Κατηγορίες αναρτήσεων

Πέμπτη 15 Σεπτεμβρίου 2016

ΣΕΠΤΕΜΒΡΙΟΣ 15!! ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΙΚΗΤΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ
 
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ὑπερθαύμαστον Χριστοῦ στρατιώτη, τὸν καταισχύναντα ἐχθροῦ τὰς ἐφόδους, οἱ εὐσεβεῖς ὑμνήσωμεν κραυγάζοντες· Μάρτυς ἀκατάπληκτε, τοῦ Κυρίου Νικήτα, ταῖς πανευπροσδέκτοις σου, πρὸς Αὐτὸν ἱκεσίαις, ὡς συμπαθὴς διάσωσον ἡμᾶς, ἀπὸ κινδύνων, καὶ πάσης κακώσεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις:  Κυρίλλου
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Συνὼν τῶν Μαρτύρων ταῖς στρατιαῖς, ἐν τῷ οὐρανίῳ, στρατοπέδῳ Μάρτυς σοφέ, Νικήτα τὸν πάντων Βασιλέα, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς καθικέτευε.
Ἐξήνθησας Μάρτυς ἐξ ἀκανθῶν, μυρίπνοον ἄνθος, εὐωδίαν τὴν μυστικήν, Νικήτα παμμάκαρ ἀποπνέων, δι’ ἧς ψυχήν μου τὴν τάλαιναν μύρισον.
Ποικίλοις χειμάζομαι πειρασμοῖς· διὸ καταφεύγω, τῇ ἁγίᾳ σου ἀρωγῇ, Νικήτα παμμάκαρ ἀνακράζων· ἐλεήσόν με εὐχαῖς ταῖς τιμίαις σου.
Θεοτοκίον.
Κυήσασα ἄχραντε τοῦ Πατρός, τὸν ἄναρχον Λόγον, κόσμον ἔσωσας τῆς φθορᾶς· διό Σε ἀεὶ ἀνευφημοῦμεν, πανευλαβῶς τὴν Σὴν χάριν αἰτούμενοι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Στρατιώτης Κυρίου περιφανὴς πέφηνας, καὶ διὰ πυρὸς τὸν ἀγῶνα χαίρων ἐτέλεσας· ὅθεν Νικήτα ἡμῖν, πολεμουμένοις κακίᾳ, τοῦ ἐχθροῦ συμμάχησον, ὡ συμπαθέστατος.
Τῷ πυρὶ ὦ Νικήτα τῶν ἱερῶν ἄθλων σου, τὴν δαιμονικὴν τῶν εἰδώλων πλάνην ἐνέπρησας· ὅθεν πολύαθλε, τὰς τῶν παθῶν μου ἀκάνθας, τῷ πυρὶ κατάφλεξον, τῆς ἱκεσίας σου.
Ἐγκωμίοις τιμῶμεν τοὺς καρτεροὺς πόνους σου, οὓς τῶν οὐρανίων τῷ πόθῳ, Νικήτα ἤνεγκας, καὶ ἀνακράζομεν· ὑπὲρ ἡμῶν τὸν Δεσπότην, Μάρτυς ἐξιλέωσαι, ταῖς μεσιτείαις σου.
Θεοτοκίον.
Ὑπερύμνητε Κόρη τὸν παλαιὸν ἄνθρωπον, θέλων ὡραιῶσαί με Λόγος, ὁ ὑπερούσιος, σάρκα προσείληφεν, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων· ὢ τῶν μυστηρίων Σοθ! Δι’ ὧν σῳζόμεθα.
Διάσωσον, μεγαλομάρτυς Νικήτα τῇ χάριτί σου, τῶν τοῦ δολίου ἐχθροῦ ἐπιθέσεων, τοὺς σύμμαχόν σε ἐν πίστει προσκαλουμένους.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀθλήσας στεῤῥῶς Νικήτα μέχρι αἵματος, Χριστοῦ τοῦ Θεοῦ, τὸ πάθος ἐξεικόνισας, καὶ αὐτῷ παρίστασαι, ἀνεσπέρω φωτὶ λαμπρυνόμενος· διὸ φῶς αἴτει ἄνωθεν ἡμῖν, ὡς ἔχων πλουσίαν τὴν συμπάθειαν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νικητὴς δι’ ἀθλήσεως, γεγονὼς Νικήτα ἀκαταγώνιστε, κατ’ ἐχθροῦ τοῦ παναλάστορος, νικητήν με εὐχαῖς σου ἀπέργασαι.
Μετανοίας τὰς πύλας μοι, ἔνδοξε Νικήτα δεῦρο ὑπάνοιξον, τῆς ἐνθέου σου χρηστότητος, τῷ ἀνοικτηρίῳ ἱκετεύω σε.
Τοὺς πιστῶς καταφεύγοντας, τῷ σεπτῷ ναῷ σου Νικήτα κράτιστε, τῆς εὐνοίας σου ἀξίωσον, ὡς ἂν εὐφημοῦμέν σε σῳζόμενοι.
Θεοτοκίον.
Ῥυπωθεὶς δι’ ἀμέλειαν, Μῆτερ καταφεύγω τῇ εὐσπλαγχνίᾳ Σου, καὶ κραυγάζω Σοι· ἀνάβλυσον, μετανοίας μοι ὕδωρ καθάρσιον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σθένει τοῦ Σταυροῦ, Ἀθλητὴς φανεὶς ἀήττητος, ἐξεδήμησας πρὸς ἄπονον ζωήν, μνημονεύων ὦ Νικήτα τῶν τιμώντων σε.
Βλῦσον δαψιλῶς, τῶν χαρίτων σου τὰ νάματα, ὦ Νικήτα Ἀθλοφόρων καλλονή, τοῖς προσπίπτουσι πιστῶς τῇ συμπαθείᾳ σου.
Βλέψον ἐφ’ ἡμᾶς, ἱλαρῷ Νικήτα ὄμματι, καὶ πρυτάνευσον ἡμῖν τοῖς ταπεινοῖς, ταῖς εὐχαῖς σου τῶν πταισμάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Ἴθυνον ἡμῶν, ἀσφαλῶς τὰ διαβήματα, πρὸς νομὰς τὰς ζωηφόρους Μαριάμ, βακτηρίᾳ ἀληθεῖ τῆς συμπαθείας Σου.
                    
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Θυσίαν ζῶσαν Θεῷ, σαυτὸν Νικήτα προσήνεγκας, πυρὶ ὁλοκαυτωθείς, ὡς πλήρης φρονήσεως· διὸ εὐφημοῦμέν σε, τὰς πρὸς τὸν Δεσπότην, ἐξαιτοῦντες ἱκεσίας σου.
Εἰρήνην ταῖς σαῖς εὐχαῖς, τοῖς εὐφημοῦσί σε δώρησαι, καὶ πᾶσι τὸν ἱλασμόν, Νικήτα χορήγησον, Χριστὸν ἱλεούμενος, τὸν δοξάσαντά σε, Ἀθλητὴν ὡς περιλάλητον.
Διάσωσον συμπαθῶς, ἀπὸ κινδύνων καὶ θλίψεων, καὶ πάσης ἐπιβουλῆς, Νικήτα πανεύφημε, τοὺς ἀγαλλιάσεως, ἐν φωνῇ ὑμνοῦντας, τὴν πληθὺν τῶν θαυμασίων σου.
Θεοτοκίον.
Λυτρούμενος διὰ Σοῦ, τῶν καθ’ ἑκάστην θλιβόντων με, Μαρία Μῆτερ Θεοῦ, πιστῶς ἀνακράζω Σοι· ἁγνὴ χαῖρε Δέσποινα, ἡ τῶν ἐν ἀνάγκαις, προστασία ἀκαταίσχυντος.
Διάσωσον, μεγαλομάρτυς Νικήτα τῇ χάριτί σου, τῶν τοῦ δολίου ἐχθροῦ ἐπιθέσεων, τοὺς σύμμαχόν σε ἐν πίστει προσκαλουμένους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς νικητὴς φερωνύμως ἀήττητος, παρὰ Θεοῦ ὑπεδέξω τὸ νίκηθρον, Νικήτα μαρτύρων ἀγλάϊσμα· διὸ ἡμῖν εὐλαβῶς εὐφημοῦσί σε, τὴν θείαν σου χάριν πρυτάνευσον
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Μαρτυρικόν..
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Νίκης τὸ διάδημα, ὡς νικητὴς φερωνύμως, παρὰ τοῦ παντάνακτος, οὐρανόθεν εἴληφας παμμακάριστε· καὶ ἀνελήλυθας, κατηγλαϊσμένος, μαρτυρίου σου τοῖς στίγμασιν, εἰς τὰ οὐράνια, δόξης τῆς ἀφθάρτου σκηνώματα, Νικήτα καὶ παρίστασαι, νῦν τῷ Ἀθλοθέτῃ θεούμενος. Αὐτὸς οὖν δυσώπει, ὡς ἔχων παῤῥησίαν ἐκτενῶς, ὑπὲρ ἡμῶν ἵνα εὕρωμεν, ὀφλημάτων ἄφεσιν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνεδείχθης πολίτης καρτερῶς ἐναθλήσας τῆς Βασιλείας Χριστοῦ, Νικήτα Ἀθλοφόρε, ἧς μέτοχόν με δεῖξον, συμπαθῶς τὸν ἀνάξιον, καθικετεύων θερμῶς, Θεὸν τὸν ἐν Τριάδι.
Δεξιοῖς με προβάτοις ὅταν κρίνῃς τὸν κόσμον σύνταξον Λόγε Θεοῦ, πρεσβείαις εὐπροσδέκτοις, Νικήτα τοῦ ἐνδόξου, τοῦ νομίμως ἀθλήσαντος, διὰ πυρὸς ὑπὲρ σοῦ, τοῦ μόνου ζωοδότου.
Νοσημάτων παντοίων πειρασμῶν τε κινδύνων καὶ συμφορῶν χαλεπῶν, συντήρει ἀνωτέρους, Νικήτα Ἀθλοφόρε, τοὺς πιστῶς ἐκβοῶντάς σοι· χαῖρε Χριστοῦ τοῦ Θεοῦ, ὁ θεῖος στρατιώτης.
Θεοτοκίον.
Λυμαινόμενος Μῆτερ τοῦ ἀρχαίου δυνάστου ἐπιδρομαῖς χαλεπαῖς, θερμῶς Σε ἱκέτευω, ὡς ἄμετρον πλουτοῦσα, πρὸς ἀνθρώπους συμπάθειαν, ἐλέησόν με τὸν Σόν, πανάθλιον οἰκέτην.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὸ τῆς κακίας, σκότος διάλυσον Μάρτυς, τὸ καλύψαν τὴν ἀθλίαν μου καρδίαν, φωτὶ τῷ ἀΰλῳ, τῆς θείας χάριτός σου.
Σκέπε ἀπαύστως, τῶν πρεσβειῶν σου τῇ σκέπῃ, τοὺς ὑμνοῦντάς σε Νικήτα Ἀθλοφόρε, καὶ ἀσπαζομένους, τὴν θείαν σου εἰκόνα.
Ῥώμην μοι δίδου, καὶ ψυχικὴν εὐτονίαν, παμμακάριστε Νικήτα Ἀθλοφόρε, ἵνα τοῦ Κυρίου, τὸ θέλημα πληρώσω.
Θεοτοκίον.
Ὄμβρισον Μῆτερ, ζωῆς ἀΰλου τὸ ὕδωρ, τῇ ἀθλίως αὐχμωθείσῃ μου καρδίᾳ, ἵνα Σε γεραίρω, τὴν κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ θεῖος Ἀθλοφόρος, καὶ δεδοξασμένος, Μάρτυς Νικήτα θερμῇ ἀντιλήψει σου, τῆς ἐν τῷ κόσμῳ, με ζάλης, δεῖξον ἀνώτερον.
Εἰρήνευσον τὸν κόσμον, ἄρχον τῆς εἰρήνης, ταῖς τοῦ Νικήτα θερμαῖς παρακλήσεσι, τοῦ διά σε ἠθληκότος, ἐνθέῳ ἔρωτι.
Νικήτα Ἀθλοφόρε, τῇ σαλευομένῃ, ταῖς προσβολαῖς τῆς κακίας καρδίᾳ μου, ὡς συμπαθὴς τὴν γαλήνην, δεῦρο πρυτάνευσον.
Θεοτοκίον.
Ὑπερδεδοξασμένη, Μῆτερ τοῦ Ὑψίστου, ἐν σωφροσύνῃ τελείᾳ τὸν βίον μου, ἐνίσχυσόν με διάγειν, ὡς εὐσυμπάθητος.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν Μαρτύρων κλέος λαμπρόν, ἔνδοξε Νικήτα, ὡς ἀθλήσας περιφανῶς· χαίροις ὁ νικήσας, τὸν ὄφιν φερωνύμως, καὶ νίκηθρον ὑψόθεν, λαβὼν τὸν ἄφθαρτον.
Τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, τὸν ἐνηθληκότα, σθένει θείῳ διὰ πυρός, Νικήτα ἐν ὕμνοις, τιμήσωμεν ἀξίως, τὴν μνήμην ἐκτελοῦντες, αὐτοῦ τὴν εὔσημον.
Τὸν τροπαιοφόρον τοῦ Ἰησοῦ, Μάρτυρα Νικήτα, εὐφημήσωμεν οἱ πιστοί· οὗτος γὰρ ἀνδρείως, πυρποληθεὶς τὸ σῶμα, τὴν ὕλην τῆς ἀπάτης, ἐναπετέφρωσε.
Χαίροις εὐσεβείας ἄνθος τερπνόν, καὶ τῆς Ἐκκλησίας, ὁ ἀσύλητος θησαυρός· χαίροις Ὀρθοδόξων, ἡ φωταυγὴς λυχνία, Νικήτα Ἀθλοφόρε, ἀκαταγώνιστε.
Ἀνδρείως ἀθλήσας διὰ Χριστόν, εἴληφας τὴν χάριν, τῶν ἰάσεων δαψιλῶς, δι’ ἧς πολυτρόπως, τοὺς χρήζοντας Νικήτα, εὐεργετεῖν τιμῶντας, τὴν θείαν μνήμην σου.
Χαίρων τῶν βασάνων ὑπενεγκών, τὰς σφοδρὰς αἰκίας, ὦ Νικήτα διὰ Χριστόν, τῆς ἐπουρανίου, τρυφῆς κατηξιώθης, σὺν τῶν Ἁγίων Πάντων, ταῖς ὁμηγύρεσιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, καρτερόφρον Ἀθλητά, ὁ διὰ πυρὸς ἐναθλήσας, ὑπὲρ τῆς δόξης Χριστοῦ· χαίροις ὁ τὸν βάσκανον, αἰσχύνας δράκοντα· χαίροις νίκης τὸν στέφανον, λαβὼν οὐρανόθεν, καὶ ζωῆς τὴν κρείττονα, σκηνὴν εὑράμενος· πρέσβευε ἀεὶ τῷ Κυρίῳ, ϊνα τοῖς πιστῶς σε τιμῶσιν, ἱλασμὸν καὶ ἔλεος δωρήσηται.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.

                                             πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου