ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν
θεηγόρον Ἀθλητὴν τοῦ Κυρίου, σοφὸν Καλλίνικον βλαστὸν Κιλικίας, Χριστιανοὶ
ὑμνήσωμεν ψαλμοῖς ἱεροῖς· χαίροις Μάρτυς ἀξιΰμνητε, ἐκβοῶντες χαρμονικῶς, σκέπε
τοὺς θεοσεβεῖς, ἐκ φθορᾶς καὶ ἀνάγκης, κινδύνων βλάβης ἀπειλῆς ἐχθρῶν, καὶ σῷζε
πάντας, τοὺς μνήμην τιμῶντάς σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Ἁγίου Καλλινίκου, ᾄδω ἀγῶνας. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἀκρότητι ἔλαμψας ἀρετῶν,
βλαστὲ Κιλικίας· διὸ χάριτος φωτισμόν, νῦν δός μοι καὶ κάθαρον καρδίαν, ὅπως
ἐνθέοις ὑμνήσω σε ᾄσμασι.
Γαλακτοτραφεὶς ὡς παῖς ἐν
Χριστῷ, προσέδραμες Τούτῳ, ἐρασμίως ἔχων Αὐτῷ· διὸ πόθον θεῖον δὸς εὐχαῖς σου,
ἔνδοξε Μάρτυς κἀμῖν τοῖς σὲ μέλπουσιν.
Ἱκέτευε Μάρτυς διηνεκῶς,
Χριστῷ ἀναστάντι, ἐκ τοῦ τάφου λαμπροφανῶς, κινδύνων καὶ θλίψεων ῥυσθῆναι, τοὺς
σὲ τιμῶντας ἐν τῷδε σεμνείῳ σου.
Θεοτοκίον.
Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρᾷ,
προὐξένησε Μῆτερ, ἡ διάνοια πρὸς ῥοπήν, ὠθοῦσα τὴν φύσιν ἁμαρτάνειν, ἀλλ’ εἰς
χαρὰν ταύτης ἄλγος μετάτρεψον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑψηλόφρονος
γνώμης παρ’ ὃ δεῖ ἀπάλλαξον, καὶ φρονεῖν μοι δὸς ἄνω μάκαρ, ἀεὶ τὰ κρείττονα,
ὥσπερ ἐβίωσας σύ, ἐν πολιτείᾳ ἀμέμπτῳ, ἵν’ εὐκλείας μέτοχον, δείξῃ με Κύριος.
Καλλιέπειαν
Μάρτυς, ἔχων σοφοῖς λόγοις σου, πρὸς εἰδωλολάτρας ἐξῆλθες, ἵν’ Εὐαγγέλιον,
Χριστοῦ κηρύξῃς λαοῖς· ὅθεν τροφῇ σῶν ῥημάτων, τοὺς πιστῶς ὑμνοῦντάς σε, θρέψον
Καλλίνικε
Ἀλγεινὰς
ἀσθενείας κἀμῶν πληγῶν τραύματα, ἴασαι ταχὺ ἐπιχέων, χάριν ὡς βάλσαμον, ἐκ σῆς
εἰκόνος σοφέ, παρέχων ἄμφω τὴν ῥῶσιν, καὶ δεινὰ νοσήματα, πόῤῥω ἐκδίωξον.
Θεοτοκίον.
Λιτανείαν
Παρθένε δέξαι καὶ ἐπίβλεψον, ὑπὲρ τῶν πιστῶς προσφευγόντων, ὑπὸ τὴν σκέπην Σου,
ὡς ἀσφαλῆ Κιβωτόν, ἵνα καλῶς ὁδηγήσῃς, εἰς λιμένα εὔδιον, τοῦ θείου Τόκου Σου.
Διάσωσον,
Μάρτυς Καλλίνικε πάντας, τοὺς εὐφημοῦντας θείους ἄθλους σου ψαλμικῶς, καὶ
μνήμην σου πάμφωτον, λυτρούμενος νόσων τε καὶ κινδύνων.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ
πρέσβυν σε πρὸς εὔσπλαγχνον, πτωχῶν βοηθόν, νοσούντων τὸν θεράποντα, θησαυρὸν
κεκτήμεθα, πάντες θείας χάριτος λέγοντες· σπεῦσον νῦν, ἡμᾶς ῥῦσαι ἐκ δεινῶν,
ἔνδοξε Μάρτυς, σοφὲ Καλλίνικε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λαμπροφόρῳ σου ὄμματι, ἐφ’
ἡμᾶς ὑψόθεν βλέψον Καλλίνικε, καὶ ἐκ θλίψεων ἀπάλλαξον, τὰς καρδίας τῶν ψαλμοῖς
ὑμνούντων σε.
Ἰσχυρὸν καταφύγιον, ἔχομεν
σὲ Μάρτυς οἱ προσιόντες σοι, ἰατρὸν νοσούντων αἴροντα, ἀφ’ ἡμῶν ἐμπύρετα
νοσήματα.
Νοσηρὰ πάθη κοίμησον, σαῖς
λιταῖς αἱρέσεις ἀπώθει Ἅγιε, ἀφ’ ἡμῶν τῶν γεραιρόντων σε, καὶ παράσχου βίον
ἀνεπίληπτον.
Θεοτοκίον.
Ἱκεσίας τῶν δούλων Σου, ὑπὸ
τὴν ἐπήρειαν ὄντων δράκοντος, Μῆτερ πρόσδεξαι δεόμεθα, καὶ Υἱὸν δυσώπει παθῶν
ῥύσασθαι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κάλλος ψυχικόν, ἡμῖν δὸς
στεῤῥὲ Καλλίνικε, καὶ λογισμὸν τὸν ἔνδον ἔχειν Θεῷ, ἵν’ εἰρηναίως βιοῦντες,
Χριστὸν δοξάζομεν.
Ὁμολογητά, ἐν σταδίῳ ὄφιν
ᾔσχυνας, τῇ ἀηττήτῳ ἰσχύϊ τοῦ Σταυροῦ, τρόπαιον νίκην ἐγείρας, ὃ πᾶσι
βράβευσον.
Ὕψη ἀναβάς, Ἀθλοφόρε
ἐπουράνια, ἕλκυσον ἡμᾶς πρὸς βίον ταπεινόν, ὅπως εἰς δόξαν, τρυφῆς θεϊκῆς
ἀνέλθωμεν.
Θεοτοκίον.
Ἄσπιλε Θεός, ἵνα σώσῃ γένος
ᾤκησεν, ἐν τῇ γαστρί Σου ἑκῶν σωματικῶς, Ὃν ἐκδυσώπει, ἡμᾶς τρυφῆς ἀξιώσασθαι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Δαιμόνων, ἐγενόμην
ἐπίχαρμα, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι κακῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς
ἰχθὺν ὁ βελίαρ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Καλλινίκου εὐχαῖς Σῶτερ σῶσόν
με.
Ὡς ἄτμητος, σὺ ἀδάμας
ἔμεινας, ἐναθλήσας καρτερῶς ἐν βασάνοις, ὁδὸν Χριστοῦ τὴν σωτήριον δείξας, ἧς
καὶ ἡμᾶς, Ἀθλοφόρε ἀξίωσον, τοῖς μέλπουσι περιχαρῶς, ἀρετῶν σου πληθὺν ἄθλους
θαύματα.
Ἀλύγιστος, ὡς ὁ σίδηρος
ὤφθης, καὶ ὑπήνεγκας γενναίως τὸν μόρον· ὅθεν ἡμῖν, τὸ στεῤῥόν σου παράσχου,
καθυπομένειν ἐν βίῳ τὰ πάνδεινα, καὶ φεύγειν τόξων ἐχθρικῶν, προσβολὰς ἰοβὀλους
τῇ σκέπῃ σου.
Θεοτοκίον.
Γινώσκομέν Σε, Παρθένε
ἄφθορον, ὡς ἐφύης ἐκ νηδύος τῆς Ἄννης· Σὺ γὰρ τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν
ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· διὸ ὑμνοῦμέν Σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον
Τόκον Σου.
Διάσωσον,
Μάρτυς Καλλίνικε πάντας, τοὺς εὐφημοῦντας θείους ἄθλους σου ψαλμικῶς, καὶ μνήμην
σου πάμφωτον, λυτρούμενος νόσων τε καὶ κινδύνων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Ἀντιλήπτωρ ὑπάρχεις πτωχῶν
παναοίδιμε, θερμὸς πρέσβυς πάντων τῶν πιστῶν πρὸς τὸν Κύριον· σὺ πατέρας καὶ
ὀρθοδόξους πάντοτε φρουρεῖς· διὸ πρόφθασον ὦ Ἀθλητά, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν
ταχὺ προσκαλούντων σε· ἴασαι τοὺς νοσοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, λαόν
σου τήρει δ’ ἀβλαβῆ, ἐκ κινδύνων καὶ κακώσεων.
Προκείμενον: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον
Μαρτυρικόν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Μὴ οὖν ἀποῤῥίψης με, σαρκὸς
τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα ὦ Καλλίνικε· Ἅγιε
σῶσόν με, πιστῶς προσπίπτοντα, τῇ μορφῇ σου ἀσπαζόμενος, ἴασιν δώρησαι ἄμφω,
τῶν κινδύνων δ’ ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ
βίου, ἵν’ ὑμνολογῶ σου, πληθὺν τῶν θαυμασίων ἀληθῶς, καὶ μεγαλύνω τοῖς ᾄσμασιν,
ἄθλησιν καὶ μνήμην σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡράϊσμα Μαρτύρων ἀγάλλου
μετ’ Ἀγγέλων Πάντων τ’ Ἁγίων Χριστόν, ἐκδυσωπῶν λιταῖς σου, ὅπως πυρὸς ῥυσθῶμεν
αἰωνίου οἱ κράζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νοσήματα διώκεις τῶν
τιμώντων σε Μάρτυς καὶ πάντας τοὺς εὐσεβεῖς, ἐκ συμφορῶν φυλάττεις· διὸ τοὺς
ἐκβοῶντας, περιφρούρει κακώσεων· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀπαύστως σὲ γεραίρει,
φιλεόρτων τὸ πλῆθος ἔνδοξε Μάρτυς Χριστοῦ, αἰτούμενον πρεσβείαις, ταῖς σαῖς ἵν’
ἐκ κινδύνων λυτρωθῇ, καὶ τὸ ἔλεος λάβῃ, Σωτῆρος Θεοῦ, ὡς ἔχων παῤῥησίαν.
Θεοτοκίον.
Σὲ ἀνύμφευτε Νύμφη
καθορῶμεν οἱ πάντες Βᾶτον ὡς ὄρει Μωσῆς προεῖδεν ἐν Σιναίῳ, φλογὶ παραδοθεῖσαν,
ἀλλὰ ἄφλεκτον μείνασαν· ὅθεν τὴν φλόγα παθῶν, ἡμῶν σβέσον Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γάννυται πᾶσα, Ἑλλὰς ἐν σοὶ
θεηγόρε, καὶ Χριστῷ βοᾷ ἐγκαυχωμένη· σῶσον ἡμᾶς Σῶτερ, πρεσβείαις Καλλινίκου.
Ἐλέους θείου, καὶ δωρεῶν
πλήρου πάντας, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνοῦμεν, σὲ γόνε Κιλίκων, τῆς δ’
Ἐκκλησίας δόξαν.
Ὤφθης πολλάκις, Μάρτυς λαὸν
περισκέπων, καὶ πιστοὺς εἰκόνα σου τιμῶντας· ὅθεν ἡμᾶς σκέπε, δαιμόνων
πονηρίας.
Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν
πλατυτέρα, γηγενῶν ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον δὸς βίον, θεῖε
Ἀθλοφόρε, πᾶσιν ἡμῖν μονασταῖς τε καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ Ὀρθοδόξους,
βλάβης αἱρέσεων.
Ἱκέτευε Σωτῆρα, ἵνα
ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ θεόφρον ἡμᾶς, τοὺς σεβασμίαν σου μνήμην,
πανηγυρίζοντας.
Ὀρδὰς τῶν κακοδόξων,
σκόρπισον ταχέων, ἡμᾶς τὰς ἐπαπειλοῦσας δουλοῦσθαι οἰκτρῶς, καὶ ὑπερμάχει
ἁπάντων, Μάρτυς πολύαθλε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις
ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον, ὁμολογοῦντά
Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις εὐσεβείας φάρος
λαμπρός, κρήνη τῶν χαρίτων, τῶν θαυμάτων ὁ ποταμός, ἡ τροφὴ πενήτων,
κατετρεγμένων στέγη, πιστῶν συμπαραστάτης, Μάρτυς Καλλίνικε.
Ποίησον θεόφρον σαῖς
προσευχαῖς, ἡμᾶς Χριστοκέντρους, ἐν τῷ βίῳ εἶναι παντί, τοῦ φρονεῖν τὰ ἄνω,
Βασίλεια τῆς δόξης, μὴ δ’ ἐντολῶν Κυρίου, ἐπιλανθάνεσθαι.
Δὸς ἡμῖν τὰ κρείττω ταῖς
σαῖς λιταῖς, Χριστοῦ τὴν εἰρήνην, ὦ Καλλίνικε εὐκλεές, ἱλασμὸν πταισμάτων,
ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ σὺν πίστει, βίου διόρθωσιν.
Ποίει ποίμνην γαίας
ἑλληνικῆς, σαῖς θερμαῖς πρεσβείαις, εἶναι ἄμπελον τοῦ Χριστοῦ, ἵν’ ἀεὶ ὑμνῆ σε,
Καλλίνικε τρισμάκαρ, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.
Τοὺς ἀνευφημοῦντάς σε
Ἀθλητά, μέλεσι καὶ ὕμνοις, χαῖρε λέγοντας ἀριστεῦ, ῥῦσαι ἐκ κινδύνων, σεισμοῦ
καὶ πάσης βλάβης, κατακλυσμοῦ ἀνάγκης, πυρὸς καὶ θλίψεων.
Ὥσπερ Νινευΐτας πάλαι Θεέ,
ἔσωσας ὀργήν Σου, καταπαύσας τὴν θεϊκήν, τούτους μεταγνῶντας, κἀμᾶς σῶσον
Οἰκτῖρμον, πρεσβείαις Καλλινίκου, τοῦ Ἀθλοφόρου Σου.
Τῷ ἀπροσμαχήτῳ ὅπλῳ
Σταυροῦ, τειχισθεὶς ἐξῆλθες, πολεμῆσαι τὸν πτερνιστήν· ὅθεν ἡμᾶς Μάρτυς, περίζωσον
ἰσχύϊ, εὐχῆς σου καὶ νηστείας, φεύγειν τοὺς δαίμονας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, Ὀρθοδόξων ὁδηγός,
τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, ὦ σοφὲ Καλλίνικε, ἔνδοξε
Μάρτυς Χριστοῦ, καταπλήττεις δὲ θαύμασι, τοῖς πόθῳ δραμοῦσι, καὶ ἐπικουρίαν
σου, ἐπιζητοῦσι θερμῶς· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων,
τοὺς σὴν θείαν μνήμην ἑορτάζοντας.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου