Κατηγορίες αναρτήσεων

Πέμπτη 28 Ιουλίου 2016

ΕΓΚΩΜΙΑ ΚΑΙ ΕΥΛΟΓΗΤΑΡΙΑ ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ & ΘΕΟΦΟΡΟΝ ΜΗΤΕΡΑ ΗΜΩΝ ΕΙΡΗΝΗΝ ΚΑΘΗΓΟΥΜΕΝΗΝ ΜΟΝΗΣ ΤΟΥ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ



ΕΓΚΩΜΙΑ ΚΑΙ ΕΥΛΟΓΗΤΑΡΙΑ
ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ & ΘΕΟΦΟΡΟΝ ΜΗΤΕΡΑ ΗΜΩΝ
ΕΙΡΗΝΗΝ, ΚΑΘΗΓΟΥΜΕΝΗΝ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΠΕΡΙΠΥΣΤΟΥ
ΜΟΝΗΣ ΤΟΥ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ
Ποιηθέντα ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος
ὑπὸ Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου,
Ὑμνογράφου τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας.
* ιβζ΄ * 2007 * 

 Η θαυματουργική εικόνα της Αγίας Ειρήνης Χρυσοβαλάντου στην Αστόρια της Νέας Υόρκης


ΕΓΚΩΜΙΑ ΚΑΤ’ ΑΛΦΑΒΗΤΟΝ ΚΑΙ ΕΥΛΟΓΗΤΑΡΙΑ
ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ & ΘΕΟΦΟΡΟΝ ΜΗΤΕΡΑ ΗΜΩΝ
ΕΙΡΗΝΗΝ, ΚΑΘΗΓΟΥΜΕΝΗΝ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΠΕΡΙΠΥΣΤΟΥ ΜΟΝΗΣ
ΤΟΥ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ
* * *

ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἦχος πλ.α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Τῆς Ζωῆς τὸ ξύλον, τὸν γλυκὺν Ἰησοῦν,
ὦ Εἰρήνη, γευσαμένη ἀξίωσον,
Τούτου πάντας τοὺς τιμῶντάς σε θερμῶς.
Ἀγαπήσας, Μῆτερ, ὁ Χριστὸς σὴν ψυχήν,
ἐξελέξατο Αὑτῷ εἰς κατοίκησιν,
ἀναδείξας σε παλάτιον τερπνόν.
Βασιλείας κάτω, ἀρνηθεῖσα τιμάς,
Οὐρανίου Βασιλέως γεγένησαι,
νύμφη πάγκαλλος, Εἰρήνη ἱερά.
Γνῶσιν σχοῦσα θείων, ἐπιγείου χαρᾶς,
τὸ πικρὸν οὐκ ἀπεγεύσω ποτήριον,
ἐντρυφῶσα μυστηρίοις οὐρανοῦ.

Δοῦσα κάλλος, πλοῦτον, βίον πάντα Χριστῷ,
ἀντ’ αὐτῶν ἐδέξω, Μῆτερ, χαρίσματα,
ὑπερβαίνοντα ἀνθρώπων λογισμόν.
Εἰρηναίῳ τρόπῳ, εὐχομένη Θεῷ,
τὴν εἰρήνην Παρακλήτου ἐπέτυχες,
ὦ Εἰρήνη, τύπε θείας προσευχῆς.
Ζῇς, Εἰρήνη θεία, ἐν τῇ Ἄνω Σιών,
καὶ παρέχεις τοῖς τιμῶσί σε δόματα,
σὲ μεσίτριαν προβάλλουσι Χριστῷ.
Ἡ Μονή σου, Μῆτερ, οὐρανὸς ἐπὶ γῆς,
ἀνεδείχθη βιοτῇ τῇ ἁγίᾳ σου,
μιμουμένης τῶν ἀγγέλων τοὺς χορούς.
Θεολόγου μῆλα, δωρεὰν θεϊκήν,
δεξαμένη παραδόξως ἡγίασας,
τὴν σὴν ποίμνην διαδόσει τῇ αὐτῶν.
Ἱερεῖον θεῖον, προτιθεῖσα σαὐτήν,
τῷ βωμῷ τῆς τοῦ Χριστοῦ ἀγαπήσεως,
κατευφραίνεις, ὦ Εἰρήνη, τοὺς πιστούς.
Καιομένη, Μῆτερ, τῇ ἀγάπῃ Θεοῦ,
προσευχῇ σου νυχθημέρῳ κατέφλεξας,
τῶν δαιμόνων φαλαγγάρχας μυστικῶς.

Λῦσον δεσμουμένους, ὦ Εἰρήνη, δεσμοῖς,
μισοψύχου διαβόλου ὡς ἔλυσας,
νεανίαν πάλαι θείαις σου εὐχαῖς.
Μύροις σου ἐνθέοις, τῶν σεπτῶν προσευχῶν,
ἐξιλέωσαι, Εἰρήνη, τὸν Κύριον,
Ὃν λυποῦμεν ἁμαρτίαις ταῖς πολλαῖς.
Νοῦν, ψυχήν, καρδίαν, ὦ Εἰρήνη σεμνή,
ἀνακαίνισον τῶν πόθῳ ὑμνούντων σε,
καὶ ἐγκαίνισον ψυχαῖς τὸν Ἰησοῦν.
Ξενωθεῖσα κόσμου, καὶ τῶν κόσμου τερπνῶν,
τὴν Μονὴν Χρυσοβαλάντου ἀνέδειξας,
ἐργαστήριον, Εἰρήνη, ἀρετῶν.
Ὁραμάτων χρήσει, ἐκ θανάτου πικροῦ,
τὸν ἀδίκως συλληφθέντα διέσωσας,
ἀντὶ λύπης προξενήσασα χαράν.
Πατριάρχου νεύσει, Μεθοδίου κλεινοῦ,
διακόνισσα, Εἰρήνη, ἐκλέλεξαι,
σὴν Μονὴν διακονήσασα πιστῶς.
Ῥήμασι χρυσοῖς σου, ἀδελφῶν τὰς ψυχάς,
τῆς Μονῆς Χρυσοβαλάντου ἐχρύσωσας,
ὦ Εἰρήνη, τὸ ἐκμίμημα Χριστοῦ.

Στάσεσι παννύχοις, καὶ πυρπνόοις εὐχαῖς,
μυστηρίων οὐρανοῦ μύστις γέγονας,
ἅ, Εἰρήνη, ἐπεξήγεις ἀδελφαῖς.
Τὴν στεῤῥάν, Εἰρήνη, ἄσκησίν σου ἐχθρός,
μὴ βαστάσας τῷ πυρί σε κατέκαυσε,
ἀναδείξας μάρτυρά σε τοῦ Χριστοῦ.
Ὑπερβᾶσα ὅρους, φυσικοὺς ἀρεταῖς,
ἐκοσμήθης ἐκ Θεοῦ, εἰρηνώνυμε,
καὶ παρέχεις τοῖς πιστοῖς ἁγιασμόν.
Φαιδροτάτῃ ὄψει, ἐμαρτύρεις σαφῶς,
τὴν οἰκοῦσαν σῇ ψυχῇ χάριν Πνεύματος,
ἥν, Εἰρήνη, ἔσχε πάλαι καὶ Μωσῆς.
Χριστοφόρος ναῦς τις, χριστοδώρους καρπούς,
τῇ καρδίᾳ σου, Εἰρήνη, κομίζουσα,
ἐν λιμένι ἀνεπαύθης τοῦ Θεοῦ.
Ψυχικὴν εἰρήνην, δός, Εἰρήνη σεμνή,
αἰτουμένοις τὴν θερμὴν μεσιτείαν σου,
πρὸς Εἰρήναρχον Δεσπότην Ἰησοῦν.
Ὡραϊζομένη, ἀνταυγείαις λαμπραῖς,
ὦ Εἰρήνη, ἐν Ἐδὲμ κατοικήσασα,
καταξίωσον αὐτῶν σοὺς ὑμνητάς.

Δόξα. Τριαδικόν.
Πάτερ, Λόγε, Πνεῦμα, ἡ Τριὰς ἡ σεπτή,
ταῖς πρεσβείαις τῆς Εἰρήνης εἰρήνευσον,
τοὺς τιμῶντας ὀρθοδόξως σε πιστούς.
Καὶ νῦν. Θεοτοκίον
Ὦ Ἁγνή Παρθένε, σὺν Εἰρήνῃ σεμνῇ,
τῷ ἐκ σοῦ σωματωθέντι πρεσβεύσατε,
ὑπὲρ ὅσοι ὑμᾶς σέβουσι πιστῶς.
καὶ πάλιν τὸ α΄.
Τῆς Ζωῆς τὸ ξύλον, τὸν γλυκὺν Ἰησοῦν,
ὦ Εἰρήνη, γευσαμένη ἀξίωσον,
Τούτου πάντας τοὺς τιμῶντάς σε θερμῶς.

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἦχος πλ.α΄. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστι,
μακαρίζειν σε, σεμνὴ Εἰρήνη,
τῆς Χρυσοβαλάντου τὸ καύχημα,
καὶ παρθένων Ἰησοῦ τὴν χαρμονήν.
Ἄγγελοι Θεοῦ,
καθορῶντές σου, Εἰρήνη, βίον,
ἔχαιρον ὁμοῦ καὶ ἐθαύμαζον,
πῶς ἐνίκησας ἐχθροῦ τὰς προσβολάς.

Βρῶσιν ἀγαθήν,
τὴν μελέτην τοῦ Κυρίου νόμου,
ἔχουσα, Εἰρήνη, παρήγαγες,
ὡς καρπὸν χριστοφιλῆ τὰς ἀρετάς.
Γρήγορον τὸν νοῦν,
καὶ φυλάττουσα ψυχὴν ἐν νήψει,
δρόμον ἀσκητῶν προετίμησας,
ἢ ζωὴν βασιλικὴν ἐπὶ τῆς γῆς.
Δόσις ἀγαθή,
ἐκ Κυρίου ὤφθης Ἐκκλησίᾳ,
σοῖς ἀσκητικοῖς ἀγωνίσμασι,
κατευφραίνουσα καρδίας τῶν πιστῶν.
Εἴληφας πολλήν,
τὴν ἐξ ὕψους δύναμιν, σεμνὴ Εἰρήνη,
ὅθεν φιλοχρίστως ἐποίμανας,
μοναστρίας περιπύστου σου Μονῆς.
Ζέουσα θερμῶς,
τῇ πρὸς Κύριον ἁγνῇ ἀγάπῃ,
πόνους προσετίθεις τοῖς πόνοις σου,
ἐκζητοῦσα εὐαρέσκειαν Αὐτοῦ.

Ἤθλησας λαμπρῶς,
συνειδήσει σου, σεπτὴ Εἰρήνη,
ὅθεν δέδωκέ σοι στέφος λαμπρόν,
ἀθλητάρχης Ἰησοῦς ὁ ἀγαθός.
Θαῦμα! πῶς γυνή,
σὺ ἀνδρείοις κόποις τὸν ἐχθρὸν Βελίαρ,
ἴσχυσας πατῆσαι ὁλοσχερῶς,
καὶ ταχθῆναι μεθ’ Ὁσίων τῷ χορῷ.
Ἴασαι κάμοῦ,
τὴν ἀσθένειαν ψυχῆς, Εἰρήνη,
ὥσπερ ἐξιάσω τοὺς πάσχοντας,
ἔτι ζῶσα θείᾳ χάριτι Χριστοῦ.
Κῆπος εὐανθής,
καὶ παράδεισος Χριστοῦ δειχθεῖσα,
μύρων ἀρετῶν σου ὀσμὴν ἡμῖν,
ὦ Εἰρήνη, δίδου τὴν ζωοποιόν.
Λόγοις ἀγαθοῖς,
μοναστρίας θρέψασα Χρυσοβαλάντου,
ἔκθρεψαι καὶ νῦν ὡς φιλότεκνος,
τοὺς ὑμνοῦντάς σε, Εἰρήνη ἱερά.

Μῆλα θαυμαστά,
οὐρανόθεν πέμψας σοι ὁ Θεολόγος,
ἔδειξεν εὐμένειαν ποθητήν,
δι’ ἁγνότητα ψυχῆς σου καθαρᾶς.
Νόων ἱερῶν,
ὑπερήλασας τὸν βίον, Μῆτερ,
φέρουσα γὰρ σῶμα τὸ ἀσθενές,
ὡς ἰσάγγελος ἐτέλεσας τὴν ζωήν.
Ξένη ἀληθῶς,
ἡ ἐπιμονὴ ἐν προσευχαῖς σου, Μῆτερ,
δι’ ὧν ἐξευμένιζες τὸν Θεόν,
καὶ ἐφείλκυες πλουσίως τὰς δωρεάς.
Οὔτε τῆς σαρκός,
αἱ ἀσθένειαι κατίσχυσάν σου,
ἀλλ’ οὐδὲ τοῦ δαίμονος πειρασμοί,
ἐνεπόδισαν, Εἰρήνη, τὰς προσευχάς.
Πῦρ βαλὼν ἐχθρός,
εὐχομένης σου ὁσία Μῆτερ,
δι’ οὗ τῆς σαρκός σου ἀποφορά,
ὡς θυμίαμα προσήχθη τῷ Ἰησοῦ.

Ῥήματα ζωῆς,
οἱ σοὶ λόγοι πρὸς τὰς μοναστρίας,
αἷς εἰκών καὶ ἄγαλμα ἀρετῆς,
ἔμπνουν γέγονας, Εἰρήνη, ἀληθῶς!
Σῶσον καὶ ἡμᾶς,
ὥσπερ ἔσωσας ἐκ τοῦ θανάτου,
τὸν συκοφαντίαις ἐν φυλακῇ,
ὦ Εἰρήνη, θείαις σου εὐχαῖς.
Τύπος γυναιξίν,
ὦ Εἰρήνη, γέγονας Βασιλευούσης,
καὶ κανὼν εὐθύτατος ἀρετῆς,
ἐφελκύουσα αὐτὰς πρὸς τὸν Χριστόν.
Ὕψος νοητόν,
ἡ κυπάρισσος σοῦ καθορῶσα,
ὥσπερ λογικὴ ἀνελάμβανε,
τὴν σὴν σκέπην ἐκ τῆς κεφαλῆς φρικτῶς.
Φώτισον ἡμᾶς,
τοὺς ὑμνοῦντάς σε, ἁγνὴ Εἰρήνη,
ὡς φωτὸς μετέχουσα ἀληθοῦς,
Παραδείσου κατοικήσασα αὐλάς.

Χαίρει σὴ Μονή,
ἐν τῇ μνήμῃ σου, Μῆτερ Εἰρήνη,
ὅθεν ταύτην σκέπε διὰ παντός,
ἐκ παντοίας προσβολῆς δαιμονικῆς.
Ψάλλουσι φαιδρῶς,
τὰς ᾠδάς σοι ταύτας, Μῆτερ,
χάριν ἀντιδώρησαι τοῦ Θεοῦ,
καὶ ἐκπλήρωσιν εὐχῶν ψυχωφελῶν.
Ὡς τοῦ Ἰησοῦ,
οὖσα Κόρη ἀληθοῦς Εἰρήνης,
πρέσβευε, Εἰρήνη, ὑπὲρ ἡμῶν,
εἰρηνεῦσαι ἐκ πολέμου τῶν παθῶν.
Δόξα. Τριαδικόν.
Ὦ Τριὰς σεπτή,
ὁ Πατὴρ Υἱὸς καὶ θεῖον Πνεῦμα,
πρόσδεξαι δεήσεις τῆς δούλης σου,
καὶ εἰρήνην δὸς ἡμῖν τὴν ὑπὲρ νοῦν.
Καὶ νῦν. Θεοτοκίον
Πάναγνε σεμνή,
Ἀειπάρθενε πιστῶν τὸ κλέος,
σὺν σεπτῇ Εἰρήνῃ ἱκέτευε,
τὸν Υἱόν σου ὑπὲρ πάντων τῶν πιστῶν.
καὶ πάλιν τὸ α΄.

Ἄξιόν ἐστι, μακαρίζειν σε, σεμνὴ Εἰρήνη,
τῆς Χρυσοβαλάντου τὸ καύχημα,
καὶ παρθένων Ἰησοῦ τὴν χαρμονήν.

ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, ὕμνους ἑορτίους, Εἰρήνη, ψάλλομέν σοι.
ᾌσμασιν ἐνθέοις, Εἰρήνη, σὲ τιμῶμεν, ὡς νύμφην τοῦ Κυρίου.
Βέλος τῆς ἀγάπης, Χριστοῦ κατέτρωσέ σε, Εἰρήνη μακαρία.
Γάμους ἐπιγείους, ἀρνησαμένη ἔσχες, Νυμφίον τὸν Δεσπότην.
Δαίμονος καθεῖλες, Εἰρήνη, τὰς παγίδας, ἀγγελικῶς βιοῦσα.
Ἐν Μονῇ ἁγίᾳ, Χρυσοβαλάντου εὗρες, λιμένα σωτηρίας.
Ζήσασα ὁσίως, Εἰρήνη, βίβλος ἔμπνους, κατέστης μοναστρίαις.
Ἤσκησας, Εἰρήνη, τὰς ἐντολὰς Κυρίου, ἐν πάσῃ ἀκριβείᾳ.
Θεολόγου μῆλα, ἐδέξω ὡς βραβεῖον, Εἰρήνη, παρθενίας.
Ἰωαννικίου, μεγάλου ὑποδείξεις, μετέβαλες εἰς ἔργον
Κυπαρίσσου κάμψις, προδίδωσιν Εἰρήνη, δύναμιν προσευχῆς σου.
Λόγοις θεοσδότοις, Εἰρήνη, μοναστρίας σοφῶς ἐποιμενάρχεις.
Μυστηρίων θείων, μεμύησαι Εἰρήνη, ἁγνείᾳ σου τὸ βάθος.

Νοῦν Χριστοῦ χωρίον, ἀπέδειξας Ὁσία, ἀπαύστως εὐχομένη.
Ξένη γεγονυῖα, τοῦ κόσμου τῶν πραγμάτων, μόνον Χριστὸν ἐπόθεις.
Ὀρμαθὸν χαρίτων, συνήγαγες ψυχῇ σου, Εἰρήνη, θεῖον πλοῦτον.
Παρθενίας οἶκος, περίλαμπρος ἐδείχθης, Εἰρήνη ἁγνοτάτη.
Ῥᾶνον οὐρανόθεν, Εἰρήνη ὑμνηταῖς σου, τὸν πλοῦτον χαρισμάτων.
Σῶμα τὸ γεῶδες, ἀπέπνει εὐωδίαν, ἀσκητικοῦ σου βίου.
Τίσιν ἐγκωμίοις, ὑμνήσωμεν ἀξίως, Εἰρήνη ἀρετάς σου.
Ὕψωσις χειρῶν σου, ἐφείλκυε τὴν χάριν, Κυρίου οὐρανόθεν.
Φῶς Χριστοῦ Εἰρήνη, ὑπάρχουσα φωτίζεις, τῶν μοναστῶν τὰ πλήθη.
Χαίρει Ὀρθοδόξων, τὸ σύστημα Εἰρήνη, τιμῶν σου θείαν μνήμην.
Ψαῦσον ἀοράτως, καὶ ἴασαι Εἰρήνη, πληγὰς τὰς τῆς ψυχῆς μου.
Ὦ Χρυσοβαλάντου, σεμνὴ Καθηγουμένη, δέχου ἡμῶν τοὺς ὕμνους.
Δόξα. Τριαδικόν.
Πάτερ, Λόγε, Πνεῦμα, εὐχαῖς σεπτῆς Εἰρήνης, σκέπε πιστὸν λαόν σου.
Καὶ νῦν. Θεοτοκίον
Πάναγνε Μαρία, σὺν τῇ κλεινῇ Εἰρήνῃ, πρεσβεύετε Κυρίῳ.
καὶ πάλιν τὸ α΄.
Αἱ γενεαὶ πᾶσαι, ὕμνους ἑορτίους, Εἰρήνη, ψάλλομέν σοι.

ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ.α΄.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με ὑμνῆσαι σὴν Εἰρήνην.
Τῶν Ἀγγέλων, τὸν βίον,
μιμουμένη Εἰρήνη,
ἀσθενεῖ σου σαρκίῳ,
τῶν δαιμόνων τὴν πληθύν
ᾔσχυνας σοφῶς,
καὶ Χριστοῦ ἀμνάς,
θεία ἀναδέδειξαι,
τῶν πιστῶν τὰ πλήθη,
ἀεὶ εὐφραίνουσα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με δοξάσαι σὴν Ὁσίαν.
Ὄντως θαῦμα!
πῶς Χριστὸς ἠγάπησε,
ὦ Εἰρήνη σὸν ὡραῖον κάλλος,
καὶ τοῦ θρόνου ἥρπασε,
τοῦ ποιῆσαι τὴν ψυχήν σου θρόνον,
καὶ μοναστριῶν δεῖξαι ἡγουμένην σε,
ᾯ προθύμως,
Ὁσία ὑποτέταξαι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Εἰρήνην μιμηθῆναι.

Ὅτε τὸ πῦρ,
τοῦ Χριστοῦ κατέφλεξε,
ὦ Εἰρήνη, πάναγνον ψυχήν σου,
τότε εὐθύς,
ἀπηρνήσω ἅπαντα,
τὰ τοῦ κόσμου θέλγητρα καὶ κάλλη,
καὶ πρὸς τὴν Μονὴν Χρυσοβαλάντου ἔφθασας,
ἔνθα εὗρες,
ἐπίγειον παράδεισον.
Εὐλογητὸς εἶ, Κύριε, ὁ δοξάσας Χρυσοβαλάντου Κόρην.
Χριστοφόρους καρδίας,
μοναχῶν σου, Εἰρήνη,
μετεσκεύασας σοῖς ἐνθέοις τρόποις,
ἀγγέλων τρανῶς,
συνεργούντων ἐν πᾶσι,
ὧν θεοπρεπῶς,
τὸν βίον ἐζήλωσας,
καὶ ἐδείχθης,
ἀξίως ἰσοστάσιος.
Δόξα. Τριαδικόν.

Προσκυνοῦσα, Εἰρήνη,
τὴν Ἁγίαν Τριάδα,
ὀρθοδόξως ἀνύμνεις,
φιλανθρώπου ἀγάπης,
μῆκος, εὖρος καὶ πλάτος,
δι’ ἧς τὸ ἡμῶν,
γένος ἐξανέστησε,
καὶ τὴν πάλαι,
τιμὴν αὐτῷ ἀπέδωκε.
Καὶ νῦν. Θεοτοκίον
Ζωοδότην Δεσπότην,
ἐκ γαστρός σου τεκοῦσα,
τὸν Παράδεισον πᾶσι,
διανοίξασα, Κόρη,
εὐγνωμόνως ἀκούεις,
ὕμνους ἐξ ἡμῶν,
ὅτι κατηξίωσας,
ὡς Εἰρήνην,
μετέχειν τῆς Θεότητος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα· δόξα σοι ὁ Θεός.(ἐκ γ΄)
* * *

Στίχοι ἱκετευτικοί
Χρύσωσον ἡμῶν, Εἰρήνη, τὰς ἐννοίας,
ὥσπερ μοναχῶν Μονῆς Χρυσοβαλάντου.




                                     πηγή: researchgate.net

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου