Κατηγορίες αναρτήσεων

Κυριακή 18 Σεπτεμβρίου 2016

ΚΥΡΙΑΚΗ ΠΡΟ ΣΤΑΥΡΟΥ!! ΑΓΙΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΣΜΥΡΝΗΣ ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΩ ΠΑΡΑΚΛΗΣΙΣ

ΚΥΡΙΑΚΗ ΠΡΟ ΣΤΑΥΡΟΥ.
ΧΡΥΣΟΣΤΟΜΟΥ ΣΜΥΡΝΗΣ
ΠΑΡΑΚΛΗΣΙΣ
 (Ἰσιδώρας μοναχῆς)
 (Ἱ. Μ. Μεταμορφώσεως Καμένων Βούρλων Φθιώτιδος, 2007)
 
Εὐλογητός, ὁ ΡΜΒ΄ ψαλμός, Θεὸς Κύριος καὶ τὰ παρόντα τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἱεραρχῶν τὸ εὐπρεπέστατον κάλλος, τῆς Μικρασίας θεοστήρικτον στῦλον, τὸ τῆς Ἑλλάδος καύχημα, τῆς Σμύρνης τὸ φῶς, δάφναις νίκης στέψωμεν, τὸν Χρυσόστομον πάντες, χαίροις ἀνακράζοντες, ἐθελόθυτον θῦμα, τοῦ Ἰησοῦ τελεία προσφορά, τοὺς ἐν τῷ Ξύλῳ, τὸ Αἷμα κενώσαντα.
Πανευλαβῶς τοὺς σοὺς ἀγῶνας τιμῶσα, Ἀρχιερεῦ Θεοῦ Χρυσόστομε Σμύρνης, Χριστοῦ Μεταμορφώσεως, ἡ θεία Μονή, ἡ ἐν τῇ Φθιώτιδι, σοὶ δομήσαντα οἶκον, νέμει τὰς λατρείας σοι, καὶ αἰνέσεως ἐν τούτῳ, ἀναβοῶσα ὅλης ἐκ ψυχῆς, χαίροις ὦ φύλαξ ἡμῶν ὁ ἀκοίμητος.
Δόξα.
Τὸν τοῦ Θεοῦ ἐρασμιώτατον φίλον, Χριστοῦ ποιμένος ἀψευδέστατον τύπον, τῶν ἀρετῶν ἐκσφράγισμα, Χρυσόστομον νῦν, δεῦτε ἐπαινέσωμεν, ἐκλογάδα τῆς Δράμας, θείως ὁδηγήσαντα, εἰς νομὰς σωτηρίους, καὶ ἀμπελῶνα Σμύρνης ἱερόν, πολλῇ συνέσει, καλῶς γεωργήσαντα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε…
Ὁ Ν΄ ψαλμός.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Σαρκός σου τὰ μέλη τὰ ἱερά, Χριστοῦ τῇ ἀγάπῃ, ὑπομείναντα ἀλγεινά, Χρυσόστομε ἄγγελε τῆς Σμύρνης, ἐν εὐλαβείᾳ πολλῇ κατασπάζομαι.
Μυρίπνοον αἴνεσιν τῷ Θεῷ, προσῆγες ἐν βίῳ ὦ Χρυσόστομε ἱερέ, Αὐτοῦ ἐκτελέσας θεῖον νόμον, καὶ πολιτείαν Ἀγγέλων μιμούμενος.
Ὑψώσεις ἐν λάρυγγι τοῦ Θεοῦ, Χρυσόστομε φέρων ἐν τῷ θρόνῳ τῷ ὑψηλῷ, ἀνῆλθες ποιμάνας θεαρέστως, τὰ λογικὰ τοῦ Κυρίου σου πρόβατα.
Θεοτοκίον.
Ῥητόρων πολύφθογγοι λαλιαί, ἐν σοὶ σιωπῶσιν, ἀειπάρθενε Μαριάμ, Θεὸν γὰρ ἐγέννησας ἀφράστως, καὶ μετὰ τόκον παρθένος διέμεινας.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Νουνεχῶς τὸ τῆς Σμύρνης, καθοδηγῶν ποίμνιον, ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, μάκαρ Χρυσόστομε, τοῦτο ἐξέθρεψας, Εὐαγγελίου τῇ χλόῃ, καὶ εἰς μάνδραν ἴθυνας, τὴν ἐπουράνιον.
Ἡ φωνὴ τοῦ Κυρίου ἡ ἐν Γραφαῖς λέγουσα, ὅστις ἀγαπᾷ με γνησίως, οὗτος καὶ θύεται, ὑπὲρ τῶν φίλων αὐτοῦ, ἐν σοὶ Χρυσόστομε ὄντως, εὗρε τὴν ἀλήθειαν, βίου σου πράξεσιν.
Συνωδᾷ τῷ λαῷ σου ἀπὸ ψυχῆς κράζομεν, χαίροις τῆς ἀγάπης ταμεῖον, φίλτρου ἀλάβαστρον, ὁ ἐκκενώσας αὐτό, Χριστοῦ ποσὶ τοῖς ἁγίοις, μίξας σου τῷ αἵματι, θεῖε Χρυσόστομε.
Θεοτοκίον.
Ἀσυγκρίτως τῇ δόξῃ, τῶν Σεραφὶμ γέγονας, καὶ τῶν Χερουβὶμ Θεοτόκε πλέον ὑπέρτιμος, ὅτι ἐν μήτρᾳ τῇ σῇ, μέγας Θεὸς ἐσαρκώθη, ὅν ὁρᾶν οὐ σθένουσα, τάξεις οὐράνιαι.
Ἀξίωσον, ἡμᾶς προσμένειν Χρυσόστομε ἀκλονήτους, ἐν ταῖς βίου ἐπιφοραῖς καὶ πάσαις κακώσεσι, Μαρτύριον μέγα ὁ ὑπομείνας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ…
Κάθισμα. Πρεσβεία θερμή.
Τὸν θρόνον λαμπρῶς τῆς Σμύρνης κατεκόσμησας, τῇ σῇ βιοτῇ, Χρυσόστομε μακάριε, ἀγαπῶν ἐξ ὅλης σου τῆς ἰσχύος Κύριον εὔσπλαγχνον, καὶ τὸν πλησίον ὥσπερ ἑαυτόν, ὡς τύπος καὶ μέτρον ἀγαθότητος.
Δόξα.
Τῆς Σμύρνης ποιμὴν Χρυσόστομε μακάριε, σφαγήν σου τὴν σεπτήν, ἐν ὕμνοις μεγαλύνοντες, σοὶ Ναῷ ἠγείραμεν, ᾧ ἑστῶτες κράζομεν φύλαττε, τὴν ἐν Λοκρίδι πάνσεπτον Μονήν, τιμῶσαν Χριστοῦ τὴν Μεταμόρφωσιν.
Καὶ νῦν. Θεοτοκίον.
Πρεσβεία θερμή…
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε
Γηπονήσας Χρυσόστομε, πόνοις σου μυρίοις ψυχῆς τὴν αὔλακα, ἐναπέδωκας Κυρίῳ σου, Μαρτυρίου στάχυν πολυπλάσιον.
Σεληνόμορφον πρόσωπον, σοῦ τοῦ μαρτυρίου βαφὲν ἐν αἵμασι, μετὰ δέους εὐλαβούμενος, καταστέφω ἄνθεσι Χρυσόστομε.
Ἐνεώρας τὰ μέλλοντα, καὶ τὰ εἰς αἰῶνας μὴ σαλευόμενα, ὅθεν ἔφερες Χρυσόστομε, ἐν ψυχῇ γενναίᾳ τὰ φερέποντα.
Θεοτοκίον.
Λυτρωθέντες τῷ τόκῳ σου, τῆς τῶν Προπατόρων ἀρᾶς Πανάχραντε, εὐλογίας ἀπολαύομεν, ἐκβοῶντες χαῖρέ σοι Θεόνυμφε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄρθρου καὶ νυκτός, τοῦ Κυρίου τὰ προστάγματα, ἐμελέτας ὦ Χρυσόστομε σοφέ, διὸ καὶ εὗρες αἰωνίζουσαν ἀπόλαυσιν.
Ναίων ἐν ναῷ, τοῦ Δεσπότου σου Χρυσόστομε, τούτῳ ἔνειμας λατρείας λογικάς, ὡς ἀρχιθύτης εν τῇ Σμύρνῃ θεοπρόβλητος.
Χοῦν τε καὶ σποδόν, ἐλογίσω τὸ σαρκίον σου, ὦ Χρυσόστομε διὸ εἰς τὴν σφαγήν, ψυχῇ προθύμῳ τοῦτο ἔδωκας θεόληπτε.
Θεοτοκίον.
Ῥάβδος Ἀαρών, σὲ Παρθένε προετύπωσε, ἀνηρότως ὡς βλαστήσασα Χριστόν, ἀθανασίας τὸν καρπὸν ἡμῖν δωρούμενον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑδάτων σε, ὡς φωνὴν ἐπέγνωκεν, ἡ τῆς Σμύρνης θεοσύστατον ἕδρα, ὅτι Χριστοῦ, τὸν σωτήριον λόγον, ἐν τοῖς ὠσὶ τῶν πιστῶν κατεβρόντησας, Χρυσόστομε καὶ τὰς ψυχάς, ἐκ φλογὸς τῆς ἁγνοίας ἐδρόσισας.
Σμυρναίων σε, ἡ λαμπρὰ Μητρόπολις, κατεπλούτησε σοφὸν Ποιμενάρχην, τὴν τοῦ Χριστοῦ, λογικὴν ἐκλογάδα καθοδηγήσας νομὴν εἰς σωτήριον, καὶ θύσας ὅλην σου ψυχήν, ὑπὲρ ταύτης προθύμως Χρυσόστομε.
Ὁλόφωτον, σὲ πυρσὸν ἐπέγνωμεν, ἀπὸ θρόνου τοῦ Χριστοῦ δαδουχοῦντα, τὸ ἱλαρόν, καὶ ἀνέσπερον φέγγος, καὶ διαλύοντα πλάνην Χρυσόστομε, λυχνίαν Σμύρνης δὲ καλῶς, εὐπρεπείᾳ λαμπρύνων τῶν ἔργων σου.
Θεοτοκίον.
Σοφία σε, τοῦ Θεοῦ ἡ ἄπειρος, ἐκ πασῶν τῶν ἐπὶ γῆς θυγατέρων, τοῦ κατοικεῖν, ἠρετίσατο μόνην, καὶ σαρκοφόρον γενέσθαι ἐν μήτρᾳ σου, Θεὸς τῶν ὅλων Μαριάμ, τῶν θαυμάτων τὸ μέγιστο ἄκουσμα.
Ἀξίωσον, ἡμᾶς προσμένειν Χρυσόστομε ἀκλονήτους, ἐν ταῖς βίου ἐπιφοραῖς καὶ πάσαις κακώσεσι, Μαρτύριον μέγα ὁ ὑπομείνας.
Ἄχραντε…
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀληθείας τὴν μακρὰν ὁδὸν ἐπεραίωσας, πλείστας θλίψεις χαίρων τῇ ψυχῇ καθυπέμεινας, καὶ ἀξίως τὴν ἱερὰν ἐλάμπρυνας στολήν. Θεῷ σφαγίον ὡς λογικόν, ἐθελουσίως προσαχθείς, ἀρχιθύτα Χρυσόστομε, μέλη οὖν τῆς σαρκός σου, ἐν αἵμασι φοινιχθέντα, εἰς ἱλασμὸν ὑπὲρ ἡμῶν τῶν τιμώντων σε γενέσθωσαν.
Τὸ α΄ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει…
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη…
Εὐαγγέλιον. (Ἐκ τοῦ Α΄ τῶν Ἁγίων Παθῶν). Ἐκ τοῦ κατὰ Ἰωάννην (κεφ. Ιε΄ 8-6).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ἐν τούτῳ ἐδοξάσθη ὁ ο πατήρ μου, ἵνα καρπὸν πολὺ φέρητε, καὶ γενήσεσθε ἐμοὶ μαθηταί. Καθὼς ἠγάπησέ με ὁ πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. Ἐὰν τὰς ἐντολάς μου τηρήσετε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπάτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς. Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ὑμεῖς φίλοι μου ἐστέ, ἐὰν ποιῆτε, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. Ουκέτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τι ποιεῖ αὐτοῦ ὁ Κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους ὅτι πάντα ἅ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν. Οὐχ ὑμεῖς μὲ ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς, ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ· ἵνα ὅ,τι ἄν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός… Ἦχος δ΄. Ὅλην ἀποθέμενοι.
Σμύρνη ἐπαγάλλεται, τῇ σεβασμίᾳ σου μνήμῃ, καὶ Ἑλλὰς ἡ σύμπασα, εὐκλεῶς Χρυσόστομε μεγαλύνεται, τῶν αὐτῆς πάλαι γάρ, θαυμαστῶν ἡρώων, ἐμιμήσω τὸ ἀκέραιον, μαρτύρων ἴχνεσι, γνώμῃ ἀκλινεῖ ἠκολούθησας, αὐτῶν τὰ κατορθώματα, πόνοις σου μυρίοις ἀντέγραψας, στέφος οὖν τῆς δόξης, χερσὶν ἀγωνοθέτου σου Χριστοῦ, λαβὼν εἰς θεῖα σκηνώματα, φωτὸς μεταβέβηκας.
Χαίροις ἐκ βαθέων σοι, θεῖε Χρυσόστομε κράζει, Προποντὶς ὡς μήτηρ σου, σὺν τῇ Δράμᾳ Σμύρνῃ τε ἅς ἐποίμανας, καὶ ἡμεῖς ἅπαντες, ἐν Ναῷ σου θείῳ, ἀθροισθέντες μετὰ πίστεως, ὁμοῦ κραυγάζομεν, χαίροις τῆς Ἑλλάδος τὸ καύχημα, Φθιώτιδος τὸ ἔρεισμα, καὶ Μονῆς σου θείας διάσωσμα, ἥτις τοῦ Κυρίου, ἁγίαν Μεταμόρφωσιν τιμᾷ, καὶ σὴν αἰτεῖται ἑκάστοτε, πλουσίαν ἀντίληψιν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τείνας Πάτερ τὸ οὖς σου, εἰς τοὺς λόγους Κυρίου Θεοῦ τοῦ λέγοντος, ὁ θέλων αἰωνίαν, ζωὴν κληρονομῆσαι, ἀπολέσει τὴν πρόσκαιρον, χαίρων θυσίας ὁδόν, Χρυσόστομε διέβης.
Ὁμονοίας ὁ φίλος, τῆς εἰρήνης ἐργάτης πίστεως πρόβολος, διδάσκαλος αγάπης, εἰκὼν τῆς ἐγκρατείας, καὶ σφραγὶς τῆς σεμνότητος, ὑπογραμμὸς δὲ καλῶν, Χρυσόστομε ὑπάρχεις.
Μετά δόξης τιμίας, τῶν Ἀγγέλων χορεῖαι, σὲ ὑπεδέξαντο, Χρυσόστομε παμμάκαρ, καὶ γὰρ τοῦ Πολυκάρπου, τὴν πορείαν ἐζήλωσας, οὗ διεδέχθης ἐν γῇ, τὸν θρόνον ἐπαξίως.
Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα, καὶ τῆς γῆς ἀνωτέρα καὶ πάσης κτίσεως, ὑπερενδοξοτέρα, ὑπάρχεις Παναγία, Μαριὰμ παντευλόγητε, ὅτι τὸν πάντων Θεόν, ἐκύησας ἀφράστως.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νόος σου Πάτερ καὶ τῆς καρδίας τὰς βάσεις, εἰς Χριστοῦ ἐπεστήριξας πέτρα, ὅθεν οὐκ ἐσείσθης, Χρυσόστομε ἐν μάχαις.
Ἀνυποστόλως, τὸ τοῦ Σταυροῦ μέγα κέρας, καὶ πατρίδος τὴν θείαν σημαίαν, ὕψωσας ἐν Σμύρνῃ, Χρυσόστομε γενναῖε.
Νεκρὸν ἐν ξύλῳ, Χριστὸν σαρκὶ γεγονότα, ἠκολούθεις Χρυσόστομε πόθῳ, ὅθεν Τούτου χάριν δεινῶς ἐσφαγιάσθης.
Θεοτοκίον.
Ἐσφραγισμένην, καὶ ἀδιόδευτον πύλην, ὁ Θεὸς Μαριάμ εὑρηκώς σε, ᾤκησε τὴν μήτραν, τὴν σὴν φθορὰν μὴ γνοῦσα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑψόθεν βράβευσόν μοι, σθένος ἐν τῇ πάλῃ, κατὰ παθῶν πολυτρόπων καὶ πάσης ἀρχῆς, τοῦ πολεμοῦντος ἐχθροῦ με, θεῖε Χρυσόστομε.
Φωστὴρ ἐκ τῆς ἑώας, ἄρτι ἀνατείλας, τὴν οἰκουμένην αὐγάζεις ἀκτίσι φαιδραῖς, τῆς ἱερᾶς σου θυσίας μάκαρ Χρυσόστομε.
Ἡμέρας ἀνεσπέρου, ἔγνωμεν Υἱόν σε, καὶ τοῦ φωτὸς κληρονόμον καὶ φίλον Χριστοῦ, θεῖε Χρυσόστομε ὅθεν σὲ μακαρίζομεν.
Μερόπων ἅπαν γένος, πλήθη τῶν Ἑλλήνων, καὶ οἱ χοροὶ Μικρασίας αἰσίαις φωναῖς, τοῦ Χρυσοστόμου τὴν μνήμην δεῦτε τιμήσωμεν.
Θεοτοκίον.
Ὡς κλίμακα προεῖδε, κόρη Ἰακώβ σε, ἀπὸ τῆς γῆς εις τὰ ἄνω ὑψοῦσα ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντάς σε.
Ἄξιόν ἐστι… καὶ τὰ Μεγαλυνάρια ὧν ἡ ἀκροστιχίς: ᾨδὴ Ισιδώρας.
Ὡς τῶν Ἀποστόλων ἐκμιμητήν, καὶ Ἀρχιερέων πανσεβάσμιον καλλονήν, κλέος τε Μαρτύρων, Χρυσόστομον τῆς Σμύρνης, τὸν Ἄγγελον τὸν μέγαν ἐγκωμιάσωμεν.
Δάφναις καταστέψωμεν ἱεραῖς, τὸν ὑπὲρ πατρίδος, καὶ τῆς πίστεως τοῦ Χριστοῦ, σφάγιον ἀχθέντα, Χρυσόστομον τὸν ἄρτι, πορφύρᾳ τε καὶ βύσσῳ αἱμάτων λάμποντα.
Ἥλιος Χρυσόστομε θεαυγής, ἐκ τῆς Προποντίδος ἐξανέτειλας θαυμαστῶς, ἐν τῇ Μικρασίᾳ, ἐμπρέψας τῷ φωτί σου, Ἑλλάδος δὲ εὐφραίνεις Μητρὸς τὸ πλήρωμα.
Ἰστίῳ τῶν κόπων σου τῶν μακρῶν, εἰς ἄκλυστον ὅρμον, καὶ γαλήνιον τοῦ Χριστοῦ, ἔφθασας διό σε, Χρυσόστομε λιτάζων, εἰρήνην μοι βραβεύειν, τὴν ὑπὲρ ἔννοιαν.
Σαγήνη τῶν λόγων σου ὡς ἰχθεῖς, ἐξώγρεις τὰ πλήθη ὦ Χρυσόστομε ἱερέ, Σμύρνης τὲ ὁλκάδα, συνέσει σταθηρᾷ σου, εἰς θείαν Βασιλείας λιμένας ἴθυνας.
Ἰδὼν τῆς ψυχῆς σου τὸ καθαρόν, καὶ τῆς σῆς καρδίας τὸ ἀθόλωτον ὁ Χριστός, μύρῳ ἔχρισέ σε τῆς Ἀρχιερωσύνης, Χρυσόστομε καὶ οἶκον, Αὐτοῦ ἐποίησεν.
Δάκρυσιν ἐνέσπειρας εἰς ἀγρούς, καρδιῶν τὸν σπόρον ὦ Χρυσόστομε τὸν καλόν, ὅθεν νῦν θερίζεις, αἰῶνας εἰς ἀπείρους, χαρᾶς διαμενούσης, τὴν ἀγαλλίασιν.
Ὤφθης πενομένων διατροφεύς, ῥάβδος βακτηρίας καμπτομένων ἐν λυπηροῖς, αὔρα τῆς ἐλπίδος, πενθοῦντων παρακλήτωρ, φιλάγαθος πατήρ τε πᾶσι Χρυσόστομε.
Ῥήμασι καὶ γράμμασιν ἱεροῖς, ένουθέτεις Σμύρνης, ὦ Χρυσόστομε τὸν λαόν, ὡς ὁ χρυσοῤῥήμων, οὗ ἔλαβες τὴν κλήσιν, γενόμενος τῇ πράξει στόμα παρήγορον.
Ἄνερ θειοτάτων νοσταλγιῶν, πνεύματος ἐργάτα, τῆς θυσίας τε ἐραστά, δίδου μοι τὸ στέργει, Χρυσόστομε τὰ ἄνω, Χριστοῦ δὲ προσταγμάτων φίλον γενέσθαι με.
Σὺν χοροστασίαις Ἀγγελικαῖς, Ἄγγελον τῆς Σμύρνης, ἐπαινέσωμεν ἐν ᾠδαῖς, ἄρτι μαρτυρίου, ὁδεύσαντα τὴν τρίβον, Χρυσόστομον τὸν πάνυ Ἑλλάδος καύχημα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί…
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μέγαν Μάρτυρα, ἡ Ἐκκλησία, μέγαν πρόμαχον, γένους Ἑλλήνων, τὸν τῆς Σμύρνης ὑμνοῦμεν Χρυσόστομον. Καὶ γὰρ γενναίως ἀθλήσας ὑπέμεινεν, ὑπὲρ Πατρίδος καὶ Πίστεως θάνατον, Ἱεράρχου τε ὑπόδειγμα Ἑαυτὸν ἀνέδειξε, τὸν στέφανον λαβὼν τὸν ἀμάραντον.
Ἕτερος. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Προποντίδος τὸν γόνον, Ἑλλάδος τὸ καύχημα, τῆς Μικρασίας φωστῆρα, ποιμένα Σμύρνης σοφόν, ἀνυμνήσωμεν πιστοὶ θεῖον Χρυσόστομον, ὅς ἠρετίσατο Σταυρόν, καὶ τὸ στέφος ἀκανθῶν, ποτήριον Μαρτυρίου, ὑπὲρ πίστεως καὶ πατρίδος, πιὼν ἐσφάγη ὡς ἀμνὸς λογικός.
Πρὸ τοῦ Δι’ εὐχῶν. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίρει, Μικρασία ἐπὶ σοί, χαίρει ἡ Ἑλλὰς τῶν ἡρώων, καὶ τῶν Μαρτύρων ἡ γῆ, Δράμα ἐξαιρέτως δε, ἐν σοὶ σεμνύνεται, καὶ καυχᾶται τῷ πνεύματι, τῆς Σμύρνης ὁ θρόνος, ὅνπερ κατηγλάισας, τῇ πολιτείᾳ σου, ἅμα συναγάλλονται τάξεις, πᾶσαι τῶν Μαρτύρων ἅς δόξῃ, ἱερὲ Χρυσόστομε ἐκόσμησας.
Χεῖρας, κατασπάζομαι τὰς σας, τὰς κατακοπεῖσα τῷ ξίφει, θηριοτρόπων ἐχθρῶν, πάντιμε Χρυσόστομε, τῆς Σμύρνης ἄγγελε, ὀφθαλμοὺς μακαρίζω σε, δεινῶς ὀρυχθέντας, γλῶσσαν τὴν κοπεῖσάν σου, σὺν τῷ προσώπῳ σου, ἅμα πολιὰν γενειάδα, ἥν ἀφηρηκότες ἐν πόθῳ, δριμυτάτοις εὗρες τέλος ἅγιον.
Χαίροις, εὐτολμίας ὁ κανών, μεγαλοψυχίας τὸ μέτρον, ἀνδρείας πύργος στεῤῥός, λύχνος εὐπρεπέστατος, Χριστοῦ Χρυσόστομε, τοῖς Αὐτοῦ παραγγέλμασιν, ἀκούσας εἰπόντος, ὅστις μου τὸ Ὄνομα, οὐκ ἀπαρνήσεται, οὗτος τῆς ζωῆς ἀπολαύσει, ἔσπευσας προθύμως θανάτου, τοῦ ὑπὲρ Χριστοῦ πιεῖν τὸ ποτήριον.
Χαίρει, τῶν Μαρτύρων ὁ χορός, ὁμολογητῶν ἅπας δῆμος, Ἱεραρχῶν ἡ πληθύς, Ἄγγελοι ἀγάλλονται, ἐν σοὶ Χρυσόστομε, τὸν γὰρ δρόμον τετέλεκας, τὴν πίστιν τηρήσας, δοὺς τὴν θεοβράβευτον, ὁμολογίαν σου, ταύτην μαρτυρίῳ σφραγίσας, ἔνδον τοῦ νυμφῶνος εἰσῆλθες, καὶ δικαιοσύνης στέφος ἔλαβες.
Δι’ εὐχῶν.



                                          πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου