Κατηγορίες αναρτήσεων

Πέμπτη 30 Ιουνίου 2016

ΙΟΥΝΙΟΥ 30. ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΩΝ ΕΓΚΩΜΙΑ

ΕΓΚΩΜΙΑ
 
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σας, Ἀπόστολοι Κυρίου.
Αἱ γενεαὶ πᾶσαι, ὑμᾶς μακαριοῦμεν, τοὺς κήρυκας τοῦ Λόγου.
Λόγε Θεοῦ, Παντάναξ, δός μοι σῷ δούλῳ λόγον, σοὺς μύστας εὐφημῆσαι.
Ἐκ τῶν περάτων κόσμου, πᾶς εὐσεβὴς δραμέτω, πρὸς ὕμνον Ἀποστόλων.
Τάγματα τῶν Ἁγίων, μνήμην τῶν Ἀποστόλων, βροτοῖς συνεορτάζει.
Ἡ οἰκουμένη πᾶσα, σήμερον ἑορτάζει, μνήμην τῶν Ἀποστόλων.
Οἱ κήρυκες τοῦ Λόγου, σήμερον ἀοράτως, ἡμᾶς περιφρουρεῖτε.
Εἰς πᾶσαν γῆν ὁ φθόγγος, ἐξῆλθεν Ἀποστόλων, ὡς Προφητάναξ φάσκει.
Κατὰ τὸν Σολομῶντα, ἐφάνητε βολίδες, δραμοῦσαι κτίσιν μύσται.
Εἰς ἅπαντα τὰ ἔθνη, ἐστάλητε θεόπται, ζῶντα Θεὸν κηρύξαι.
Αὐτόπται τοῦ Σωτῆρος, μὴ παύσητε πρεσβεύειν, ὑπὲρ ἡμῶν τῷ Κτίστῃ.
Πέτρε κορυφαῖε, τῆς πίστεως τῇ πέτρᾳ, στῆσον ἡμᾶς λιταῖς σου.
Οὐρανοβάμων Παῦλε, ἡμᾶς λιταῖς σου δεῖξον, πολίτας οὐρανίους.
Πρωτόκλητε Ἀνδρέα, σὲ πρῶτον πρὸς τὸν Κτίστην, προσφέρομεν μεσίτην.
Βαρθολομαῖε πάντες, ἵλεων τὸν Δεσπότην, λιταῖς σου ποίησόν μοι.
Θωμᾶ ἱεροκήρυξ, εὖξαι ἵνα ῥυσθῶμεν, πυρὸς τοῦ αἰωνίου.
Ἀπόστολε Κυρίου, Σίμων λιταῖς σου πάντες, ῥυσθείημεν κινδύνων.
Πάνσοφε Ἰωάννη, τοῖς σὲ προσκαλουμένοις, βοήθειαν παράσχου.
Ἰάκωβε θεόπτα, ὁ παῖς τοῦ Ζεβεδαίου, ῥῦσαι ἡμᾶς γεένης.
Ἰάκωβε Ἀλφαίου, δυσώπει τὸν Σωτῆρα, ὑπὲρ ημῶν ἀπαύστως.
Φίλιππε θεηγόρε, πάντας πιστοὺς συντήρει, ἐκ πάσης ἐπηρείας.
Ματθαῖε θεηγόρε, λιταῖς σου πρὸς τὸν Κτίστην, ἐξάρπασον κινδύνων.
Ὦ κήρυκες τοῦ Λόγου, σήμερον εὐφημεῖται, ὑπὸ παντὸς τοῦ κόσμου.
Χορὸς τῶν Ἀποστόλων, λιταῖς πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν ποιεῖσθε.
Ἡ δωδεκὰς ἡ θεία, Θεὸν ἐκλιπαροῖτε, ἡμᾶς δεινῶν ῥυσθῆναι.
Δόξα. Τριαδικόν.
Ὦ Τριὰς Ἁγία, πρεσβείαις τοῦ Ἀνδρέου, σῶσον ἡμᾶς πάντας.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένε Θεοτόκε, μετὰ τοῦ Ἱεράρχου, ὑπὲρ ἡμῶν δυσώπει.
 ΚΑΘΙΣΜΑΤΑ
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα τῶν Κορυφαίων. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Κορυφαίους ὀφθέντας τῶν Μαθητῶν, τοὺς μεγάλους φωστῆρας καὶ φαεινούς, Πέτρον εὐφημήσωμεν, καὶ τὸν πάνσοφον Παῦλον, τῷ γὰρ πυρὶ τοῦ θείου ἐκλάμψαντες Πνεύματος, τὴν ἀχλὺν τῆς πλάνης, κατέφλεξαν ἅπασαν, ὅθεν καὶ τῆς ἄνω, βασιλείας πολῖται, ἀξίως ἐδείχθησαν, καὶ τῆς χάριτος σύνθρονοι. Διὰ τοῦτο βοήσωμεν· Ἀπόστολοι Χριστοῦ τοῦ Θεοῦ, τῶν πταισμάτων ἄφεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν Σοφίαν καὶ Λόγον ἐν Σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντας, ὅθεν δυσωπῶ Σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε Ἁγνή, τὴν Σὴν βοήθειαν τότε μοι δώρησαι, καὶ γὰρ δύνασαι, ὅσα θέλεις Πανύμνητε.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα κοινὸν πάντων. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖαι σάλπιγγες, τοῦ Παρακλήτου, ἐνηχούμεναι, πνοῇ τὸν λόγον, τῆς σωτηρίας τῷ κόσμῳ ἠχήσατε, καὶ τοὺς ἐν ζόφῳ τῆς πλάνης καθεύδοντας, θεογνωσίας πρὸς φῶς ἀναστήσαντες, προσηγάγετε, τῷ θείῳ φωτὶ Ἀπόστολοι, πρεσβεύοντες Χριστῷ ὑπὲρ τοῦ κόσμου ἀεί.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θείας φύσεως, οὐκ ἐχωρίσθη, σὰρξ γενόμενος, ἐν τῇ γαστρί Σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον Σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκετεύω, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.



                                 πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου