ΠΑΡΑΚΛΗΣΙΣ 2η
Ὁ Ἱερεὺς ἄρχεται τῆς
Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς
τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς
τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ
Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός
ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν
μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς
κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι
κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με
ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί
ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις
Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ
ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου.
Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς
λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν
μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ
τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου,
ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν
τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν
ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς
πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’
ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς
τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ
ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου
ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα
τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς προγυμνασθεὶς θεοφόρε,
ἀπὸ νεότητος ταμεῖον ἐπώφθης, τοῦ Παναγίου Πνεύματος τῶν θείων δωρεῶν· ὅθεν
Πάτερ δώρησαι, νοσημάτων τὴν λύσιν, ἄνεσιν ἐκ θλίψεων, καὶ εἰρήνην ἐν βίῳ, τοῖς
προσκυνοῦσι πόθῳ τὸν σεπτόν, καὶ ζωηφόρον, Παΐσιε τάφον σου.
Δόξα. Καὶ
νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ
ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων
κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ,
Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός
ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό
πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ
τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ
γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό
πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς
ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ
με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας
Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ
χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας
τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα
εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί
τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ
σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου
καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς
σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη
μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Δός μοι καρδίαν συντετριμμένην, Πάτερ.
ᾨδὴ
α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον ὑπάρχων τοῦ ἀγαθοῦ, Πνεύματος παμμάκαρ, τὴν ψυχήν
μου τὴν ἐναγῆ, ἀγάθυνον Ὅσιε εὐχαῖς σου, κεκαμωμένην τοῦ βίου τοῖς πάθεσιν.
Ὁ βίος σου Ὅσιε θαυμαστός, οἱ λόγοις σου θείοι, καὶ τὸ
τέλος μαρτυρικόν· διὸ πρὸ τοῦ τέλους μετανοίας, διάνοιξόν μοι εἰσόδους Παΐσιε.
Σταυρὸν τῆς ἀσκήσεως ἐκ παιδός, προθύμως ἐπάρας,
ἠκολούθησας τῷ Χριστῷ· διὸ σταυρωθῆναί με τῷ κόσμῳ, ὁλοτελῶς καταξίωσον Ὅσιε.
Θεοτοκίον.
Μαρία πανάμωμε τοῦ Χριστοῦ, ἀνύμφευτε Μήτηρ, τὰς ἀγκάλας
τὰς μητρικάς, διάνοιξον πᾶσι τοῖς ὑμνοῦσιν, ἐν εὐλαβείᾳ τὸν ἄσπορον τόκον Σου.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανίῳ λιμένι προσορμισθεὶς
Ὅσιε, ἐν ταῖς τῶν Ἁγίων χορείαις τε καὶ λαμπρότησι, κλυδωνιζόμενον, ταῖς
τρικυμίαις τοῦ βίου, Πάτερ πρὸς γαλήνιον, ὅρμον με ἴθυνον.
Ἱκετεύομεν πάντες τὴν ψυχικὴν
ζόφωσιν, καὶ τῆς ἀσθενείας τὸν πόνων, θείᾳ ἐντεύξει σου, νῦν διασκέδασον, καὶ
ἀποδίωξον πᾶσαν, τοῦ ἐχθροῦ ἐπήρειαν, Πάτερ Παΐσιε.
Καταπράϋνον τάχει τὸν σαρκικὸν
τάραχον, τὸν ἐπιζητοῦντα συλῆσαί μοι τὴν ἁγνότητα, σὺ γὰρ προστάτης μου, καὶ
καταφύγιον πέλεις· μὴ ἐγκαταλίπῃς, Πάτερ Παΐσιε.
Θεοτοκίον.
Ἀπωλείας εἰς χάος ἀποπεσὼν
Δέσποινα, καὶ ἀπελπισίας εἰς σκότος, Σὺ μὲ διέγειρον, πάλιν διδοῦσά μοι, πίστιν
χαρὰν καὶ ἐλπίδα, ἅπαντα γὰρ δύνασαι, Κόρη πανύμνητε.
Διάσωσον, ἐκ τῶν κινδύνων Παΐσιε
τοὺς σοὺς δούλους, τοὺς εἰλικρινῶς ἐπὶ σὲ καταφεύγοντας, ἁγίαις σου πρὸς
Χριστὸν ἱκεσίαις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε
Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ
ἄλγος.
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμόν, κεκτήμεθά σε Ὅσιε, ἐν χρόνοις δεινοῖς,
καὶ πειρασμοῖς Παΐσιε· ἐκτενῶς ἱκέτευε, τοῦ δοθῆναι ἡμῖν βίου διόρθωσιν,
ὑπομονὴν μέχρι τέλους ζωῆς, καὶ πλήθους πταισμάτων συγχώρησιν.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ῥοὴν δακρύων μοι, δώρησαι καὶ πόθον τῆς κατανύξεως, ἵνα
πλύνω μου τὸν βόρβορον, ἐκ τῆς ἁμαρτίας τῆς καρδίας μου.
Δολιότητος ῥῦσαί με, τῆς τῶν πονηρῶν λογισμῶν καὶ
ἀνάδειξον, τὴν ψυχήν μου ἐργαστήριον, τῶν ἐπουρανίων ἐνθυμήσεων.
Ἵλεων μοι ἀπέργασαι, ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς Κρίσεως, τὸν
Σωτῆρά μου καὶ Κύριον, σαῖς πρεσβείαις Ὅσιε Παΐσιε.
Θεοτοκίον.
Ἅγνισόν μοι πανάχραντε, σῶμα καὶ ψυχὴν ἃ ὅλως ἠχρείωσα,
ἡδοναῖς συγκυλινδούμενος, καὶ τῇ ἀσελγείᾳ συμφθειρόμενος.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἡμῶν, τὰς ὀρέξεις τὰς τοῦ σώματος, καὶ ἐγκαίνισον
ἡμῖν πνεῦμα εὐθές, ἐν τοῖς ἐγκάτοις, ἱκεσίαις σου Παΐσιε.
Στήλην τῶν παθῶν, καὶ οἰήσεώς μου σύντριψον, χαριζόμενός
μοι Πάτερ συντριβήν, τὴν ἁγίαν, καὶ ταπείνωσιν Παΐσιε.
Ὕψωσον τὸν νοῦν, τὸν χαμαίζηλόν μου Ὅσιε, καὶ τὴν πεσοῦσαν
τοῖς πάθεσι ψυχήν, θείῳ ζήλῳ, ἀναπτέρωσον πρεσβείαις σου.
Θεοτοκίον.
Νόμους τῆς σαρκός, καθυπόταξον τῷ πνεύματι, ἡ τὴν φύσιν
ὑπερβᾶσα τῶν βροτῶν, τῇ ἀφράστῳ Σου κυήσει Μητροπάρθενε.
ᾨδὴ
στ΄. Τὴν δέησιν.
Τὴν Μάνδραν, τοῦ Θεολόγου Ὅσιε, τὴν κατέχουσαν τὸ θεῖόν
σου μνῆμα, ἐκ πειρασμῶν, καὶ παντοίων κινδύνων, διαπαντὸς περιφρούρει καὶ φύλαττε,
σὲ γὰρ μεσίτην πρὸς Χριστόν, καὶ προστάτην Παΐσιε κέκτηται.
Ἐπίσκεψαι, συμπαθῶς Παΐσιε, τοὺς ἐν θλίψεσι καὶ πόνοις σου
δούλοις, ὡς ἰατρός, τῶν ψυχῶν καὶ σωμάτων, καὶ τὸν θυμὸν εἰς γαλήνην μετάβαλε,
τὸ πένθος τρέψον εἰς χαράν, καὶ ἐκ σκότους εἰς φῶς ἐπανάγαγε.
Τὴν ὥραν, τὴν φοβερὰν τοῦ τέλους μου, σὺ γενοῦ μοι
ἀντιλήπτωρ καὶ φλαξ, καὶ τὴν ψυχήν, τὴν ἀθλίαν μου τότε, σχεθησομένην τῷ φόβῳ
ἐνθάῤῥυνον, μὴ οὖν ἐάσης τῷ ἐχθρῷ, τοῦ δολίως αὐτὴν ἀφαρπάσασθαι.
Θεοτοκίον.
Ῥυσθῆναί με, τῆς κολάσεως Μῆτερ, τῇ θερμῇ καὶ σωστικῇ Σου
πρεσβείᾳ, ἐκδυσωπῶ, καὶ προσπίπτω ποσί Σου, τοῖς παναχράντοις πανάμωμε
Δέσποινα, μὴ μὲ παρίδῃς ἀγαθή, τὸν οἰκτρὸν καὶ ἀχρεῖον οἰκέτην σου.
Διάσωσον, ἐκ τῶν κινδύνων Παΐσιε
τοὺς σοὺς δούλους, τοὺς εἰλικρινῶς ἐπὶ σὲ καταφεύγοντας, ἁγίαις σου πρὸς
Χριστὸν ἱκεσίαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων
τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς θεοπνεύστοις σου λόγοις Παΐσιε, τὴν Ἐκκλησίαν Χριστὸς
ἐπεστήριξεν, ὁ δούς σοι σοφίαν τὴν ἄνωθεν, καὶ τῶν θαυμάτων τὴν χάριν τὴν ἄφθονον·
διὸ σὲ πιστῶς μακαρίζομεν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν
ὁ Κύριος.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην
ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Θρόνῳ παριστάμενος, τῷ φοβερῷ τοῦ Δεσπότου, Ὅσιε Παΐσιε, σὺν
Ἀγγέλων Τάξεσιν ὡς ἰσάγγελος, καὶ ἡμῶν μνήσθητι, τῶν ἐξαιτουμένων, τὴν ταχεῖάν
σου βοήθειαν, καὶ παραμύθησον, τοὺς ὀλιγοψύχους τῷ πνεύματι, τὰς νόσους ἀποδίωξον,
καὶ τῆς τῶν δαιμόνων ἀπάλλαξον, Πάτερ ἐπηρείας, τοὺς πίστει ἑορτάζοντας τὴν σήν,
μνήμην καὶ πόθῳ προσπίπτοντας, σοῦ τῷ θείῳ μνήματι.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰαμάτων τὰ ῥεῖθρα ἐκ τοῦ τάφου σου Πάτερ Παΐσιε κέχυται,
τοῖς ἐπικαλουμένοις, τὸ θεῖον ὄνομά σου, καὶ ἐν πίστει κραυγάζουσιν· Ὁ τῶν Πατέρων
ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μονή σου ἡ ἁγία, ἣν εἰς τέλος ἠγάπησας Πάτερ Παΐσιε, τὴν σὴν
καταπλουτοῦσα, εὐχὴν καὶ εὐλογίαν, εὐχαρίστως κραυγάζει σοι· χαῖρε ἰσχὺς κραταιά,
προστάτης μου καὶ φύλαξ.
Μεγαλύνομεν Πάτερ τοὺς ἀσκητικοὺς καὶ ἐνθέους ἀγῶνάς σου,
οὓς αἵμασι καὶ πόνοις, ψυχῇ τε καὶ καρδίᾳ, τῷ Θεῷ προσενήνοχας, ἀδιαλείπτως αἰτῶν,
τὴν πάντων σωτηρίαν.
Θεοτοκίον.
Εὐλογοῦμεν Παρθένε τὸν εὐλογημένον καρπὸν τῆς κοιλίας Σου,
καὶ πόθῳ προσκυνοῦμεν, Ἐσθῆτά Σου τιμίαν, καὶ τὴν Ζώνην τὴν θείαν Σου, ἃς ἐφαπλώσαις
Ἁγνή, σκέπασον τοὺς Σοὺς δούλους.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Νοός μου πάσας, τὰς πονηρὰς φαντασίας, ῥεμβασμοὺς καὶ τὴν
καχυποψίαν, δίωξον ἐν τάχει, Παΐσιε εὐχαῖς σου.
Ἡ ἐν τῷ Ἄθῳ, τῶν μοναστῶν κληρουχία, σὲ τιμῶσα λαμπρύνεται
καὶ χαίρει, κρίνον ἐπ’ ἐσχάτων, βλαστήσασά σε Πάτερ.
Νεῦσον ἐξ ὕψους, ὡς συμπαθὴς θεοφόρε, καὶ χαρίτωσον τοὺς εὐλαβῶς
κυκλοῦντας, καὶ καταφιλοῦντας, Παΐσιε σὸν τάφον.
Θεοτοκίον.
Παρηγορίαν, καὶ παράκλησιν θείαν, Σὲ γινώσκομεν Κόρη παναγία,
σκέπην καὶ ἐλπίδα, βεβαίαν σωτηρίας.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Ἀγγέλων καὶ ἀνθρώπων, ὕμνησαν αἱ τάξεις, τὴν ἱεράν σου μετάστασιν
Ὅσιε, δι’ ἧς πρὸς ὕψος ἐπήρθης, Πάτερ Παΐσιε.
Τὴν θείαν σου εἰκόνα, πίστει προσκυνοῦντες, ἁγιασμὸν καὶ εἰρήνην
λαμβάνομεν, καὶ μυστικῆς εὐφροσύνης, Πάτερ πληρούμεθα.
Ἐχθρῶν ἐξ ἀοράτων, λύτρωσαι σὴν ποίμνην, καὶ ὁρατῶν θεοφόρε
Παΐσιε, τοὺς ἱερούς σου ἀγῶνας, καταγεραίρουσαν.
Θεοτοκίον.
Ῥημάτων τῆς ψυχῆς μου, ἐπάκουσον Μῆτερ, καὶ τῶν δακρύων τὴν
χάριν παράσχου μοι, ἵνα τὸ χαῖρέ Σοι κράζω, Νύμφη ἀνύμφευτε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν Ὁσίων κλέος λαμπρόν, καὶ τῆς Ἐκκλησίας, ἐγκαλλώπισμα
ἱερόν, χαίροις μοναζόντων, ἀγλάϊσμα τὸ νέον, καὶ Καππαδόκων δόξα, Πάτερ Παΐσιε.
Πόνοις ἐγκρατείας ἐγκαρτερῶν, καὶ τὴν σωτηρίαν τῶν ἀνθρώπων
ἐπιποθῶν, χάριν ὑπεδέξω, Παΐσιε πλουσίαν, ἀπὸ Θεοῦ καὶ δόξαν, πᾶσι τοῖς πέρασι.
Πρόσωπον πρὸς πρόσωπον νῦν ὁρῶν, τὸν ὡραῖον κάλλει, παρὰ πάντας
υἱοὺς βροτῶν, Χριστὸν τὸν Σωτῆρα, Παΐσιε δυσώπει, συγχώρησιν πταισμάτων, ἡμῖν
δωρήσασθαι.
Ὄρος τὸ τοῦ Ἄθω καταλαβών, καὶ τῆς Θεοτόκου ἐντρυφήσας τῶν
δωρεῶν, ταύτην μὴ ἐλλίπῃς, θερμῶς καθικετεύων, σὺν πᾶσι τοῖς Ἁγίοις, ὑπὲρ τῶν
δούλων σου.
Δεῦτε συνελθόντες εἰς
τὴν Μονήν, τοῦ Ἠγαπημένου, Θεολόγου τὴν ἱεράν, κυκλώσωμεν πάντες, τοῦ θείου Παϊσίου,
τὸν ζωηφόρον τάφον, καὶ προσκυνήσωμεν.
Χαίροις ὦ Παΐσιε θαυμαστέ, χαίροις θεοφόρε, καὶ Ὁσίων
συγκοινωνέ, δίδου ἡμῖν Πάτερ, χαρὰν καὶ εὐλογίαν, καὶ ῥῦσαι τῶν παγίδων, τοῦ
πολεμήτορος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων
ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι
ἡμᾶς.
Τό
Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ.
β΄.
Ἐλέησον ἡμᾶς, Κύριε,
ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα
Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί
Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ
γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί
νῦν…
Τῆς εὐσπλαγχνίας τὴν
πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν,
ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ
Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις.
Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου,
ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἄνθος, καὶ ἀγλάϊσμα τερπνόν, τῆς ἀγγελικῆς πολιτείας, ἐν
τοῖς ἐσχάτοις καιροῖς, μύρον τὸ ἀκένωτον, τῶν ἐκ Θεοῦ δωρεῶν, ὡς ἐδείχθης Παΐσιε,
μνημόνευε Πάτερ, τῶν παρακαλούντων σε, καὶ προσκυνούντων πιστῶς, τάφον σου καὶ
θείαν εἰκόνα, καὶ τὴν πατρικὴν προστασίαν, πᾶσι δίδου Ὅσιε, πρεσβείαις σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’
εὐχῶν.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου