Κατηγορίες αναρτήσεων

Κυριακή 10 Ιουλίου 2016

ΙΟΥΛΙΟΥ 10. ΑΝΤΩΝΙΟΥ ΟΣΙΟΥ ΡΩΣΟΥ ΕΣΦΙΓΜΕΝΙΤΟΥ ΠΑΡΑΚΛΗΣΙΣ

ΙΟΥΛΙΟΥ 10.
ΑΝΤΩΝΙΟΥ ΟΣΙΟΥ ΡΩΣΟΥ ΕΣΦΙΓΜΕΝΙΤΟΥ
ΠΑΡΑΚΛΗΣΙΣ
(Ποίημα Νήφωνος Ἱερομονάχου)
 
Όσιος Αντώνιος ο Ρώσος ο Εσφιγμενίτης
 
Εὐλογήσαντος τοῦ Ἱερέως, λέγομεν τὸν ΡΜΒ΄ ψαλμόν, τὸ Θεὸς Κύριος, καὶ τὸ προσόμοιον. Ἦχος δ΄. Ὁ ὐψωθεὶς ἐν τῷ Σταυρῷ.
Τίς ἀριθμήσει τοὺς ἀγῶνάς σου Ὅσιε, καὶ στεναγμοὺς τῆς ἐρασμίας καρδίας σου, τὴν ἐκκοπὴν θελήματος ἐν τῇ ὑπακοῇ, καὶ τὰς ἀναβάσεις σου, εἰς ὑψώματα θεῖα; Ὅθεν σοὶ προστρέχομεν, καὶ ἐκ βάθους βοῶμεν: μὴ ἀποῤῥίψης δεήσεις ἡμῶν, τῶν ἐξαιτούντων, τὰς θείας πρεσβείας.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μοναζόντων ἀλείπτης τῶν ἐν Ὄρει τοῦ Ἄθωνος, καὶ τῶν ἐν Ῥωσίᾳ ἐδείχθης θεομάκαρ Ἀντώνιε. Μονῆς τε Ἐσφιγμένου οἰκιστής, αυγάζων ὥσπερ ἥλιος λαμπρός, θεραπεύεις τε τοὺς πάντας σὺν ταῖς ψυχαῖς, καὶ σώματα ἀείμνηστε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Ἦχος δ΄.
Οὐ σιωπήσομέν ποτέ...
Ὁ Ν΄ ψαλμός· καὶ ὁ Κανὼν τοῦ Ὁσίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μονῆς Ἐσφιγμένου ὁ οἰκιστής, ὄρους Σαμαρείας ἀπαράμιλλος ἀσκητής, Πετσέρσκοβοϊ Λαύρας ὁ δομήτωρ, πάσης Ῥωσίας τὸ θεῖον ἀγλάϊσμα.
Σκηνὰς οὐρανίους καταλαβών, οἰκεῖς αἰωνίως θεομάκαρ Ἀντώνιε, πέμψον καὶ ἡμῖν ἔρεισμα θεῖον, καὶ ἐκ κινδύνων ἀεὶ διαφύλαττε.
Πατὴρ τῶν Πατέρων ὁδηγητής, στάρετς ὄντως μέγας ἀνεδείχθης μακάριε, δεῖξον ἐφ’ ἡμᾶς τοὺς σοὺς ἱκέτας, τὴν σὴν ἀγάπην πρεσβεύων πρὸς Κύριον.
Θεοτοκίον.
Ἁγνὴ Θεοτόκε Πανάμωμε, Μαρία Παρθένε, τῶν Ἀγγέλων ἡ χαρμονή, σκέπε διαφύλαττε καὶ σῶζε, ἐκ τῶν κινδύων Κυρία Θεόνυμφε.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἐκ παιδὸς ἀγαπήσας τὸν Ἰησοῦν Ὅσιε, καὶ ἐν τετρωμένῃ καρδίᾳ ἐκ θείου ἔρωτος, ἀεὶ ἀνέκραζες, ἐν ἀγιότητι βίου· Ἰησοῦ γλυκύτατε, Θεὲ Πανεύσπλαγχνε.
Ὥσπερ ἔλαφος ὄντως ἐκ τῆς Ῥωσίας ἀνέδραμες, καὶ ἐν τῇ Μονῇ Ἐσφιγμέου ἐγκατεβίωσας, καὶ ἐν ἀσκήσει, καὶ ἐγκρατείᾳ καὶ βίᾳ, τὸν Χριστὸν ἐδόξασας Θεομακάριστε.
Οἱ ἐν ὄρεσι πάντες καὶ ἐν σπηλαίοις ἀσκούμενοι, τῆς σῆς γενετείρας παμμάκαρ πρὸς σὲ κατέφευγον, τὸν ἀντιλήπτορα, καὶ φωτιστὴν τῆς Ῥωσίας, τὸν θερμὸν διδάσκαλον τῆς ἰσαγγέλου ζωῆς.
Θεοτοκίον.
Πρὸς Σὲ πᾶσαν Παρθένε ψυχῆς ἐμῆς ἔφεσιν, ἀνασφέρω καὶ στρέφω καὶ τὴν ἐλπίδα μου, μὴ ὑπερίδῃς με, ἀλλὰ καταύγασον Κόρη, τὴν ἐζοφωμένην μου καρδίαν Πάναγνε.
Διάσωσον, ἀπὸ κινδύνων Ἀντώνιε θεοφόρε, τοὺς αἰτοῦντας τὴν σὴν ταχεῖαν ἀντίληψιν, καὶ ἀναμένοντας πόθῳ σὴν προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενειᾳ Πανύμνητε Θεοτόκε...
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ῥωσίας ἁπάσης θεῖον βλάστημα, Μονῆς Ἐσφιγμένου τὸ ἀγλάϊσμα, ἐκτενῶς βοῶμέν σοι· θεομάκαρ Ἀντώνιε πρέσβευε, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς πίστει ἀεὶ σὲ μακαρίζοντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κατενίκησας Ὅσιε, νοητὸν ἀλάστορα καὶ συνέτριψας, καὶ τὰ τούτου μηχανήματα, σαῖς πυρίναις εὐχαῖς ἐξηφάνισας.
Κατεπλάγησαν Ἄγγελοι, διὰ τὴν τοῦ βίου σου ἄσκησιν, καὶ ἐφρύαξαν οἱ δαίμονες, καὶ ὁλοσχερῶς ἠφανίσθησαν.
Κατενόησαν Ὅσιε, νοεραὶ δυνάμεις τοὺς πόνους σου, καὶ εἰσέδυσαν εἰς ἄδυτα, τῆς ἁγνῆς ψυχῆς σου Ἀντώνιε.
Θεοτοκίον.
Παναγία Θεόνυμφε, ταῖς τοῦ Σοῦ Ὁσίου ἐντεύξεσι, σκέπε φρούρει τε καὶ φύλαττε, Σοὺς οἰκτροὺς ἱκέτας Σου Πανάχραντε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον ἡμᾶς, τῆς σῆς χάριτος Ἀντώνιε, καὶ τὴν βοήθειάν σου δίδου ἡμῖν, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων.
Δίωξον σοφέ, τῶν δαιμόνων τὰ στρατεύματα, σὺν τῷ κλεινῷ Δαμιανῷ τῷ θεόφρονι, ἵνα ἡμᾶς ἁμφοτέρους προστάτας ἔχωμεν.
Σπεύσατε ὁμοῦ, οἱ τρεῖς Ἅγιοι οἱ ἔνδοξοι, Ἀντώνιε Δαμιανέ τε καὶ Σέργιε, καὶ ῥύσασθε ἡμᾶς ἐκ τοῦ κλύδωνος.
Θεοτοκίον.
Ἄχραντε Ἁγνή, Μητροπάρθενε Θεόνυμφε, τὴν Σὴν βοήθειαν δίδου ἡμῖν, ἵνα ῥυσθῶμεν πυρὸς τῆς κολάσεως.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὰ βέλη, τοῦ πονηροῦ τιτρώσκουσι, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ σκοτασμόν, τῇ ψυχῇ μου ποιοῦσιν, ἄλγος βαρύτατόν μοι ἐπιφέρουσιν. Ἀντώνιε μάκαρ σοφέ, ἐκ παντοίων με θλίψεων λύτρωσαι.
Τῶν κόλπων, τῶν πατρικῶν Ἀντώνιε, μὴ ἐάσῃς τὰ σὰ τέκνα παμμάκαρ, καὶ πρὸς Θεόν, ἱκεσίας μὴ παύσῃς, ἵνα ὀψώμεθα φῶς σου τὸ ἄϋλον, δεόμεθά σου ἐκτενῶς, μὴ ἐλλείπῃς πρεσβεύων πρὸς Κύριον.
Εὐλόγησον, τὸν σὸν κάθισμα Πάτερ, καὶ τὴν Σκήτην Σαμαρείας τοῦ ὄρους, καὶ ἀσκητήριόν σου θεομάκαρ, καὶ τοὺς πατέρας Μονῆς τῆς ἐνθέου σου, καὶ κάλλυνε τῇ σῇ μορφῇ, ἐνδιαίτημα σοῦ καθιδρύματος.
Θεοτοκίον.
Παρθένε, Πανακήρατε Κόρη, Θεονύμφευτε Ἁγνὴ Θεοτόκε, πάντας ἡμᾶς, τοὺς ἐν τῷδε τῷ Ὄρει, ὑπὸ τὴν Σκέπην Σου φύλαττε Ἄχραντε, πρὸς Σὲ προστρέχομεν ἀεί, τὴν μεσίτριαν τοῦ Παντοκράτορος.
Διάσωσον, ἀπὸ κινδύνων Ἀντώνιε θεοφόρε, τοὺς αἰτοῦντας τὴν σὴν ταχεῖαν ἀντίληψιν, καὶ ἀναμένοντας πόθῳ σὴν προστασίαν.
Ἄχραντε...
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Μοναζόντων ἀνεδείχθης διδάσκαλος, προσευχῆς τε καὶ νηστείας ὑπογραμμμός, νήψεώς τε καὶ δακρύων πιστὸς κανών, ἀλλὰ πρόφθασον οὖν καὶ ἡμᾶς, τοὺς πρὸς σὲ πανευλαβῶς, ἐκτενῶς δεομένους σου· σπεῦσον εἰς ἱκεσίαν, καὶ τάχυνον εἰς πρεσβείαν, ὡς παῤῥησίαν ἔχων προς Θεόν, παναοίδιμε Ἀντώνιε.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν. ΚατὰΜατθαῖον (ΙΑ΄, 27-30): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη... (Ζήτει αὐτὸ τῇ 5ῃ Δεκεμβρίου, τοῦ Ὁσίου Πατρὸς ἠμῶν Σάββα).
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅλην τὴν καρδίαν σου, πρὸς τὸν Θεὸν ἐδωρήσω, Ὅσιε Ἀντώνιε, ἀσκητῶν τὸ καύχημα καὶ τὸ σέμνωμα, τῆς Ῥωσίας βλάστημα, Ἐσφιγμένου δόξα, μοναζόντων ἡ εὐπρέπεια, πιστῶν τὸ στήριγμα, καταπονουμένων ἀνάπαυσις, πάντων θλιβομένων, θερμὴ παραμυθία καὶ χαρά, ἀδικουμένων βοήθεια, Πάτερ ἱερώτατε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνεπίληπτον βίον καθαρὰν πολιτείαν θεοπρεπῆ ἀγωγήν, ἁπλότητα ἐν λόγοις, ἁγνότητα ἐν τρόποις, γεωργεῖν ἐνδυνάμωσον, τοὺς σὲ τιμῶντας λαμπρῶς, Ἀντώνιε τρισμάκαρ.
Τὴν Μονὴν Ἐσφιγμένου καὶ τὴν Λαύραν Κιέβου λαμπρὰς ἀνέδειξας, καὶ ἔπσειρας πλουσίως, Θεοῦ τὸν θεῖον σπόρον, εἰς τὰς καρδίας πιστῶν, διὸ μὴ παύσῃς ἀεί, πρὸς Κύριον πρεσβεύων.
Ἐν καρδίᾳ σου ἔχων τὸν Χριστὸν κεκρυμμένον καὶ μετ’ Αὐτοῦ ἐνδημῶν, δακρύων πεπλησμένος, καὶ νήψεως παμμάκαρ, εἰς ἀπρόσιτον ἔφθασας, πνευματικὸν οὐρανόν, ἀΰλων ὀντοτήτων.
Θεοτοκίον.
Παναμώμητε Μῆτερ ἡ τεκοῦσα ἀῤῥήτως τὸν Βασιλέα Χριστόν, ἀφάνισον ἐν τάχει, τὰ στίφη τῶν δαιμόνων, τὰ δεινῶς τυραννοῦντά με, πᾶσιν ἐννοίαις αἰσχραῖς, καὶ ῥῦσαί με ἐκ τούτων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς ἀρωγός τε, καὶ ὡς ἀκέστωρ νοσούντων, σπεύδεις πάντοτε καὶ νέμεις ἰατρείαν, χέων ταῖς καρδίαις, τὸ θεῖον βάλσαμόν σου.
Τῆς ἐμπαθείας, τὴν ἀκάρθατον ὕλην, ἐκ καρδίας μου ἀφάνισον θεόφρον, ἵνα σὲ δοξάζω, ἄχρι πνοῆς ὑστάτης.
Τῶν ἀντιδίκων, ψυχῆς ἐχθρῶν καθαιρέτην, σὲ γινώσκοντες Ἀντώνιε βοῶμεν· ῥύου ἡμᾶς πάντας, τῆς τούτων πανουργίας.
Θεοτοκίον.
Παρθενομῆτορ, Σὺ κοσμοσώτειρα Κόρη, ἐκ δεινῶν τοῦ Βελίαρ δηγμάτων, φύλαττε καὶ σῶζε, τὸν Σὸν ἀχρεῖον δοῦλον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰς ὕψος ἀπαθείας, ἀνῆλθες παμμάκαρ, καὶ ἀρετῶν ταῖς ἀκτῖσιν ἐλάμπρυνας, πᾶσαν ὑφήλιον Πάτερ Ἀντώνιε.
Ἐχθρὸν τὸν πολεμοῦντα, τὴν τάλαιναν ψυχήν μου, τῇ σῇ δυνάμει ὁλόθρευσον Ὅσιε, καὶ ἐκ παντοίων κινδύνων σὺ ἐλευθέρωσον.
Προστάτην καὶ φρουρόν τε, κεκτήμεθα ὦ Πάτερ, σπλάγχνα ἐλέους ὠς ἔχων φιλάνθρωπα, μὴ ἀποῤῥίψῃς ἡμᾶς δεομένων σου.
Θεοτοκίον.
Παρθένον πρὸ τοῦ τόκου, Παρθένον καὶ ἐν τόκῳ, καὶ μετὰ τόκον Παρθένον ὑμνοῦμέν Σε, τὴν Ἀειπάρθενον Κόρη ἡμεῖς γεραίρομεν.
Ἄξιόν ἐστί... καὶ τὰ Μεγαλυνάρια.
Ἄθωνος τοῦ Ὄρους κρῖνον τερπνόν, Μονῆς Ἐσφιγμένου κλέος ὄντως περιφανές, Ῥώσων τὸν φωστῆρα, Ἀντώνιον τὸν θεῖον, ἐν ὕμνοις ἐπαξίως, πάντες τιμήσωμεν.
Ῥωσίας ἁπάσης τὸ βλάστημα, Μονῆς Ἐσφιγμένου ὁ ἀκοίμητος βοηθός, ὄρους Σαμαρείας, ὀ ἀσκητὴς ὁ μέγας, Ἀντώνιος ὁ θεῖος Κιέβου καύχημα.
Ὡς ἥλιος ὄντως ἀειλαμπής, ἐδείχθης παμμάκαρ, ὑψιμέδων Ἀντώνιε, καὶ καταλαμπρύνεις, πιστῶν τὰς διανοίας, καὶ ὁδηγεῖς πρὸς θεῖον, λιμένα Ὅσιε.
Μοναχῶν ἀλείπτης καὶ ὁδηγόν, καὶ θειον ἀκέστορα τῶν σωμάτων καὶ τῶν ψυχῶν, και παραμυθίαν, πάντων τῶν θλιβομένων, Ἀντώνιον τὸν θεῖον ὕμνοις τιμήσωμεν.
Φύλαττε καὶ σκέπε ταῖς σαῖς λιταῖς, Ἀντώνιε Πάτερ, μοναζόντων ἡ χαρμονή, καὶ παθῶν παντοίων, ῥῦσαι τοὺς σοὺς ἱκέτας, ταῖς πρὸς Θεὸν εὐχαῖς σου και ἱκεσίαις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μοναζόντων ἀλείπτης τῶν ἐν Ὄρει τοῦ Ἄθωνος, καὶ τῶν ἐν Ῥωσίᾳ ἐδείχθης θεομάκαρ Ἀντώνιε. Μονῆς τε Ἐσφιγμένου οἰκιστής, αυγάζων ὥσπερ ἥλιος λαμπρός, θεραπεύεις τε τοὺς πάντας σὺν ταῖς ψυχαῖς, καὶ σώματα ἀείμνηστε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ πᾶσιν ἰάματα.
Μεθ’ ὅ ἡ σχετικὴ δέησις, καὶ Ἀπολύσις. Εἶτα τὸ παρὸν Προσόμοιον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Φάρος, τηλαυγὴς τῶν ναυαγῶν, καὶ τῶν ἐν πελάγει τοῦ βίου, ὑπὸ κυμάτων πολλῶν, καὶ παθῶν καὶ θλίψεων, κλονιζομένων δεινῶς, καὶ προστάτης καὶ πρόμαχος, τῶν πολεμουμένων, ταχυνὴ βοήθεια τῶν μοναχῶν καὶ πιστῶν, πάσης, τῆς Ῥωσίας ὁ φύλαξ, καὶ τῶν ἐν ταῖς θλίψεσιν ὄντων, ἡ παραμυθία καὶ ἀνάπαυσις.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ εὐχῶν.


                                   πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου