ΠΑΡΑΚΛΗΣΙΣ
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον,
μεθ᾿ ὃ τὸ Θεὸς Κύριος καὶ τὸ ἑξῆς· Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Ὡς τῶν
ἁγίων ἀποστόλων ἀκρότης* καὶ τοῦ σωτῆρος ἐνθεώτατος μύστης* ὑπὲρ ἡμῶν ἱκέτευε
δεόμεθα* Παῦλε παμμακάριστε* ἐκλογῆς θείας σκεῦος* ὅπως λυτρωθείημεν* πειρασμῶν
καὶ κινδύνων* καὶ τῆς μελλούσης τύχοιμεν ζωῆς* οἱ προσιόντες* τῇ θείᾳ πρεσβείᾳ
σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ
σιωπήσωμεν πότε, Θεοτόκε.
Ὁ Ν΄
καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς: Αἴτει μοι Παῦλε,
θείαν ἀκτῖνα. Γερασίμου.
ᾨδὴ α. Ἦχος πλ. δ΄. Ὑγρὰν
διοδεύσας.
Ἀκτῖσι
λαμπόμενος θεϊκαῖς* ἀπόστολε Παῦλε* τοῦ νοός μου τὸν σκοτασμόν* ταῖς σαῖς
φωτοφόροις ἱκεσίαις* καὶ τῶν παθῶν τὴν ὁμίχλην διάλυσον.
Ἰλύος
με καθαρὸν μοχθηράς* παθῶν ἀκαθάρτων* καὶ ποικίλων ἁμαρτιῶν* τοῖς ῥείθροις τῶν
θείων πρεσβειῶν σου* οὐρανοφοῖτα ἀπόστολε ἔνδοξε.
Τὸν
πάντων δεσπότην καὶ λυτρωτήν* ὡς ἔχων μεγίστην* παῤῥησίαν ὑπὲρ ἡμῶν* ἱκέτευε Παῦλε
θεηγόρε* πάσης ῥυσθῆναι ἡμᾶς περιστάσεως.
Θεοτοκίον.
Ἐτέχθη
αἱμάτων σου ἐξ ἁγνῶν* ὁ πᾶσι τὸ εἶναι* παρεχόμενος ὡς Θεός* ὦ πρέσβευε πάναγνε
παρθένε* ἁμαρτιῶν μου καθάραι τὸν βόρβορον.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἰδὼν
φῶς μέγα Παῦλε* φωνῆς Χριστοῦ ἤκουσας* καὶ κλητὸς ἀπόστολος ὤφθης* θείῳ βουλήματι*
ὅθεν ἐνίσχυσον* ἡμᾶς φωνῆς εἰσακούειν* θείων διατάξεων* ψυχῆς θερμότητι.
Μυστηρίων
ἁγίων* μύστης σοφὸς γέγονας·* ὅθεν μετανοίας πρὸς τρίβον* ὁδήγει πάντοτε* Παῦλε
πανεύφημε* διὰ ζωῆς ἐναρέτου* τοὺς πιστῶς προστρέχοντας* τῇ ἀντιλήψει σου.
Ὁλοτρόπως
τῷ πλάνῳ* ὑποταχθεὶς γέγονα* σκεῦος ἁμαρτίας ἁπάσης* νοΐ ἀγνώμονι·* σὺ οὖν με
λύτρωσαι* ὡς ἐκλογῆς Χριστοῦ σκεῦος* Παῦλε παμμακάριστε* χειρῶν τοῦ δράκοντος.
Θεοτοκίον.
Ἰησοῦν
τὸν Σωτῆρα* καὶ τοῦ παντὸς αἴτιον* τέτοκας ἀφράστως παρθένε* κόσμον
καινίζοντα·* διὸ ἐγκαίνισον* ἐν τῇ ἀθλίᾳ ψυχῇ μου* πνεῦμα καθαρότητος*
καθικετεύω σε.
Διάσωσον*
οὐρανοβάμον ἀπόστολε θεῖε Παῦλε* χαμαιζήλων ἐπιφορῶν καὶ κακώσεων* τοὺς
προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἐπίβλεψον*
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε* ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν* ὡς ἄῤῥηκτον
τεῖχος καὶ προστασίαν.
Αἴτησις καὶ τὸ κάθισμα. Ἦχος
β´. Τὰ ἄνω ζητῶν.
Ἐξ ὕψους
λαβών* τὴν κλῆσιν Παῦλε ἔνδοξε* ἐδείχθης Χριστοῦ* ἀπόστολος θεόληπτος·* διὸ κἀμὲ
ἀνύψωσον* γεηρῶν φρονημάτων πρεσβείᾳ σου * καὶ θεϊκόν μοι αἰτεῖ φωτισμόν* ὡς
πλήρης φωτὸς τοῦ θείου πνεύματος.
ᾨδὴ δ´. Εἰσακήκοα,
Κύριε.
Παθημάτων
καὶ θλίψεων* καὶ ἐπηρειῶν πικρῶν τοῦ ἀλάστορος* ἀνωτέρους Παῦλε φύλαττε * τοὺς
εἰλικρινῶς σὲ μακαρίζοντας.
Ἀσθενείαις
τρυχόμενος* ταῖς κατὰ ψυχὴν καὶ σῶμα προστρέχω σοι* ἵνα εὔρῳ Παῦλε ἱᾶσιν* ἥν
μοι δίδου θᾶττον τῇ πρεσβείᾳ σου.
Ὑψιβάμων
γενόμενος* καὶ οὐρανοφοίτης Παῦλε ἀπόστολε* χαμαιζήλων με ἀπάλλαξον* ἐννοιῶν καὶ
λόγων τε καὶ πράξεων.
Θεοτοκίον.
Λύτρωσαί
με πανάμωμε, * ἐκ τῆς μοχθηρίας τοῦ παναλάστορος* τῇ ἀμάχῳ προστασία σου* καὶ εἰρήνην
δίδου τῇ καρδίᾳ μου.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἔπιδε
ἡμῖν* οὐρανόθεν Παῦλε ἔνδοξε* καὶ παράσχου ὡς θεράπων τοῦ Χριστοῦ* τὰ αἰτήματα ἡμῶν
τῶν δεομένων σου.
Θραῦσον
τοῦ ἐχθροῦ* καθ’ ἡμῶν τὰ μηχανήματα* ἐν ἀγάπῃ καὶ εἰρήνῃ ἀληθεῖ* κατευθύνων τὴν
ζωὴν ἡμῶν ἀπόστολε.
Ἔχων
πρὸς Χριστόν* παῤῥησίαν πολλὴν ἅγιε* ὡς ἀπόστολος αὐτοῦ θεοειδής* ἠμῖν ἵλεων αὐτὸν
Παῦλε ἀπέργασαι.
Θεοτοκίον.
Ἴασαι
ἁγνή* τῆς ψυχῆς μου τὴν ἀσθένειαν* καὶ ἁπάσης ἐργασίας πονηράς* καὶ κακίστης
συνηθείας με ἀπάλλαξον.
ᾨδὴ στ. Τὴν δέησιν.
Ἀκτῖσι*
λελαμπρυσμένος ταῖς θείαις* σκότασμου ἁμαρτιῶν πολυτρόπων* καὶ συμφορῶν καὶ
κινδύνων καὶ πόνων* ἀπάλλαξόν με ταῖς σαῖς ἀντιλήψεσιν* ὦ Παῦλε σκεῦος ἐκλογῆς*
ὡς προστάτης μου θεῖος καὶ ἔφορος.
Ναμάτων*
πνευματικῶν πεπλησμένος* θεῖε Παῦλε ἐκ πηγῶν σωτηρίου* τὸ τῆς ἀφέσεως βλῦσόν με
ὕδωρ* καὶ γλυκασμὸν θεϊκῆς ἀγαθότητος* ταῖς εὐπροσδέκτοις σου λιταῖς* πρὸς
Χριστὸν τὸν φιλάνθρωπον Κύριον.
Ἀπαύστως*
ἐν τῷ πελάγει τοῦ βίου* χειμαζόμενος ματαίαις φροντίσι* πρὸς τὴν γαλήνην τὴν σὴν
καταφεύγω* καὶ ἐκβοῶ σοι ὦ Παῦλε ἀπόστολε* κυβέρνησόν με ἀσφαλῶς* πρὸς λιμένα
τοῦ θείου θελήματος.
Θεοτοκίον.
Κινδύνοις*
κλυδωνιζόμενος πλείστοις* ἐκ πολλῶν ἁμαρτιῶν μου ὁ τάλας* ἐπικαλοῦμαι τὴν σὴν
προστασίαν* καὶ ἀνακράζω σοι κόρη πανύμνητε·* τὰ κύματα τὰ χαλεπά* τῶν πολλῶν πειρασμῶν
μου κατεύνασαν.
Διάσωσον*
οὐρανοβάμον ἀπόστολε θεῖε Παῦλε* χαμαιζήλων ἐπιφορῶν καὶ κακώσεων* τοὺς
προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἄχραντε*
ἡ διὰ λόγου τὸν λόγον ἀνερμηνεύτως* ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον* ὡς
ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ
κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὡς εὐσεβείας
φωστὴρ καὶ διδάσκαλος* καὶ ἀποστόλων λαμπρὸν ἀκροθίνιον* ἡμῖν εὐμενίζου ἑκάστοτε*
τὸν πάντων κτίστην Χριστὸν Παῦλε ἔνδοξε,* ὡς ἂν θεῖον ἔλεος εὕρωμεν.
Προκείμενον:
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ
χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον
κατὰ Λουκᾶν.
Δόξα:
Ταῖς τοῦ ἀποστόλου.
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου.
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχος: Ἐλέησόν
με, ὁ Θεός, ...
Παῦλε
παμμακάριστε* τῶν ἀποστόλων ἡ δόξα* ὄργανον θεόπνευστον* τοῦ ἁγίου πνεύματος καὶ
πολύφωνον* τῶν πολλῶν θλίψεων* κόπασον τὸν σάλον* τὸν συνέχοντά με ἅγιε* καὶ
παύλαν δίδου μοι* τῶν ὀδυνηρῶν περιστάσεων* εἰρήνην μοι αἰτούμενος* καὶ
παραπτωμάτων συγχώρησιν* ὡς πλούτων μεγίστην* θεόφρον παῤῥησίαν πρὸς Χριστόν* ὃν
ἐκτενῶς καθικέτευε* ὑπὲρ τῶν τιμώντων σε.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν
μεγίστην σου χάριν* ἐφαπλῶν μὴ ἐλλίπῃς ἡμῖν ἀπόστολε* ὡς ἂν τῶν βουλευμάτων* ῥυώμεθα
τοῦ πλάνου* οἱ ἐν πίστει κραυγάζοντες·* ὁ τῶν πατέρων ἡμῶν* Θεὸς εὐλογητὸς εἶ.
Ἰατὴρ
νοσημάτων* ψυχικῶν ἀνεδείχθης Παῦλε, τῷ λόγῳ σου·* διὸ κἀμὲ νοσοῦντα* κατὰ ψυχὴν
καὶ σῶμα* ἴασαί με κραυγάζοντα·* ὁ τῶν πατέρων ἡμῶν* Θεὸς εὐλογητὸς εἶ.
Νομοθέτης
ἐδείχθης* τῆς ζωῆς τῆς ἁγίας ἐν θείῳ πνεύματι·* διὸ τροπούμενόν με* τῆς ἁμαρτίας
νόμῳ με ἕλκυσον* πρὸς βιοτὴν καθαράν* Παῦλε Κυρίου στόμα.
Θεοτοκίον.
Ἀειπάρθενε
κόρη* ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα* σαρκός μου τὰς ὀδύνας* καὶ τῆς ψυχῆς τὰ
πάθη* θεραπεύσασα σῶσόν με* εὐλογημένη ἁγνή* ἵνα σὲ μακαρίζω.
ᾨδὴ η´. Τὸν βασιλέα.
Γνῶσιν
μοὶ δίδου* τῆς ἀληθοῦς μετανοίας* Παῦλε ἔνδοξε ὡς τῆς ἀγάπης μύστης* ἵνα ἐναρέτως*
Χριστῷ εὐαρεστήσω.
Ἐκ τῆς
σῆς γλώττης* τῆς σωτηρίας τὸ νέκταρ* Παῦλε ἔνδοξε πνεύματι θείῳ βλύζει* ὅθεν
γλύκανόν μου* τὴν τῆς ψυχῆς πικρίαν.
Ῥώμην
μοι δίδου* καταπατεῖν τοῦ Βελίαρ* Παῦλε ἔνδοξε ἰσχὺν τὴν ὀλεθρίαν* καὶ ἐν
μετανοίᾳ* ἀνύειν τὴν ζωήν μου.
Θεοτοκίον.
Ἀγγέλων
δόξα* θεοκυῆτορ παρθένε* ἀδοξίας με παθῶν τῶν ἀκαθάρτων* λύτρωσαι καὶ σῶσον* τὸν
σὸν ἀχρεῖον δοῦλον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σοφίᾳ
τῶν σῶν λόγων* σόφισον τὸν νοῦν μου* καταπατεῖν τοῦ ἐχθροῦ τὰ σοφίσματα* καὶ ἐν
σοφίᾳ ἀνύειν Παῦλε τὸν βίον μου.
Ἰλύος
ἁμαρτίας* κάθαρον τὸν νοῦν μου* πρεσβευτικαῖς σου ἀρδείαις ἀπόστολε* ὡς ἂν ἐκφύγω
τοῦ πλάνου πᾶν ἐπινόημα.
Ὁ
μέγας τοῦ σωτῆρος* μύστης θεῖε Παῦλε* μυσταγωγεῖσθαι τῷ λόγῳ σου σθένωσον* πρὸς
σωτηρίαν τοὺς πόθῳ σὲ μακαρίζοντας.
Θεοτοκίον.
Ὑδάτων
ἀπωλείας* ῥῦσαί με παρθένε* ἡ τὴν πηγὴν τῆς ζωῆς ἡμῖν τέξασα* καὶ ἀπαθείας πρὸς
ὕδωρ τὸν νοῦν μου ἴθυνον.
Τὸ ἄξιόν ἐστι καὶ τὰ
μεγαλυνάρια.
Χαίροις
ἀποστόλων ἡ καλλονή* Παῦλε θεηγόρε* τοῦ σωτῆρος μυσταγωγέ* ἐκλογῆς Κυρίου* σκεῦος
δεδοξασμένον* καὶ πάσης ἐκκλησίας* θεῖε διδάσκαλε.
Ἤκουσας
ἐξ ὕψους θείας φωνῆς* Παῦλε σὲ καλούσης* μαθητείαν πρὸς ἱεράν* μαθητὴς
πυρίνους* ἐντεῦθεν ἀνεδείχθης* Χριστοῦ τοῦ ζωοδότου* λόγοις καὶ πράξεσιν.
Ἥλιος
ὡς μέγας καὶ φαεινός* ἔλαμψας τῷ κόσμῳ* διατρέχων πᾶσαν τὴν γῆν* καὶ τοὺς ἐν τῷ
σκότει* λαοὺς καταφωτίζεις* κηρύγματος τῇ αἴγλῃ* Παῦλε ἀπόστολε.
Βρύει
σου ἡ γλῶσσα ῥεῖθρα ζωῆς* τοῦ εὐαγγελίου* τὰ διδάγματα τὰ σεπτά* καὶ
καταποτίζει* τὰς λογικὰς ἀρούρας* πρὸς θείαν εὐκαρπίαν* Παῦλε ἀπόστολε.
Ἤνυσας
ἀγῶνας ὑπερφυεῖς* ὑπὲρ τῆς ἀγάπης* τοῦ σωτῆρος ἡμῶν Χριστοῦ* καὶ ἐν Ῥώμῃ Παῦλε*
ἐτέλεσας τὸν δρόμον* τμηθείς σου τὸν αὐχένα* τὸν ἱερώτατον.
Παῦλε
τῶν ἀῤῥήτων μυσταγωγέ* ἀποστόλων δόξα* καθικέτευε ἐκτενῶς* ἄφεσιν πταισμάτων*
καὶ φῶς θεῖον διδόναι* παρὰ Χριστοῦ τοῖς πόθῳ* σὲ μακαρίζουσι.
Πᾶσαι
τῶν ἀγγέλων...
Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς
καὶ ἀπόλυσις μεθ’ ἣν τὸ ἑξῆς· Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Παῦλε
ἀποστόλων καλλονή* τοῦ εὐαγγελίου ὁ κῆρυξ* ὁ ἐνθεώτατος* στόμα τὸ πολύσοφον*
Χριστοῦ τοῦ πάντων Θεοῦ* μὴ ἐλλείπης δεόμενος* ὑπὲρ τῶν ἐν πίστει* προσιόντων ἅγιε*
τῇ προστασίᾳ σου* ὅπως συμφορῶν καὶ κινδύνων* καὶ πολυειδῶν συμπτωμάτων* ἄτρωτοι
ἐν βίῳ διαμένωμεν.
Δίστιχον.
Πρόσχες, Παῦλε ἔνδοξε, τῇ
νῦν δεήσει
Τοῦ Γερασίμου καὶ δίδου
τὴν σὴν χάριν.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου