις Κυρίου ἐνίσχυσέ σε Νέστορ, ἐν τῇ ὁμολογίᾳ.
Ἔχει Ἐκκλησία κόσμον σὲ ὦ Νέστορ, καὶ οἱ πιστοὶ προστάτην.
Ζῆλον Δημητρίου ἔχων ἐν καρδία, ὁ Νέστωρ κατεσφάγη.
Ἠράσθης τοῦ Κυρίου ὦ Νέστορ καὶ προσῆλθες, παλαῖσαι ὑπὲρ Λόγου.
Θείᾳ συνεργίᾳ ἐνίκησε Λυαῖον, τὸν γίγαντα ὁ Νέστωρ.
Ἰκάνωσον ὦ Νέστορ τοὺς σὲ ἀνευφημοῦντας, βιῶσαι ἐν Κυρίῳ.
Κηρύττομεν ὦ Νέστορ τὴν σὴν ὁμολογίαν, ἐν ὕμνοις θεοδέκτοις.
Λαὸν τῆς Ἐκκλησίας ἐμπνέεις μάρτυς Νέστορ, πρὸς ἄθλησιν ἁγίαν.
Μάρτυς τοῦ Κυρίου καὶ τέκνον Δημητρίου, τοὺς ὑμνητάς σου σῶσον.
Νίκας δώρησαι μοι κατὰ τοῦ ἀντιδίκου, λιταῖς σου θεῖε Νέστορ.
Ξένισον καρδίας ταῖς εὐχαῖς σου Νέστορ, τῶν σὲ ἀνευφημούντων.
Ὄλβιος σαββατίζεις μετὰ τῶν μαρτύρων, ὦ Νέστορ αἰωνίως.
Ποίμνην καὶ ποιμένας, τῆς Ἐκκλησίας φρουρεῖ, ἐν χάριτί σου Νέστορ.
Ῥῦσαι ἐκ κινδύνων ἡμᾶς τοὺς σὲ τιμῶντας, γόνε Θεσσαλονίκης.
Σὺ τῶν ἀθλουμένων, στηρίζεις τὰς καρδίας, λιταῖς σου μάρτυς Νέστορ.
Τάχυνον τοῦ σώσαι ταῖς σαῖς πρεσβείαις Νέστορ, τοὺς σὲ λαμπρῶς τιμῶντας.
Ὕμνοις θεοδέκτοις, τιμῶμέν σου τὴν μνήμην, καὶ ἄθλησίν σου Νέστορ.
Φώτισον καρδίας, τῶν πόθῳ γεραιρόντων, μαρτύριόν σου Νέστορ.
Χριστὸν καὶ Ἐκκλησίαν, προβάλλεις ἐν τῷ κόσμῳ, τῇ σῇ ἀθλήσει Νέστορ.
Δόξα. Τριαδικόν.
Ψάλλομεν Τριάδος τὸ ὄνομα τὸ θεῖον, ἐν πίστει καὶ ἀγάπῃ.
Καὶ νῦν.. Θεοτοκίον.
Ὢ Παρθενομῆτορ τοὺς Νέστορα τιμῶντας, περίσῳζε ἐν βίῳ.
Καὶ πάλιν τὸ πρῶτον Τροπάριον.
Αἱ γενεαὶ πᾶσαι μακαρίζομέν σε, ὦ Νέστορ Χριστομάρτυς.



ΕΥΛΟΓΗΤΑΡΙΑ. Ἦχος πλ. α´. Εὐλογητὸς εἶ Κύριε.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Τῶν Ἀγγέλων αἱ τάξεις, κατεπλάγησαν Νέστορ, ἐκ τοῦ σοῦ μαρτυρίου, ἐν σταδίῳ δὲ πιστοί, κατιδόντες σὴν νίκην, ἔχαιρον θερμῶς, καὶ ἐνθέως ἔλεγον τὴν εἰδώλων πλάνην, ὁ Νέστωρ ἔδειξεν.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Μύρα θεῖα τοὺς ὕμνους, σοὶ προσφέρομεν Νέστορ, οἱ πιστοὶ κατὰ χρέος, κατιδόντες ἐν χαρᾷ, τὴν σὴν τόλμην καὶ θάῤῥος, καὶ τὴν πρὸς Χριστόν, θεϊκὴν ἀγάπην σου, καὶ ὁμολογίαν, καὶ νίκην ἔνδοξον.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Λέγεις Νέστορ ὡς τέκνον, πρὸς Δημήτριον δὸς μοι, εὐλογίαν καὶ χάριν, ταπεινῶσαι ἀσεβεῖς, καὶ νικῆσαι Λυαῖον, καὶ ὑπὲρ Χριστοῦ, τὴν ζωήν μου ἅπασαν, ὡς ἀρνίον θύσαι, ὡς πάντες μάρτυρες.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Μυροφόροι προσῆλθον, τῶν πιστῶν αἱ χορεῖαι, τοῦ τιμήσαι ἐν ὕμνοις, τὴν τοῦ μάρτυρος ζωήν, καὶ τὴν μνήμην τὴν θείαν, καὶ τὴν τελευτήν, καὶ τὴν πρὸς βασίλεια, τῆς ἁγίας δόξης, τοῦ Νέστορος εἴσοδον.

Δόξα. Τριαδικόν.
Προσκυνοῦμεν Τριάδος, τὴν τρισήλιον δόξαν, καὶ σεπτὴν μοναρχίαν· εὐφημοῦμεν δὲ ταύτην, σὺν ἁγίοις Ἀγγέλοις, κράζοντες σεπτῶς, ὕμνον τὸν τρισάγιον ἅγιος, ἅγιος, ἅγιος εἰ Κύριε.

Καὶ νῦν. Θεοτοκίον.
Θεὸν Λόγον τεκοῦσα, τῶν ἀνθρώπων τὸ γένος, ἐλυτρώσω Παρθένε, Ὃν ἱκέτευε Μῆτερ, ὑπὲρ γένους βροτείου, ὅπως ἐν χαρά, ὡς Θεῷ λατρεύωμεν, καὶ ἐν ἔργοις τιμῶμεν καὶ ᾄσμασιν.·
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεός. (τρίς).




ΕΓΚΩΜΙΑ ΕΤΕΡΑ ἧς ἡ ἀκροστιχίς: Τὸν τοῦ Δαυΐδ ὁμόαθλον Νέστορα γεραίρω. Ἰσιδώρας. Ἦχος γ´. Ἀκατάληπτόν ἐστιν,

Ἀκατάληπτόν ἐστι, πῶς Μαρτύρων οἱ χοροί, τοὺς ἀσάρκους δυσμενεῖς, ἐτροποῦντο ἐν σαρκί.
Τρισυπόστατε Μονάς, καὶ ἀμέριστε Τριάς, αὔγασόν μου νῦν τὸ νοῦν, τῷ φωτί σου δυσωπῶ.
Οὐρανίῳ Βασιλεῖ, Νέστορ θεῖε στρατευθείς, Βασιλείας Οὐρανῶν, νῦν τρυφᾶς διηνεκῶς.
Νικηφόρον ὁπλισμόν, τὸν Πανάγιον Σταυρόν, φέρων ἤγειρας στεῤῥέ, νίκης τρόπαια λαμπρά.
Τῶν τυράννων τὴν ὀφρύν, ὡς συντρίψας παντελῶς, πάθη σύντριψον ἡμῶν, εὐπροσδέκτοις σου εὐχαῖς.
Οὐρανίων λειτουργῶν, οἱ ἀσώματοι χοροί, ἐπεκρότησαν τὴν σήν, εὐτολμίαν Ἀθλητά.
Ὕλην πλάνης τῷ πυρί, Πνεύματος τοῦ Παντουργοῦ, ὡς τεφρώσας δροσισμόν, δίδως Νέστορ τοῖς πιστοῖς.
Δῶρον τῷ ἐπὶ Σταυροῦ, κεντηθέντι τὴν πλευράν, Νέστορ ἤνεγκας σεπτόν, κεφαλήν σου ἱεράν.
Ἄστρον ὡς λαμπροφανές, Νέστορ ἔφανας ἐν γῇ, Μαρτυρίου ταῖς αὐγαῖς, λύων σκότος τὸ βαθύ.
Ὑπὸ θείου Ἀθλητοῦ, Δημητρίου θαῤῥυνθεὶς Νέστορ πρὸς τοὺς οἰκισμούς, ηὐτομόλεις ἀνδρικῶς.
Ἰταμότητα ἐχθροῦ, ἐταπείνωσας εἰς γῆν, σθένος Νέστορ ἐνδυθείς, τοῦ ζωοποιοῦ Σταυροῦ.
Δένδρον ὥσπερ τῆς Ἐδέμ, Νέστορ ἤνεγκας καρπόν, Μαρτυρίου τὸν γλυκύν, ἐξ οὗ τρέφονται πιστοί.
Ὀμβροτόκον δαψιλῶς, χάριν δίδως ταῖς ψυχαῖς, καταπαύουσαν αὐχμόν, τῶν φθοροποιῶν παθῶν.
Μυροθήκη ὡς σεπτή, ἡδυπνόων δωρεῶν, ἐπιῤῥέεις χαρμονήν, Νέστορ τὴν Μαρτυρικήν.
Ὅρμον πρὸς τὸν γαληνόν, καὶ ἀκύμαντον Χριστοῦ, τὴν ὁλκάδα σῆς ψυχῆς, Νέστορ ἴθυνας καλῶς.
Ἄνθος Νέστορ ὡς τερπνόν, εὐωδίαν ἱερὰν ἀποπνέεις μυστικῶς, ταῖς καρδίαις τῶν πιστῶν.
Θυρεὸν ὡς ἰσχυρόν, πίστιν τὴν ἀληθινήν, ἐνδυσάμενος σαθρά, ψεύδους ἔλυσας δεσμά.
Λογικὸς ὥσπερ ἀμνός, Ἀρχιποίμενος Χριστοῦ, ἠκολούθεις πρὸς σφαγήν, γεγηθότι λογισμῷ.
Ὅρει θείῳ ἀναβάς, ἅρματι Μαρτυρικῷ, καθορᾷς διηνεκῶς, τὸν Δεσπότην τοῦ παντός.
Νάβλα ὥσπερ ἱερά, Μαρτυρίου τὴν ᾠδήν, μελῳδεῖς χαρμονικῶς, Λόγῳ τῷ νικοποιῳ.
Νόμον θείων ἐντολῶν, στέργων Νέστορ ἐκ ψυχῆς, ἐν σταδίῳ εὐθαρσῶς, διετράνωσας αὐτόν.
Ἔαρ θεῖον καὶ σεπτόν, ἑξανέτειλας ἡμῖν, καταπαύων παγετόν, ἀθεΐας τῆς πικρᾶς.
Συμπλακεὶς ὦ Ἀθλητά, τῷ Λυαίῳ ἀνδρικῶς, κατενίκησας αὐτόν, ὡς Δαυΐδ τὸν Γολιάθ.
Τρίβον πίστεως στενήν, βηματίσας ἀκλινῶς, πλάτος πόλου κατοικεῖς, Νέστορ νῦν χαρμονικῶς.
Ὀρεκτῶν ἠγαπηκώς, τὴν ἀκρότητα Χριστόν, φθειρομένης σοῦ σαρκός, οὐκ ἐφείσω Ἀθλητά.
Ῥεῦμα πλάνης θολερόν, κατεξήρανας καὶ ῥοῦν τῶν χαρίτων διαυγῆ, Νέστορ βλύζεις τοῖς πιστοῖς.
Ἀθλητῶν τοὺς ἱερούς, κατελάμπρυνας χορούς, τῆς ἀνδρείας ὡς εἰκών, εὐτολμίας τε κανῶν.
Γεωργήσας ἐν τῇ γῆ, τῆς καρδίας σου Χριστοῦ πίστιν τὴν ἀληθινήν, στάχυν ἔδωκας μεστόν.
Ἐγκαυχώνται ἐν χαρά, Νέστορ Θεσσαλονικείς, κεκτημένοι σὲ φρουρόν, ὄλβιόν τε θησαυρόν.
Ῥείθροις Νέστορ ἱεροῖς, τῶν αἱμάτων σου τὴν γῆν, καταρδεύσας ὡς καρπόν, φέρεις βότρυν τὸν γλυκύν.
Ἀδαμάντινον ψυχήν, κεκτημένος Ἀθλητά, οὐκ ἐκάμφθης ἀπειλαῖς, τῶν ἀνόμων διωκτῶν.
Ἰσχυρόν τε καὶ δεινόν, βέλος ὤφθης κατ᾿ ἐχθρῶν, καὶ συνέτριψας αὐτῶν, Νέστορ πᾶσαν μηχανήν.
Ῥώμην Νέστορ ἐνδυθείς, ὡς θεότευκτον στολήν, σὺ ἐξέδυσας ἐχθρόν, τὸν ἀρχαῖον κραταιῶς.
Ὡς Χρυσὸς δοκιμασθείς, ἐν χαλκείῳ Ἀθλητὰ προσηνέχθης τῷ Χριστῷ, ὁλοκάρπωμα δεκτόν.
Ἱλαρὸν παρέχεις φῶς, ὡς Χριστοῦ Λύχνος λαμπρός, καὶ αὐγάζεις μυστικῶς, τὰς καρδίας τῶν πιστῶν.
Σφραγισθεὶς τῇ κραταιᾷ, σημειώσει τοῦ Σταυροῦ, Δημητρίου τῇ χειρί, ἐτροπώσω τὸν ἐχθρόν.
Ἰαμάτων σὲ κρουνόν, καὶ χαρίτων θησαυρόν, Νέστορ ἔγνωμεν διό, χαίροις λέγομεν ἀεί.
Δυσωπεῖν ὑπὲρ ἡμῶν, τὸν Φιλάνθρωπον Θεὸν μὴ ἐλλείπης Ἀθλητά, τῶν τιμώντων σὲ πιστῶς.
Ὡς λατρεία λογική, προσαχθεὶς Νέστορ Θεῷ, τοῦ λατρεύειν ἀψευδῶς. Τοῦτον δίδου καὶ ἡμῖν.
Ῥείθρων χάριτος ἀεί, ἀπολαύων Ἀθλητά, τοῖς ὑμνοῦσί σε πιστῶς, Χάριν δὸς θεολαμπῆ.
Ἀενάως τὸν Θεόν, σὺν συνάθλῳ σου σεπτῷ Δημητρίῳ καθορῶν, Νέστορ πρέσβευε Αὐτῷ.
Στέφος δόξης εὐκλεές, εἰληφὼς Νέστορ κλεινέ, νίκης στέφος δὸς ἡμῖν, εὐπροσδέκτοις σου λιταῖς.
Χαίροις Νέστορ τῶν Χριστοῦ, Ἀθλητῶν κλέος λαμπρόν, ὁ πατάξας τὸν ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ.
Δόξα. Τριαδικόν.
Τὸν Πατέρα, τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τὴν ἀΐδιον ἀρχήν, προσκυνήσωμεν πιστοί.
Καὶ νῦν. Θεοτοκίον.
Ἀειπάρθενε Ἁγνή, Θεοτόκε Μαριάμ, τῷ Υἱῷ σου καὶ Θεῷ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς θυμίαμα δεκτόν, δέχου Κύριε λιτάς, Νέστορος τοῦ Ἀθλητοῦ, Δημητρίου τε ὁμοῦ.
Ὁ κοσμήσας τοὺς χορούς, τῶν Μαρτύρων εὐκλεῶς, Νέστορ πρέσβευε Θεῷ, σὺν αὐτοῖς ὑπὲρ ἡμῶν.
Καὶ πάλιν.
Ἀκατάληπτόν ἐστι, πῶς Μαρτύρων οἱ χοροί, τοὺς ἀσάρκους δυσμενεῖς, ἐτροποῦντο ἐν σαρκί.

Δίστιχα.
Θεῷ ὃν διετράνωσας ἐν μέσῳ τοῦ σταδίου ὕμνον παρόντα πρόσαξον, Νέστορ σὺν παῤῥησίᾳ.
Ὡς ὁ Δαυΐδ τὸν Γολιάθ, ἀπέκτεινε σφενδόνη, οὕτως ὦ Νέστορ τῷ Σταυρῷ, ἀπέκτεινας Λυαῖον.



ΕΥΛΟΓΗΤΛΡΙΑ Ἦχος πλ. α´.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Τῷ Δεσπόζοντι πάντων, ἀκλινῶς ἠκολούθει, λογισμῶ γεγηθότι, θεῖος Νέστωρ ὁ στεῤῥός, καὶ γενναῖος ὁπλίτης, καὶ πρὸς αἰκισμοὺς ἀνδρικῶς ἀνέδραμε, τῷ Ἐκείνου σθένει ἐνδυναμούμενος.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Τοῦ Σταυροῦ τοῦ τιμίου, τὸ ἀήττητον ὅπλον, προσλαβὼν θεῖος Νέστωρ, πρὸς τὴν πάλην εὐδρομεῖ, τοῦ κάκιστου Λυαίου, τούτου εὐσθενῶς τὴν καρδίαν κτείνας δέ, τὸ τῆς νίκης κλέος ἐθησαυρίσατο.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Θεσσαλονίκη ἡ θεία, καὶ περίδοξος πόλις, ἐν σοὶ Νέστορ καυχᾶται, σὲ πλουτοῦσα θησαυρόν, καὶ φρουρὸν ἐν ἀνάγκαις, καὶ τὴν ἱερὰν τῶν Λειψάνων θήκην σου, προσκυνεῖ τὴν χάριν ἀναπηγάζουσαν.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Τῶν αἱμάτων σου ῥείθροις, τὴν σεπτὴν Ἐκκλησίαν, κατεκόσμησας Νέστορ, τῇ Ἀχράντῳ δὲ αὐτῆς, Κεφαλῆ τῷ Δεσπότῃ, δῶρον ἱερὸν καὶ σεπτὸν ἐκόμισας, κεφαλὴν τὴν ξίφει ἀποτμηθεῖσάν σου.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Δημητρίῳ ἐνδόξῳ καὶ κλεινῷ πανοπλίτῃ, θεῖος Νέστωρ προσῆλθε, μετὰ δέους ἐξαιτῶν, τὴν ἰσχὺν τοῦ παλαῖσαι, τύραννον δεινὸν τὸν πολλὰ καυχώμενον, ὃν εὐχῇ τῇ τούτου κατασυνέτριψε.

Δόξα. Τριαδικόν.
Τὸν Πατέρα συμφώνως, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, προσκυνήσωμεν πάντες, τὴν Ἁγίαν καὶ σεπτὴν καὶ τριττὴν Μοναρχίαν, ὕμνον ἐκτενῶς ᾄδοντες τρισάγιον, τῆς καρδίας γόνυ τε ὑποκλινῶμεν.

Καὶ νῦν. Θεοτοκίον.
Ἡλιόμορφε Κόρη, τῶν Ἀγγέλων ἡ δόξα, καὶ βροτῶν εὐκοσμία, Ἀθανάτῳ Βασιλεῖ, Ὃν μαζοῖς σου ἐθρέψω, χεῖρας ἐκτενῶς Μητρικὰς ἀνάγαγε, τοῦ ῥυσθῆναι ἅπαντας τῆς κολάσεως.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλοὺ᾿ἴα, Δόξα σοι ὁ Θεὸς (τρίς).





                                      πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου