Κατηγορίες αναρτήσεων

Κυριακή 24 Ιουλίου 2016

ΙΟΥΛΙΟΣ 24!! ΑΓΙΟΣ ΑΘΗΝΑΓΟΡΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ
 
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀθηναγόρου τὴν πανέορτον μνήμην, ὑμνολογήσωμεν πιστοὶ ἐκ καρδίας, ᾀσματικῶς γεραίροντας τοὺς ἄθλους αὐτοῦ, ἔνθεον βίον γεώργιον, ἀρετῶν πλουσίαν πληθύν, χάριτος αἰτούμενοι, φωτισμὸν διανοίας, καὶ ὕδατος κατάρδευσιν ψυχῆς, τῇ ἀθανάτῳ πηγῇ τῆς Θεότητος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σοφὸν Ἀθηναγόραν ᾄδω ἐνθέως. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίαν μοι δίδου Τριὰς σεπτή, πρεσβείαις Ἁγίου, τοῦ Χριστοῦ ὁμολογητοῦ, τοῦ Ἀθηναγόρου ὅπως μέλψω, ἔνθεον βίον, καὶ τούτου ἀθλήματα.
Ὀσμὴν εὐωδίαν πνευματικήν, σὴν στάλαξον μάκαρ, ἀνυμνῆσαι θεοπρεπῶς, νοός σου τὸν πλοῦτον τῆς σοφίας, καὶ ἀρετὰς σῆς ψυχῆς, ἅς μοι δώρησαι.
Φιλόπονον ἔργασαι δοῦλον Σόν, Θεέ μου αὐξῆσαι, ἅ μοι δέδωκας τάλαντα, λιταῖς τοῦ σοφοῦ θεράποντός Σου, Ἀθηναγόρου πρὸς θείαν ἀπόλαυσιν.
Θεοτοκίον.
Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Κόρη, ἁμαρτίας ἡ πρὸς ῥοπήν, κινοῦσα διάνοιαν τὴν φύσιν, ἀλ’ εἰς χαρᾶν τὴν πικρίαν μετάτρεψον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νικητὴν τροπαιοῦχον τοῖς πειρασμοῖς δεῖξόν με, νοῦν μου ἀποκάθαρον σκότους, καὶ καταλάμπρυνον, τῶν ἀρετῶν τῷ φωτί, Ἀθηναγόρα θεόφρον, καὶ καρδίας ἔμπλησον, εἰρήνης δέομαι.
Ἀδοκήτων κινδύνων ἀσθενειῶν λύτρωσαι, ἡμᾶς θεῖε Ἀθηναγόρα, καὶ περιστάσεων, τοὺς καταφεύγοντας νῦν, σῇ ταχυνῇ προστασίᾳ, καὶ τὰς νόσους μάκρυνον, τῶν ἀνυμνούντων σε.
Θεοδώρητον χάριν ἣν ἐκ Θεοῦ εἴληφας, ἀπολογητὰ θεοῤῥῆμον, πανευκλεέστατε, ταῖς σαῖς παράσχου λιταῖς, πρὸς ἰατρείαν νοσούντων, τοῦ σατᾶν ἀπέλασιν, καὶ πάσης θλίψεως.
Θεοτοκίον.
Ἡ ἀμφίστομος σπάθη ἰατρικὸν βάλσαμον, τὸ ψυχῶν οὐλὰς ἐπουλῶνον, ὑπάρχεις Δέσποινα, κατὰ δαιμόνων ἡμᾶς, ἐπαπειλούντων ὀξέως· ὅθεν σβέσον τάχιστα, τούτων τοξεύματα.
Διάσωσον, Χριστὲ πρεσβείαις ἡμᾶς τοῦ Ἀθηναγόρου, νόσων βλάβης παντοδαπῶν κινδύνων καὶ θλίψεων, τοὺς ἔνδοξον τούτου, ᾄδοντας μνήμην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Βλαστὸν Ἀθηνῶν, θεόφυτον τιμήσωμεν, σοφὸν παιδευτήν, νεότητος καὶ ῥήτορα, τῆς εἱρκτῆς ἁρπάσαντα καταδίκους μέλλοντας θάνατον, εὑρεῖν ἀνόμως, λόγοις πειστικοῖς, ὃν ὥρᾳ τῆς δίκης, πρέσβυν ἕξωμεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νεκρωθέντα με ζώωσον, ἐκ τῆς ἁμαρτίας θεοειδέστατε, καὶ μετάνοιαν μοι δώρησαι, τῆς σαρκὸς πραΰνων τὰ σκιρτήματα.
Ἀλγηδόνων ἐκλύτρωσαι, ὦ Ἀθηναγόρα τοὺς σὲ γεραίροντας, καὶ παράσχου ἱκεσίαις σου, λύσιν ὀφλημάτων πρὸς τὸν εὔσπλαγχνον.
Γοερῶς ἀνακράζω σοι, ὦ Ἀθηναγόρα ὥρᾳ τῆς κρίσεως, τῷ Δεσπότῃ δὸς παράκλησιν, ῥῦσαί με πυρὸς τοῦ αἰωνίζοντος.
Θεοτοκίον.
Ὀδυρμοὺς ἐκ τῶν θλίψεων, τῆς καρδίας λύπην ἡμῶν ἐκδίωξον, καὶ χαρᾶς Χριστοῦ καταύγασον, πάντας ὦ ἁγνὴ τοὺς εὐφημοῦντάς Σε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥώμην καὶ ἰσχύν, κατὰ πολεμίων βράβευσον, τοῖς ἀνυμνοῦσί σε ψαλμοῖς ἱεροῖς, Ἀθηναγόρα, καὶ ὀφρὺν σατᾶν κατάβαλε.
Ἄνω εἰς Σιών, ἡμᾶς ἕλκυσον πανεύφημε, εὔσπλαγχνον Χριστὸν ἱκετεύων ἀεί, ἵνα εὐκλείας, τῆς ἀθανάτου μετάσχωμεν.
Νίκας κατ’ ἐχθρῶν, καὶ αἱρετιζόντων δώρησαι, καὶ ἀδίκου κατακρίσεως πιστούς, ῥῦσαι θεόφρον, παρακλήσεσι πρὸς Κύριον.
Θεοτοκίον.
ᾍδου τοῦ πικροῦ, ἵνα ῥύσῃ ἡμᾶς ᾤκησε, γαστρί Σου Κόρη Θεὸς σωματικῶς, Ὃν ἐκδυσώπει, τοῦ Παραδείσου εἰσάξασθαι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Δεδούλωκα, τὴν ψυχὴν ὡς ἄσωτος, ἀλλὰ κάθαρον παθῶν σαῖς πρεσβείαις, νόσων δεινῶν, πειρασμῶν με ὀδύνης, Ἀθηναγόρα κινδύνων καὶ θλίψεων, ἐκλύτρωσαι τὸν ψαλμικῶς, σὲ ὑμνοῦντα ἀπαύστως πανεύφημε.
Ὠμότητα, τῶν τυράννων ἤλεγξας, καὶ κριτῶν τὰς ἀδικίας θεόφρον, Χριστιανούς, εὐθαρσῶς καταδίκης, ἀπολυτρούμενος θείοις σου ῥήμασι· διὸ εὐμένισον Κριτήν, ἵν’ ἡμᾶς ῥύσῃ ὥρᾳ τῆς κρίσεως.
Ἐπίχαρμα, ἐγενόμην δαίμοσιν, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι παθῶν, ἡ ψυχή ἐμολύνθη, καὶ ὡς ἰχθῦν ὁ βελίαρ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους βοῶ· Σῶτερ σῶσον λιταῖς Σου θεράποντος.
Θεοτοκίον.
Νηστεύοντα, ἐκ παθῶν ἀξίωσον, καὶ δυνάμει Σου ἐνίσχυσον Κόρη· ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, πιστῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· διὸ ὑμνοῦμέν Σε ἁγνή, προσκυνοῦντες τὸν ἄφραστον τόκον Σου.
Διάσωσον, Χριστὲ πρεσβείαις ἡμᾶς τοῦ Ἀθηναγόρου, νόσων βλάβης παντοδαπῶν κινδύνων καὶ θλίψεων, τοὺς ἔνδοξον τούτου, ᾄδοντας μνήμην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία των Χριστιανῶν.
Ἀντιλήπτωρ τῶν Χριστιανῶν ἀξιάγαστε, καὶ προστάτης τῶν ἐν φυλακαῖς καὶ ἐν βήμασι, σὺ ἐδείχθης ἀδικούμενων ὑπερασπιστά, ῥυσάμενος τούτους ἐκ ποινῆς, θανατικῆς ῥήμασι σοῖς· διὸ νῦν σοὶ κραυγάζομεν· σπεῦσον Ἀθηναγόρα, καὶ λύτρωσαι καταδίκης, ταῖς σαῖς πρεσβείαις πρὸς Θεόν, ἡμᾶς ἐν ὥρᾳ τῆς κρίσεως.
Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα: Ταῖς τοῦ Διδασκάλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοια. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μὴ ἐάσῃς μόνον με, ἀδικουμένων προστάτα ἀξιοκατάκριτον, ὄντα καὶ πανάθλιον, ἁμαρτήμασιν ὥρᾳ τῆς κρίσεως, δοῦν ἀπολογίαν, μηδεμίαν ἐξισχύοντα, οὐδὲ συνήγορον, ταῖς κατηγορίαις τότ’ ἔχοντα· πάρεσο ἐν δίκῃ, καὶ μνήσθητι Κριτοῦ ὑπὲρ ἐμοῦ, Ἀθηναγόρα θεόσοφε, ῥύσασθαι κολάσεως.
Οὐδεὶς προστρέχων εὐλαβῶς, ναῷ Κυρίου ἐπιστρέφει ἀνώφελος, ὦ ἔνδοξε Ἀθηναγόρα, ἀλλὰ χάριν λαμβάνει, ἣν Θεὸς σοὶ ἐβράβευσεν, ἀγώνων πόνοις σου μακάριε.
Μεταβολὴ τῶν κατακρίτων, ἀπαλλαγὴ ἀδικουμένων ἐν βήμασι θεοῤῥῆμον ὑπάρχων, ὡς Ἀλεξανδρεῖς ποτὲ σῶσας, ἡμᾶς λύτρωσαι ὀδύνης, καὶ τῆς πολεμίων καταισχύνης, φρουρῶν ἀεὶ πιστοὺς Χριστιανούς.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας..
Θεράπευσον τὰς νόσους πληγὰς δ’ αἱμοῤῥοούσας φίλτρῳ βαλσάμῳ τῷ σῷ, ἐπούλωσον ταχέως, ῥυόμενος κινδύνων, τοὺς τιμῶντας τὴν μνήμην σου, καὶ σὴν εἰκόνα σοφέ, πιστῶς ἀσπαζομένους.
Ἐχθρῶν ἐπανάστασεις ἀπιστούντων τὰ θράση καὶ κακοδόξων ἰσχύν, κατάβαλε ἐννόμως, σοφὲ Ἀθηναγόρα, ἵνα χαίρωμεν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὰς Ἀθηναγόρα σοὶ προσάγομεν πίστει μετ’ εὐλαβείας πολλῆς, ἈΛεξανδρείας δόξα, ζητοῦντες ἐκ κινδύνων, ἵνα ῥύσῃς τοὺς ᾄδοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
 Θεοτοκίον.
Σκηνὴ ἡγιασμένη Πύλη πάγχρυσε σκέπε τοὺς ἀνυμνοῦντας ᾠδαῖς, τὴν ἱερὰν μορφήν Σου, καὶ Σὲ ὁμολογοῦντας Θεοτόκον διάσωζε· Σὺ γὰρ ἀσπόρως σαρκί, Θεὸν ἔτεκες Λόγον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γῆθεν ἀνῆλθε, πρὸς Παραδείσου σκηνώσεις, τοῦ ποθεῖν Θεόν, Πάτερ σὸν πνεῦμα, ὦ Ἀθηναγόρα· διὸ σὸν πόθον δός μοι.
Ἐλέους θείου, καὶ δωρεῶν ἔμπλησόν μοι, ταπεινῶς φρονεῖν Ἀθηναγόρα, ἵνα σοῦ γεραίρω, μακάριε τοὺς ἄθλους.
Ὦ Ἀθηναίων, δόξα λαμπρὰ σῶσον πάντας, ψαλμικῶς ἀπαύστως σὲ ὑμνοῦν τας, καὶ δοξολογοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥῦσαι νοσοῦντας, τῶν οὐρανῶν πλατυτέρα, γηγενῶν τ’ ἁγνὴ ἁγιωτέρα, Μῆτερ τοῦ Ὑψίστου, καὶ σκέπε Σοὺς οἰκέτας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γεώργησον καρδίας, πάντων θεοφόρε, Ἀθηναγόρα πρὸς οἴκημα τῶν ἀρετῶν, φωτὶ ἐνθέῳ, κινδύνων δ’ ἡμᾶς διάσῳζε.
Ἱκέτευε Σωτῆρα, ὅπως ψυχοκτόνων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς χαλεπῶν, Ἀθηναγόρα θεόσοφε, σαῖς δεήσεσιν.
Ὀρδὰς τῶν ἀλλοπίστων, πανένδοξε Πάτερ, ἐπαπειλοῦντας Ἑλλάδα ἐκδίωξον νῦν, καὶ εὐσεβῶν ὑπερμαχεῖ, τῶν ἀνυμνούντων σε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοί, βλαστὸν Ἀθηναίων, τὸν διδάξαντα τὸν λαόν, τῆς Ἀλεξανδρέια,ς Θεὸν ἀληθῆ σέβειν, σοφὸν Ἀθηναγόραν, θεῖον διδάσκαλον.
Δίδου νοσημάτων ἀπαλλαγήν, τοῖς σὲ εὐφημοῦσι, χαίροις Ἅγιε τοῦ Θεοῦ, ὦ Ἀθηναγόρα, λιταῖς σου πρὸς Σωτῆρα, αἷς χρώμενοι βαλσάμῳ, ὕμνοις σὲ μέλπομεν.
Μάκρυνον τὰς θλίψεις καὶ πειρασμούς, σὲ παρακαλοῦμεν, θεοῤῥῆμον Πατὴρ ἡμῶν, οἱ ἐν κατακρίσει, ὑπάρχοντες δικαίᾳ, καὶ δὸς ἐν μετανοίᾳ, διάγειν πάντοτε.
Ἔρχου ἡμᾶς ρύσασθαι τοῦ σατᾶν, καὶ ἐπαπειλούντων, ἀφανῆσαι λαὸν Θεοῦ, γένος τῶν Ἑλλήνων, τῶν σὲ τιμώντων ὕμνοις, σοφὲ Ἀθηναγόρα, ὃ εὐηργέτησας.
Ὡς ὑπερμαχήσας Χριστιανῶν, ἐν Ἀλεξανδρείᾳ, καὶ ἐῤῥύσω θανατικῆς, τούτων καταδίκης, σοφοῖς σου Πάτερ λόγοις, ἡμᾶς λύτρωσαι τάχει, ἐκ περιστάσεων.
Βλέψον οὐρανόθεν νῦν ἐφ’ ἡμᾶς, ὦ Ἀθηναγόρα, σοῦ δεόμεθα ἐκτενῶς, δοῦλοι ἐπταικότες, Θεοῦ δικαιοκρίτου, λιταῖς ἐπιζητοῦντες, σαῖς πυρὸς ῥύσασθαι.
Ἔλασον δαιμόνων στίφη μακράν, φυγάδευσον μάκαρ, τὰς ὀρδὰς ἐπναναστατῶν, τῶν αἱρετιζόντων, κατάβαλε μανίαν, καὶ θράση πολεμίων, ἀποσκοράκισον.
Ῥῦσαι σαῖς πρεσβείαις Χριστῷ ἡμᾶς, ὦ Ἀθηναγόρα, δεινῶν βλάβης σεισμοῦ πυρός, νόσων ἀνιάτων, ἀνάγκης ἀδηρίτου, καὶ δὸς Θεῷ δοξάζειν, σὲ μεγαλύνοντας.
Πρόσθες ἡμῖν πίστιν Θεὸν αἰνεῖν, ἐλλάτωσον πάθη, καὶ τοῦ Πνεύματος δαψιλῆ, δὸς πολλαπλασίως, χάριν ἔχειν θεόφρον, τῇ διαιρέσει νέμων, θεῖα χαρίσματα.
Ὅλην τὴν καρδίαν πρὸς τὸν Θεόν, ἐν τῇ προσευχῇ μου, καθ’ ἑκάστην ἀναπνοήν, δὸς ἔχειν ὦ Πάτερ, ὥσπερ λαμπάδος φλόγα, καὶ νοῦν ἀμετεώριστον, καὶ φιλόπονον.
Σῶσον σαῖς πρεσβείαις πρὸς Ἰησοῦν, ψυχὰς ἀνυμνούντων, σὲ ἀσμένως μάκαρ σοφέ, χάριν σὴν παράσχου, ῥῶσιν δαψιλεστάτην, ἁμαρτημάτων λύσιν, ἄμφω ὑγείαν τε.
Σκέπε τοὺς τιμῶντάς σε εὐλαβῶς, θεῖον δ’ ὄνομά σου, κεκλημένους τήρει ἀεί, πειρασμῶν ἀτρώτους, Ἀθηναγορα Πάτερ, καὶ ῥῦσαι ἡμᾶς πάντας, πυρὸς κολάσεως.
Ἔνδυμα χιτῶνος φέρων λευκόν, τὸ ἁγνὸν ἐδήλως, σῆς καρδίας ὃ δὸς κἀμῖν, νῦν Ἀθηναγόρα, βλαστὲ τῶν Ἀθηναίων, Ἀλεξανδρείας κλέος, πιστῶν διάσωσμα.
Χαίροις Πάτερ ὅσιε καὶ σεπτέ, ἀθλητὰ Κυρίου, καὶ πιστὲ Ὁμολογητά, Δίκαιε θεόφρον, σοφὲ Ἀθηναγόρα, Χριστιανῶν προστάτα, καὶ πρέσβυ ἔνθερμε.
Ὅσιος ἐδείχθης τῇ βιοτῇ, Μάρτυς προαιρέσει, ἰσαπόστολος τοῦ Χριστοῦ, ὦ Ἀθηναγόρα, κῆρυξ σοφὲ καὶ ῥῆτορ, ἀπολογίας βάθρον, ὁμολογίᾳ σῇ.
Πίστιν τοῦ Σωτῆρος πολλοῖς λαοῖς, ἐκήρυξας μάκαρ, καὶ ἀνάστασιν ἐκ νεκρῶν, Τούτου ἑρμηνεύσας, αὐτοῖς ἀληθεστάτως, κατέλιπες τὸν βίον, ἐν ὁσιότητιι.
Ὅτε ἧσθα μάκαρ ἐν τῇ ζωῇ, πένητας στηρίζων, καὶ δικαίου ὑπερμαχῶν, τῇ ἀπολογίᾳ, Χριστιανοὺς ἐῤῥύσω, ἐκλύτρωσαι δὲ πάντας, νῦν ἱκεσίαις σου.
Πρόσδεξαι δεήσεις τὰς πενιχράς, ἡμῶν σοὶ θεόφρον, καὶ ἀντίδος ταῖς σαῖς λιταῖς, πρὸς τὸν εὐεργέτην, ἀπέλασιν δαιμόνων, ἴασιν νοσημάτων, θλίψεων μάκρυνσιν.
Οὐ παντὸς εἰς Κόρινθον ἔφη πλεῖν, ὁ σοφὸς ἐν χρόνῳ, παρελθόντι πρὸ τοῦ Χριστοῦ, ἀλλ’ ὁ τάλας πλέων, Αἰγαίῳ καὶ σχολάζων, τῇ προσευχῇ τόνδ’ ὕμνον, μάκαρ προσάγω σοι.
Οὐ σθένω Ἀθήναις ὑμνεῖν σε νῦν· διὸ διαπλέων, προσεγγίζω πόλιν λαμπράν, τῆς Ἀλεξανδρείας, ἧς ῥήτωρ θεηγόρος, σοφὲ Ἀθηναγόρα, ἔλαμψας λόγοις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, κατακρίτων ἡ ἐλπίς, τῶν Χριστιανῶν ἀντιλήπτωρ, Ἀθηναγόρα σοφέ, εὐσεβῶν διδάσκαλος, καὶ Ἀθηναίων κρηπίς, καταπλήττων σοῖς ῥήμασι, τοὺς πίστει δραμόντας, καὶ ἐπιστασίαν σου, ἐπιζητούντων θερμῶς· ὅθεν δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, τοὺς τὴν θείαν μνήμην σου γεραίροντας.
Δέξαι, θεοῤῥῆμον εὐμενῶς, ὕμνον ἱερὸν ᾆσμα θεῖον, πρὸς σὲ νῦν περιχαρῶς, ῥόδα μῦρα δάκρυα, ἐν μετανοίᾳ θερμῇ, κατανύξει καὶ πόθῳ τε, πιστῶς σὴν εἰκόνα, κατασπαζομένων σου, καὶ ἐκβοώντων ψυχῇ· Πάτερ σκέπε πάντα ἀπαύστως, ῥῦσαι ἐκ κινδύνων καὶ νόσων, σώζων καὶ φρουρῶν ἡμᾶς ἐκ θλίψεων.
Σὺ εἶ ὁ προστάτης τῶν πιστῶν, Ἀθηναίων πόλιν φυλάττων, πασχόντων ὁ βοηθός, δρόσος καὶ ἀνάψυξις, χαρὰ καὶ φῶς τῶν τυφλῶν, ἀσθενούντων ἀνάῤῥωσις, τροφὴ πενομένων, σκέπη παραμύθιον, χηρῶν καὶ τῶν ὀρφανῶν, θεῖος ὁδηγὸς πλανωμένων, τεῖχος καὶ ὀχύρωμα, Πάτερ, καὶ ἀδικουμένων ῥύστης πάντοτε.
Ἄνασσα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, αἰωνίου πυρὸς Βᾶτε ἄφλεκτε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν γλῶσσάν μου κάλαμον, ὀξύγραφον ποίησον, Μῆτερ τοῦ Θεοῦ, ἵν’ ᾄδω Σοι τὴν ἀξιΰμνητον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν. 
 

                                          πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου