Κατηγορίες αναρτήσεων

Παρασκευή 19 Αυγούστου 2016

ΑΥΓΟΥΣΤΟΣ 19!! ΟΣΙΟΣ ΘΕΟΦΑΝΗΣ ΝΑΟΥΣΗΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ
 
 
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Σωτῆρος θεοφόρος θεράπων, καὶ κοινωνὸς τῶν θεϊκῶν χαρισμάτων, καὶ τῶν Ὁσίων πάντων ἰσοστάσιος, Ὅσιε Θεόφανες, ἀρωγὸς καὶ προστάτης, φάνηθι τοῖς δούλοις σου, τοῖς πιστῶς σε τιμῶσι, καὶ τῇ σῇ πόλει δίδου δαψιλῶς, τῆς εὐλογίας τῆς σῆς τὰ δωρήματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἡ Θεοφάνους χάρις με σώζοις. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἡλίου τῆς δόξης ταῖς ἀστραπαῖς, Θεόφανες Πάτερ, λαμπρυνόμενος νοητῶς, λῦσον τῶν παθῶν μου τὴν ὁμίχλην, τῇ φωταυγεῖ προστασίᾳ σου Ὅσιε.
Θαυμάτων πηγάζουσα δωρεάν, ἡ θεία σου κάρα, θεραπεύει πάθη δεινά· διὸ τῆς ζωῆς μου τὰς ὀδύνας, ἴασαι Πάτερ Θεόφανες δέομαι.
Ἐν σοὶ καυχωμένη ὡς ἀληθῶς, Ναούσης ἡ πόλις, ἐκλυτροῦται πάσης ὀργῆς, τῇ σῇ ἀντιλήψει θεοφόρε, καὶ ἀνυμνεῖ σου θαυμάτων τὰς χάριτας.
Θεοτοκίον.
Ὁ ἄναρχος Λόγος ὁ τοῦ Θεοῦ, ἐκ Σοῦ σωματοῦται, καὶ ἐν χρόνῳ ὤφθη ἐν γῇ, τὰ χρόνια πάθη ἐξοικίζων, ἐκ τῶν ψυχῶν ἡμῶν Κόρη δι’ ἔλεος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωταυγὲς νέον ἄστρον ὡς ἀληθῶς πέφηνας, Ὅσιε Θεόφανες Πάτερ, βίου λαμπρότητι· ὅθεν ἀπέλασον, τῶν πρεσβειῶν σου τῶ φέγγει, πειρασμῶν καὶ θλίψεων, σκότος ἐπώδυνον.
Ἀπὸ πάσης ἀνάγκης καὶ συνοχῆς λύτρωσαι, τοὺς εἰλικρινῶς προσιόντας, τῇ θείᾳ κάρᾳ σου, Πάτερ Θεόφανες, καὶ τὴν τιμῶσάν σε πόλιν, ἀσινῆ διάσωζε, πάσης στενώσες.
Νάμα ἄϋλον θεῖον ζωοποιὸν Ὅσιε, βλῦσον τῇ θερμῇ σου πρεσβείᾳ, ἡμῖν Θεόφανες, καὶ τὴν φλογίζουσαν, σβέσον πικρὰν ἁμαρτίαν, τὴν καταναλίσκουσαν, ἡμᾶς ἑκάστοτε.
Θεοτοκίον.
Ὄρος ἄγιον θεῖον, καὶ ἐμφανὲς πέφηνας, ὡς οἱ θεηγόροι Προφῆται Σὲ προεκήρυξαν· διὸ πλανώμενον, πρὸς ἀπωλείας με ὄρη, ἕλκυσον καὶ σῶσόν με μόνη πανύμνητε.
Διάσωσον, ἐκ πάσης βλάβης Θεόφανες θεοφόρε, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ πολιοῦχον ἔνθεον, ἡ πόλις σοφὲ Ναούσης κεκτημένη σε, κραυγάζει σοι Θεόφανες· ἀπὸ πάσης ἀνάγκης ἀπάλλαξον, καὶ τῶν ἐν βίῳ δεινῶν συμφορῶν, τοὺς σπεύδοντας Πάτερ τῇ σῇ χάριτι.
                              
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπελθὼν τῆς ἀσκήσεως, Ὅσιε Θεόφανες τὰ παλαίσματα, ἐναρέτως πολιτεύεσθαι, ἡμᾶς ἐνδυνάμωσον δεόμεθα.
Σὲ προστάτην καὶ ἔφορον, Ναουσαῖοι ἔχοντες καταφεύγουσι, πάσῃ ὥρᾳ τῇ πρεσβείᾳ σου, καὶ λυτροῦνται πάσης περιστάσεως.
Χάριν ἄφθονον βλύζουσα, ἡ ἁγία κάρα σου ὦ Θεόφανες, ἁγιάζει τὰς ψυχὰς ἡμῶν, καὶ ἰᾶται πάθη τὰ ἀνίατα.
Θεοτοκίον.
Ἁγνὸν τήρει με πάναγνε, νῷ ψυχῇ καρδίᾳ καὶ ταῖς αἰσθήσεσι, καὶ μακρὰν ἀπ’ ἐμοῦ δίωξον, τὸν πρὸς τὴν ἀπώλειαν ὠθοῦντά με.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥύπων ψυχικῶν, ἡμᾶς κάθαρον Θεόφανες, ἐπομβρίαις τῶν θερμῶν σου πρεσβειῶν, καὶ ὀδύνας τὰς τοῦ σώματος θεράπευσον.
Ἴδε συμπαθῶς, τοὺς προσπίπτοντας τῇ κάρᾳ σου, καὶ ἐκπλήρου τὰ αἰτήματα ἡμῶν, θαυματόβρυτε Θεόφανες μακάριε.
Σκεῦος ἐκλεκτόν, γεγονὼς τοῦ θείου Πνεύματος, ἐκ τῆς χάριτος μετάδος τῆς αὐτοῦ, ταῖς ψυχαῖς ἡμῶν δεόμεθα Θεόφανες.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, τὴν ῥυπῶσάν μου ἐκκάθαρον ψυχήν, καὶ τὸν νοῦν μου μετανοίᾳ περιτείχισον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐδέξω, θαυμάτων χάριν πλουσίαν, χορηγίᾳ τῇ τοῦ Πνεύματος Πάτερ· ἔνθεν δαιμόνων ἐλαύνεις τὴν ῥύμην, καὶ τοῖς αἰτοῦσι παρέχεις ἑκάστοτε, Θεόφανες θαυματουργέ, τὴν θερμήν σου ἐν πᾶσι βοήθειαν.
Στροβεῖ με, ἀλλεπαλλήλων πνευμάτων, τρικυμία διὰ πλῆθος πταισμάτων, ἀλλ’ ὡς λιμένι τῇ σῇ προστασίᾳ, πίστει προστρέχων βοῶ σοι Θεόφανες· ἱλέωσαί μοι τὸν Κριτήν, καὶ πταισμάτων μοι αἴτει συγχώρησιν.
Ὡς θεῖόν σε, πολιοῦχον γεραίρει, καὶ βοᾷ σοι τῆς Ναούσης ἡ πόλις· ἐκ δυσχερείας καὶ πάσης ἀνάγκης, τὸν σὸν λαὸν διαφύλαττε ἄτρωτον, Θεόφανες θαυματουργέ, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.
Θεοτοκίον.
Ζωῆς με, τῆς ἀθανάτου καὶ θείας, ἡ τεκοῦσα τὸν ἀθάνατον Λόγον, τὸν ἀρχηγὸν τῆς ζωῆς Θεοτόκε, συγκληρονόμον ἀπέργασαι δέομαι, ἀπὸ θανάτου χαλεποῦ, ἁμαρτίας ἁγνὴ ῥυομένη με.
Διάσωσον, ἐκ πάσης βλάβης Θεόφανες θεοφόρε, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Θεοφανεία φωτὸς ὑπὲρ ἔννοιαν, τῆς μυστικῆς ἠξιώθης Θεόφανες· διὸ φωτισμῷ τῆς σῆς χάριτος, τὸν σκοτασμὸν τῶν παθῶν ἡμῶν σκέδασον, αἰτούμενος πᾶσι τὰ κρείττονα.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἔργοις τῆς ἀσκήσεως, καὶ καθαρᾶς πολιτείας, Ὅσιε Θεόφανες, τὸν Χριστὸν ἐδόξασας θείῳ ἔρωτι, καὶ λαμπρᾶς ἔτυχες, παρ’ Αὐτοῦ εὔκλειας· Ὃν ἱκέτευε δεόμεθα, πάσης κακώσεως, καὶ ὀδυνηρῶν περιστάσεων, καὶ νόσων τε καὶ θλίψεων, ῥύεσθαι ἡμᾶς τοὺς τιμῶντάς σε, καὶ διδόναι πᾶσι, τὴν λύσιν τῶν πολλῶν ἁμαρτιῶν, καὶ εὐφροσύνην τὴν κρείττονα, τοῖς ἐν λύπαις στένουσι.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὄμβρους πάλαι ὑψόθεν ὡς κατήγαγε Πάτερ ἡ θεία κάρα σου, οὕτω καὶ νῦν ἐξ ὕψους, μὴ παύσῃ ὑετίζων, θεοφόρε Θεόφανες, τῆς προστασίας τῆς σῆς, ἡμῖν τὴν ἐπομβρίαν.
Ἰατρείαν ὡς εὗρεν, ὁ ἀπόγονος Ἄγαρ ἐκ τῶν λειψάνων σου, οὕτω τὴν θεραπείαν, παθῶν τῶν πολυτρόπων, οἱ τιμῶντές σε εὕροιμεν, διὰ τῆς σῆς ἀρωγῆς, Θεόφανες παμμάκαρ.
Συσχεθεὶς ἀπορίᾳ, ὁ λαὸς τῆς Ναούσης ἐξ ἐπελθούσης ποτέ, πανώλους λαοφθόρου, εὕρατο σωτηρίαν, τῇ ὀξείᾳ πρεσβείᾳ σου· ὅθεν εὐσήμως τὴν σήν, Πάτερ κηρύττει χάριν.
Θεοτοκίον.
Γαλουχήσασα Κόρη, τὸν ἐκτρέφοντα πάντα τῷ Αὐτοῦ ῥήματι, διάθρεψον τὸν νοῦν μου, πεινῶντά Σου τὴν χάριν, καὶ μακρὰν ἀποδίωξον, τὸν πολεμοῦντα ἀεί, ὑπούλως τὴν ψυχήν μου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐπιληψίας, ὡς τὴν γυναίκα ἐῤῥύσω, οὕτω λύτρωσαι τῆς τοῦ ἐχθροῦ μανίας, τοὺς σὲ εὐφημοῦντας, Θεόφανες τρισμάκαρ.
Ῥῶσιν σωμάτων, ῥῶσιν ψυχῶν Πάτερ δίδου, τοῖς προστρέχουσι τῇ θαυμαστῇ σου κάρᾳ, καὶ τῶν ἐν τῷ βίῳ, δυσχερειῶν τὴν λύσιν.
Αἱμοῤῥαγίας, γυνὴ τὴν ἴασιν εὗρεν, ὡς προσέδραμε τοῖς θείοις σου λειψάνοις· ὅθεν καὶ ἀνύμνει, τὴν χάριν σου θεόφρον.
Θεοτοκίον.
Σῶσόν με Κόρη, τῇ σωστικῇ Σου δυνάμει, τῆς τοῦ δράκοντος πανωλεθρίου πλάνης, καὶ πρὸς σωτηρίας, κατεύθυνόν με τρίβον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον τὸ ἄλγος, Πάτερ τῆς ψυχῆς μου, καὶ ῥαθυμοῦντα τὸν νοῦν μου διέγειρον, πρὸς ἀληθοῦς μετανοίας γνῶσιν Θεόφανες.
Μὴ παύσῃ προστατεύων, Πάτερ τῆς Ναούσης, τῆς πολιοῦχον καὶ θετόν σε ἔφορον, καταπλουτούσης Θεόφανες παμμακάριστε.
Οἱ πίστει ἀφορῶντες, πρὸς τὴν σὴν πρεσβείαν, πάσης ἀνάγκης καὶ βλάβης ῥυσθείημεν, καὶ θεϊκῆς εὐλογίας τύχοιμεν Ὅσιε.
Θεοτοκίον.
Ὑμνοῦμέν Σου τὸν τόκον, Κεχαριτωμένη, δι’ οὗ φθορᾶς καὶ θανάτου ἐῤῥύσθημεν· τὸν ἀρχηγὸν τῆς ζωῆς γὰρ κόσμῳ ἐκύησας.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τῶν Ἰωαννίνων θεῖος βλαστός, καὶ Ναούσης μέγας, ἀντιλήπτωρ καὶ ἀρωγός, Θεόφανες πέλεις, ἀγγελικῶς βιώσας, καὶ νέμεις τοῖς αἰτοῦσι, χάριν σωτήριον.
Χαίροις ἐναρέτου ζωῆς κανών, καὶ τῆς ἀπαθείας ὁ πολύτιμος θησαυρός· χαίροις τῶν Ὁσίων, ἰσότιμος ἐν δόξῃ, Θεόφανες παμμάκαρ, ἡμῶν ἀντίληψις.
Ἔζησας ὡς ἄγγελος ἐπὶ γῆς, καὶ παρὰ Κυρίου, ἐδοξάσθης ἐν οὐρανοῖς· ὅθεν καὶ θαυμάτων, τὴν χάριν δεδεγμένος, Θεόφανες πηγάζεις, χάριν ἰάσεων.
Χαίροις τῆς Ναούσης ὁ ἀρωγός, καὶ θείος προστάτης, καὶ μεσίτης πρὸς τὸν Χριστόν, χαίροις θεοφόρε, Θεόφανες θεόφρον, Ἀγγέλων συμπολῖτα καὶ ἰσοστάσιε.
Ὥσπερ ἰατρεῖον πνευματικόν, τὴν σεπτήν σου κάραν, κεκτημένοι οἱ εὐσεβεῖς, ἴασιν καὶ χάριν, καὶ θείαν εὐφροσύνην, λαμβάνουσι ἐκ ταύτης, Πάτερ Θεόφανες.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, Ὅσιε Θεόφανες Πάτερ, τῇ ἀντιλήψει σου, ῥῦσαι πάσης θλίψεως, καὶ περιστάσεως, καὶ κινδύνων τὸν τάραχον, κόπασον λιταῖς σου, ὡς θεράπων γνήσιος, τοῦ Παντοκράτορος, δίδου δὲ εἰρήνην ὑψόθεν, καὶ πταισμάτων ἄφεσιν αἴτει, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.



                                      πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου