ΑΠΡΙΛΙΟΥ 8
ΓΕΝΝΑΔΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΔΙΟΝΥΣΙΑΤΗΣ
ΠΑΡΑΚΛΗΣΙΣ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τό: Θεὸς Κύριος, ὡς συνήθως καὶ τὸ ἑξῆς: Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν
ῇ ἀσκήσει νουνεχῶς διαπρέψας, καὶ μαρτυρίου τὴν ὁδὸν διανύσας,
Ὁσιομάρτυς Ἅγιε Γεννάδιε, πρέσβευε δεόμεθα, τῷ Δεσπότῃ τῶν ὅλων, δοῦναι
τοῖς τιμῶσί σε, τῶν πταισμάτων τὴν λύσιν, καὶ φωτισμὸν καὶ βίου
προκοπήν, ὡς ἄν Κυρίῳ ὁσίως δουλεύσωμεν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...
Ὁ Ν΄ καὶ ὁ κανῶν οὗ ἡ ἀκροστιχίς: Γεννάδιε σὴν δίδου μοι χάριν. Γερασίμου.
ᾨδη α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Γενοῦ μοι Γεννάδιε Ἀθλητά, προστάτης καὶ ῥύστης καὶ μεσίτης πρὸς τὸν Χριστόν, αἰτούμενος ἄφεσιν πταισμάτων, καὶ πολυτρόπων παθῶν ἀπολύτρωσαι.
Ἐνήθλησας
γνώμῃ θεοφιλεῖ, καὶ δόξης μετέσχες τῶν Μαρτύρων ἐν οὐρανοῖς, μεθ’ ὧν
ὑπὲρ πάντων ἐκδυσώπει, τῶν σὲ τιμώντων παμμάκαρ Γεννάδιε.
Νομίμως
ἀθλήσας ὑπὲρ Χριστοῦ, Γεννάδιε Μάρτυς ἀνομίας με χαλεπῆς, καὶ πάσης
παθῶν ἀκαθαρσίας, τὸν προσιόντα σοι πίστει ἐκκάθαρον.
Θεοτοκίον.
Ναὸς
φωτοστόλιστος τοῦ Θεοῦ, ἐδείχθης Παρθένε σωματώσασα ὑπὲρ νοῦν, αὐτὸν ἐξ
ἀχράντων σου αἱμάτων, Ὃν ἐκδυσώπει σωθῆναί με δέομαι.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἀνενδότῳ
καρδίᾳ ὑπὲρ Χριστοῦ ἤθλησας, ὅθεν ἐναθλεῖν με νομίμως Μάρτυς ἐνίσχυσον,
κατὰ ποικίλων παθῶν, καὶ τοῦ ἐχθροῦ ἀποκρούειν, Ἅγιε Γεννάδιε, ἅπασαν
ἔφοδον.
Δόξης
ἔτυχες θείας ως Ἀθλητὴς ἔνθεος· ὅθεν ἀδοξίας με πάσης παθῶν ἀπάλλαξον,
Μάρτυς Γεννάδιε, καὶ ἐν τῷ φόβῳ Κυρίου, θείως πολιτεύεσθαι, δίδου μοι
δύναμιν.
Ἱερῶς
σοι φοινίξας τὴν σὴν στολὴν Ἅγιε, ῥείθροις τῶν οἰκείων αἱμάτων φαιδρῶς
παρέστησας, τῷ Παντοκράτορι, ὃν ἐκδυσώπει ἀπαύστως, πάσης με Γεννάδιε,
ῥύεσθαι θλίψεως.
Θεοτοκίον.
Ἐξ
ἁγνῶν σου αἱμάτων ὁ τοῦ παντὸς αἴτιος, σάρκα προσλαβὼν ἀποῤῥήτως Κόρη
Πανάμωμε, διπλοῦς γεγέννηται, ἐν ὑποστάσει μιᾷ δέ, καὶ φθορᾶς ἐῤῥύσατο
τοὺς σὲ δοξάζοντας
Διάσωσον, Ὁσιομάρτυς Γεννάδιε σαῖς πρεσβείαις· ἀπὸ πάσης ἡμᾶς ἀνάγκης καὶ θλίψεως, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἐπίβλεψον ἐν εὐμενείᾳ...
Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή
Αἱμάτων
ῥοαῖς τὸν ὄφιν κατεπόντισας, καὶ δρόσον ἡμῖν οὐράνιον απέσταξας,
Γεννάδιε μακάριε· διὸ σβέσον παθῶν μου τοὺς ἄνθρακας, πρεσβευτικαῖς σου
ἀρδείαις πρὸς Χριστόν, τὸν σὲ Ὁσιομάρτυς δοξάσαντα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σὺν Ὁσίοις καὶ Μάρτυσιν, ὡς Ὁσιομάρτυς Χριστοῦ Γεννάδιε, καθικέτευε δωρήσασθαι, τῶν ἁμαρτιῶν ἡμῖν τὴν ἄφεσιν.
Ἡ πρεσβεία σου γένοιτο, τεῖχος ἀσφαλείας ἡμῖν Γεννάδιε, τοῦ Βελίαρ ἀποτρέπουσα, καθ’ ἡμῶν μανίαν τὴν ὀλέθριον.
Νεκρωθεὶς πολλοῖς πάθεσι, σὲ καθικετεύω μάκαρ Γεννάδιε, ἔγειρόν με πρὸς μετάνοιαν, τῇ ζωοποιῷ Μάρτυς πρεσβείᾳ σου.
Θεοτοκίον.
Δόλῳ ὄφις ὁ δόλιος, πρὸς τὴν ἁμαρτίαν συλᾷ με Δέσποινα, ἀλλὰ τούτου κατασύντριψον, κατ’ ἐμοῦ μανίαν τὴν ὀλέθριον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴδε συμπαθῶς, παμμακάριστε Γεννάδιε, τοὺς ἐν ταύτῃ ἐνασκοῦντας τῇ Μονῇ, καὶ ἀεὶ δίδου ἡμῖν τὴν σὴν βοήθειαν.
Δύναμιν ἡμῖν, μὴ ἐλλίπῃς παρεχόμενος, κατὰ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, ὣς λαβὼν παρὰ Χριστοῦ χάριν Γεννάδιε.
Ὅρμῳ νοητῷ, προσωρμίσθης δι’ ἀθλήσεως διὸ λύτρωσαι ἡμᾶς, τρικυμιῶν τῶν ἐν βίῳ περιστάσεων Γεννάδιε.
Θεοτοκίον.
Ὕψωσον ἡμῶν, τὴν διάνοιαν Πανάμωμε, ἐκ ματαίων λογισμῶν καὶ ἐννοιῶν, πρὸς ὑψώσεις της ἀγάπης τοῦ Παντάνακτος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Μαρτύρων,
τῆς εὐκληρίας τρυφήσας, ως ἀθλήσας δι’ ἀγάπην τὴν θείαν, Ὁσιομάρτυς
Γεννάδιε θεῖε, τῆς τῶν παθῶν δυσχερείας ἀπάλλαξον, τοὺς μακαρίζοντας
πιστῶς, τὴν σεπτὴν καὶ ἁγίαν σου ἄθλησιν.
Ὁσίως,
πρώην ἀνύων τὸν βίον, δι’ ἀθλήσεως Χριστῷ προσηνέχθης, καὶ διπλῶν
ἀτυχὲς Μάρτυς βραβείων· ὅθεν διπλῶν με παθῶν ἀπολύτρωσαι, κατὰ τὸ σῶμα
καὶ ψυχήν, τὸν πρὸς σὲ ἀφορῶντα Γεννάδιε.
Ἰάτρευσον,
τὴν νοσοῦσαν ψυχήν μου, συνηθείᾳ τῆς πικρᾶς ἁμαρτίας, τῇ δεδομένῃ σοι
χάριτι θείᾳ, Ὁσιομάρτυς Κυρίου Γεννάδιε, καὶ ἴθυνόν με ἀσφαλῶς, πρὸς
λιμένα τοῦ θείου θελήματος.
Θεοτοκίον.
Χειμάζει
με, ἁμαρτίας ὁ σάλος, καὶ καθέλκει πρὸς βυθὸν ἀπωλείας· ἀλλὰ Παρθένε τῇ
σῇ κυβερνήσει, πρὸς ἀπαθείας με ὅρμον κυβέρνησον, τὸν πεποιθότα ἐκ
ψυχῆς, Θεοτόκε τῇ θείᾳ πρεσβείᾳ σου.
Διάσωσον, Ὁσιομάρτυς Γεννάδιε σαῖς πρεσβείαις· ἀπὸ πάσης ἡμᾶς ἀνάγκης καὶ θλίψεως, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἄχραντε, ἡ διὰ λόγου..
Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὁσιομάρτυς
Κυρίου Γεννάδιε, τῶν Ἀθλητῶν καὶ Ὁσίων ἰσότιμε, ἀεὶ σὺν αὐτοῖς Χριστῷ
πρέσβευε, ἁμαρτημάτων διδόναι συγχώρησιν, ἠμῖν τοῖς ἐν πίστει τιμῶσί σε.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Εὐαγγέλιον κατὰ Ματθαῖον.
Εἶπεν
ὁ Κύριος· Πάντα ὅσα ἄν θέλητε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ
ἡμεῖς ποιεῖτε αὐτοῖς, οὗτος γὰρ ἐστὶν ὁ νόμος καὶ οἱ προφῆται. Εἰσέλθετε
διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδός, ἡ
ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοὶ εἰσὶν οἱ εἰσερχόμενοι δι’ αὐτῆς,
ὅτι στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ
ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν,
οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι
ἅρπαγες, ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Μήτι συλλέγουσιν ἀπὸ
ἀκανθῶν σταφυλήν, ἀπὸ τριβόλων σῦκα; Οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς
καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. Οὐ δύναται
δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρόν, καρποὺς
καλοὺς ποιεῖν. Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλόν,
ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται, ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν
ἐπιγνώσεσθε αὐτούς. Οὐ πᾶς ὁ λέγων μοι· Κύριε, Κύριε, εἰσελεύσεται εἰς
τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν
οὐρανοῖς.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός....
Πίστει
ἠνδραγάθησας, κατὰ τῆς πλάνης θεόφρον, καὶ τμηθεὶς τὴν κάραν σου, πρὸς
τὴν ὑπερκόσμιον ζωὴν ἔδραμες, Ἀθλητὰ Ὅσιε, Γεννάδιε μάκαρ, διὰ τοῦτο σοῦ
δεόμεθα· Ἀπαύστως πρέσβευε, σὺν Ὁσιομάρτυσιν Ἅγιε, Χριστῷ τῷ Ἐλεήμονι,
δοῦναι τῶν πταισμάτων συγχώρησιν, καὶ τὴν θεραπείαν, ψυχῶν τε καὶ
σωμάτων τῶν πιστῶς, ἐξαιτουμένων ἑκάστοτε, τὴν θερμὴν πρεσβείαν σου.
Ὁ Ἱερεύς: Σῶσον ὁ Θεὸς τὸν λαόν σου...
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀσθενοῦντί
μοι ῥῶσιν, καὶ ψυχῆς εὐεξίαν δίδου Γεννάδιε, σὴ πρὸς τὸν Σωτῆρα,
θεόφρον μεσιτείᾳ, ἵνα ψάλλω γηθόμενος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
Ῥυπωθεὶς
τῇ κακίᾳ, τῇ θερμῇ σου πρεσβείᾳ σπεύδω Γεννάδιε· σὺ οὖν Ὁσιομάρτυς,
ἀπαλλάξόν με θᾶττον, τῆς μανίας τοῦ δράκοντος, οἷα θερμὸς πρὸς Χριστόν,
μεσίτης μου καὶ πρέσβυς.
Ἴθυνον
τοῦ νοός μου, τὰς κινήσεις καὶ πᾶσαν Μάρτυς τὴν ἔφεσιν, πρὸς κτῆσιν τῶν
ἀρίστων, ἀμέμπτῳ πολιτείᾳ, ἵνα μέλπω Γεννάδιε· ·Ὁ τῶν Πατέρων ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ
Θεοτοκίον.
Νεκρωθεὶς
τὴν ψυχήν μου, πονηρᾷ συμβουλίᾳ τοῦ παναλάστορος, πιστῶς οὶ καταφεύγω,
καὶ κράζω Θεοτόκε· ζώωσόν με τὸν δείλαιον, ζωοποιῷ σου Ἁγνή, πρὸς τὸν
Χριστὸν πρεσβείᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γενοὺ μοι Μάρτυς, τῷ τὴν σὴν κλῆσιν αὐχοῦντι, καταφύγιον Γεννάδιε ἐν θλίψει, καὶ παραμυθία, ἐν πάσῃ ἀθυμίᾳ.
Ἐν οὐρανίοις, σκηναῖς συνὼν τοῖς Ἀγγέλοις, καθικέτευε Γεννάδιε ἀπαύστως, ὑπὲρ τῶν τιμώντων, τὴν ἄθλησίν σου Μάρτυς.
Ῥώμην μοι δίδου, καὶ φωτισμὸν θεῖον αἴτει, τῷ ἱκέτῃ σου ἐν πάσαις μου ταῖς τρίβοις, ἵνα σὲ γεραίρω, Χριστοῦ Ὁσιομάρτυς.
Θεοτοκίον.
Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, Ἀε ἰπάρθενε Ἁγνὴ Θεοκυητορ, πάσης ἀδοξίας, τοῦ χείρονός με ῥύου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀφθαρσίας, κατηγλαϊσμένος, Ὁσιομάρτυς Κυρίου Γεννάδιε, τὰς ἱκεσίας, προσδέχου ἡμῶν ἑκάστοτε.
Ἰλύος ἁμαρτίας, κάθαρον τὸν νοῦν μου, πρεσβευτικαῖς σοῦ ἀρδείαις Γεννάδιε, καὶ τῶν πταισμάτων μου αἰτεῖ Μάρτυς τὴν ἄφεσιν.
Μαρτύρων καὶ Ὁσίων, ἰσότιμος πέλων, Ὁσιομάρτυς Κυρίου Γεννάδιε, ἡμῖν θεόθεν ἐξαίτει τὸ θεῖον ἔλεος.
Ὁσίως διανύειν, πάντα μου τὸν βίον, ἐνισχυσόν με Γεννάδιε ἔνδοξε, ἵνα ζωῆς τῆς ἀλήκτου γένωμαι μέτοχος.
Θεοτοκίον.
Ὑψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη, χαῖρε ψυχης μου χαρὰ καὶ παράκλησις, καὶ εὐφροσύνη Παρθένε καὶ σωτηρία μου.
Τὸ Ἄξιόν ἐστιν καὶ τὰ Μεγαλυνάρια.
Χαίρων
ἠκολούθησας τῷ Χριστῷ, Γεννάδιε μάκαρ, καταλείψας τὰ γεηρά, καὶ ἐν τῇ
ἀσκήσει, καὶ ἱερα ἀθλήσει, ἐδόξασας θεόφρον τὸν σὲ δοξάσαντα.
Βίον
διανύων ἀσκητικόν, ἐν τη τοῦ Προδρόμου, θείᾳ Μάνδρᾳ ἐν ἀρετῇ, διὰ
μαρτυρίου, προσήχθης τῷ Κυρίῳ, Γεννάδιε παμμάκαρ, δυνάμει πίστεως.
Χαίρων
ὡμολόγησας τὸν Χριστόν, καὶ τμηθεὶς τὴν κάραν, τῶν Μαρτύρων
συγκοινωνός, Γεννάδιε ὤφθης, καὶ τῶν ὑπερκοσμίων, ἐπάθλων ἠξιώθης
ἀγαλλιώμενος.
Αἵμασιν
οἰκείοις τὴν σὴν στολήν, Μάρτυς πορφυρώσας, πρὸς νυμφῶνα τὸν νοητόν, ως
Ὁσιομάρτυς, ἠγλαϊσμενος ἤρθης, ὑπὲρ ἡμῶν πρεσβεύων Χριστῷ Γεννάδιε.
Γέρας
ἀνεδείχθης τῇ σῇ Μονῇ, Γεννάδιε μάκαρ, ἀριστεύσας πνευματικῶς, καὶ τῶν
αἱμάτων, ἐκχύσει ὑπεμφαίνεις, τὴν πρὸς Χριστὸν τελείαν, ἀγάπην Ἅγιε.
Πρέσβευε
ἀπαύστως πρὸς τὸν Χριστόν, ὑπὲρ τῶν τιμώντων τὴν σὴν ἄθλησιν τὴν
σεπτήν, κἀμοὶ δὲ μὴ παύσῃ, παρέχων τὴν σὴν χάριν, πλουτοῦντί σου τὴν
κλῆσιν Μάρτυς Γεννάδιε.
Πᾶσαι τῶν Ἀγγέλων...........
Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια ἐκτενὴς καὶ ἀπόλυσις, μεθ᾿ ἧν ψάλλομεν τὸ ἑξῆς: Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Εὗρες,
τὴν ἀΐδιον ζωήν, ξίφει ἐκτμηθεὶς τὸν αὐχένα, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ,
Ἅγιε Γεννάδιε, Ὁσιομάρτυς Χριστοῦ, καὶ χοροῖς συνηρίθμησαι, Ἁγίων
ἁπάντων, μεθ᾿ ὃν ἀεὶ πρέσβευε, τῷ παντεπόπτῃ Θεῷ, δοῦναι ἡμῖν λύσιν
πταισμάτων, καὶ ἐπηρειῶν πολυτρόπων, καὶ παθῶν παντοίων ἀπολύτρωσιν.
Δίστιχον:
Γενναῖον Γεννάδιε δεῖξον τὸν νοῦν μου,
Γερασίμου Ἅγιε κατὰ τῶν χείρων.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου