Κατηγορίες αναρτήσεων

Πέμπτη 29 Σεπτεμβρίου 2016

ΣΕΠΤΕΜΒΡΙΟΣ 29!! ΑΓΙΑ ΚΑΣΔΟΑ ΜΑΡΤΥΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μετὰ τὴν θείαν ἐξανάστασιν Λόγε, ὅτε τὸ Πνεῦμά Σου ἀπέστειλας πᾶσι, τοῖς προσκυνοῦσι τὴν οἰκονομίαν Σου, τότε καὶ νεάνιδες, κατεφρόνησαν πάντων, καὶ Σοὶ ἠκολούθησαν, ὡς Νυμφίῳ καὶ Κτίστῃ, ἐξ ὧν ἡ Μάρτυς τε καὶ βασιλίς, Κασδόα τούτων, ἐξάρχει ταῖς χάρισιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών. 
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Σκιρτῶσα Κασδόα ἐν οὐρανῷ, καὶ τῶν τοῦ Ὑψίστου, πληρουμένη μαρμαρυγῶν, φώτισον τὸν νοῦν μου σαῖς πρεσβείαις, καὶ σκοτασμοῦ τῶν παθῶν με ἀπάλλαξον.
Θερμῶς ἱκετεύω σε ὁ οἰκτρός, ταῖς σαῖς ἱκεσίαις, ὦ Κασδόα νύμφη Χριστοῦ, δυσχερῶν τοῦ βίου λύτρωσαί με, καὶ τῶν παθῶν μου τὸν τάραχον κόπασον.
Ἀφθόνως τὴν χάριν παρὰ Θεοῦ, ὡς Μεγαλομάρτυς, εἰληφὼς ὦ Γοβδελαᾶ, πρυτάνευσον ταύτην τοῖς ἐν πίστει, ἐπιτελοῦσι τὴν μνήμην σου Ἅγιε.
Θεοτοκίον.
Σὺ εἶ Παρθένε ἄσπιλε τῆς ἐμῆς, ψυχῆς ταλαιπώρου, ἡ ἰσχύς τε καὶ ἡ ἐλπίς, τῆς δ’ ἐσκοτισμένης μου καρδίας, Σὺ εἶ τὸ φῶς τὸ ἀνέσπερον Δέσποινα.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Χαίρουσα πανόλβιε, ἐν οὐρανῷ σὺν ταῖς Μάρτυσιν, πάντας ἡμᾶς, φρούρησον εὐχαῖς σου, καὶ παθῶν ἐλευθέρωσον.
Ὕμνον χαριστήριον, ὁ σὸς οἰκέτης προσφέρω σοι, διασωθείς, παθῶν καὶ κινδύνων, ὦ Κασδόα πρεσβείαις σου.
Λαβὼν ὦ πολύαθλε, παρὰ Χριστοῦ χάριν ἄφθονον, ταύτην πιστοῖς, διάδος εὐχαῖς σου, Γοβδελαᾶ πολυΰμνητε.
Θεοτοκίον.
Ἔχεις ἐν ἀγκάλαις Σου, τὸν Ποιητὴν πάσης κτίσεως, Τοῦτον· διὸ δυσώπει Παρθένε, ἐκ κινδύνων ῥυσθῆναί με.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν ἁγίων αἱμάτων σου, οἱ κρουνοὶ Κασδόα κατέσβεσαν, τὴν δεινὴν παθῶν μου φλόγωσιν, καὶ εἰς σωτηρίαν με ὡδήγησαν.
Ἐντρυφῶσα πανένδοξε, καὶ ἐνηδομένη θείαις λαμπρότησι, τῶν τιμώντων σε μνημόνευε, καὶ ἐκ νόσων ῥύου ταῖς πρεσβείαις σου.
Ἐπὶ σὲ νῦν κατέφυγον, ὦ Γοβδελαᾶ Μάρτυς πολύαθλε, μὴ παρίδῃς με τὸν ἄθλιον, ἀλλ’ εὐχαῖς σου θείαις διαφύλαξον.
Θεοτοκίον.
Ῥάβδον θείαν ὁ ἔνδοξος, πάλαι Ἡσαΐας Σε κατωνόμασεν, ἄνθος φέρουσαν τὸν Κύριον, Θεοτόκον Μῆτερ ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θείαις καλλοναῖς, τοῦ Νυμφίου σου ἀοίιμε, ἐλαμπομένη τῶν ὑμνούντων σε, νῦν τὰς καρδίας, ταῖς εὐχαῖς σου καταφώτισον.
Κύμασι δεινοῖς, τῶν τοῦ βίου περιστάσεων, βυθιζομένους ἡμᾶς καὶ θλίψεσι, Κασδόα Μάρτυς, ταῖς εὐχαῖς σου ἐλευθέρωσον.
Νῦν αἱ δωρεαί, ὡς πηγαὶ πιστοῖς ἰάσεων, ταῖς λιταῖς σου ἐπιχέονται, Γοβδελαᾶ ἐκ Θεοῦ τοῖς προσιοῦσί σε.
Θεοτοκίον.
Ἄχραντε ἁγνή, τῆς ψυχῆς μου τ’ ἀῤῥωστήματα, καὶ τοῦ σώματός μου ἴασαι, ταῖς μητρικαῖς Σου πρεσβείαις, Κόρη πανάσπιλε.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἐλήλυθε φωταυγής, σεμνὴ Κασδόα ἡ μνήμη σου, φωτίζουσα τοὺς πιστῶς, τιμῶντάς σε ἔνδοξε, καὶ σκότος διώκουσα, παθῶν ἀνιάτων, καὶ δαιμόνων ταῖς πρεσβείαις σου.
Ὑμνοῦσα σὺ τὸν Θεόν, ἐν οὐρανῷ σὺν ταῖς Μάρτυσιν, μὴ παύσῃ οὖν ἐκτενῶς, πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πίστει τιμώντων σε, καὶ ἐξαιτουμένω, τὴν σὴν χάριν παναοίδιμε.
Οἱ προσιόντες πιστῶς, Γοβδελαᾶ ἀξιάγαστε, ἐν τῷ σεπτῷ σου ναῷ, τὴν ῥῶσιν λαμβάνουσι, καὶ τὴν ἀπολύτρωσιν, πάντων τῶν κινδύνων, καὶ δεινῶν ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Ἱλάσθητί μοι Σωτήρ, πολλὰ ἀφρόνως Σοι πταίσαντι, καὶ τῆς μενούσης ἐκεῖ, κολάσεως λύτρωσαι, ἔχων δυσωποῦσάν Σε, Κασδόαν τὴν θείαν, καὶ τὴν ἄχραντον Μητέρα Σου.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου καλλιμάρτυς, ὅτι σὲ ἐν πειρασμοῖς ἀεὶ προβαλλόμεθα, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀνέτειλεν ἡμῖν, λαμπρὰ ὥσπερ ἥλιος, ἡ μνήμη σου σεμνή, Κασδόα πανεύφημε, νέφη τῶν παθῶν ἀποδιώκουσα, καὶ τὴν ἀχλὺν τῶν νόσων σκεδάζουσα, ταῖς θείαις πρὸς Κύριον πρεσβείαις σου.
Προκείμενον: Μύρον ἐκκενωθὲν ὄνομά Σου, διὰ τοῦτο νεάνιδες ἠγάπησάν Σε.
Στ.: Εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν.
Εὐαγγέλιον Μαρτυρικόν.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅλην ἀποθέμενοι, βασιλικὴν φαντασίαν, ὀπίσω σου ἔδραμεν, δυὰς τῶν Μαρτύρων τε ἡ πολύαθλος, τῶν πιστῶν καύχημα, καὶ Μαρτύρων δόξα, βασιλέων ἐγκαλλώπισμα, Περσίδος βλαστήματα, δεῦτε οὖν πιστῶς εὐφημήσωμεν, Κασδόαν τὴν πανένδοξον, καὶ Γοβδελαᾶν τὸν ἀοίδιμον, οὗτοι γὰρ νομίμως, ἀθλήσαντες στεῤῥῶς διὰ Χριστόν, ἐν παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Νυμφίῳ Κασδόα τῷ Ὑψίστῳ, στεφηφόρος ἀεὶ παρισταμένη, ὑπὲρ πάντων ἡμῶν, τῶν σὲ ὑμνολογούντων, διηνεκῶς ἱκέτευε, τοῦ ῥυσθῆναι ἐκ κινδύνων.
Ἄνω χοροῖς τῶν Ἀσωμάτων, τὴν ὑπέρθεον ὑμνολογεῖς Τριάδα, ὑπὲρ πάντων ἡμῶν, πρεσβεύουσα ἀπαύστως, Κασδόα παναοίδιμε, τῶν ἐξ πόθου σε τιμώντων.
Ἵνα Γοβδελαᾶ τιμῶ σε, καὶ δοξάζω σου τὰς θείας ἀριστείας, ἀσθενείας δεινάς, σοὺς δούλους τυραννούσας, ἰάτρευσον καὶ δώρησαι, τὴν κατ’ ἄμφω τε ὑγείαν.
Θεοτοκίον.
Ἔμμονον ἔχων τὴν κακίαν, καὶ δεδούλωμαι ἀτόποις συνηθείαις, εὐσπλαγχνίᾳ τῇ Σῇ, προστρέχω καὶ κραυγάζω, διάσωσόν με πάναγνε, μητρικαῖς Σου ἱκεσίαις.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ῥέει ἄφθονον χάριν ἰαμάτων, ἡ πανσέβαστος καὶ ἱερὰ εἰκών σου, καὶ νοσημάτων σβέννυσι τοὺς ἄνθρακας, καὶ τοὺς φλεγομένους, θλίψεσι παντοίαις, ἐνθέως ἀναψύχει.
Σὲ ὑμνοῦσιν χορεῖαι Ἀσωμάτων, τὸν παντάνακτα καὶ Κύριον τῆς δόξης, μετὰ Γοβδελαᾶ Μάρτυρος, τοῦ θεόφρονος, ὦ Τριὰς Ἁγία, φρούρει ἡμᾶς πάντας, τῷ θείῳ σου ἐλέει.
Θεοτοκίον.
Ἐμακρύνθην ἐκ Σοῦ καὶ ἐβδελύχθην, τοῖς κακοῖς μου· διὸ καὶ ἐγεννήθην, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ μου, ἀλλὰ μὴ παρίδῃς, δέομαι Παρθένε, εἰς τέλος τὸν Σὸν δοῦλον.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ὡς νύμφη καὶ ὡς Μάρτυς περικαλλής, καλλοναῖς τῶν σῶν ἄθλων ἐξέλαμψας, ἡλιακῶν, πλέον Ἀθληφόρε μαρμαρυγῶν, καὶ τῶν πιστῶν ἐφώτισας, ἔνδοξε Κασδόα νῦν τὰς ψυχάς, τῶν πόθῳ τὴν ἁγίαν, καὶ ὄντως φωτοφόρον, ἐπιτελούντων σου πανήγυριν.
Τριαδικόν.
Θεότης ἑνιαῖα καὶ φοβερά, τρισυπόστατε Κύριε ἄναρχε, μόνε Θεέ, ὕψιστε παντάρχα παμβασιλεῦ, Σὲ λιτανεύει κράτιστε, ἅπασα ἡ κτίσις τὸν πλαστουργόν, καὶ πᾶσαι αἱ χορεῖαι, Ἁγίων σὺν τῷ θείῳ, Γοβδελαᾷ τῷ καρτερόφρονι.
Θεοτοκίον.
ᾨδάς Σοι εὐχαρίστους πάντες ἡμεῖς, οἱ οἰκοῦντες Σὸν οἶκον προσφέρομεν, Μῆτερ Θεοῦ, ὅτι διασώζεις πάντας ἡμᾶς, ἐκ πάσης περιστάσεως, τρέφεις τε καὶ θάλπεις καὶ προνοεῖς, ἀλλ’ οὖν δεόμεθά Σου, καὶ θείας Βασιλείας, μετὰ τὸ τέλος καταξίωσον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ἔγειρον ἐκ λάκκου ἁμαρτιῶν, τὴν ψυχήν μου Μάρτυς, ὀλισθήσασαν χαλεπῶς, καὶ πρὸς μετανοίας, ὁδήγησόν με τρίβους, Κασδόα Ἀθληφόρε, τὸν εὐφημοῦντά σε.
Δόξῃ Ἀθλοφόρε μαρτυρικῇ, παρεστὼς τῷ θρόνῳ, τοῦ παντάνακτος καὶ Θεοῦ, μέμνησο τῶν πίστει, τὴν μνήμην σου τελούντων, Γοβδελαᾶ τρισμάκαρ, Μαρτύρων καύχημα.
Τῆς ψυχῆς ἐδήλουν τὴν καλλονήν, σώματος τὸ κάλλος, παρθενία δέ σου λαμπρά, ἡρμόσθη Νυμφίῳ, τῷ ἀθανάτῳ Μάρτυς, Κασδόα Ἀθληφόρε· ὅθεν τιμῶμέν σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, προμηθείᾳ θεϊκῇ, προγιγνωσκομένη Κασδόα, σαφῶς ἐκέκλησο, τότε παναοίδιμε πάντα κατέλιπες, καὶ τρυφὰ καὶ βασίλεια, καὶ πλοῦτον καὶ δόξαν, καὶ πρὸς τὸν καλοῦντά σε Νυμφίον ἔσπευσας, σὺν Γοβδελαᾷ τῷ γενναίῳ, πάντα ὑπομείνασα Μάρτυς, ἵνα τῆς Αὐτοῦ τύχῃς λαμπρότητος.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.


                                     πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου