Κατηγορίες αναρτήσεων

Τετάρτη 23 Μαρτίου 2016

ΚΑΝΩΝ ΠΑΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΑΠΑΝΤΑΣ ΤΟΥΣ ΕΝ ΚΥΠΡΩ ΣΠΗΛΑΙΩΤΑΣ ΟΣΙΟΥΣ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ



ΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΕΝ ΚΥΠΡΩ ΔΙΑΛΑΜΨΑΝΤΑΣ


ΣΠΗΛΑΙΩΤΑΣ ΟΣΙΟΥΣ




ΝΕΚΤΑΡΙΟΣ ΜΑΜΑΛΟΥΓΚΟΣ www.nektarios.gr




Πρόλογος


Τῷ πολυσεβάστῳ μοι καὶ λίαν ἐν Χριστῷ ἀγαπητῷ, Πανιερωτάτῳ Μητροπολίτῃ Κύκκου καὶ Τηλλυρίας Γέροντι Νικηφόρῳ, τῷ δικαίῳ κατὰ τὴν Δαβιτικὴν ῥῆσιν «ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα» (ψαλμ. 111, 9) καὶ μὴ ἐπιλανθανομένῳ τῆς φιλοξενίας· κατὰ τὴν Παύλειον προσταγήν (Ἑβρ. ιγ᾿ 2), εὐλαβῶς καὶ ἀξιοχρέως ἀφιέρωται.
 Αποτέλεσμα εικόνας για Άγιοι εν Κύπρω σπηλαιώτες


Δρ Χαράλαμπος Μ. Μπούσιας




Ἔφέτος συμπληρώνονται 200 χρόνια ἀπὸ τὴν κοίμηση δύο μεγάλων μορφῶν τοῦ Ὀρθοδόξου μοναχισμοῦ, δύο κορυφαίων Κολλυβάδων πατέρων, τοῦ Ἁγίου Νικόδημου, τοῦ Ἁγιορείτου καὶ τοῦ Ὁσίου Νήφωνος τοῦ Χίου. Δεν πρέπει νὰ λησμονοῦμε ὅτι τὸ κίνημα τῶν Κολλυβάδων ἠταν μία ὑγιὴς ἀντιδράση τῶν Ἁγιορειτῶν Πατέρων ἐνάντια στις ἐπιδράσεις τῆς φράγκικης θεολογίας στον Ὀρθοδοξο τρόπο ζωῆς καὶ ἐνάντια στην ἐκκοσμίκευση, ἡ ὁποία καὶ σήμερα ἀπειλεῖ νὰ ἀλλοιώσει τὸ πνεῦμα τοῦ Ὀρθοδόξου μοναχισμοῦ καὶ γενικότερα τὴν Ὀρθοδόξη Παραδοση.


Οἱ Κολλυβάδες Πατέρες ἠταν αὐτοὶ ποὺ διέγνωσαν τὸν ἄμεσο κίνδυνο ποὺ διέτρεχε τὸ Ὀρθόδοξο Γένος τῶν Ἑλλήνων, ὄχι μόνο ἀπὸ τοὺς Ὀθωμανοὺς κατακτητές-τυράννους, ἀλλὰ κυρίως ἀπὸ τοὺς ψυχοκτόνους αἱρετικοὺς καὶ τοὺς διαφωτιστές-νεωτεριστὲς τῆς Ἑσπερίας. Διέγνωσαν τὴν καλπάζουσα ἀσθένεια καὶ πρότειναν φάρμακα κατάλληλα, ὅπως τὴν ἐπιστροφὴ στην ἀρχαία ἐκκλησιαστικὴ παράδοση, τὴ συχνὴ θεία μετάληψη καὶ τὴν ἐμβριθὴ μελέτη τῶν ἁγιοπατερικῶν κειμένων.


Σήμερα, στὴ σύγχυση ποὺ ἔχει ἐπιφέρει ἡ παγκοσμιοποίηση, ἡ χαλάρωση τῶν ἠθῶν καὶ ἡ ἐκκοσμίκευση τῆς Ἐκκλησίας, ἡ προσφορὰ τῶν Κολλυβάδων Πατέρων μοιάζει πολὺ μακρινὴ καὶ ἀχνή, ἴσως καὶ ἀκατανοήτη. Ἔχουμε, δυστυχῶς, καταντήσει μία ἀποικία τῶν μεγάλων δυνάμεων χωρὶς ἱστορικὲς μνῆμες καὶ χωρὶς σωστὸ προσανατολισμό. Οἱ νεωτεριστὲς κατάφεραν νὰ ἰσοπεδώσουν ὅσα δεν μπόρεσαν ἐπὶ αἰῶνες νὰ ἰσοπεδώσουν οἱ βάρβαροι κατακτητές μας.


Ἐμεὶς ὡς Ὀρθόδοξα ἀδούλωτα πνεύματα παραθεωροῦμε αὐτοὺς ποὺ θανάσιμα μας μισοῦν καὶ θέλουν νὰ μας ἑξαφανίσουν ἀπὸ τὸ χάρτη. Ἡ μνήμη μας παραμένει ζωντανὴ καὶ τὸ ἀντιστασιακὸ Κολλυβάδικο πνεῦμα μᾶς ἐνισχύει, ὥστε νὰ διδάξουμε τῇ νεότητα μας νὰ μὴ δεχθεῖ τὸν ξενόφερτο εὐνουχισμό, ποὺ τὴν κάνει νὰ τρέχει πίσω ἀπὸ τοὺς ψυχοπαθεῖς θεούς· τῆς χωρὶς ἁρμονία μουσικῆς, τοῦ χωρὶς ὀρθότητα λόγου, τὴν ἄτεχνη τέχνη, κι ἕνα σωρὸ ἄλλους διάττοντες ἀστέρες τοῦ σκότους. Προβάλλοντας τοὺς Κυπρίους Ὁσίους ποὺ ἀσκήτευσαν στις σπηλιὲς καὶ στις ὄπες τῆς Μεγαλονήσου μας, προβάλλουμε τὴν Ὀρθοδοξία μας, προβάλλουμε τὸ γνήσιο ἀσκητικὸ φρόνημα, ποὺ πρέπει νὰ διέπει τὴ ζωή μας.


Ὁ Πανιερώτατος Μητροπολίτης Κύκκου καὶ Τηλλυρίας, ὁ πεφιλημένος καὶ πολυσέβαστός μας Γέροντας Νικηφόρος, εὐλόγησε τὴν ἀφιέρωση αὐτή, καὶ τὴν προβολὴ τῶν Κυπρίων Ἁγίων μας μὲ τὴν εὐκαιρία τοῦ Ἰωβιλαίου τῶν Κολλυβάδων Ἁγίων. Τὸν εὐχαριστοῦμε ὁλόθερμα· καὶ εἴμαστε βέβαιοι ὅτι οἱ εὐχές του μᾶς συνοδεύουν, για νὰ μείνουμε ἑδραῖοι στην παράδοση μας, ὑπακούοντας στὴν προτροπὴ τοῦ Ἀποστόλου τῶν ἐθνῶν: Στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἅς ἐδιδάχθητε· (Β᾿ Θεσ. β᾿ 15).


Στὴν Ἱστορία μας μαθαίνουμε ὅτι αὐτὸ τὸν τόπο πάντα τὸν σώζουν λίγοι, οἱ ὁποῖοι ἐμπνέονται ἀπὸ τὸ Ἅγιο Πνεῦμα καὶ στὴ συνέχεια ἐμπνέουν τοὺς πολλούς. Ὁ Ἅγιος Κύκκου ἀνήκει στους λίγους, ποὺ σηκώνουν τοὺς σταυροὺς τῶν πολλῶν, ποὺ ἐμπνέεται ἀπὸ τὴν ταπεινή, τὴ θυσιαστικὴ εὐθύνη, αὐτὴ ποὺ ἐνέπνευσε τοὺς ταπεινοὺς Κολλυβάδες νὰ δημιουργήσουν τὴ φιλοκαλλικὴ ἀναγενήση τοῦ 18ου αἰῶνος. Καὶ στον Ὀρθόδοξο Ἑλληνισμὸ τοῦ 1780 οἱ ἱεροπρεπεῖς Κολλυβάδες ἀποτελέσαν τὴ μικρὴ ζύμη, ποὺ ὅλον τὸ φύραμα ζυμοῖ· (Α΄ Κορ. ε΄, 6). Ἂς ξεκινήσει, λοιπόν, ἀπὸ τὴ Μητρόπολη Κύκκου καὶ Τηλλυρίας μὲ τίς εὐχὲς τοῦ ἀνύστακτου Μητροπολίτη της ὁ ὄμορφος ἀγῶνας τῆς ἐπιστροφῆς στην Ὀρθοδόξη παράδοση μας, στην παράδοση ποῦ ὁδηγεῖ ἀπὸ τὸ σύντομο Γολογοθᾶ στην αἰώνια, τὴν ἀτελεύτητη Ἀναστάση.


Χαράλαμπος Μ. Μπούσιας,


Μέγας Ὑμνογράφος τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας.




























Σπηλαιῶτες Κύπριοι Ὅσιοι, καὶ τοποθεσία σπηλαίου τους.




Ἀββακοὺμ Ὅσιος Καλαμιθάσης, Φτερικούδι Πιτσιλιᾶς.


Ἀλέξανδρος Ὅσιος, Ἀξύλου Πάφου.


Ἀναστάσιος Ὅσιος, ὁ ὑφαντῆς, Περιστερονωπηγὴ Μεσαορίας.


Ἀρχιμανδρίτας Ὅσιοι, Ἄνω Ἀρχιμανδρίτα.


Αὐξέντιος Ὅσιος, Ἑπτακώμη Καρπασίας.


Βαρνάβας Ὅσιος ὁ ἐν Βάσῃ, Βάσα Κοιλανίου.


Βηχιανὸς Ὅσιος, Ἀνάγυια Ταμασοῦ.


Γεώργιος Ὅσιος ὁ Ἀλαμάνος, Πεντάκωμον Λεμεσοῦ.


Δημητριανός, Ἐπίσκοπος Χύτρων, Νότιος Πενταδάκτυλος, Κυθραία.


Ἐπίκτητος Ὅσιος, Καζάφανι Κυρηνείας.


Ἐπιφάνιος Ὅσιος, Ἀξύλου Πάφου.


Εὐτύχιος Ὅσιος, Νήσου.


Εὐφημιανὸς Ὅσιος, Λύση.


Ἡλιοφώτων Ὁσίων Συνοδία, Ὅρος Κορώνης, Ἀχερᾶς.


Ἠσαΐας Ὅσιος, Κτίτωρ Μονῆς Κύκκου, Ὄρη Κύκκου.


Θεόδωρος Ὅσιος, Ἰδάλιον.


Θεοσέβιος Ὅσιος, Μελάνδρα Ἀρσινόης.


Θύρσος Ἀναχωρητής, Ἐπίσκ. Καρπασίας, Γιαλοῦσα Καρπασίας.


Ἰλαρίων Ὅσιος, ὁ Μέγας, Ἐπισκοπὴ Πάφου.


Ἰωάννης Ὅσιος, ὁ Ποταμίτης, Σιᾶ.


Ἰωνᾶς Ὅσιος, Πέργαμος.


Κασσιανὸς Ὅσιος, Γλυφία Ἀλέκτορας.


Κενδέας Ὅσιος, Αὐγόρου.


Νεόφυτος Ὅσιος, ὁ Ἔγκλειστος, Μελισσόβουνον Πάφου.


Νόμων Ὅσιος, Ἀνάγυια Ταμασοῦ.


Μίκαλλος Ὅσιος, Ἀκανθοῦ.


Ὀνησιφόρος Ὅσιος, Ἀναρίτα Πάφου.


Παύλα Ὁσία, Ἁγία Τριάδα Γιαλούσας.


Σῳζόμενος Ὅσιος τῆς Ποταμίας Ποτάμια


Σῳζόμενος Ὅσιος ὁ ἐν Γαλατείᾳ, Ὄρος Κομψά, Γαλάτεια Καρπασίας


Σῴζων Μάρτυς, Ἀσπρογιὰ Πάφου.


Τίμων, συνεργὸς Ἀποστόλων, Βάσα Κοιλανίου.


Φωτεινὴ Ὁσία, ἡ Καρπασῖτις, Ἅγιος Ἀνδρόνικος Καρπασίας.


Χαρέτης Ὅσιος, Ἀξύλου Πάφου.
















ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ




Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὅ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς· Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Τοὺς ὑπερόπτας τῶν προσύλων ἁπάντων, καὶ ζηλωτὰς τῆς ἐν τῷ πόλῳ εὐκλείας, Ὁσίους ἀνυμνήσωμεν Πατέρας λαμπρῶς, τοὺς σοφῶς ἀσκήσαντας ἐν σπηλαίοις τῆς Κύπρου, κράζοντες· Αἰτήσασθε τὴν διόρθωσιν βίου, καὶ φωτισμὸν τοῖς πίστει ἀκλινεῖ, ἀνευφημοῦσιν ὑμῶν τὰ παλαίσματα.


Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.


Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.




Εἶτα ὁ Ν᾿ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: «Γαβριὴλ καὶ Νικηφόρον, Ἅγιοι, σκέπετε. Χ.»




ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.


Γηθόμενοι κράζομεν Ὁρμαθέ, Ὁσίων Πατέρων, ἐν σπηλαίοις καὶ ταῖς ὀπαῖς, τῆς Κύπρου πανσόφως ἀσκησάντων, ὑπὲρ ἡμῶν ἐκδυσώπει τὸν Κύριον.


Ἀσκήσεως ἔκτυπον διαυγές, ἰσάγγελε μέροψ, καὶ διάκοσμε Ἀββακούμ, δρυμῶν τιμαλφὲς Καλαμιθάσης, Χριστὸν ἡμῖν σὲ τιμῶσιν ἱλέωσαι


Βοήθει ἐν δίναις τοῖς εὐσεβῶς, ἐπικαλουμένοις, Ἀναστάσιε ἱερέ, ὑφάντα σὴν χάριν ἣν κατέχεις, ὡς ἀσκητὴς θεοείκελος Ὅσιε.


Θεοτοκίον.


Ῥανίδας ἀπόσμηξον τῶν ἡμῶν, δακρύων Παρθένε, μανδηλίῳ τῶν σῶν εὐχῶν, πρὸς Ὃν ἀπεκύησας ἀφράστως, Λόγον Θεοῦ Παναγία Κυκκώτισσα.




ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.



Ἱερώτατον σμῆνος, καὶ θεαυγὲς ἄθροισμα, ἐν Ἀρχιμανδρίτᾳ Ὁσίων, οἱ ἁγιάσαντες, ἰδρῶσιν ἀσκητικοῖς, λίθους ὑμῶν τοῦ σπηλαίου, τοὺς ὑμῖν προστρέχοντας καθαγιάσατε.


Ἡλιόφωτε μάκαρ, Χριστῷ ἀεὶ πρέσβευε, σὺν τῇ σῇ σεπτῇ συνοδίᾳ, δοῦναι μετάνοιαν, καὶ φωτισμὸν ἀληθῆ, τοῖς ἀνυμνοῦσί σε πόθῳ, ὡς φωτὸς ἀπαύγασμα, τοῦ ὑπὲρ ἔννοιαν.


Λαμπηδὼν ἀπαθείας, καὶ ἀρετῆς πρόβολε, Βάσης Κοιλανίου Βαρνάβα, εὖχος ἀτίμητον, τὴν σκοτομήνην παθῶν, ἡμῶν ἀπέλασον τάχος σαῖς λιταῖς πρὸς Κύριον, τὸν φωτοπάροχον.




Θεοτοκίον,


Κῆπον θείων χαρίτων, σῶν οἰκετῶν Δέσποινα, ποίησον καρδίας τῶν πίστει, καταφευγόντων σοι, καὶ ὡς λειμῶνα Θεοῦ, σὲ πεπλησμένον χαρίτων, ἀνυμνούντων ᾄσμασι, Μῆτερ Κυκκώτισσα.


Ἔπλήσατε, ἡμῶν καρδίας οἰκήτορες τῶν σπηλαίων, οἱ ἐν Κύπρῳ ἀσκητικῶς ἐκλάμψαντες Ὅσιοι, χαρᾶς καὶ εἰρήνης, τῆς ἐν τῷ πόλῳ.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.




Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.


Παθῶν ψυχικῶν καὶ νόσων ἀπαλλάξατε, ἡμᾶς ἀσκηταὶ ὀπῶν τῆς γῆς οἰκήτορες, τῶν ἐν Κύπρῳ Ὅσιοι, καὶ ἀεὶ ζηλοῦσθαι τὰ κρείττονα, καὶ οὐρανῶν τὴν ἄληκτον ζωήν, ὑμῶν τοὺς ἱκέτας ἀξιώσατε.




ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.


Ἀναβίβασον Μίκαλλε, Ἀκανθοῦς προστάτα πρὸς θεῖον ἔρωτα, τὰς ψυχὰς ἡμῶν ἀείποτε, τῶν καταφευγόντων τῇ σῇ χάριτι.


Ἰωνᾶ τρισμακάριστε, καὶ Κενδέα φίλε Κυρίου γνήσιε, ἀοράτων ἀποκρούσατε, καθ᾿ ἡμῶν ἐχθρῶν ἑφόδους τάχιστα.


Νόμῳ θείῳ ὑπόταξον, Θύρσε τὰ κινήματα τοῦ σαρκίου μου, καὶ τὸν νοῦν μου ἀναπτέρωσον, πρὸς ἀγάπην θείαν τοῦ Παντάνακτος.


Θεοτοκίον.


Ἱλασμὸν ἡμῖν αἴτησαι, καὶ τοῦ ἀνεσπέρου φωτὸς ἐπιλάμψιν, τοῖς προστρέχουσι Κυκκώτισσα, σοῦ ταῖς φωτοβόλοις παρακλήσεσι.




ᾨδὴ ε´. Φώτισον ἡμᾶς.


Κύματα δεινῶν, περιστάσεων κατάστειλον, ἀπειλοῦντα τὰς ψυχὰς σῶν ἱκετῶν, Ἡσαΐα Κύκκου κτίτορ ἐνθεώτατε.


Ἡ τῶν ὀφθαλμῶν, Φωτεινὴ σεμνὴ ἰάτειρα, Καρπασῖτις ἀγλαὴ σῶν ἱκετῶν, κόρας ἄνοιξον ζητεῖν Χριστὸν τὸν Κύριον.


Φέγγει σῶν εὐχῶν, Εὐφημιανὲ τὴν ζόφωσιν, χαμαιζήλων ἀποδίωξον παθῶν, σῶν προσφύγων Λύσης κλέϊσμα περίδοξον.


Θεοτοκίον.


Ὄμβρισον ἡμῖν, γλυκασμὸν παραμυθίας σου, τρυχομένοις ἐν τοῦ βίου συμφοραῖς, Ἐλεοῦσα χαρμονὴ πιστῶν Κυκκώτισσα.




ᾨδὴ στ´. Τὴν δέησιν.


Ῥανίδας μου, ποταμῖτα Ὅσιε, Ἰωάννη ἐν χειμάῤῥῳ Μερσίνῃ, ὁ ἰσαγγέλως ἀσκήσας δακρύων, σμῆξον τῷ μάκτρῳ Χριστοῦ παῤῥησίας σου, ἵνα ἐκθύμως ἀνυμνῶ, ἰσουράνιόν σε ὥσπερ ἄνθρωπον.


Ὁ ἔνθεος, Ἀναρίτας πρόμαχος, θαυμαστὲ Ὀνησιφόρε χαρίτων, φωτοειδέστατε οἶκε πρὸς δόμους, ἀφθίτου δόξης κατεύθυνον ἅπαντας, τοὺς ὡς πολίτην οὐρανῶν, σὲ ὑμνοῦντας καὶ πρέσβυν πρὸς Κύριον.


Νεόφυτε, ὁ βιώσας ἔγκλειστος, ἐν σπηλαίῳ λαξευθέντι ἐν πέτρᾳ, παρὰ τὴν Πάφον, ἁγνοὺς σοὺς ἱκέτας, τήρει ἀεὶ τοὺς πιστῶς προσπελάζοντας, αὐτῷ καὶ τάφον εὐλαβῶς, προσκυνοῦντας σὸν θεῖον καὶ πάνσεπτον.


Θεοτοκίον.


Συνέτισον, τοὺς σοὺς δούλους Δέσποινα, καὶ ὑπόδειξον ἡμῖν σωφροσύνης, ὁδὸν ἀπάγουσαν πρὸς σωτηρίαν, Θεοκυῆτορ Παρθένε Κυκκώτισσα, ἵνα σὴν πρός με ταχινήν, ἀρωγὴν μεγαλύνω καὶ πρόνοιαν.


Ἔπλήσατε, ἡμῶν καρδίας οἰκήτορες τῶν σπηλαίων, οἱ ἐν Κύπρῳ ἀσκητικῶς ἐκλάμψαντες Ὅσιοι, χαρᾶς καὶ εἰρήνης, τῆς ἐν τῷ πόλῳ.


Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.




Αἴτησις καὶ τὸ Κοντάκιον Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου,


Οἱ γῆς ὀπῶν καὶ σπηλαίων οἰκήτορες, ἐν νήσῳ Κύπρῳ ἐκλάμψαντες Ὅσιοι, Χριστὸν δυσωπεῖτε ἀείποτε, καθυποδεῖξαι ἡμῖν τὴν ἀπάγουσαν, πρὸς θεία σκηνώματα δίοδον.




Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.


Στίχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα θελήματα αὐτοῦ ἐν αὐτοῖς.


Εὐαγγέλιον κατὰ Λουκᾶν. (Κεφ. στ΄, 17- 23). Ζήτει τῇ ιζ΄ Ἰανουαρίου: Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...


Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.




Προσόμοιον. Ἦχος β´. Ὅλην ἀποθέμενοι. Στίχος: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.


Σπηλαιῶται Ὅσιοι, ἐν ταῖς ὀπαῖς καὶ σπηλαίοις, Κύπρου οἱ ἀσκήσαντες, καὶ εὐαρεστήσαντες τῷ Παντάνακτι, ἀγωγῇ κρείττονι, νυχθημέροις πόνοις, ἀγρυπνίᾳ καὶ στερήσεσι, μὴ διαλίπητε, τοῦ Χριστοῦ ἀπαύστως δεόμενοι, δωρήσασθαι μετάνοιαν, ἄφεσιν πταισμάτων καὶ λύτρωσιν, τοῖς ὑμῶν ὑμνοῦσι, πρὸς θέωσιν καμάτους τοὺς σεπτούς, οὕσπερ μιμούμενοι ἔτλητε, Ἠλίου τὸν ἔνδοξον.
















ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.


Κατὰ πάσης μανίας, τοῦ ἀλάστορος ῥώμην μοι δίδου Ὅσιε, Σῳζόμενε Γαλάτας, θησαύρισμα, καὶ νοῦν μου, πρὸς Θεοῦ φόβον ἴθυνον, ἵνα παθῶν προσβολάς, ἐκκρούσωμαι ὁ τάλας.


Εὐτυχίου τῆς Νήσου, ὡραΐσματος μέλποντες κατορθώματα, βοῶμεν· Πρὸς κρειττόνων, διέγειρον τὴν κτῆσιν, τὰς ψυχὰς ἡμῶν Ὅσιε, καὶ ῥαθυμίας δεινῆς, ἐκδίωξον τὸν ζόφον.


Ποταμὲ θαυμασίων, ῥύπου κάθαρον πάντας ἡμᾶς Σῳζόμενε, Ποταμιᾶς ὁ ῥείθροις, ἱδρώτων ἁγιάσας, χθόνα ἵνα τιμῶμέν σε, ὡς ἀρετῆς καὶ εὐχῆς, ἀκόλουθον ἐν βίῳ.


Θεοτοκίον.


Εὐσυμπάθητε Μῆτερ, Ἐλεοῦσα Παρθένε ἡμῶν αἰσθήσεων, ἀσφάλισον πεντάδα, τῶν σὲ μεγαλυνόντων, ὡς ἁγνείας ὑπόδειγμα, καὶ τοῦ ἐχθροῦ σαῖς λιταῖς, ἀπόκρουσον ἑφόδους.




ᾨδὴ η΄. Τὸν Βασιλέα.


Τῆς ἀπαθείας, Τίμων ἀνάκτορον θεῖον, ἐμπαθείας ἡμᾶς ὑπερτέρους, δεῖξον σπηλαιώτα, τοὺς σὲ ὑμνολογοῦντας.


Ἐνίσχυσόν με, τῆς ἀρετῆς διανύειν, τὰ γυμνάσματα Νόμων φωσφόρε, σὺν τῷ πανιέρῳ, Βηχιανῷ τῷ θείῳ.


Ἀφθάρτου δόξης, ἡμᾶς ἀξίωσον πάτερ, Θεοσέβιε σὺν Ἐπικτήτῳ, τῷ σοφῷ καὶ Παύλῃ, τῇ ἐν Αἰγιαλούσῃ.


Θεοτοκίον.


Γῆθεν σοὺς δούλους, πρὸς οὐρανίους ἐπάλξεις, κλέος Κύκκου σεμνὴ Ἐλεοῦσα, ἕλκυσον τοὺς πόθῳ, σὲ ἀνυμνολογοῦντας.




ᾨδὴ θ´. Κυρίως Θεοτόκον.


Ἰάσεις Ἰλαρίων, Σῷζον ὁ ἐν Πάφῳ, Κασσιανὲ τῆς Γλυφίας βλυστάνετε, σὺν Θεοδώρῳ τοῖς πόθῳ ὑμῖν προστρέχουσιν.


Ὁ Δημητριανός τε, καὶ ὁ Ἀλαμάνος, προσωνυμούμενος θεῖος Γεώργιος, σὺν Ἐπικτήτῳ μεσῖται ἡμῶν ὑπάρχετε.


Ἰθύνατε τοὺς πόδας, τῶν Κυπρίων πάντων, πρὸς οὐρανῶν τὴν νομὴν τὴν σωτήριον, τῶν οἰκητόρων Σπηλαίων σεπτὴ ὁμήγυρις.


Θεοτοκίον.


Χρηστότητος ταμεῖον, Κεχαριτωμένη, ἠθῶν χρηστῶν φρυκτωροὺς τοὺς οἰκέτας σου, τοὺς σοὶ πιστῶς προσιόντας δεῖξον Κυκκώτισσα.
















Ἄξιόν ἐστι... καὶ τὰ παρόντα Μεγαλυνάρια.


Χαίροις θεοσύλλεκτε ὁρμαθέ, τῶν ἐν τοῖς σπηλαίοις, νήσου Κύπρου καὶ ταῖς ὀπαῖς, ἀσκητῶν Ὁσίων, ἀγῶσι νυχθημέροις, εἰς ὕψος ἐπαρθέντων, ἄῤῥητον νήψεως.


Χαίροις Ἡλιόφωτε θαυμαστέ, κλέϊσμα Ὁσίων, Ἐπαφρόδιτε ἱερέ, σὺν τῷ Εὐσθενίῳ, καὶ τῷ Αὐξουθενίῳ, Κορώνης ὄρους δῆμε, θεοειδέστατε.


Ἔμπνουν στηλογράφημα ἀρετῆς, Ἀββακοὺμ τρισμάκαρ, σκέπε πάντας τοὺς εὐλαβῶς, κατασπαζομένους, ἐν τῷ Φτερικουδίῳ, τὴν θήκην σῶν λειψάνων, καὶ θεῖον τάφον σου.


Τῆς Μεσαορίας τὸν θησαυρόν, εὐλαβῆ ὑφάντην, καὶ ἰσάγγελον ἀσκητήν, μέλψωμεν ἐκθύμως, ὡς ποταμὸν θαυμάτων, ἀναβοῶντες· Χαῖρε, ὦ Ἀναστάσιε.


Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, ἐν Ἀρχιμανδρίτας, τῷ σπηλαίῳ τῷ ἱερῷ, λείψανα πατέρων, Ὁσίων μυροβόλα, ὀσμὴν ἀθανασίας, τὰ ἀποπνέοντα.


Βάσης τῶν σπηλαίων τὸν οἰκιστήν, θεαυγῆ Βαρνάβαν, ἐνδιαίτημα προσευχῆς, καὶ Θεοῦ σοφίας, τὸν σύνοικον ἐν ὕμνοις, καὶ ᾄσμασιν εὐήχοις, ἀνευφημήσωμεν.


Θεῖον Ἐπιφάνιον οἱ πιστοί, τὸν ἐν τῇ Ἀξύλου ἐνασκήσαντα θαυμαστῶς, σὺν τῷ Ἀλεξάνδρῳ, καὶ γεραρῷ Χαρέτῃ, ὡς χάριτος πυξίον ἐγκωμιάσωμεν.


Τὸν σκληραγωγίᾳ καὶ προσευχῇ, ἐν τῷ Ἰουτίω, Καρπασίας σαρκὸς ὁρμάς, παύσαντα ἐκθύμως, τιμήσωμεν οἱ πάντες, Αὐξέντιον Ὁσίων, ὡς ἀκροθίνιον.


Χάριν τοὺς λαβόντας παρὰ Θεοῦ, θεραπεύειν νόσους Χριστωνύμων τὰς χαλεπάς, μέλψωμεν ἀσμένως, Βηχιανὸν τὸν θεῖον, καὶ Νόμωνα Ὁσίων, ἄστρα ὡς πάμφωτα.


Χαίροις ἡσυχίας ὁ ἐραστής, προσευχῆς νηστείας καὶ ἀμέμπτου διαγωγῆς, ἐραστὴς θεόφρον, Γεώργιε Σεμνείου, τοῦ σοὶ φερωνυμοῦντος, ῥύστης καὶ πρόμαχος.


Τὸν ἱεροφάντορα τὸν σεπτόν, Χύτρων γεγηθότες, εὐκλεῆ Δημητριανόν, ἀρετῆς ὡς βάθρον, καὶ φρέαρ θαυμασίων, ἀκένωτον Κυπρίων, δῆμοι τιμήσωμεν.


Τὸν ἐν Κυρήνειᾳ ἀσκητικῶς, λάμψαντα πατέρα, θεοφόρον καὶ θαυμαστόν, στέψωμεν τοῖς ὕμνων, λειρίοις ὡς ὁσίας, διαγωγῆς πυξίον, θεῖον Ἐπίκτητον.


Λύσης τὸν φωστῆρα τὸν παμφαή, λάμψαντα ἐν κόσμῳ, θεαυγῆ Εὐφημιανόν, ἀρετῶν ἀκτῖσι ,καὶ ἀστραπαῖς θαυμάτων, ὡς τῶν αὐτοῦ προσφύγων, πρόμαχον μέλψωμεν.


Χαίροις Ἡσαΐα θεοειδές, ὁ ἐν τοῦ Τροόδους, ἐρημίαις ἀσκητικῶς, θεωθεὶς καὶ Μάνδραν, ἀξιωθεὶς ἐγεῖραι, Κυρία Κυκκωτίσσῃ, τῇ Θεομήτορι.


Τρίβον διανύσας ἀσκητικήν, καὶ εὐαρεστήσας, πολιτείᾳ σου τῇ σεμνῇ, τῷ Θεῷ τῶν ὅλων, Θεόδωρε ἐδείχθης, προστάτης Ἰδαλίου, καὶ θεῖον καύχημα.


Τὸν βοσκὸν προβάτων τὸν εὐλαβῆ, ἐν τῇ Ἀρσινόῃ, διαλάμψαντα προσευχῇ, ἐγκρατείᾳ νήψει, καὶ φιλανθρώπῳ δράσει, ὑμνήσωμεν ἀσμένως, νῦν Θεοσέβιον.


Χαίροις Ἱεράρχα ὁ τὴν στολήν, τῆς Ἱεραρχίας ἀνταλλάξας δι᾿ εὐτελοῦς, τριβωνίου Θύρσε, κοσμῆτορ Καρπασίας, ὁ ἐν σμικρῷ σπηλαίῳ ἀσκήσας ἄριστα.


Ἀρετῶν παντοίων τὴν κορυφήν, καὶ θαυμάτων βρύσιν πολυχεύμονα ἐκτενῶς, μέλψωμεν τὸν μέγαν, τῆς πίστεως φωστῆρα, καὶ οἰκιστὴν τῆς Πάφου, νῦν Ἱλαρίωνα.


Χαίροις ἐρημίτα θαυματουργέ, ὁ παρὰ τὰς ὄχθας τοῦ χειμάῤῥου ἀγγελικόν, βίον διανύσας, Μερσίνη Ἰωάννη, σπηλαιωτῶν Ὁσίων, ἔμπνουν θησαύρισμα.


Χαίροις πνευματέμφορε Ἰωνᾶ, φίλε τοῦ Κενδέου, καὶ ὁμόζηλε τῶν αὐτοῦ, παλαισμάτων μάκαρ, νεκρὸν ὁ ἀναστῆσας, καὶ ὕδωρ δι’ εὐχῆς σου, βλύσας γλυκύτατον.


Ἐρημίας ἔνθεον ἐραστήν, καὶ τῆς ἡσυχίας τὸν θεόπνουν ὑφηγητήν, τὸν ἐν τῇ Γλυφίᾳ, ἀσκήσαντα ἐν ὕμνοις, Κασσιανὸν τὸν θεῖον, ἀνευφημήσωμεν.


Πάφου καὶ Αὐγόρου τὸν ἱερόν, πολιστὴν ὡς πύργον, ἀδιάσειστον ἀρετῶν, καὶ θαυμάτων ξένων, παλάτιον Κενδέαν, τὸν σπηλαιώτην ὕμνοις, πάντες τιμήσωμεν.


Εὖχος πολυτίμητον Ἀκανθοῦς, Μίκαλλε τρισμάκαρ, ἀσκουμένων ὑφηγητά, καὶ ἐλονοσίας, θεραπευτὰ σοὺς πόνους, τοὺς νυχθημέρους πάντες, ἐγκωμιάζομεν.


Ἔγκλειστος εἰς ἄντρον διορυγέν, ὑπὸ σοῦ διῆλθες, σὴν ἐπίγειον βιοτήν, Πάφου ἀντιλῆπτορ, καὶ Κύπρου μέγα κλέος, Νεόφυτε Λευκάρων γόνε περίδοξε.


Χαίροις Ἀναρίτας ὁ φρυκτωρός, χαίροις τῶν πνευμάτων, ἀκαθάρτων ὁ ὀλετήρ, χαίροις ὁ τὰς νόσους, τὰς ζοφερὰς ἐλαύνων, Ὀνησιφόρε πάτερ, σῇ θείᾳ χάριτι.


Τὸν σταυρὸν ἐπ᾿ ὤμων τοῦ Ἰησοῦ, αἵρων μονοτρόπων, ἠκολούθησας ἀτραποῖς, καὶ θαυμάτων φρέαρ, Σῳζόμενε ἐδείχθης, Ποταμιᾶς κοσμῆτορ, καὶ μέγα καύχημα.


Θησαυρὸς Σῳζόμενε τιμαλφής, πέλεις τῆς Γαλάτας, καὶ καμάτων ἀσκητικῶν, ὄλβος ὅθεν πάντες, σὲ ἀνυμνολογοῦμεν, ὡς Ἄγγελον σαρκίον, βρότειον φέροντα.


Χαίροις θεῖε Σῷζον θαυματουργέ, τῶν ἐξανθημάτων καὶ τῶν νόσων θεραπευτά, χαίροις ἀντιλῆπτορ, Ἀσπρογιᾶς τῆς Πάφου, καὶ θεϊκῶν χαρίτων, στῦλε φωτόλαμπρε.


Βάσης Κοιλανίου τὸν ἀσκητήν, καὶ Βαρνάβα θείου τὸν ὁμόζηλον ἐκτενῶς, Τίμωνα ὡς λύχνον, τιμήσωμεν φωσφόρον, σκληραγωγίας ἄκρας, καὶ ταπεινώσεως.


Χαίροις Καρπασῖτις θαυματουργέ, Φωτεινὴ ὀμμάτων, ἡ ἰάτειρα καὶ παθῶν, ζοφερῶν ἡ ῥύστις, κραυγάζοντες πρεσβείας, τὰς σὰς πρὸς τὸν Σωτῆρα, ἀπεκδεχόμεθα.


Παῦλαν ἀνυμνήσωμεν εὐλαβῶς, τῆς Αἰγιαλούσης τὴν ἀσκήτριαν οἱ πιστοί, ὥσπερ ὑπερτέραν, ἁπάντων τῶν προσύλων, ἐν πόλῳ νῦν εὐκλείας, κατασκηνώσασαν.


Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.




Τὸ Τρισάγιον.


Ἀπολυτίκιον Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.


Δεῦτε δῆμον θεόλεκτον εὐφημήσωμεν, τῶν ἐν ὀπαῖς καὶ σπηλαίοις, τῆς Κύπρου ἀσκητικῇ, ἀγωγῇ καταντησάντων εἰς τελείωσιν, πνευματοφόρων ἀσκητῶν, ἐκλαμψάντων τηλαυγῶς, ἐν ἔτεσι διαφόροις, θεοπειθεῖς ἱκεσίας, αὐτῶν πρὸς Κύριον αἰτούμενοι.




Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὸ ἑξῆς· Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.


Δέξασθε δεήσεις τῶν πιστῶν, πάντων τῶν ὑμᾶς εὐφημούντων, θεοειδεῖς ἀσκηταί, σπηλαιῶται Ὅσιοι, οἱ ἁγιάσαντες, νῆσον Κύπρον τοῖς χεύμασιν, ὑμῶν τῶν δακρύων, καὶ καθικετεύσατε, Χριστὸν τὸν εὔσπλαγχνον, νίκην δοῦναι κατ᾿ ἀπογόνων, Ἀγαρ Χριστωνύμοις Κυπρίοις, τοῖς ὑμῶν τῇ χάριτι προσφεύγουσα


Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.




Δίστιχον.


Νικηφόρον πάνυ, ἡγούμενον Κύκκου,

σκέπετε, Ὅσιοι, βοᾷ Χαραλάμπης.




                     πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου