Κατηγορίες αναρτήσεων

Δευτέρα 20 Ιουνίου 2016

ΚΥΡΙΑΚΗ ΠΕΝΤΗΚΟΣΤΗΣ

ΜΕΓΑΛΥΝΑΡΙΑ

(π. Νεκτάριος Μαμαλοῦγκος, www.nektarios.gr)

  Αποτέλεσμα εικόνας για Πεντηκοστή

Τοῦ α’ Κανόνος. Ἦχος βαρύς.

Ἀκατάληπτον ὄντως, Ἀγγέλοις καὶ ἀνθρώποις, Μητροπάρθενε Κόρη, τοῦ Τόκου Σου τὸ ξένον.

Ἀναφαίρετον χάριν, τοῦ Πνεύματος τοῦ Ἁγίου, ἐδέξω σὺν Ἀποστόλοις, πανύμνητε Θεοτόκε.

Βασιλευόντων Ἄναξ, καὶ Κύριός τε κυρίων, ὁ Παράκλητος πέλων, κατῆλθεν Ἀποστόλοις.

Γηγενῶν ἅπαν γένος, τοῦ σῶσαι θέλων ἐκ πλάνης, πυρίνων γλωσσῶν εἴδει, ὁ Παράκλητος ἦλθεν.

Δόξα τῇ Σῇ κενώσει, Υἱὲ τοῦ Θεοῦ Παντάναξ, Παράκλητον γὰρ ἄλλον, ἀπέστειλας τοῖς δούλοις.

Ζωὴ τῶν ζώντων πέλον, τὸ Πανάγιον Πνεῦμα, ζωὴν πᾶσι βραβεύον , Ἀποστόλοις κατῆλθεν.

Ἡ ὑπεράρχιος φύσις, ἀχωρίστως τὸ Πνεῦμα, τοῖς θείοις Ἀποστόλοις, οὐρανόθεν κατῆλθεν.

 

Τοῦ β’ Κανόνος. Ἦχος δ΄.

Ἀπόστολοι, τὴν χάριν τοῦ Παρακλήτου, λαβόντες ἀνεκήρυξαν, τον ἐκ Σοῦ σαρκωθέντα, Πανάχραντε Θεὸν Λόγον.

Ἀπόστολοι σὺν τῇ Μητρὶ τοῦ Κυρίου, πλησθέντες ἐκ τῆς χάριτος, τοῦ Πνεύματος τοῦ Ἁγίου, ἐλάλουν ἐν ξέναις γλώσσαις.

Ἀπόστολοι, τὴν χάριν τοῦ Παρακλήτου, λαβόντες ἐσοφίσθησαν, καὶ ξέναις γλώσσαις ἐλάλουν, καθὼς τὸ Πνεῦμα ἐδίδου.

Ἀπόστολοι, τοῦ Πνεύματος θείαν χάριν, λαβόντες γῆς τὰ πέρατα, ὡς ἀστραπαὶ φωτὸς θείου, ἐνέπλησαν παραδόξως.

Ἀπόστολοι, λαβόντες ἐξ ὕψους χάριν, ἐνθέως ἠλλοιώθησαν, καὶ ἐν τοῖς ἔθνεσι πᾶσι, ἐλάλουν ἐν ξέναις γλώσσαις.

Ἀπόστολοι, τοῦ Πνεύματος τῇ δυνάμει, φωστῆρες ἀνεδείχθησαν, καὶ φωτισμοῦ πάντα κόσμον, ἐνέπλησαν παραδόξως.

Δόξα. Τριαδικόν.

Ἀπόστολοι, τὴν χάριν πυρίναις γλώσσαις, λαβόντες ἀνεκήρυξαν, Πατέρα καὶ τὸν Υἱόν τε, καὶ τὸ Πανάγιον Πνεῦμα.

Καὶ νῦν. Θεοτοκίον.

Ἀπόστολοι, τὴν χάριν τὴν ἐκχυθεῖσαν, τοῦ Πνεύματος δεξάμενοι, Μητέρα Σε καὶ Παρθένον, ἐκήρυξαν Θεοτόκε.

                                     πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου