Κατηγορίες αναρτήσεων

Παρασκευή 12 Φεβρουαρίου 2016

ΦΕΒΡΟΥΑΡΙΟΥ 12. ΜΕΛΕΤΙΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΕΓΚΩΜΙΑ

ΦΕΒΡΟΥΑΡΙΟΥ 12.
ΜΕΛΕΤΙΟΥ ΑΝΤΙΟΧΕΙΑΣ
ΕΓΚΩΜΙΑ
(Ἐκ τοῦ βιβλίου: Ἀκολουθίαι τῶν Ἁγίων Τεσσάρων Νέων τοῦ Χριστοῦ Μαρτύρων Ἀγγελή, Μανουήλ, Γεωργίου καὶ Νικολάου, τῶν ἐν Ῥεθύμνῃ τῆς Κρήτης μαρτυρησάντων· καὶ τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παμφλαγόνος. Πρὸς δὲ καὶ Μακαριστήρια· ψαλλόμενα εἰς Θεομητορικὰς Ἑορτὰς καὶ ἑορταζομένους Ἁγίους.
Ἐκδοθέντα ὑπὸ Σπ. Εὐθυμιάδου, τοῦ ἐκ Βλάτσης τῆς Μακεδονίας. Ἐν Ἐρμουπόλει Σύρου. Τύποις Γ. Μελισταγοῦς, Μακεδόνος. 1865)
 
 http://www.apostoliki-diakonia.gr/gr_main/eortologio/Agion_pics/Feb_12.jpg
Ἐγκώμια: Ψαλλόμενα ἀντὶ τοῦ Κοινωνικοῦ
Στάσις γ΄. Αἱ γενεαὶ πᾶσαι
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Χριστοῦ τὸν Ἱεράρχην.
Αἱ γενεαὶ πᾶσαι, μεγαλύνομέν σε, Μελέτιε θεόφρων.
Ἀρχιεράρχα θεῖε, Μελέτιε εὐχαῖς σου, ἡμᾶς συντήρει πάντας.
Ἀρχιερεὺς Κυρίου, ἀμίαντος ἐδείχθης, καὶ ἄμεμπτος καὶ πρᾷος.
Ἀντιοχείας θρόνον, ἐκόσμησας ἐνθέως, λαμπρότητι σοῦ βίου.
Ἀντιοχέων μέγας, ποιμήν τε καὶ προστάτης, ὑπὸ Θεοῦ ἐχρίσθης.
Βασιλείαν Πάτερ, οὐράνιον ἐκτήσω, Θεῷ εὐαρεστήσας.
παρον σᾶς χεῖρας, πρὸς τὸν Θεὸν καὶ Πλάστην, ὑπὲρ ἡμῶν τρισμάκαρ.
Ἐκήρυξας Συνόδῳ, Θεὸν τὸ θεῖον Πνεῦμα, Μελέτιε τρισμάκαρ.
Ἐλάμπρυνας ἐνθέως, τὴν ἀρχιερωσύνην, δι’ ἀρετῶν ποικίλων.
Ἔλαμψας ἐν μέσῳ, Συνόδου τῆς δευτέρας, ὡς ἥλιος σοῖς λόγοις.
Ηὔξηνας χορείας, τῶν θείων Ἀποστόλων, ἐντεῦθεν ἐναθροίσας.
Ἤνεγκας ἐξώσεις, Μελέτιε σοῦ θρόνου, ὑπὲρ τῆς εὐσεβείας.
σάγγελος διῆγες, Μελέτιε ἐν βίῳ, καὶ καθαρὸς ἐν πᾶσι.
Μελέτιε τρισμάκαρ, Ἀντιοχείας δόξα, φέρει τοὺς σὲ τιμῶντας.
Μελέτιε θεόφρων, τοὺς σὲ ὑμνοῦντας ῥῦσαι, ἐκ πᾶσης ἐπηρείας.
Μελέτιε παμμάκαρ, σοὺς ὁμωνύμους σκέπε, ταῖς πρὸς Θεὸν λιταῖς σου.
Μακεδονίου λήρους, διέλυσας σοῖς λόγοις, ὥσπερ ἰστὸν ἀράχνης.
Προσκυνοῦμεν πάντες, σὴν εὐλαβῶς εἰκόνα, εἰς τύπον τῆς μορφῆς σου.
Πνευματομάχους Πάτερ, κατῄσχυνας σοφίᾳ, καὶ λόγῳ σὺν δυνάμει.
Πύρινος ῥομφαία, Χριστοῦ σὺ ἀνεδείχθης, σφάττουσα τοὺς ἀθέους.
Πατριαρχῶν τὸ κλέος, καὶ διδασκάλων γέρας, Μελέτιε ἐφάνης.
ῦσαι τῶν κινδύνων, καὶ τῆς γεέννης Πάτερ, Μελέτιε σοὺς δούλους.
Σῶσον πανοικτίρμον, τοὺς ὁμολογοῦντας, Μελέτιον τὸν μέγαν.
Συνόδου τῆς δευτέρας, ὑπέρμαχος ἐδείχθης, ἔργοις καὶ λόγοις Πάτερ.
Τιμώμεν ἐτησίως, τὴν θείαν ἑορτήν σου, Μελέτιε ἐν ὕμνοις.
Τιμᾷ σου Ἐκκλησία, μνήμην καὶ ἀγῶνας, οὕς δι’ αὐτὴν ὑπέστης.
πέρμαχος ἐφάνης, Ὀρθοδοξίας Πάτερ, Μελέτιε καὶ βάσις.
Ὑπὲρ τῶν ἐκτελούντων, Μελέτιε σὴν μνήμην, ἱκέτευε ἀπαύστως.
Χαίροις Ἱεράρχα, ἡ κορωνὶς Πατέρων, καὶ διδασκάλων κλέος.
Χορείας Ὀρθοδόξων, φύλαττε ἀτρώτους, Μελέτιε θεόφρων.
ς Ἱεράρχην μέγαν, τιμῶμέν σε ἐκ πόθου, Μελέτιε πολύτλα.
Ὤ Πατριάρχα θεῖε, Μελέτιε εὐχαῖς σου, πάντας ἡμᾶς συντήρει.
Δόξα. Τριαδικόν.
Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τοῦ Μελετίου, σῶσον ἡμᾶς σοὺς δούλους.
Καὶ νῦν. Θεοτοκίον.
μόλυντε Παρθένε, μετὰ τοῦ Ἱεράρχου, ὑπὲρ ἡμῶν δυσώπει.




                                  πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου